TLG 1617 001 :: Marcus Antonius POLEMON :: Declamationes

Marcus Antonius POLEMON Soph.
(A.D. 1–2)

Declamationes

Source: Hinck, H. (ed.), Polemonis declamationes quae exstant duae. Leipzig: Teubner, 1873: 3–39.

  • In Cynaegirum: pp. 3–17
  • In Callimachum: pp. 17–39

Citation: Declamation — section — (line)

1

t

ΠΟΛΕΜΩΝΟΣ ΣΟΦΙΣΤΟΥ εἰς Κυναίγειρον καὶ Καλλίμαχον Νόμου ὄντος Ἀθήνῃσι τοῦ ἄριστα ἀποθανόντος ἐν πολέμῳ τὸν πατέρα λέγειν τὸν ἐπιτάφιον ὁ Καλλιμάχου καὶ
5Κυναιγείρου πατὴρ δικάζονται. Ὁ ΚΥΝΑΙΓΕΙΡΟΥ ΠΑΤΗΡ

1

.

1

Ἐπειδὴ τά τε ἄλλα χρὴ καὶ οἰκεῖον εἶναι τοῖς κειμένοις τὸν ἐροῦντα τὸν ἐπ’ αὐτοῖς λόγον, φημὶ τούτου μοι προσήκειν μάλιστα, Κυναιγείρου πατὴρ
ὢν καὶ τὸ πάντων ἀξιολογώτατον τῶν Μαραθῶνι3
5τετολμημένων ἐκ τῆς ἐμῆς φύσεως τῇ πόλει συμβα‐ λόμενος, ἄνδρα τοῖς βαρβάροις καὶ κατὰ μέρος με‐

1

.

2

μαχημένον. εἰκὸς μὲν οὖν τι καὶ τῶν Καλλιμάχου τῶν ἀρετῇ δευτέρων ...........· ἐγὼ δ’ αὐτοῦ τοσοῦτον ἐπειπεῖν τῷ τάφῳ δικαιότερος ὅσῳ τιμῆς ἄξιος πλείονος Καλλιμάχου Κυναίγειρος, στρατιώτης
5(ἀγαθὸς) ἀγαθοῦ νεκροῦ, καὶ τὸ σύμπαν ὁπόσῳ

1

.

3

τινὶ κρείττων ἀρετὴ σχήματος. ποιοῦμαι δὲ τὴν σπουδὴν οὐ τῶν ἰδίων τοὐμοῦ παιδὸς ἐπαίνων χάριν—ὅστις γὰρ ἂν καὶ λέγῃ τὸν λόγον, τὸν πλεῖστον ἐπὶ Κυναιγείρῳ διαθήσεται—ἀλλὰ τῆς
5κοινῆς δόξης τῶν ἐπὶ τῷδε τῷ τάφῳ κειμένων οἷς σεμνόν ἐστιν ἂν ὁ Κυναιγείρου πατὴρ εἴπῃ τὸν ἐπ’ αὐτοῖς λόγον. ἔσονται γὰρ οὕτως ὁμότιμοι πάντων αἱ χεῖρες τῇ Κυναιγείρου δεξιᾷ· εἰ δὲ μή, ταῖς ὑμετέραις φιλοτιμίαις τὰ τῶν παίδων συγκινδυνεύ‐

1

.

4

ουσιν. ὁρᾶτε δέ, ὅσῳ δικαιότερος κρατεῖν Κυναί‐ γειρος, ἐπεὶ καὶ κρατῶν ἀπέθανεν. εἰδόσι μὲν οὖν
τὰ τοῖς παισὶν ἡμῶν πεπραγμένα τῇ τοῦ παιδὸς θάτερος ἀρετῇ συναγωνίζεται, καὶ λεγόμενα δ’ ἔσται4
5τὰ κρείττω φανερώτερα.

1

.

5

Καλλίμαχον μὲν ὡς πολέμαρχον ἀνάγκη τῆς ἀρχῆς ἦγεν εἰς Μαραθῶνα καὶ μὴ βουλόμενον ἀμύνασθαι τὴν τῶν βαρβάρων ἀπόβασιν· Κυναί‐ γειρος δὲ ὑπ’ ἀρετῆς καὶ τόλμης, ἐθελούσιος, ἐπεὶ
5καὶ νέος ὢν κομιδῆ, σχεδὸν καὶ πρὸ τῆς ἡλικίας, μετέσχε τῆς ἐξόδου, ἔρωτι δόξης καὶ μεγάλων ἔργων

1

.

6

ὀρεγόμενος. ἐν δὲ τῇ μάχῃ πάντες μὲν ἐγένοντο ἄνδρες ἀγαθοὶ καὶ οἱ πεσόντες τῶν στρατιωτῶν καὶ οἱ περιγενόμενοι· θαυμαστότατοι δὲ πάντων ἐφάνη‐

1

.

