TLG 1632 001 :: POSIDIPPUS :: Epigrammata POSIDIPPUS Epigr., fiq Posidippus Hist. Epigrammata
Citation: Book — epigram — (line) | ||
5.134(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Κεκροπί, ῥαῖνε, λάγυνε, πολύδροσον ἰκμάδα Βάκχου, ῥαῖνε, δροσιζέσθω συμβολικὴ πρόποσις. σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος ἅ τε Κλεάνθους | |
---|---|---|
μοῦσα· μέλοι δ’ ἡμῖν ὁ γλυκύπικρος Ἔρως. | ||
5.183(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Τέσσαρες οἱ πίνοντες, ἐρωμένη ἔρχεθ’ ἑκάστῳ· | |
ὀκτὼ γινομένοις ἓν Χίον οὐχ ἱκανόν. παιδάριον, βαδίσας πρὸς Ἀρίστιον εἰπὲ τὸ πρῶτον ἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἔνεισι δύο | ||
5 | ἀσφαλέως, οἶμαι δ’, ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε· ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα. | |
5.186(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Μή με δόκει πιθανῶς ἀπατᾶν δακρύοισι, Φιλαινί. οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ, τοῦτον ὅσον παρ’ ἐμοὶ κέκλισαι χρόνον· εἰ δ’ ἕτερός σε | |
εἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ. | ||
5.194(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες, Κύπριδος ἐκ χρυσέων ἐρχόμενοι θαλάμων, ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου γλυπτήν, παρθενίων βριθομένην χαρίτων, | |
5 | καὶ πολλοὺς τότε χερσὶν ἐπ’ ἠιθέοισιν ὀιστοὺς | |
τόξου πορφυρέης ἧκαν ἀφ’ ἁρπεδόνης. | ||
5.202(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόεντα Πλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων, νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων. | |
5 | Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκης δόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν. | |
5.209(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ ἢ ΑΣΚΛΗΠΙΑΔΟΥ | |
1 | Σήν, Παφίη Κυθέρεια, παρ’ ἠιόν’ εἶδε Κλέανδρος Νικοῦν ἐν χαροποῖς κύμασι νηχομένην· καιόμενος δ’ ὑπ’ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρ ξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο. | |
5 | χὠ μὲν ἐναυάγει γαίης ἔπι, τὴν δὲ θαλάσσης ψαύουσαν πρηεῖς εἴχοσαν αἰγιαλοί. νῦν δ’ ἴσος ἀμφοτέροις φιλίης πόθος· οὐκ ἀτελεῖς γὰρ εὐχαὶ τὰς κείνης εὔξατ’ ἐπ’ ἠιόνος. | |
5.211(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Δάκρυα καὶ κῶμοι, τί μ’ ἐγείρετε, πρὶν πόδας ἄρω ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν; λήγω δ’ οὔποτ’ ἔρωτος, ἀεὶ δέ μοι ἐξ Ἀφροδίτης ἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος. | |
5.213(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Πυθιὰς εἰ μὲν ἔχει τιν’, ἀπέρχομαι· εἰ δὲ καθεύδει ὧδε μόνη, μικρόν, πρὸς Διός, ἐκκάλεσαι. εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶν ἦλθεν Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι. | |
7.170(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ 〈ἢ〉 ΚΑΛΛΙΜΑΧΟΥ | |
1 | Τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο· ἐκ δ’ ὕδατος τὸν παῖδα διάβροχον ἅρπασε μάτηρ σκεπτομένα, ζωᾶς εἴ τινα μοῖραν ἔχει. | |
5 | Νύμφας δ’ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλ’ ἐπὶ γούνοις | |
ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει. | ||
7.267(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει. φρίσσω κύματος ἦχον, ἐμὸν μόρον. ἀλλὰ καὶ οὕτως χαίρετε, Νικήτην οἵτινες οἰκτίσατε. | |
