TLG 1635 001 :: PROTAGORAS :: Testimonia PROTAGORAS Soph. Testimonia test. 1–30 Citation: Fragment — (line) | ||
1 | DIOG. IX 50 ff. Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος [FGrHist. 244 F 70 II 1040] καὶ Δίνων ἐν Περσικῶν ε [fr. 6 FHG II 90; vgl. A 2], Μαιανδρίου Ἀβδηρίτης, καθά φησιν Ἡκρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων [fr. 21 Voss], ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν· ὡς δ’ Εὔπολις ἐν Κόλαξιν [fr. 146I 297 K.], | |
5 | Τήιος· φησὶ γάρ· ‘ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιοσ‘. οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο· καὶ Πλάτων ἐν τῶι Πρωταγόραι [316 A] φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δ’ ὁ Πρωταγόρας Δημοκρίτου. (ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῆι ἱστορίαι [fr. 36 FHG III 583, näml. Demokrit, vgl. oben II 85, 1. 87, 26]). (51) καὶ πρῶτος ἔφη | |
---|---|---|
10 | δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις [B 6a]· οἷς καὶ συνηρώτα, πρῶτος τοῦτο πράξας. ἀλλὰ καὶ ἤρξατό που τοῦτον τὸν τρόπον· ‘πάντων ... ἔστιν‘ [B 1]. ἔλεγέ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησὶν ἐν Θεαιτήτωι [p. 152ff.], καὶ πάντα εἶναι ἀληθῆ. καὶ ἀλλαχοῦ δὲ τοῦτον ἤρξατο τὸν τρόπον· ‘περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι | |
15 | οὔθ’ ὡς εἰσὶν ... ἀνθρώπου‘ [B 4]. (52) διὰ ταύτην δὲ τὴν ἀρχὴν τοῦ συγγράμματος ἐξεβλήθη πρὸς Ἀθηναίων, καὶ τὰ βιβλία αὐτοῦ κατέκαυσαν ἐν | |
τῆι ἀγορᾶι ὑπὸ κήρυκι ἀναλεξάμενοι παρ’ ἑκάστου τῶν κεκτημένων. οὗτος πρῶτος μισθὸν εἰσεπράξατο μνᾶς ἑκατόν· καὶ πρῶτος μέρη χρόνου διώρισε καὶ καιροῦ δύναμιν ἐξέθετο καὶ λόγων ἀγῶνας ἐποιήσατο καὶ σοφίσματα | 253 | |
20 | τοῖς πραγματολογοῦσι προσήγαγε· καὶ τὴν διάνοιαν ἀφεὶς πρὸς τοὔνομα διελέχθη καὶ τὸ νῦν ἐπιπόλαιον γένος τῶν ἐριστικῶν ἐγέννησεν· ἵνα καὶ Τίμων φησὶ περὶ αὐτοῦ· ‘Πρωταγόρης τ’ ἐπίμεικτος ἐριζέμεναι εὖ εἰδώσ‘ [fr. 47 D.]. (53) οὗτος καὶ τὸ Σωκρατικὸν εἶδος τῶν λόγων πρῶτος ἐκίνησε. καὶ τὸν Ἀντισθένους λόγον τὸν πειρώμενον ἀποδεικνύειν, ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὗτος πρῶτος διείλεκται, | |
25 | καθά φησι Πλάτων ἐν Εὐθυδήμωι [286C]. καὶ πρῶτος κατέδειξε τὰς πρὸς τὰς θέσεις ἐπιχειρήσεις, ὥς φησιν Ἀρτεμίδωρος ὁ διαλεκτικὸς ἐν τῶι Πρὸς Χρύσιππον. καὶ πρῶτος τὴν καλουμένην τύλην, ἐφ’ ἧς τὰ φορτία βαστάζουσιν, εὗρεν, ὥς φησιν Ἀριστοτέλης ἐν τῶι Περὶ παιδείας [fr. 63 R.]· φορμοφόρος γὰρ ἦν, ὡς καὶ Ἐπίκουρός πού φησι [s. 68 A 9], καὶ τοῦτον τὸν τρόπον ἤρθη πρὸς Δημοκρίτου | |
30 | ξύλα δεδεκὼς ὀφθείς. διεῖλέ τε τὸν λόγον πρῶτος εἰς τέτταρα, εὐχωλήν, ἐρώ‐ τησιν, ἀπόκρισιν, ἐντολήν· (54) (οἱ δέ, εἰς ἑπτά, διήγησιν, ἐρώτησιν, ἀπό‐ κρισιν, ἐντολήν, ἀπαγγελίαν, εὐχωλήν, κλῆσιν), οὓς καὶ πυθμένας εἶπε λόγων. Ἀλκιδάμας δὲ [fr. 8 O. A. II 155b 36] τέτταρας λόγους φησί, φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. πρῶτον δὲ τῶν λόγων ἑαυτοῦ ἀνέγνω τὸν Περὶ θεῶν, | |
35 | οὗ τὴν ἀρχὴν ἄνω [II 253, 28] παρεθέμεθα· ἀνέγνω δ’ Ἀθήνησιν ἐν τῆι Εὐριπίδου οἰκίαι ἤ, ὥς τινες, ἐν τῆι Μεγακλείδου· ἄλλοι ἐν Λυκείωι, μαθητοῦ τὴν φωνὴν αὐτῶι χρήσαντος Ἀρχαγόρου τοῦ Θεοδότου. κατηγόρησε δ’ αὐτοῦ Πυθόδωρος Πολυζήλου, εἷς τῶν τετρακοσίων· Ἀριστοτέλης δ’ Εὔαθλόν φησιν [fr. 67; s. B 6]. | |
