TLG 1627 002 :: POLYCRATES :: Fragmentum

POLYCRATES Hist.
(Lacon: a. 1 B.C.)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 480–481.

Fr. 1

Citation: Fragment — (line)

t1

ΛΑΚΩΝΙΚΑ.

1

Athenaeus IV: Πολυκράτης ἐν τοῖς Λα‐ κωνικοῖς ἱστορεῖ, ὅτι τὴν μὲν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι, καὶ διὰ τὸ πέν‐ θος τὸ γενόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται
5ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν, ἀλλὰ πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι, καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσιν, οὔτ’ ἄλλο τι τοιοῦτον εἰσάγουσιν οὐδὲν, καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν· ἀλλὰ μετ’ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται. Τῇ δὲ
10μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανή‐ γυρις ἀξιόλογος καὶ μεγάλη. Παῖδές τε γὰρ κιθαρίζου‐ σιν ἐν χιτῶσιν ἀνεζωσμένοι καὶ πρὸς αὐλὸν ᾄδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ’ ὀξέος δὲ τόνου, τὸν θεὸν
15ᾄδουσιν· ἄλλοι δ’ ἐφ’ ἵππων κεκοσμημένοι τὸ θέατρον διεξέρχονται, χοροί τε νεανίσκων παμπληθεῖς εἰσέρ‐ χονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾄδουσιν, ὀρχησταί τε ἐν τούτοις ἀναμεμιγμένοι τὴν κίνησιν ἀρχαϊκὴν ὑπὸ τὸν αὐλὸν καὶ τὴν ᾠδὴν ποιοῦνται. Τῶν
20δὲ παρθένων αἱ μὲν ἐπὶ κανάθρων, καμαρωτῶν ξυλίνων ἁρμάτων, φέρονται πολυτελῶς κατεσκευασμένων, αἱ
δ’ ἐφ’ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα δ’ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις κα‐480
25θέστηκεν. Ἱερεῖά τε παμπληθῆ θύουσι τὴν ἡμέραν ταύ‐ την καὶ δειπνίζουσιν οἱ πολῖται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους· οὐδεὶς δ’ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν
θέαν.481