7

σαν οὑμός τε παῖς καὶ ὁ τούτου. ἀλλ’ ὁ μὲν τούτου τοῖς βέλεσι τῶν ἐναντίων ἐκθεὶς ἑαυτὸν ὑπ’ αὐτῶν τῶν τοξευμάτων τε καὶ βλημάτων περιχυθέντων κατεσχέθη καὶ διὰ τοῦτο ἔμενεν ἐν τῷ τῆς στάσεως
5σχήματι καὶ ἐδόκει ἑστάναι πεσεῖν μὴ δυνάμενος· καὶ τὸ Καλλιμάχου λαμπρὸν τοῦτό ἐστι μόνον,

1

.

8

σχῆμα ζῶντος ἐν νεκρῷ σώματι· ὁ δὲ ἐμὸς Κυναί‐ γειρος ὑπερβὰς τὴν φάλαγγα κᾆτα ἀδεῶς ἐκδραμών, πρὸς αὐτὴν ἐπεξῆλθε τὴν ᾐόνα ἔνθα δὴ τὸ πλεῖστον ἦν τῆς στρατιᾶς καὶ μαχιμώτατον, καὶ γυμνὸς
5σχεδὸν μαχόμενος ἐπέβη τῇ θαλάσσῃ καὶ πρῶτος

1

.

9

ἀνθρώπων ἐναυμάχησεν ἐκ γῆς. πολλὰς μὲν οὖν ἐφόβησε ναῦς, μιᾶς δὲ Φοινίσσης κατὰ τῆς τρόπι‐
δος χεῖρα μεγάλην ἐπιβαλὼν εἴχετο, μὴ φεύγειν5

1

.

10

ἐπιτρέπων τῷ βασιλέως ναυτικῷ. πολὺν μὲν οὖν χρόνον ἡ ναῦς κατείχετο ἐρηρεισμένη τῇ Κυναιγεί‐ ρου δεξιᾷ καθάπερ πείσματι· ταύτης δὲ ἀποκοπείσης τὴν ἑτέραν ἐπέρριψε καὶ καθ’ ἕκαστον τῶν Κυναι‐
5γείρου μελῶν ἐγίνετο μάχη καρτερά· κοπείσης δὲ καὶ ταύτης ὁ λοιπὸς Κυναίγειρος τρόπαιον ἦν.

1

.

11

αὐτὸς μὲν οὖν ὡς ὀλίγῃ κατεμέμφετο τῇ φύσει καὶ χεῖρας ἀπῄτει παρ’ αὐτῆς, ἡ δεξιὰ δὲ ἔτι τῆς πρύ‐ μνης εἴχετο καὶ φεύγουσιν ἐπὶ πλεῖστον τοῖς βαρβά‐ ροις, καὶ θᾶττον ἀφῆκε τὴν ψυχὴν Κυναίγειρος ἢ
5τὴν ναῦν ἡ δεξιά. ἔνθα καὶ θαυμαστὸν ἐγένετο, Κυναίγειρος μὲν ἄνευ χειρῶν ναυμαχῶν, ἡ χεὶρ δὲ ἄνευ Κυναιγείρου διώκουσα, καὶ νεκρὸς εἷς ἄμφω τὰ στοιχεῖα πληρώσας ἑαυτοῦ τοῖς μέλεσιν ἔκειτο,

1

.

12

γῇ καὶ θαλάσσῃ μεμερισμένος. ταῦτα ἐμὸν ποιεῖ τὸ νῖκος, διὰ ταῦτα ἐμοὶ τὸν λόγον προσήκειν μᾶλ‐ λον δίκαιον· ὑπ’ ἐμοῦ γὰρ δεῖ καὶ λέγοντος καλῶς τιμηθῆναι τὸν τάφον ὃν ἐκόσμησα τῷ πολλῷ μου

1

.

13

νεκρῷ. ἀλλ’ οὑτοσί φησιν εἶναι πολεμάρχου πατήρ, ἐμὲ δὲ τῶν ἀκολουθησάντων ἑνός. οὐκοῦν ὁ μὲν ἱκανῶς τετίμηται καὶ τοὔνομα τῆς ἀρχῆς ἔχει πα‐

1

.

14

ραμύθιον, ἐμοὶ δὲ ὀφείλεται τιμῆς παραμυθία. ὁ
μὲν οὖν πολέμαρχος κλήρῳ καὶ τύχῃ γίνεται· οὔκουν ἀρετῆς οὐδὲ ἀξιώματός ἐστι τεκμήριον (ἡ πολεμαρχία)· ἡμεῖς δὲ νῦν ἐξ ἔργων, οὐκ ἐξ ὀνομά‐6
5των φιλοτιμούμεθα ὥστ’ οὐδὲν κοινωνεῖ τοῖς δικα‐ σταῖς τῆς παρούσης ἁμίλλης ἡ τῆς πολεμαρχίας ἀξίωσις. ἐπολεμάρχησε μὲν οὖν κἂν ἕτερος λαχών, τὰ δὲ μέγιστα τῶν ἔργων ἀρετὴ καὶ τόλμα φέρει

1

.