(55) ἔστι δὲ τὰ σωιζόμενα αὐτοῦ βιβλία τάδε· *** Τέχνη ἐριστικῶν, | 254 | |
40 | Περὶ πάλης, Περὶ τῶν μαθημάτων, Περὶ πολιτείας, Περὶ φιλοτιμίας, Περὶ ἀρετῶν, Περὶ τῆς ἐν ἀρχῆι καταστάσεως, Περὶ τῶν ἐν Ἅιδου, Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ἀνθρώποις πρασσομένων, Προστακτικός, Δίκη ὑπὲρ μισθοῦ, Ἀντιλογιῶν αβ. καὶ ταῦτα μὲν αὐτῶι τὰ βιβλία. γέγραφε δὲ καὶ Πλάτων εἰς αὐτὸν διάλογον. φησὶ δὲ Φιλόχορος [fr. 168 FHG | |
45 | I 412] πλέοντος αὐτοῦ εἰς Σικελίαν τὴν ναῦν καταποντωθῆναι· καὶ τοῦτο αἰνίτ‐ τεσθαι Εὐριπίδην ἐν τῶι Ἰξίονι [aufgeführt 410—8]. ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτόν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα. (56) Ἀπολ‐ λόδωρος [F GrHist. 244 F 71 II 1040] δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν ὀλυμπιάδα | |
1(50) | [444—1]. λέγεται δέ ποτε αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητὴν ἐκείνου εἰπόντος ‘ἀλλ’ οὐδέπω νίκην νενίκηκα‘ εἰπεῖν ‘ἀλλ’ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ· ἐὰν δὲ σύ, ὅτι σύ‘ [vgl. B 6. Spengel Συν. τεχν. p. 26ff.]. γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων [p. 31 | |
55 | Scheidweiler] ἐπικήδειον ἔγραψε· καὶ τρίτος Στωικὸς φιλόσοφος. | |
2 | PHILOSTR. V. soph. I 10, 1ff. Π. δὲ ὁ Ἀβδη‐ ρίτης σοφιστὴς [καὶ] Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν. πατὴρ γὰρ ἦν αὐτῶι Μαιάνδριος πλούτωι κατεσκευασμένος παρὰ πολλοὺς τῶν ἐν τῆι Θράικηι, δεξά‐ | |
5 | μενος δὲ καὶ τὸν Ξέρξην οἰκίαι τε καὶ δώροις τὴν ξυνουσίαν τῶν μάγων τῶι παιδὶ παρ’ αὐτοῦ εὕρετο. οὐ γὰρ παιδεύουσι τοὺς μὴ Πέρσας Πέρσαι μάγοι, ἢν μὴ ὁ βασιλεὺς ἐφῆι. (2) τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσὶ θεοὶ εἴτε οὐκ εἰσί, δοκεῖ μοι Π. ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομῆσαι· μάγοι γὰρ ἐπιθειάζουσι μὲν οἷς ἀφανῶς δρῶσι, τὴν δὲ ἐκ φανεροῦ δόξαν τοῦ θείου καταλύουσιν οὐ βουλόμενοι | |
10 | δοκεῖν παρ’ αὐτοῦ δύνασθαι. (3) διὰ μὲν δὴ τοῦτο πάσης γῆς ὑπὸ Ἀθηναίων ἠλάθη ὡς μέν τινες, κριθείς, ὡς δὲ ἐνίοις δοκεῖ, ψήφου ἐπενεχθείσης μὴ κριθέντι. νήσους δὲ ἐξ ἠπείρων ἀμείβων καὶ τὰς Ἀθηναίων τριήρεις φυλαττόμενος πάσαις θαλάτταις ἐνεσπαρμένας κατέδυ πλέων ἐν ἀκατίωι μικρῶι. (4) τὸ δὲ μισθοῦ διαλέγεσθαι πρῶτος εὗρε, πρῶτος δὲ παρέδωκεν Ἕλλησι, πρᾶγμα οὐ μεμπτόν· | |
15 | ἃ γὰρ σὺν δαπάνηι σπουδάζομεν, μᾶλλον ἀσπαζόμεθα τῶν προῖκα. γνοὺς δὲ τὸν Πρωταγόραν ὁ Πλάτων σεμνῶς μὲν ἑρμηνεύοντα, ἐνυπτιάζοντα δὲ τῆι σεμνό‐ τητι καί που καὶ μακρολογώτερον τοῦ συμμέτρου, τὴν ἰδέαν αὐτοῦ μύθωι μακρῶι ἐχαρακτήρισεν [C 1]. | |
3 | HESYCH. Onomatol. bei Schol. Plat. de rep. 600C Π. Ἀρτέμωνος Ἀβ‐ δηρίτης. οὗτος φορτοβαστάκτης ἦν, ἐντυχὼν δὲ Δημοκρίτωι ἐφιλοσόφησε καὶ ἐπὶ | |
ῥητορείαν ἔσχε. καὶ πρῶτος λόγους ἐριστικοὺς εὗρε καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρ. διὸ καὶ ἐπεκλήθη Λόγος. τούτου μαθητὴς Ἰσοκράτης ὁ ῥήτωρ καὶ Πρό‐ | 255 | |
