TLG 1626 001 :: POLYCRATES :: Fragmentum synodicae epistulae

POLYCRATES Scr. Eccl., Episcopus
(Ephesinus: A.D. 2)

Fragmentum synodicae epistulae

Source: Routh, M.J. (ed.), Reliquiae sacrae, vol. 2, 2nd edn. Oxford: Oxford University Press, 1846 (repr. Hildesheim: Olms, 1974): 13–16.

Citation: Page — (line)

13

(1t)

FRAGMENTUM SYNODICAE EPISTOLAE,
2tQUAM SCRIPSIT
3tPOLYCRATES EPHESINUS EPISCOPUS,
4tAD VICTOREM ROMANAEQUE URBIS ECCLESIAM,
5tFERME EXEUNTE SAECULO SECUNDO.
7ἩΜΕΙΣ οὖν ἀραδιούρ‐ γητον ἄγομεν τὴν ἡμέραν· μήτε προστιθέντες, μήτε
10ἀφαιρούμενοι. καὶ γὰρ καὶ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅ τινα ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ Κυρίου, ἐν
15ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν, καὶ ἀναστήσει πάντας τοὺς ἁγίους· Φί‐ λιππον τὸν τῶν δώδεκα
ἀποστόλων, ὃς κεκοίμηται13

14

ἐν Ἱεραπόλει, καὶ δύο θυ‐ γατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι· καὶ ἡ ἑτέρα αὐ‐ τοῦ θυγάτηρ ἐν ἁγίῳ πνεύ‐
5ματι πολιτευσαμένη, ἣ ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης ὁ ἐπὶ τὸ στῆ‐ θος τοῦ Κυρίου ἀναπεσών· ὃς ἐγενήθη ἱερεὺς τὸ πέ‐
10ταλον πεφορεκὼς, καὶ μάρ‐ τυς καὶ διδάσκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται. ἔτι δὲ καὶ Πολύκαρπος ἐν Σμύρ‐ νῃ καὶ ἐπίσκοπος καὶ μάρ‐
15τυς· καὶ Θρασέας καὶ ἐπί‐ σκοπος καὶ μάρτυς ἀπὸ Εὐμενείας, ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέ‐ γειν Σάγαριν ἐπίσκοπον
20καὶ μάρτυρα, ὃς ἐν Λαο‐ δικείᾳ κεκοίμηται; ἔτι δὲ καὶ Παπείριον τὸν μα‐ κάριον, καὶ Μελίτωνα τὸν
εὐνοῦχον, τὸν ἐν ἁγίῳ πνεύ‐14

15

ματι πάντα πολιτευσά‐ μενον· ὃς κεῖται ἐν Σάρ‐ δεσι περιμένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν, ἐν ᾗ ἐκ
5νεκρῶν ἀναστήσεται. οὗτοι πάντες ἐτήρησαν τὴν ἡμέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ πάσχα κατὰ τὸ εὐαγγέλιον· μηδὲν παρεκβαίνοντες, ἀλλὰ
10κατὰ τὸν κανόνα τῆς πίσ‐ τεως ἀκολουθοῦντες· ἔτι δὲ κᾀγὼ ὁ μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παράδοσιν τῶν συγγενῶν
15μου, οἷς καὶ παρηκολούθη‐ σα τισὶν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπί‐ σκοποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν ἤγα‐
20γον οἱ συγγενεῖς μου, ὅταν ὁ λαὸς ἤρνυε τὴν ζύμην. ἐγὼ οὖν, ἀδελφοὶ, ἑξήκοντα πέντε ἔτη ἔχων ἐν Κυρίῳ·
καὶ συμβεβληκὼς τοῖς ἀπὸ15

16

τῆς οἰκουμένης ἀδελφοῖς· καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθὼς, οὐ πτύρομαι ἐπὶ τοῖς καταπλησσομένοις.
5οἱ γὰρ ἐμοῦ μείζονες εἰρή‐ κασι, πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ἐδυνάμην δὲ τῶν ἐπισκόπων τῶν συμπαρόντων μνη‐ μονεῦσαι, οὓς ὑμεῖς ἠξιώσατε μετακληθῆναι ὑπ’ ἐμοῦ,
10καὶ μετεκαλεσάμην· ὧν τὰ ὀνόματα ἐὰν γράφω, πολλὰ πλήθη εἰσίν. οἱ δὲ ἰδόντες τὸν μικρόν μου ἄνθρωπον, συνηυδόκησαν τῇ ἐπιστολῇ· εἰδότες ὅτι εἰκῆ πολιὰς οὐκ ἤνεγκα, ἀλλὰ ἐν Κυρίῳ Ἰησοῦ πάντοτε πεπολίτευμαι.
Attulit haec Eusebius lib. v. Hist. cap. 24.16