15

μόνη. δεδήλωται δὲ καὶ τῷ νόμῳ τὸ μὴ τοῖς τῶν πολεμάρχων οἰκείοις ἀνακεῖσθαι τοὺς ἐπιταφίους· εἰ γὰρ εἰκὸς ἦν, πάλαι τοῦτο ἂν ἐδέδοκτο· ἐγὼ δὲ καὶ πάντων αἱρετὸν εἶναί φημι τὸν ἐροῦντα κἂν οὐ
5πολέμαρχος οὐδὲ πολεμάρχου υἱὸς ᾖ· βελτίων γε μὴν καὶ δικαιότερος [εἰπεῖν χρῆναι] λέγειν ὅστις

1

.

16

ἀριστέα ἔχει. ταῦτα διοριζομένῳ Μιλτιάδην ἀμφισ‐ βητεῖν ἔδει τοῦ λόγου· καὶ γὰρ στρατηγός ἐστιν ὃς τοῦ πολεμάρχου καὶ μείζων ἐστίν, καὶ τὴν μεγίστην ἀρχὴν τοῦ πολέμου μετακεχειρισμένος ὁ [τοῦ στρα‐
5τηγοῦ] πατὴρ (αὐτοῦ) [ὅπερ ἐστὶν ἀπωτέρω]· νῦν δὲ ἡμῖν ἐφεὶς ἱκανῶς καὶ αὐτὸς δεδήλωκεν ὡς οὐκ
ἀπ’ ἀρχῆς ἀλλ’ ἀπ’ ἀρετῆς χρὴ παριέναι ἐπὶ τὸν λόγον.7

1

.

17

φέρε οὖν ἐπὶ τούτοις κρινώμεθα, ἐπειδὴ καὶ τοὺς ἄλλους πολεμάρχους ὁρᾷς καὶ τοὺς πατέρας αὐτῶν

1

.

18

τὴν ἡσυχίαν ἄγοντας. οὐκοῦν τῷ μὲν σῷ παιδὶ καὶ ἀνάγκη τις .......... ἢ ἀρετὴ ἦγεν· ἐξῆρχε γὰρ κἀν τοῖς πρώτοις ἔταττεν αὐτὸν ἡ πολεμαρχία· ὁ δὲ ἐμὸς υἱὸς οὐκ ἀρχὴν αἰδούμενος οὐδὲ ὑπὸ τῆς
5ἡγεμονίας δυσωπούμενος οὐδὲ ἀκολουθῶν ὀνόματι, αὐτοκράτορι δὲ ἀρετῇ καὶ καθαρᾷ προθυμίᾳ χρώ‐

1

.

19

μενος τοιοῦτος ἐφάνη. ἀλλὰ καὶ Καλλίμαχον μὲν νόμος, Κυναίγειρον δὲ τὸ φρόνημα παρέταττεν· καὶ τῷ μὲν *τὸ χρῶμα* οὐδὲ οἷόν τε ἦν λαθεῖν κακῷ γενομένῳ, τῷ δ’ ἐξῆν ἀφανῶς καὶ τὰ μέτρια μάχε‐

1

.

20

σθαι. Καλλίμαχος μὲν καὶ πρεσβύτερος ὤν, ὥστε καὶ ῥώμην καὶ πεῖραν ἔχων πλείονα, καὶ μέλλων ἐλάττονος ἀμελήσειν βίου πολλὰ μὲν εἶχε τὰ σύμ‐ μαχα· θαυμαστὸν δὲ οὐδὲν εἰ κινδυνεύειν ἐτόλμη‐
5σεν· Κυναίγειρος δέ, ἅτε μειράκιον ἐξιών, ἐκ πλείο‐ νος μὲν μεγαλοψυχίας τοῦ πλείονος περιεῖδε βίου οὐδὲ τὸ τῆς νεότητος ἄπειρον καὶ ἀπόμαχον ἐνέβαλε

1

.

21

πολλήν τινα τῇ τούτου τόλμῃ περιουσίαν. ἔτι δέ, Καλλίμαχος ἐν τοῖς πρώτοις ἢ μέσοις τῆς μάχης ἀπέθανεν οὐκ ἀντισχὼν τοῖς πλείοσιν ἔργοις καὶ
πόνοις, Κυναίγειρος δὲ μέχρι τῆς τῶν πολεμίων8
5ἤρκεσε φυγῆς, ὥστε ὁ μὲν ἐν μέρει τῆς μάχης ἐξη‐ τάσθη μόνον, ὁ δὲ πάντα τὸν πόλεμον διὰ τέλους

1

.