5 | δικος ὁ Κεῖος. ἐκαύθη δὲ τὰ τούτου βιβλία ὑπ’ Ἀθηναίων. εἶπε γάρ· ‘περὶ θεῶν οὐκ ἔχω εἰδέναι οὔτε ὡς εἰσὶν οὔτε ὡς οὐκ εἰσίν‘ [B 4]. ἔγραψε δὲ εἰς αὐτὸν ὁ Πλάτων διάλογον. πλέοντος δὲ αὐτοῦ εἰς Σικελίαν ἐτελεύτησε ναυαγήσας ἐτῶν 〈ὢν〉 ἐνενήκοντα, σοφιστεύσας ἔτη τεσσαράκοντα. | |
4 | EUSEB. Chron. Hier. Euripides ... clarus habetur et P. sophista cuius libros decreto publico Athenienses combusserunt Ol. 84 [444—41]. APUL. Flor. 18 P. qui sophista fuit longe multiscius et cum primis rhetoricae reper‐ toribus perfacundus, Democriti physici civis aequaevus (inde ei suppeditata | |
5 | doctrina est), eum Protagoran aiunt cum suo sibi discipulo Euathlo mercedem nimis uberem condicione temeraria pepigisse etc. | |
5 | PLATO Protag. 317 B Protagoras: ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους ... C καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τῆι τέχνηι· καὶ γὰρ καὶ τὰ ξύμπαντα πολλά μοί ἐστιν· οὐδενὸς ὅτου | |
5 | οὔ, πάντων ἂν ὑμῶν καθ’ ἡλικίαν πατὴρ εἴην ... 318 A ὦ νεανίσκε, ἔσται τοίνυν σοι, ἐὰν ἐμοὶ συνῆις, ἧι ἂν ἡμέραι ἐμοὶ συγγένηι, ἀπιέναι οἴκαδε βελτίονι γεγο‐ νότι καὶ ἐν τῆι ὑστεραίαι ταὐτὰ ταῦτα· καὶ ἑκάστης ἡμέρας ἀεὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι ... 318 D οἱ μὲν γὰρ ἄλλοι λωβῶνται τοὺς νέους· τὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄκοντας πάλιν αὖ ἄγοντες ἐμβάλλουσιν εἰς τέχνας, λογισμούς | |
10 | τε καὶ ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν διδάσκοντες (καὶ ἅμα εἰς τὸν Ἱππίαν ἀπέβλεψεν), παρὰ δ’ ἐμὲ ἀφικόμενος μαθήσεται οὐ περὶ ἄλλου του ἢ περὶ οὗ ἥκει. τὸ δὲ μάθημά ἐστιν εὐβουλία περὶ τῶν οἰκείων, ὅπως ἂν ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ, καὶ περὶ τῶν τῆς πόλεως, ὅπως τὰ τῆς πόλεως δυνατώτατος ἂν εἴη καὶ πράττειν καὶ λέγειν ... 319 A Sokr. Δοκεῖς γάρ μοι λέγειν τὴν πο‐ | |
15 | λιτικὴν τέχνην καὶ ὑπισχνεῖσθαι ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας. —Αὐτὸ μὲν οὖν τοῦτό ἐστιν, ἔφη, ὦ Σώκρατες, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι. 349 A σύ γ’ ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς πάντας τοὺς Ἕλληνας σοφιστὴν ἐπο‐ νομάσας σεαυτὸν ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τούτου μισθὸν ἀξιώσας ἄρνυσθαι. | |
6 | — —328B διὰ ταῦτα καὶ τὸν τρόπον τῆς πράξεως τοῦ μισθοῦ τοιοῦτον πεποίημαι· ἐπειδὰν γάρ τις παρ’ ἐμοῦ μάθηι, ἐὰν μὲν βούληται, ἀπέδωκεν ὃ ἐγὼ πράττομαι ἀργύριον· ἐὰν δὲ μή, ἐλθὼν εἰς ἱερὸν ὀμόσας, ὅσου ἂν φῆι ἄξια εἶναι τὰ μαθήματα, τοσοῦτον κατέθηκε. | |
7 | — —329B Π. δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, | |
ὡς αὐτὸ δηλοῖ, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρό‐ μενος περιμεῖναί τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευα‐ σμένα. Vgl. 334D ff. | 256 | |
8 | —Meno 91D οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησά‐ μενον ἀπὸ ταύτης τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτως περιφανῶς καλὰ ἔργα ἠργά‐ ζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν ... E Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάνθανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους ἀπο‐ | |
