TLG 1635 002 :: PROTAGORAS :: Fragmenta PROTAGORAS Soph. Fragmenta frr. 1–10 Citation: Fragment — (line) | ||
1(tit) | ΠΡΩΤΑΓΟΡΟΥ ΑΛΗΘΕΙΑ ἢ ΚΑΤΑΒΑΛΛΟΝΤΕΣ | |
1 | SEXT. adv. math. VII 60, καὶ Πρωταγόραν δὲ τὸν Ἀβδηρίτην ἐγκατέλεξάν τινες τῶι χορῶι τῶν ἀναιρούντων τὸ κριτήριον φιλοσό‐ | |
---|---|---|
φων, ἐπεί φησι πάσας τὰς φαντασίας καὶ τὰς δόξας ἀληθεῖς ὑπάρ‐ χειν καὶ τῶν πρός τι εἶναι τὴν ἀλήθειαν διὰ τὸ πᾶν τὸ φανὲν ἢ δόξαν | 262 | |
5 | τινὶ εὐθέως πρὸς ἐκεῖνον ὑπάρχειν. ἐναρχόμενος γοῦν τῶν Κατα‐ βαλλόντων ἀνεφώνησε· ‘πάντων χρημάτων μέτρον ἐστὶν ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν‘. PLATO Theaet. 151E 152A Κινδυνεύεις | |
10 | μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλ’ ὃν ἔλεγε καὶ Πρωταγόρας. τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν. ἀνέγνω‐ κας γάρ που; —Ἀνέγνωκα καὶ πολλάκις. —Οὐκοῦν οὕτως πως | |
15 | λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται, τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ; ... ἆρ’ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῶι, ὁ δ’ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα; —Καὶ μάλα. —Πότερον οὖν τότε αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν, ἢ πεισόμεθα | |
20 | τῶι Πρωταγόραι ὅτι τῶι μὲν ῥιγῶντι ψυχρόν, τῶι δὲ μὴ οὔ; — Ἔοικεν. —Οὐκοῦν καὶ φαίνεται οὕτως ἑκατέρωι; —Ναί. —Τὸ | |
δέ γε φαίνεται αἰσθάνεται ἔστιν; —Ἔστιν γάρ. —Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. οἷά γ’ ἄρ’ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστωι καὶ κινδυνεύει εἶναι. | 263 | |
25 | 161 C Sokr. Τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηκεν, ὡς τὸ δοκοῦν ἑκάστωι τοῦτο καὶ ἔστιν· τὴν δ’ ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐκ εἶπεν ἀρχόμενος τῆς Ἀληθείας ὅτι πάντων χρημάτων μέτρον ἐστὶν ὗς ἢ κυνοκέφαλος ἤ τι ἄλλο ἀτοπώτερον τῶν ἐχόντων αἴσθη‐ σιν, ἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν, | |
30 | ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὥσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σο‐ φίαι, ὁ δ’ ἄρα ἐτύγχανεν ὢν εἰς φρόνησιν οὐδὲν βελτίων βατράχου γυρίνου, μὴ ὅτι ἄλλου του ἀνθρώπων. | |
2(tit) | ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ | |
1 | PORPHYR. ἀπὸ τοῦ α τῆς Φιλολόγου ἀκροάσεως b. Eus. P. E. X 3, 25 σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία· ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου 〈κλοπάσ〉· ἐγὼ δ’ οὖν ἧι κατὰ τύχην περιπέπτωκα Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος | |
5 | ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν. Euseb. fügt zu καὶ ταῦτ’ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις. | |
3(tit) | ΜΕΓΑΣ ΛΟΓΟΣ | |
1 | ANECD. PAR. I 171, 31 de Hippomacho B 3 [ed. Bohler So‐ phistae Protrept. fr. Lips. 1903 p. 46, 5] ὅτι ἐν τῶι ἐπιγραφομένωι Με‐ γάλωι λόγωι ὁ Π. εἶπε· ‘φύσεως καὶ ἀσκήσεως διδασκαλία δεῖται‘ καὶ ‘ἀπὸ νεότητος δὲ ἀρξαμένους δεῖ μανθάνειν‘. | |
5 | οὐκ ἂν δὲ ἔλεγε τοῦτο, εἰ αὐτὸς ὀψιμαθὴς ἦν, ὡς ἐνόμιζε καὶ ἔλεγεν | |
Ἐπίκουρος περὶ Πρωταγόρου [fr. 173 Us.; 68 A 9]. | 264 | |
4(tit) | ΠΕΡΙ ΘΕΩΝ | |
1 | EUS. P. E. XIV 3, 7 ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼς ἑταῖρος ὁ Π. ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾶιδε κεχρῆσθαι εἰσβολῆι ἐν τῶι Περὶ θεῶν συγγράμματι· ‘περὶ μὲν θεῶν οὐκ οἶδα ... ἰδέαν‘. DIOG. IX 51 [II 253, 28] ‘περὶ ... ἀνθρώπου‘. | |
5 | περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι, οὔθ’ ὡς εἰσὶν οὔθ’ ὡς οὐκ εἰσὶν οὔθ’ ὁποῖοί τινες ἰδέαν· πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι ἥ τ’ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου. | |