22

ἐπολέμησεν. ὁ μὲν ἐν μέσῳ τῷ δεινῷ τὰ πάντα εἱστήκει, καὶ περιὼν ἔτι· Κυναίγειρος δὲ εἰς αὐτὴν τὴν θάλασσαν τὴν Ἀσίαν κατήραξεν. ἐδεῖτο δὲ ἡ μάχη τῶν διωκόντων, οὐ τῶν ἑστηκότων· τὸ μὲν
5γὰρ ἀρετῇ καὶ ῥώμῃ καὶ θυμῷ καὶ τόλμῃ καὶ λο‐ γισμῷ τὸ διώκειν τοὺς πολεμίους καὶ τρέπεσθαι, ἡ δὲ στάσις πολλάκις ἐκπλήξει μόνῃ καὶ φόβῳ γίνεται. καὶ τοίνυν πρότερος μὲν ἀπέθανε Καλλίμαχος, Κυ‐ ναίγειρος δὲ δεύτερος· προὐμάχει γὰρ πάντως καὶ

1

.

23

τοῦ Καλλιμάχου νεκροῦ. καὶ Καλλίμαχος μὲν ἐξ ὧν ἔπαθε παράσημος ἦν· τὸ γὰρ πλῆθος τῶν ἐπ’ αὐτὸν ἐνεχθέντων βελῶν ἀνέστησεν αὐτόν· Κυναίγειρος δὲ ἐξ ὧν ἔδρασε θαυμάζεται, πέμπων τὰς χεῖρας ἐπὶ
5τοὺς βαρβάρους ὥσπερ ἀποστόλους καὶ τῇ δεξιᾷ πρὸς τὴν Φοινίκων εἰρεσίαν ἁμιλλώμενος· ὅσῳ δὴ τὸ δρᾶν τοῦ πάσχειν γενναιότερόν ἐστι καὶ τοῖς οἰκείοις ὠφελιμώτερον, τοσούτῳ καὶ Καλλιμάχου Κυ‐ ναίγειρος θαυμασιώτερος καὶ τοσοῦτον αὐτοῦ προτι‐

1

.

24

μότερος. ἡ δὲ ἀγαθὴ προαίρεσις εἰς τὰ καλὰ καὶ ἰδιώτερόν ἐστι καὶ ἐνδικώτερον. Κυναίγειρος μὲν αὐτὸς βουλόμενος ἐχρήσατο τῷ περὶ τὰς χεῖρας τολ‐
μήματι, Καλλιμάχῳ δὲ ἄκοντι συνέπεσεν ἡ στάσις9
5ἐκ τῆς τῶν βελῶν συμφορᾶς· οὐ γὰρ ἐκ προθυμίας ἑαυτὸν ἐφῆκε καὶ συνεκάλεσε τὰ τραύματα ὥσπερ

1

.

25

Κυναίγειρος ἐπανέτεινε τῇ νηὶ τὰς χεῖρας. ἔτι δέ, τοῦ μὲν τὸ θαυμαστὸν ἀναίσθητόν ἐστιν· ἐν γὰρ τῷ μετὰ θάνατον βεβηκέναι δόξαν ἡ χάρις οὐκ ἔχει· ἀρετὴ γὰρ οὐκ ἔστιν ἄψυχος· Κυναίγειρος δὲ εἰδὼς
5καὶ συνιεὶς καὶ δριμείας μὲν ἀλγηδόνας τῆς χειρὸς τεμνομένης ὑπὲρ τοῦ παντὸς στρατοπέδου καρτερῶν, τόλμῃ δὲ τοῦ δεινοῦ τὸ καλὸν πρότερον ποιούμενος ὥστε παρ’ ἀμφοτέρων αὐτῷ δικαίως ὀφείλεται θαῦμα

1

.

26

μὲν ὧν πέπονθεν, ἔπαινος δὲ ὧν πεποίηκεν. εἰ δὲ δεῖ μηδὲν ὀκνήσαντα τἀληθὲς εἰπεῖν, ἡ μὲν Καλλι‐ μάχου παράδοξος δοκοῦσα στάσις οὐδέν ἐστι· νεκρῷ γὰρ ὅλως τι καὶ πράττειν ἀδύνατον· ἡ Κυναιγείρου
5δὲ ἀρετὴ κράτιστον, ζῶντι τετολμημένη. τὸ μὲν Καλ‐ λιμάχου σεμνὸν σχῆμα μόνον ἀργὸν ἦν· τὰ Κυναι‐ γείρου δ’ ἔργα θαυμαστὰ μετὰ καλλίστων σχημάτων.

1

.

27

μὴ παράβαλε στρατιώτῃ νεκρὸν μηδὲ τῷ βάλλοντι τὸν πάντα βεβλημένον μηδὲ σχῆμα κενὸν ἔργῳ θρασεῖ. ὁ μὲν Καλλίμαχον ἐπαινῶν ἐπαινεῖ τὰ βέλη τῶν βαρβάρων· ταῦτα γὰρ ἐμπαγέντα τῇ γῇ καὶ
5περιπεσόντα τῷ σώματι καὶ μὴ βουλόμενον ἀνεῖχε καὶ ὤρθου τὸν νεκρὸν ἐν αὐτῷ τῷ σχήματι τῶν
τοξευμάτων δεδεμένον. τί, τῶν βελῶν ἐν ἀλλήλοις συνεχομένων θαυμαστή γε ἡ στάσις ἐπὶ τοσούτοις10

1

.