5 | πέμπων ἢ παρελάμβανεν πλεῖν ἢ τετταράκοντα ἔτη. οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγονότα, τετταράκοντα δὲ ἐν τῆι τέχνηι ὄντα. καὶ ἐν ἅπαντι τῶι χρόνωι τούτωι ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται. | |
9 | —Hipp. mai. 282D E ἀφικόμενος δέ ποτε εἰς Σικελίαν Πρωταγόρου αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου ὄντος πολὺ νεώτερος ὢν κτλ. | |
10 | PLUT. Pericl. 36 πεντάθλου γάρ τινος ἀκοντίωι πατάξαντος Ἐπίτιμον τὸν Φαρσάλιον ἀκουσίως καὶ κτείναντος, ἡμέραν ὅλην ἀναλῶσαι μετὰ Πρωταγόρου διαποροῦντα, πότερον τὸ ἀκόντιον ἢ τὸν βαλόντα μᾶλλον ἢ τοὺς ἀγωνοθέτας κατὰ τὸν ὀρθό‐ | |
5 | τατον λόγον αἰτίους χρὴ τοῦ πάθους ἡγεῖσθαι. | |
11 | ATHEN. V 218 B ἀλλὰ μὴν καὶ ὁ ἐν τῶι ‘Πρωταγόραι‘ διάλογος μετὰ τὴν Ἱππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρω‐ ταγόρου 〈μέμνηται〉 παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις [309D]. ὁ δ’ Ἱππόνικος ἐπὶ μὲν Εὐθυδήμου ἄρχοντος [431 ?] στρατηγῶν παρατέ‐ | |
5 | τακται μετὰ Νικίου πρὸς Ταναγραίους καὶ τοὺς παραβοηθοῦντας Βοιωτῶν καὶ τῆι μάχηι νενίκηκε, τέθνηκε δὲ πρὸ τῆς ἐπ’ Ἀλκαίου [421] διδασκαλίας τῶν Εὐπόλιδος Κολάκων οὐ πολλῶι χρόνωι κατὰ τὸ εἰκός ... ἐν οὖν τούτωι τῶι δράματι Εὔπολις τὸν Πρωταγόραν ὡς ἐπιδημοῦντα εἰσάγει [s. II 253, 18], Ἀμειψίας δ’ ἐν τῶι Κόννωι [I 673 K.] δύο πρότερον ἔτεσιν διδαχθέντι [423] οὐ | |
10 | καταριθμεῖ αὐτὸν ἐν τῶι τῶν φροντιστῶν χορῶι· δῆλον οὖν ὡς μεταξὺ τούτων τῶν χρόνων παραγέγονεν. XI 505 F ἀλλὰ μὴν οὐ δύνανται Πάραλος καὶ Ξάνθιπ‐ πος οἱ Περικλέους υἱοὶ τελευτήσαντος τῶι λοιμῶι Πρωταγόραι διαλέγεσθαι, ὅτε 〈τὸ〉 δεύτερον ἐπεδήμησε ταῖς Ἀθήναις, οἱ ἔτι πρότερον τελευτήσαντες. — Vgl. EUSTATH. Od. 1547, 53 ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν Πρωταγόραν | |
15 | διακωμωιδῶν ἐν τῶι ‘ὃς ἀλαζονεύεται μὲν ἁλιτήριος περὶ τῶν μετεώρων, τὰ δὲ χαμᾶθεν ἐσθίει‘ [fr. 146 b Kock, s. II 253, 18]. Vgl. fr. 147 ‘πίνειν γὰρ αὐτὸν [Kallias] Πρωταγόρας ἐκέλευ’, ἵνα πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκκλυστον φορῆι‘. | |
12 | SEXT. adv. math. IX 55. 56 συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Θεόδωρος ὁ ἄθεος καὶ κατά τινας Π. ὁ Ἀβδηρίτης ... ῥητῶς που γράψας· ‘περὶ δὲ θεῶν | |
οὔτε εἰ εἰσὶν οὔθ’ ὁποῖοί τινές εἰσι δύναμαι λέγειν· πολλὰ γάρ ἐστι τὰ | 257 | |
5 | κωλύοντά με‘ [B 4]. παρ’ ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν Ἀθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν. μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος ἐν τῶι δευτέρωι τῶν Σίλλων [fr. 5 D.] ταῦτα διεξερχόμενος· † ὥστε καὶ μετέπειτα σοφιστῶν | |
10 | οὔτ’ ἀλιγυγλώσσωι οὔτ’ ἀσκόπωι οὔτ’ ἀκυλίστωι Πρωταγόρηι. ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι, ὅττι θεοὺς κατέγραψ’ οὔτ’ εἰδέναι οὔτε δύνασθαι ὁπποῖοί τινές εἰσι καὶ οἵ τινες ἀθρήσασθαι, πᾶσαν ἔχων φυλακὴν ἑπιεικείης. τὰ μὲν οὔ οἱ | |
15 | χραίσμης’, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως Σωκρατικὸν πίνων ψυχρὸν ποτὸν ἀίδα δύηι. | |
13 | PLATO Cratyl. 385E f. ὥσπερ Π. ἔλεγεν λέγων πάντων χρημάτων μέτρον εἶναι ἄνθρωπον [B 1], ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγ‐ ματα εἶναι, τοιαῦτα μὲν ἔστιν ἐμοί· οἷα δ’ ἂν σοί, τοιαῦτα δὲ σοί. | |