5(tit) | ΑΝΤΙΛΟΓΙΩΝ ΑΒ | |
1 | DIOG. III 37 Εὐφορίων [fr. 152 Scheidweiler] δὲ καὶ Παναίτιος [fr 50 Fowler] εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν | |
τῆς Πολιτείας, ἣν Πολιτείαν Ἀριστόξενός [fr. 33 FHG II 282] φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖς. | 265 | |
5 | 57 Πολιτείας ... ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόραι ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρωι [fr. 21 FHG III 580]. | |
tit,6-6b | ΤΕΧΝΗ ΕΡΙΣΤΙΚΩΝ | |
6 | CIC. Brut. 12, 46 scriptasque fuisse et paratas a Protagora rerum inlustrium disputationes, quae nunc communes appellantur loci. QUINTIL. III 1, 10 Abderites P., a quo decem milibus denariorum didicisse artem, quam edidit, Euathlus [s. II 254, 21. 255, | |
5 | 12. 256, 11] dicitur. 1, 12 (84 A 10) horum primi communis locos tractasse dicun‐ tur P., Gorgias, affectus Prodicus et Hippias et idem P. et Thrasymachus. | |
6a | DIOG. IX 51 πρῶτος ἔφη (Π.) δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις. | |
6b | ARISTOT. Rhet. B 24. 1402a 23 [vgl. A 21] ... τὸν ἥττω ... λόγον κρείττω ποιεῖν. | |
7(tit) | ΠΕΡΙ ΤΩΝ ΜΑΩΗΜΑΤΩΝ | |
1 | ARISTOT. Metaph. B 2. 997b 32 οὐδὲ τοῦτο ἀληθές, ὡς ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστι μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων. ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν οὐδὲ περὶ τὸν οὐρανὸν ἡ ἀστρολογία τόνδε. οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης· οὐθὲν γὰρ | |
5 | εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμὴν ὁ κύκλος, ἀλλ’ ὥσπερ Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας, | |
οὔτε ... | 266 | |
8(tit) | ΠΕΡΙ ΠΑΛΗΣ | |
1 | PLATO Soph. 232D E τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῶι βουλομένωι μαθεῖν. —Τὰ Πρωταγόρειά μοι φαίνει περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι ... 233A Πῶς οὖν ἄν | |
5 | ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ’ ἂν ὑγιές τι λέγων ἀντειπεῖν; —Οὐδαμῶς. | |
8a | ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ | |
8b | ΠΕΡΙ ΤΗΣ ΕΝ ΑΡΧΑΙ ΚΑΤΑΣΤΑΣΕΩΣ | |
8c | ΠΕΡΙ ΦΙΛΟΤΙΜΙΑΣ | |
8d | ΠΕΡΙ ΑΡΕΤΩΝ | |
8e | ΠΕΡΙ ΤΩΝ ΟΥΚ ΟΡΘΩΣ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΠΡΑΣΣΟΜΕΝΩΝ | |
8f | ΠΡΟΣΤΑΚΤΙΚΟΣ | |
8g | ΔΙΚΗ ΥΠΕΡ ΜΙΣΘΟΥ | |
8h | ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ | |
9 | [PLUT.] Cons. ad Apoll. 33 p. 118E Περικλέα δὲ τὸν Ὀλύμπιον προσ‐ αγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, | |
πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον Πάραλόν τε καὶ Ξάνθιππον (ὥς φησι Π. εἰπὼν οὕτως· ‘τῶν ... ἀμηχανίην‘)· τοῦτον γὰρ εὐθὺς | 267 | |
5 | μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν ‘βουλάς τ’ ἐξάρχοντ’ ἀγαθὰσ‘ [Hom. B 273] πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους. τῶν γὰρ υἱέων νεηνιῶν ὄντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ ταῖς πά‐ σηισιν ἡμέρηισιν ἀποθανόντων, νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴ‐ | |
10 | χετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖς πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρῶν τὰ ἑαυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρεῖον ἐδόκει εἶναι καὶ ἑαυτοῦ κρείσσω, κάρτα εἰδὼς τὴν ἑαυτοῦ ἐν τοιοῖσδε πράγμασιν ἀμηχανίην. | |
10 | STOB. III (Flor.) 29, 80 Π. ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ | |
μελέτης μήτε μελέτην ἄνευ τέχνης. | 268 |