28

ἐρείσμασι; Κυναίγειρος δὲ ἐπὶ ποίοις σχήμασιν ἢ φίλων ἢ πολεμίων τὰς χεῖρας ἐπεδίδου τὰς ἑαυτοῦ μεμαχημένος; θαυμαστὸν δέ γε καὶ τίμιον στρατιώ‐ την Καλλίμαχον λέγεις ὃς τὴν ἀρετὴν νεκρὸς ὢν
5ἐπεδείξατο; ἡμεῖς μὲν ἐν γῇ καὶ θαλάττῃ μεμαχή‐ μεθα, ὑμεῖς δὲ ἐν γῇ μόνῃ· καὶ ὑμεῖς μὲν ἀπεμά‐ χεσθε μόνον τοῖς βαρβάροις, ἡμεῖς δὲ φυγεῖν αὐτοὺς

1

.

29

ποιοῦντες οὐκ ἀφιστάμεθα αὐτῶν. εἰ μὲν δὴ Καλλι‐ μάχῳ παραπλήσιοι πάντες ἐγένοντο, πᾶν ἂν ἡμῶν κατέχωσαν τὸ στρατόπεδον καὶ εἰς Ἀθήνας ἀναδρα‐ μόντες καὶ τὴν ἀκρόπολιν αὐτὴν ἂν εἶχον οἱ βάρ‐
5βαροι· εἰ δὲ Κυναίγειρόν τις καὶ ἄλλος ἐμιμήσατο, δίκας ἂν ἔδοσαν ἔτι μείζονας οἱ μετὰ βασιλέως αὐτοῦ πάντες ἐπὶ τῆς ᾐόνος κατακοπέντες καὶ τέλος ἂν τοῖς βαρβάροις ἔσχε χερσαῖα ναυάγια καὶ πάσας ἂν αἰχμα‐ λώτους ἀναδησάμενοι κεφαλὰς τὰς ναῦς εἴχομεν.

1

.

30

πρὸς δὲ τούτοις, τίνας ἂν ἐφόβησε πολεμίους ὁ κρυπτόμενος ὑπὸ τῶν πολλῶν βελῶν ἢ τίνας ὤνησε φίλους; αὐτὸ γάρ τοι τοῦτο τῷ Καλλιμάχου προβόλῳ καθάπερ τινὶ τῶν Ἀσσυρίων χωμάτων καὶ μέγα
5φρονοῦντες ἔλεγον· „οὐ μόνους Ναξίους, οὐ μόνους Ἐρετριεῖς ἀλλὰ καὶ Καλλίμαχον τοῖς βέλεσιν ἐσαγη‐ νεύσαμεν.“ τῶν ἡμετέρων στρατιωτῶν ἕκαστος ὀκνη‐
ρότερος ἦν περιπίπτων ἀεὶ φανερῷ νεκρῷ μὴ βου‐ λομένῳ λαθεῖν ἀλλ’ ὥσπερ ἐξεπίτηδες ὑπὸ Μήδων11

1

.

31

εἰς τὴν ἡμετέραν ἔκπληξιν ἀνεστηκότι. σὺ δέ, ὦ τέκνον, ἐθάρσυνας μὲν τοὺς στρατιώτας τοὺς σεαυ‐ τοῦ δεικνὺς ὡς Ἀθηναίων ἕκαστος ὅλης νεὼς βαρ‐ βάρου μαχιμώτερος καὶ τὰς χεῖρας οὕτως εὐκόλως
5ἠφίεις ὡς ἕτεροι βέλη, Μήδους δὲ καὶ Πέρσας καὶ Φοίνικας κατέπληττες ἀντιρρόπους δεικνὺς ταῖς ναυσὶν αὐτῶν τὰς Ἀττικὰς δεξιὰς καὶ δηλῶν ὅτι μόνοις ἀνθρώπων Ἀθηναίοις χεῖρές εἰσιν ἀθάνατοι. Καλλίμαχον μέν, εἰ μηδὲν ἕτερον, ἐκάλυψαν οἱ βάρ‐
10βαροι· σοῦ δὲ φοβοῦνται Φοίνικες τὴν χεῖρα καὶ

1

.

32

κειμένην. ὦ Καλλιμάχου πάτερ, ὁ σὸς υἱὸς εἷς ἦν καὶ μίαν ὅλῳ τῷ σώματι μάχην μεμάχηται· ὁ δὲ ἐμὸς καὶ κατὰ μέρη νενίκηκεν· οὗτος πρῶτος καὶ μόνος χειρὸς ἀριστείαν ἔδειξεν. ἑνὸς εἶ στρατιώτου
5πατήρ· ἐγὼ δὲ τὸν πολὺν Κυναίγειρον ἐκ Μαραθῶ‐ νος ἥμισυν ἐδεξάμην· ἑτέρωθι μὲν γὰρ ἡ δεξιά, ἑτέρωθι δὲ ἡ ἑτέρα χείρ· ὁ δὲ λοιπὸς Κυναίγειρος

1

.