14 | SEXT. Pyrrh. h. I 216ff. καὶ ὁ Π. δὲ βούλεται πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν [B 1], μέτρον μὲν λέγων τὸ κριτήριον, χρημάτων δὲ τῶν πραγμάτων, ὡς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρω‐ | |
5 | πον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα ἑκάστωι μόνα, καὶ οὕτως εἰσάγει τὸ πρός τι ... (217) φησὶν οὖν ὁ ἀνὴρ τὴν ὕλην ῥευστὴν εἶναι, ῥεούσης δὲ αὐτῆς συνεχῶς προσθέ‐ σεις ἀντὶ τῶν ἀποφορήσεων γίγνεσθαι καὶ τὰς αἰσθήσεις μετακοσμεῖσθαί τε καὶ ἀλλοιοῦσθαι παρά τε 〈τὰσ〉 ἡλικίας καὶ παρὰ τὰς ἄλλας κατασκευὰς τῶν σωμάτων. | |
10 | (218) λέγει δὲ καὶ τοὺς λόγους πάντων τῶν φαινομένων ὑποκεῖσθαι ἐν τῆι ὕληι, ὡς δύνασθαι τὴν ὕλην ὅσον ἐφ’ ἑαυτῆι πάντα εἶναι ὅσα πᾶσι φαίνεται. τοὺς δὲ ἀνθρώ‐ πους ἄλλοτε ἄλλων ἀντιλαμβάνεσθαι παρὰ τὰς διαφόρους αὐτῶν διαθέσεις· τὸν μὲν γὰρ κατὰ φύσιν ἔχοντα ἐκεῖνα τῶν ἐν τῆι ὕληι καταλαμβάνειν ἃ τοῖς κατὰ φύσιν ἔχουσι φαίνεσθαι δύναται, τὸν δὲ παρὰ φύσιν ἃ τοῖς παρὰ φύσιν. (219) καὶ ἤδη | |
15 | παρὰ τὰς ἡλικίας καὶ κατὰ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι καὶ καθ’ ἕκαστον εἶδος τῶν διαθέσεων ὁ αὐτὸς λόγος. γίνεται τοίνυν κατ’ αὐτὸν τῶν ὄντων κριτήριον ὁ ἄνθρωπος. πάντα γὰρ τὰ φαινόμενα τοῖς ἀνθρώποις καὶ ἔστιν, τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαινόμενα οὐδὲ ἔστιν. ὁρῶμεν οὖν ὅτι καὶ περὶ τοῦ τὴν ὕλην ῥευστὴν εἶναι καὶ περὶ τοῦ τοὺς λόγους τῶν φαινομένων πάντων ἐν αὐτῆι ὑποκεῖσθαι | |
20 | δογματίζει, ἀδήλων ὄντων καὶ ἡμῖν ἐφεκτῶν. | |
15 | —adv. math. VII 389 πᾶσαν μὲν οὖν φαντασίαν οὐκ 〈ἂν〉 εἴποι τις ἀληθῆ διὰ τὴν περιτροπήν, καθὼς ὅ τε Δημόκριτος καὶ ὁ Πλάτων [Theaet. 171A] | |
ἀντιλέγοντες τῶι Πρωταγόραι ἐδίδασκον· εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, κατὰ φαντασίαν ὑφιστάμενον, ἔσται | 258 | |
5 | ἀληθές, καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος. | |
16 | HERM. Irris. 9 (D. 653) ἀλλ’ ἐπὶ θάτερα Π. ἑστηκὼς ἀνθέλκει με φάσκων· ὅρος καὶ κρίσις τῶν πραγμάτων ὁ ἄνθρωπος καὶ τὰ μὲν ὑποπίπτοντα ταῖς αἰσθή‐ σεσιν ἔστι πράγματα, τὰ δὲ μὴ ὑποπίπτοντα οὐκ ἔστιν ἐν τοῖς εἴδεσι τῆς οὐσίας. | |
17 | ARISTOT. Metaph. Θ 3. 1046b 29 εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικοί, ὅταν ἐνεργῆι μόνον δύνασθαι, ὅταν δὲ μὴ ἐνεργῆι, οὐ δύνασθαι, οἷον τὸν μὴ οἰκο‐ δομοῦντα οὐ δύνασθαι οἰκοδομεῖν, ἀλλὰ τὸν οἰκοδομοῦντα, ὅταν οἰκοδομῆι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. οἷς τὰ συμβαίνοντα ἄτοπα οὐ χαλεπὸν ἰδεῖν. δῆλον | |
5 | γάρ, ὅτι οὔτ’ οἰκοδόμος ἔσται, ἐὰν μὴ οἰκοδομῆι· τὸ γὰρ οἰκοδόμωι εἶναι τὸ δυνατῶι εἶναί ἐστιν οἰκοδομεῖν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. εἰ οὖν ἀδύνατον τὰς τοιαύτας ἔχειν τέχνας μὴ μανθάνοντά ποτε καὶ λαβόντα, καὶ μὴ ἔχειν (1047 a) μὴ ἀποβαλόντα ποτέ (ἢ γὰρ λήθηι ἢ πάθει τινὶ ἢ χρόνωι· οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος· ἀεὶ γάρ ἐστιν), ὅταν παύσηται, οὐχ ἕξει τὴν | |