9.359(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ | |
1 | Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοις φροντίδες· ἐν δ’ ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ | |
τάρβος· ἐπὶ ξείνης δ’, ἢν μὲν ἔχῃς τι, δέος· | ||
5 | ἢν δ’ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ’ ἐρημότερος. τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δ’ ἔμπαλιν ἀδρανέες. ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι | |
10 | μηδέποτ’ ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον. | |
12.45(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ναὶ ναὶ βάλλετ’, Ἔρωτες· ἐγὼ σκοπὸς εἷς ἅμα πολλοῖς κεῖμαι. μὴ φείσησθ’, ἄφρονες· ἢν γὰρ ἐμὲ νικήσητ’, ὀνομαστοὶ ἐν ἀθανάτοισιν ἔσεσθε | |
τοξόται ὡς μεγάλης δεσπόται ἰοδόκης. | ||
12.77(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ [ἢ ΠΟΣΕΙΔΙΠΠΟΥ] | |
1 | Εἰ καθύπερθε λάβοις χρύσεα πτερὰ καί σευ ἀπ’ ὤμων τείνοιτ’ ἀργυρέων ἰοδόκος φαρέτρη καὶ σταίης παρ’ Ἔρωτα, φίλ’ Ἄγλαον, οὐ μὰ τὸν Ἑρμῆν, | |
οὐδ’ αὐτὴ Κύπρις γνώσεται, ὃν τέτοκεν. | ||
12.98(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Τὸν Μουσῶν τέττιγα Πόθος δήσας ἐπ’ ἀκάνθαις κοιμίζειν ἐθέλει πῦρ ὑπὸ πλευρὰ βαλών· ἡ δὲ πρὶν ἐν βύβλοις πεπονημένη ἄθλια τρίζει | |
ψυχὴ ἀνιηρῷ δαίμονι μεμφομένη. | ||
12.120(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Εὐοπλῶ καὶ πρὸς σὲ μαχήσομαι, οὐδ’ ἀπεροῦμαι θνητὸς ἐών· σὺ δ’, Ἔρως, μηκέτι μοι πρόσαγε. ἤν με λάβῃς μεθύοντ’, ἄπαγ’ ἔκδοτον· ἄχρι δὲ νήφω, | |
τὸν παραταξάμενον πρὸς σὲ λογισμὸν ἔχω. | ||
12.131(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ἃ Κύπρον ἅ τε Κύθηρα καὶ ἃ Μίλητον ἐποιχνεῖς καὶ καλὸν Συρίης ἱπποκρότου δάπεδον, ἔλθοις ἵλαος Καλλιστίῳ, ἣ τὸν ἐραστὴν | |
οὐδέποτ’ οἰκείων ὦσεν ἀπὸ προθύρων. | ||
12.168(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Ναννοῦς καὶ Λύδης ἐπίχει δύο καὶ φέρ’ ἑκάστου Μιμνέρμου καὶ τοῦ σώφρονος Ἀντιμάχου· συγκέρασον τὸν πέμπτον ἐμοῦ, τὸν δ’ ἕκτον „Ἑκάστου,“ Ἡλιόδωρ’, εἴπας, „ὅστις ἐρῶν ἔτυχεν.“ | |
5 | ἕβδομον Ἡσιόδου, τὸν δ’ ὄγδοον εἶπον Ὁμήρου, τὸν δ’ ἔνατον Μουσῶν, Μνημοσύνης δέκατον. μεστὸν ὑπὲρ χείλους πίομαι, Κύπρι· τἆλλα δ’ Ἔρωτες | |
νήφοντ’, οἰνωθέντ’ οὐχὶ † λίην ἄχαριν. | ||
16.68(p1) | ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Κύπριδος ἅδ’ εἰκών· φέρ’ ἰδώμεθα, μὴ Βερενίκας· | |
διστάζω, ποτέρᾳ φῇ τις ὁμοιοτέραν. | ||
16.119(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ, δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ, ὃν κατ’ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν. | |
16.275(p1) | ΠΟΣΕΙΔΙΠΠΟΥ | |
1 | Τίς, πόθεν ὁ πλάστης; —„Σικυώνιος.“ —Οὔνομα δὴ τίς; — „Λύσιππος.“ —Σὺ δὲ τίς; —„Καιρὸς ὁ πανδαμάτωρ.“ — Τίπτε δ’ ἐπ’ ἄκρα βέβηκας; —„Ἀεὶ τροχάω.“ —Τί δὲ ταρσοὺς ποσσὶν ἔχεις διφυεῖς; —„Ἵπταμ’ ὑπηνέμιος.“ — | |
5 | Χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; —„Ἀνδράσι δεῖγμα, ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.“ — Ἡ δὲ κόμη τί κατ’ ὄψιν; —„Ὑπαντιάσαντι λαβέσθαι, νὴ Δία.“ —Τἀξόπιθεν πρὸς τί φαλακρὰ πέλει; — „Τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν | |
10 | οὔτις ἔθ’ ἱμείρων δράξεται ἐξόπιθεν.“ — Τοὔνεχ’ ὁ τεχνίτης σε διέπλασεν; —„Εἵνεκεν ὑμέων, | |
ξεῖνε, καὶ ἐν προθύροις θῆκε διδασκαλίην.“ |