33

πλήρης ἦν. ὦ τοῦ μεγάλου θαύματος. ἐπαινεῖς μὲν σὺ τὸν ἑστῶτα, τὸν ἀκλινῆ, τὸν νεκρόν, τὸν μηδὲν στήλης διαφέροντα· ἐγὼ δὲ τὸν πεζομάχον, τὸν ναυ‐ μάχον, τὸν πανταχοῦ, τὸν κατὰ μικρὸν μέγαν, τὸν

1

.

34

ἀντὶ πολλῶν ἕνα. ὦ χεῖρες Μαραθώνιαι, χεῖρες
φίλταται κἀν ταῖσδε ταῖς ἐμαῖς χερσὶ τεθραμμέναι· ὦ σωτῆρες τῆς πάσης Ἑλλάδος· ὦ πρόμαχοι τῶν Ἀθη‐ ναίων· ὦ τῶν στρατιωτῶν ὅλων κρείττονες· ὦ Μα‐12

1

.

35

ραθῶνος δόξα. ὦ ἡδεῖα δεξιὰ ἣν ἀνέτειλε τοῖς Ἕλ‐ λησιν ἡ γῆ· ὦ δεξιὰ βιαιοτέρα πνευμάτων· σὺ γὰρ κατέσχες ναῦν ἀναγομένην· ὦ κρείττων ῥοθίου βαρβαρικοῦ χείρ· σὺ γὰρ ἐρεττομένην ὥρμισας· ὦ
5στολαγοῦ καὶ μακροτέρας βελῶν δεξιᾶς δι’ ἣν οὐ μάτην ὁ Πὰν ἐξ Ἀρκαδίας ἔδραμεν, οὐκ εἰκῆ Δημή‐ τηρ καὶ Κόρη τῇ μάχῃ παρεγένοντο· ὦ θέαμα τῶν θεῶν ἄξιον. ὦ τρόφιμε τῆς παρούσης Ἀθηνᾶς· ὦ σύντιμε τοῖς Ἡρακλέους ἄθλοις καὶ Θησέως· οἱ μὲν
10γὰρ ταύρους εἷλκον καὶ λέοντας, σὺ δὲ τὸν τῆς

1

.

36

Ἀσίας εἷλκες στόλον. τοῦτο ἦν τὸ δόρυ τῆς Ἀθηνᾶς ἡ Κυναιγείρου δεξιά, τοῦτο δᾷδες τῶν θεῶν χεῖρες ἐλευθέριον σέλας φέρουσαι. νῦν πρῶτον εἶδον ἄν‐ θρωποι ναυμαχίαν ἐν γῇ, νῦν πρῶτον ἀνδρὸς μάχην
5καὶ νεώς, νῦν πρῶτον ἀντίπρωρον δεξιάν, νῦν ἅμα χεῖρα μὲν ἀφιεμένην, ναῦν δὲ κρατουμένην· οὐ γὰρ ἀπεκόπτετο τοῦ σώματος ἡ χεὶρ ἀλλ’ ἀπῳκίζετο. καὶ τῆς πρώτης ἐμνημόνευεν ἐπιτιμίας ὁ πολέμαρχος

1

.

37

τῆς ἀλγηδόνος μὴ αἰσθανόμενος. ὦ δεξιὰ ψυχῆς ἰδίας ἀξία, οὕτω τὴν ναῦν ὡς Καλλίμαχος τὰ βέλη κατέσχες τιμωρήσασα οἰκείῳ νεκρῷ. ὦ καινὸν ἐπι‐
νόημα σώματος. ὦ παῖ, ὦ μέγα θαῦμα, πρῶτος13
5ναῦν ἔδειξας ὑπὸ χειρῶν ὥσπερ ἀγκυρῶν ἀσάλευ‐

1

.

38

τον μένουσαν. οἷά σέ φασι βοᾶν, ὦ παῖ, τῆς νεὼς ἐχόμενον· „Νάξον ἀπαιτῶ τὴν ἡρπασμένην, τὰς ἐν Αἰγαίῳ νήσους ἀπαιτῶ. ἀπόδοτε καὶ μὴ φεύγετε.“ ὦ παῖ μείζω τῆς φύσεως βεβουλημένε· ὦ θρασύτερα
5ποιήσας τὰ μέλη τοῦ σώματος· ὦ ὁ περινοήσας διὰ τῶν πεδίων καὶ τῶν ὀρῶν ἄγειν ναῦν Ἀθηναίοις

1

.