10 | τέχνην, πάλιν δ’ εὐθὺς οἰκοδομήσει πῶς λαβών; καὶ τὰ ἄψυχα δὴ ὁμοίως· οὔτε γὰρ ψυχρὸν οὔτε θερμὸν οὔτε γλυκὺ οὔτε ὅλως αἰσθητὸν οὐθὲν ἔσται μὴ αἰσθανο‐ μένων· ὥστε τὸν Πρωταγόρου λόγον συμβήσεται λέγειν αὐτοῖς. ἀλλὰ μὴν οὐδ’ αἴσθησιν ἕξει οὐδέν, ἐὰν μὴ αἰσθάνηται μηδ’ ἐνεργῆι. | |
18 | TERTULL. de anim. 15 etiam P., etiam Apollodorus, etiam Chrysippus haec sapiunt. | |
19 | PLATO Euthyd. 286 B C οὐ γάρ τοι ἀλλὰ τοῦτόν γε τὸν λόγον ὅτι οὐκ ἔστιν ἀντιλέγειν) πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω. καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῶι καὶ οἱ ἔτι παλαιότεροι [vgl. 22 A 7]· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν | |
5 | [s. II 254, 8]. ARISTOT. Metaph. Γ 4. 1007b 18 ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, δῆλον ὡς ἅπαντα ἔσται ἕν. ἔσται γὰρ τὸ αὐτὸ καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος, εἰ κατὰ παντός τι ἢ καταφῆσαι ἢ ἀποφῆσαι ἐνδέχεται, καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον. εἰ γάρ τωι δοκεῖ μὴ εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὅτι οὐκ ἔστι τριήρης· ὥστε καὶ ἔστιν, εἴπερ ἡ ἀντί‐ | |
10 | φασις ἀληθής. ARISTOT. Metaph. Κ 6. 1062b 13 ἐκεῖνος ἔφη πάντων εἶναι χρημάτων μέτρον ἄνθρωπον, οὐδὲν ἕτερον λέγων ἢ τὸ δοκοῦν ἑκάστωι τοῦτο καὶ εἶναι παγίως· τούτου δὲ γιγνομένου τὸ αὐτὸ συμβαίνει καὶ εἶναι καὶ μὴ εἶναι, καὶ κακὸν καὶ ἀγαθὸν εἶναι, καὶ τἆλλα τὰ κατὰ τὰς ἀντικειμένας λεγόμενα φάσεις, διὰ τὸ | |
15 | πολλάκις τοισδὶ μὲν φαίνεσθαι τόδε εἶναι καλὸν τοισδὶ δὲ τοὐναντίον, μέτρον | |
δ’ εἶναι τὸ φαινόμενον ἑκάστωι. | 259 | |
20 | CLEM. Str. VI 65 (II 464, 14 St.) Ἕλληνές φασι Πρωταγόρου προ‐ κατάρξαντος παντὶ λόγωι λόγον ἀντικεῖσθαι. SEN. Ep. 88, 43 P. ait de omni re in utramque partem disputari posse ex aequo et de hac ipsa, an omnis res in utramque partem disputabilis sit. | |
21 | ARISTOT. Rhet. Β 24. 1402 a 23 καὶ τὸ τὸν ἥττω δὲ λόγον κρείττω ποιεῖν [B 6 b] τοῦτ’ ἐστίν. καὶ ἐντεῦθεν δικαίως ἐδυσχέραινον οἱ ἄνθρωποι τὸ Πρωταγόρου ἐπάγγελμα· ψεῦδός τε γάρ ἐστιν καὶ οὐκ ἀληθὲς ἀλλὰ φαινόμενον εἰκός, καὶ ἐν οὐδεμιᾶι τέχνηι ἀλλ’ ἐν ῥητορικῆι καὶ ἐριστικῆι. STEPH. BYZ. S. V. | |
5 | Ἄβδηρα: Π., ὃν Εὔδοξος [fr. 4 Gisinger Στοιχεῖα VI 78] ἱστορεῖ τὸν ἥσσω καὶ κρείσσω λόγον πεποιηκέναι καὶ τοὺς μαθητὰς δεδιδαχέναι τὸν αὐτὸν ψέγειν καὶ ἐπαινεῖν. | |
21a | PLATO Theaet. 166 D ff. ἐγὼ γάρ φημι μὲν τὴν ἀλήθειαν ἔχειν ὡς γέγραφα· μέτρον γὰρ ἕκαστον ἡμῶν εἶναι τῶν τε ὄντων καὶ μή, μυρίον μέντοι διαφέρειν ἕτερον ἑτέρου αὐτῶι τούτωι, ὅτι τῶι μὲν ἄλλα ἔστι τε καὶ φαίνεται, τῶι δὲ ἄλλα. καὶ σοφίαν καὶ σοφὸν ἄνδρα πολλοῦ δέω τὸ | |
5 | μὴ φάναι εἶναι, ἀλλ’ αὐτὸν τοῦτον καὶ λέγω σοφόν, ὃς ἄν τινι ἡμῶν, ὧι φαίνεται καὶ ἔστι κακά, μεταβάλλων ποιήσηι ἀγαθὰ φαίνεσθαί τε καὶ εἶναι. 167 B ἀλλ’ οἶμαι πονηρᾶς ψυχῆς ἕξει δοξάζοντα συγγενῆ ἑαυτῆς χρηστὴ [sc. ἕξις] ἐποίησε δοξάσαι ἕτερα τοιαῦτα, ἃ δή τινες [τὰ φαντάσματα] ὑπὸ ἀπειρίας ἀληθῆ καλοῦσιν, ἐγὼ δὲ βελτίω μὲν τὰ ἕτερα τῶν ἑτέρων, ἀληθέστερα δὲ οὐδέν. καὶ τοὺς σοφοὺς ... | |
