TLG 1623 002 :: POLYCHARMUS :: Fragmenta POLYCHARMUS Hist., fiq Polycharmus Naucratites Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 479–480. frr. 1–5 Citation: Fragment — (line) | ||
t1-4 | ΛΥΚΙΑΚΑ. | |
1(t) | E LIBRO SECUNDO. | |
1 | Athenaeus VIII: Οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν, γράφων οὕτως· «Ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ | |
---|---|---|
5 | τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἐστιν ἡ δίνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφ’ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. Καὶ ὁ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, ὁ δὲ μαντευόμενος | |
10 | ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δίναν, καὶ ἀποθεωρεῖ τὸ γινόμενον. Μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης ἡ δίνα, καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον, ὥστ’ ἐκπλήττεσθαι τὸ ὁρατὸν τοῦ πράγματος, τῷ δὲ μεγέθει, ὥστε καὶ εὐλα‐ | |
15 | βηθῆναι. Ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων ὁ προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως ὁ μαντευόμενος περὶ ὧν ηὔξατο. Φαίνονται δὲ ὀρφοὶ, γλαῦκοι, ἐνίοτε δὲ φάλαιναι ἢ πρίστεις, πολλοὶ δὲ καὶ ἀνόρατοι ἰχθῦς, καὶ ξένοι τῇ ὄψει.» | |
2 | Stephan. Byz.: Σοῦρα, μαντεῖον Λυκίας, περὶ οὗ Πολύχαρμός φησιν ἐν Λυκιακοῖς, ὅπου νῦν φρέαρ θα‐ λάσσης, τόπος Σούριος καλούμενος. Τὸ ἐθνικὸν Σου‐ ρηνός. | |
3 | Idem: Ἴλαρις, πόλις Λυκίας, ὡς Πολύχαρμος ἐν Λυκιακοῖς. Τὸ ἐθνικὸν Ἰλαρεύς. | |
4 | Idem: Φελλὸς, πόλις Παμφυλίας. Ἑκαταῖος. Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. Ὁ πολίτης Φελλί‐ της καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ | |
5 | καὶ Πολύχαρμος. | 479 |
t5 | ΠΕΡΙ ΑΦΡΟΔΙΤΗΣ. | |
5 | Athenaeus XV: Περὶ δὲ τοῦ Ναυκρα‐ τίτου στεφάνου, τίς ἐστι τὴν ἄνθην, πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ | |
5 | βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται· «Κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρό‐ στρατος, πολίτης ἡμέτερος, ἐμπορίᾳ χρώμενος καὶ χώ‐ ραν πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου, ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον | |
10 | τῇ τέχνῃ, ὠνησάμενος, ᾔει φέρων εἰς τὴν Ναύκρατιν. Καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου, ἐπεὶ χειμὼν αἰφνίδιον ἐπέπεσε καὶ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα, σώ‐ ζειν αὐτοὺς αὐτὴν δεόμενοι. Ἡ δὲ θεὸς (προσφιλὴς γὰρ | |
15 | τοῖς Ναυκρατίταις ἦν) αἰφνίδιον ἐποίησε πάντα τὰ πα‐ ρακείμενα αὐτῇ μυρρίνας χλωρᾶς πλήρη, ὀδμῆς τε ἡδί‐ στης ἐπλήρωσε τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσι τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν. Γενομένου δὲ ἐμέτου πολλοῦ καὶ ἡλίου ἐκλάμψαντος, κατιδόντες τοὺς | |
20 | ὅρους ἧκον εἰς τὴν Ναύκρατιν. Καὶ ὁ Ἡρόστρατος, ἐξορ‐ μήσας τῆς νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ, θύσας τε τῇ θεῷ καὶ ἀναθεὶς τῇ Ἀφροδίτῃ ἄγαλμα, καλέσας τε καὶ ἐφ’ ἑστίασιν ἐν | |
25 | αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους, ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.» Ὁ μὲν οὖν Πολύχαρμος | |
ταῦτα. | 480 |