39

αἰχμάλωτον. ὦ δεινῆς μάχης Παναθήναια μεμιμημέ‐ νης. εἰ τοιαύτας χεῖρας εἴχομεν οἵας σύ, οὐκ ἂν ἐξῆλθον Αἰγαίου, οὐχ ......... ὑπεδέξαντό σου τὰς χεῖρας, ὦ παῖ, τὰς βραδέως πεσούσας τῇ μὲν οἱ πολῖ‐
5ται, τῇ δὲ οἱ φίλοι Πλαταιεῖς καὶ τὸ λοιπὸν σῶμα

1

.

40

πάντες ἐστεφάνωσαν ὥσπερ τρόπαιον. σὺ δέ, ὦ τέ‐ κνον, ὡς μηδὲν δεινὸν ὑποστὰς πρὸς τοὺς πολεμίους ἐβόησας· „τί φεύγετε, ὦ κακοδαίμονες; στῆτε καὶ τὰς πόλεις ἀπόδοτε ἃς ἐληίσασθε.“ αὐτοὶ δὲ ἐκραύγαζον
5φεύγοντες· „ὦ τῆς τολμηρίας, ὦ μαινομένης δεξιᾶς, ὦ τοῦ μεγάλου λήματος· ἐπιστρέψει τάχα τὴν ναῦν ἡ

1

.

41

δεξιὰ πρὸς τὴν ἤπειρον.“ Δάτιδος δὲ κόπτειν τὴν κεφαλὴν τοῦ τροπαιούχου ἄνωθεν ὁρμήσαντος καὶ ὑπὸ δέους ἀπράκτου μείναντος ἐγείρεται πᾶς ἀνὴρ πρὸς τὴν χεῖρα καὶ μυρία καμὼν καὶ μηδὲν ἰσχύσας
5ἐβόησεν ἕκαστος· „ἐφ’ οἵας ἡμᾶς, ὦ θεοί, ἠγάγετε δεξιάς. τί μέλλετε ἄνδρες χαλκεόθυμοι; ἢ θᾶττόν τις ἡμῶν ἀποτεμνέτω τὴν χεῖρα καὶ ἡμᾶς λυσάτω ἢ
ἤδη ναῦς διὰ θαλάττης ἐπιδραμοῦσα καὶ ἱππικαὶ φάλαγγες διὰ γῆς αἰχμαλώτους ἡμᾶς εἰς Ἀθήνας14
10κομιοῦσι.“ τὰ μὲν οὖν ἄλλα βέλη ταύτης οὐχ ἥπτον‐ το, πελέκει δὲ μεγάλῳ τις αὐτὴν ὥσπερ δρῦν ἢ πεύκην ἔκοπτεν. ὁ δὲ ταύτης οὐδὲν ἐφρόντισεν ἀφαιρουμένης ὥσπερ ἀλλοτρίαν χεῖρα διδοὺς περὶ ἣν ὅλον τὸ στρατόπεδον τὸ μὲν ἔπιπτεν ἐν μέρει, τὸ
15δὲ ἐμάχετο, καὶ τὰ τραύματα τοῖς στοιχείοις διένει‐

1

.

43

μεν. ἄξιός γε ἦσθα, ὦ Κυναίγειρε, τῆς Βριάρεω πολυχειρίας ἵνα πᾶσάν μοι τὴν Ἀσίαν ἐκράτησας· καὶ νῦν πρὸς τοσοῦτον μέρος ἀντήρκεσας ὅσον Νάξον ἔφε‐ ρεν, ὅσον Ἐρέτριαν· οἳ ἀπήγαγον βασιλεῖ φήμην οὐκ
5ἀγεννῆ λέγοντες· „βασιλεῦ, ἐπ’ ἄνδρας ἐπλεύσαμεν ἀδαμαντίνους οἷς κοπτομένων τῶν χειρῶν οὐ μέλει, ἐπὶ δεξιὰς ὅλαις ναυσὶ παρισουμένας· καὶ νῦν μόλις

1

.

44

ἀνήχθημεν ἐκ Κυναιγείρου.“ ὦ παῖ, τὰς μὲν σὰς χεῖρας ᾄδουσι Πλαταιεῖς, τὰς δὲ σὰς ἀριστείας Λα‐ κεδαιμόνιοι πυνθάνονται. ταύταις καὶ Πολύζηλος ἠκο‐ λούθησε μὴ τεθεαμένος. προκατέλαβες Ἀθηναίοις,
5ὦ παῖ, καὶ τὴν θάλασσαν ἡμῖν οἰκείαν ἐποίησας· συνέθου τῷ στοιχείῳ φιλίαν ὑπὲρ τῆς πατρίδος· ἔδωκας ὑπὲρ ἡμῶν τῇ θαλάσσῃ τὴν δεξιάν. μιμή‐ σονται χρόνῳ ναυμαχοῦντες τὰ σὰ σχήματα καὶ γε‐
νήσονται ἐκ σιδήρου χεῖρες *ἐπὶ ναῦς ἐπιβολὰς,*15

1

.