10 | κατὰ μὲν σώματα ἰατροὺς λέγω, κατὰ δὲ φυτὰ γεωργούς. φημὶ γὰρ καὶ τούτους τοῖς φυτοῖς ἀντὶ πονηρῶν αἰσθήσεων, ὅταν τι αὐτῶν ἀσθενῆι, χρηστὰς καὶ ὑγιεινὰς †αἰσθήσεις τε καὶ ἀληθεῖς ἐμποιεῖν, τοὺς δέ γε σοφούς τε καὶ ἀγαθοὺς ῥήτορας ταῖς πόλεσι τὰ χρηστὰ ἀντὶ τῶν πονηρῶν δίκαια δοκεῖν εἶναι ποιεῖν. ἐπεὶ οἷά γ’ ἂν ἑκάστηι πόλει δίκαια καὶ καλὰ δοκῆι, ταῦτα καὶ εἶναι αὐτῆι, ἕως ἂν | |
15 | αὐτὰ νομίζηι. ἀλλ’ ὁ σοφὸς ἀντὶ πονηρῶν ὄντων αὐτοῖς ἑκάστων χρηστὰ ἐποίησεν εἶναι καὶ δοκεῖν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ὁ σοφιστὴς τοὺς παιδευομένους οὕτω δυνάμενος παιδαγωγεῖν σοφός τε καὶ ἄξιος πολλῶν χρημάτων τοῖς παιδευθεῖσιν. καὶ οὕτω σοφώτεροί τέ εἰσιν ἕτεροι ἑτέρων καὶ οὐδεὶς ψευδῆ δοξάζει, καὶ σοί, ἐάν τε βούληι ἐάν τε μή, ἀνεκτέον ὄντι μέτρωι· σώιζεται γὰρ ἐν τούτοις ὁ λόγος | |
20 | οὗτος. | |
22 | —Prot. 333 D ἆρ’ οὖν ... ταῦτ’ ἐστὶν ἀγαθά, ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις; —Καὶ ναὶ μὰ Δί’, ἔφη [Prot.], κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα ἦι, ἔγωγε καλῶ ἀγαθά. 334 A πότερον ... λέγεις, ὦ Πρωταγόρα, ἃ μηδενὶ ἀνθρώ‐ πων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ | |
5 | καλεῖς; —Οὐδαμῶς, ἔφη· ἀλλ’ ἔγωγε πολλὰ οἶδ’ ἃ ἀνθρώποις μὲν ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώ‐ ποις μὲν οὐδέτερα, ἵπποις δέ κτλ. | |
23 | —Theaet. 162 D ὦ γενναῖοι παῖδές τε καὶ γέ‐ ροντες, δημηγορεῖτε συγκαθεζόμενοι θεούς τε εἰς τὸ μέσον ἄγοντες, οὓς ἐγὼ ἔκ | |
τε τοῦ λέγειν καὶ τοῦ γράφειν περὶ αὐτῶν, ὡς εἰσὶν ἢ ὡς οὐκ εἰσίν, ἐξαιρῶ. CIC. de nat. deor. I 24, 63 Abderites quidem P. ... sophistes temporibus | 260 | |
5 | illis vel maximus, cum in principio libri sic posuisset ‘de divis neque ut sint neque ut non sint habeo dicere‘, Atheniensium iussu urbe atque agro est exterminatus librique eius in contione combusti. 12, 29 (D. 535) nec vero P., qui sese negat omnino de deis habere quod liqueat, sint non sint qualesue sint, quicquam videtur de natura deorum suspicari. | |
10 | PHILOD. de piet. c. 22 p. 89 G. ἢ τοὺς ἄγνωστον εἴ τινές εἰσι θεοὶ λέγοντας ἢ ποῖοί τινές εἰσιν. DIOGEN. V. Oinoanda fr. 12 c. 2, 1 p. 19 William Π. δὲ ὁ Ἀβδηρείτης τῆι μὲν δυνάμει τὴν αὐτὴν ἤνενκε Διαγόραι δόξαν, ταῖς λέξεσιν δὲ ἑτέραις ἐχρήσατο, ὡς τὸ λείαν ἰταμὸν αὐτῆς ἐκφευξούμενος. ἔφησε γὰρ μὴ εἰδέναι, εἰ θεοὶ εἰσίν· τοῦτο δ’ ἐστὶν τὸ αὐτὸ τῶι λέγειν εἰδέναι ὅτι μὴ εἰσίν. | |
24 | PLATO Crat. 391 B C εἰσὶ δὲ οὗτοι οἱ σο‐ φισταί, οἷσπερ καὶ ὁ ἀδελφός σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρώιων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα [τῶν ὀνομάτων] περὶ τῶν τοιού‐ | |
5 | των ἣν ἔμαθεν παρὰ Πρωταγόρου. —Ἄτοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν Ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῆι τοιαύτηι ἀληθείαι ῥηθέντα ἀγαπώιην ὥς του ἄξια. | |
25 | —Prot. 339 A ἡγοῦμαι ... ἀνδρὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν δεινὸν εἶναι· ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τ’ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώ‐ μενον λόγον δοῦναι. GNOM. VATIC. 743 | |
5 | ed. Sternbach n. 468 Π. ἐποποιοῦ τινος αὐτὸν βλασφημοῦντος ἐπὶ τῶι μὴ ἀποδέχεσθαι τὰ ποιήματα αὐτοῦ ‘ὦ τᾶν, ἔφη, κρεῖττόν μοί ἐστι κακῶς ἀκούειν ὑπὸ σοῦ ἢ τῶν σῶν ποιημάτων ἀκούειν‘. | |
26 | PLATO Phaedr. 266 D ff. προοίμιον μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῆι· ταῦτα λέγεις (ἦ γάρ;) τὰ κομψὰ τῆς τέχνης; —Ναί. —Δεύτερον δὲ δὴ διήγησίν τινα μαρτυρίας τ’ ἐπ’ αὐτῆι, τρίτον τεκμήρια, τέταρτον εἰκότα· καὶ πίστωσιν οἶμαι καὶ ἐπιπίστωσιν | |
5 | λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα. —Τὸν χρηστὸν λέγεις Θεόδωρον; [s. 82 A 30]. —Τί μήν; καὶ ἔλεγχόν γε καὶ ἐπεξέλεγχον ὡς ποιητέον ἐν κατηγορίαι τε καὶ ἀπολογίαι. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν [PLG II 269 B., ALG I 78 D.] ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὗρεν καὶ παρεπαίνους; οἱ δ’ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρωι λέγειν | |
10 | μνήμης χάριν· σοφὸς γὰρ ἁνήρ. Τεισίαν [s. 82 A 7. 85 A 2] δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, καινά τε ἀρχαίως τά τ’ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον; ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος [s. 84 A 20] ἐγέλασεν, καὶ μόνος | |
15 | αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βρα‐ | |
χέων ἀλλὰ μετρίων. —Σοφώτατά γε, ὦ Πρόδικε. —Ἱππίαν [86 A 12] δὲ οὐ λέγομεν; οἶμαι γὰρ ἂν σύμψηφον αὐτῶι καὶ τὸν Ἠλεῖον γενέσθαι. —Τί δ’ οὔ; — Τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων, ὡς διπλασιολογίαν καὶ γνωμολογίαν καὶ εἰκονολογίαν, ὀνομάτων τε Λικυμνιείων, ἃ ἐκείνωι | 261 | |
20 | ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας; —Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτ’ ἄττα; —Ὀρθοέπειά γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά. τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνηι μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου [Thrasymachos] σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονεν καὶ πάλιν ὠργισμένοις ἐπάιδων | |
25 | κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὅθεν δὴ κράτιστος. τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῆι πᾶσιν ἔοικεν συνδεδογμένον εἶναι, ὧι τινὲς μὲν ἐπάνοδον, ἄλλοι δ’ ἄλλο τίθενται ὄνομα. | |
27 | ARISTOT. Rhet. Γ 5. 1407b 6 τέταρτον, ὡς Π. τὰ γένη τῶν ὀνομάτων διήιρει, ἄρρενα καὶ θήλεα καὶ σκεύη. | |
28 | Soph. el. 14. 173b 17 (σολοικισμός) ἔστι δὲ τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ δοκεῖν, καθάπερ ὁ Π. ἔλεγεν, εἰ ὁ μῆνις καὶ ὁ πήληξ ἄρρεν ἐστίν· ὁ μὲν γὰρ λέγων ‘οὐλομένην‘ σολοικίζει μὲν κατ’ ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, ὁ δὲ ‘οὐλόμενον‘ φαίνεται μέν, ἀλλ’ οὐ σολοικίζει. | |
29 | ARISTOT. Poet. 19. 1456b 15 τί γὰρ ἄν τις ὑπολάβοι ἡμαρτῆσθαι ἃ Π. ἐπιτιμᾶι ὅτι εὔχεσθαι οἰόμενος ἐπιτάττει εἰπών ‘μῆνιν ἄειδε θεά‘; τὸ γὰρ κελεῦσαι, φησί, ποιεῖν τι ἢ μή, ἐπίταξίς ἐστιν. | |
30 | AMMON. SCHOL. HOMER. [Grenfell—Hunt Oxyrh. Pap. II p. 68] col. XII 20 Zu Φ 240 Π. φησὶν πρὸς τὸ διαλαβεῖν τὴν μάχην τὸ ἐπεισόδιον γεγονέναι τὸ ἑξῆς τῆς Ξάνθου καὶ θνητοῦ μάχης ἵν’ εἰς τὴν θεομαχίαν μεταβῆι, τάχα δὲ ἵνα καὶ τὸν Ἀχιλλέα αὐξήσηι καὶ προκατα (?) τῶν η........ τοῖς κινδύνοις τωι | |
5 | ης.......ς καταλαμβάνοντα τα...... ἐπ]ήδα δὲ οὐκ ἐν τῶι ῥείθρωι ἔτι ἀλλ’ | |
ἐν τῶι πεδίωι. | 262 |