45

παῖ, τῆς σῆς μάχης εἰκόνας ἔχουσαι. καὶ πολλὰ λέγειν ἔχων τῆς σῆς ἀρετῆς ἐγκώμια, τὰ κάλλιστα κοινῷ νόμῳ φυλάττω. ἔχεις τοιοῦτόν τινα λόγον μεγαληγορῆσαι, ὦ Καλλιμάχου πάτερ; ποίαν τοιαύ‐
5την στάσιν οἵαν ἔστησαν αἱ Κυναιγείρου χεῖρες ἤδη πίπτουσαν τὴν Ἑλλάδα; τοῦ μὲν γὰρ σοῦ νεκροῦ βέλη βάρβαρα, τῆς δὲ πάσης Ἑλλάδος αἱ χεῖρες

1

.

46

ἡμῶν τὰ στερεώματα. ἄπελθε, παραχώρησον· ἐρῶ τι καὶ περὶ τοῦ σοῦ παιδός. καλὸν ἐρῶ λόγον, ὅτι τοιούτου στρατιώτου Κυναιγείρου πολέμαρχος ἦν. σὺ δ’ ἐπιταφίῳ μηδὲ ἐπιχείρει πατὴρ ὢν νεκροῦ

1

.

47

μηδὲ ταφῆναι θέλοντος. ἤδη πάλαι παρελήλυθεν ὁ καιρὸς τῶν ὑμετέρων ἐπιταφίων· πάλαι γάρ, πάλαι τέθαπται Καλλίμαχος ὑπὸ τῶν βελῶν. εἰμὶ δέ, ὦ ἄνδρες δικασταί, πρὸς τὸν λόγον ἐπιτηδειότερος τὸν
5ἐπὶ τῷ σήματι· καὶ γὰρ αὐτοῦ πατήρ εἰμι καὶ τῶν μεγάλων ὀνομαστότατος· ἔχω δὲ καὶ γλῶτταν οἵαν

1

.

48

ἐκεῖνος δεξιάν. ἐάσατέ με τραγῳδῆσαι τραγῳδίαν ἐπιτάφιον καὶ χορὸν παραγαγεῖν ἐπινίκιον· μὴ φθο‐

1

.

49

νήσητε δράματι Μαραθωνίῳ. ἀλλ’, ὦ Αἰσχύλε παῖ, τὸν λόγον μοι σὺ ποίησον καὶ συγκόσμησον τὰς Μαραθῶνος μάχας τῷ πατρί. μή με ἀτιμάσητε· χεῖ‐ ρας ὑμῖν ὁμοίας προτείνω ταῖς ὑπὲρ ὑμῶν κειμέ‐
5ναις. ἔχομαι τοῦ λόγου, λαμβάνομαι τοῦ τάφου. οὐκ ἀφίσταμαι τὸ πολυάνδριον διεξιών, πατὴρ ὢν Κυναιγείρου. ἐπιτίθημι τὰς χεῖρας τῷ σήματι· καὶ ταύτας ὁ θέλων ἀποκοψάτω.16

2

t

Ο ΚΑΛΛΙΜΑΧΟΥ ΠΑΤΗΡ

2

.

1

Τὸν μὲν τῆς πόλεως ἐπαινῶ νόμον κοσμοῦντα τὸν τῶν ἀγαθῶν ἀνδρῶν τάφον καὶ λόγῳ. ἔργων γὰρ εὖ πραχθέντων λόγοι ῥηθέντες καλῶς εἰσι τιμή· ἐμοὶ δὲ αὐτῷ μὲν πρόσφορος τοῦ παιδὸς ἀρετὴ μα‐
5κροτέρα τῆς ψυχῆς γενομένη, διὰ δὲ τὴν αὐτοῦ Καλλιμάχου προτίμησιν, εἰ ταῖς τῶν πατέρων τιμαῖς ἡ τῶν παίδων ἀνδραγαθία κρίνεται, δείξω τὸν λό‐

2

.

2

γον. Καλλιμάχου γὰρ πατὴρ ὢν παντὸς ἄλλου πρέπω μᾶλλον ἐπὶ τοῦ κοινοῦ βήματος ἑστάναι. ζῶν μὲν οὖν Καλλίμαχος ἡγεμὼν ζῶντος Κυναιγείρου [πολέμαρχος] ἦν· εἰ δὲ [καὶ] τεθνεὼς ἡττηθήσεται,
5καὶ τὴν ἀρχὴν καὶ τὴν ἀρετὴν ὑβριεῖται, τὴν μὲν αἰτίαν τῆς πάσης ὑμῖν νίκης γενομένην, τὴν δὲ τὸ
μέγιστον παρασχοῦσαν τῶν ἐν Μαραθῶνι θαυμά‐ των, ἄνδρα καὶ χωρὶς ψυχῆς μεμαχημένον καὶ νε‐17

2

.

3

κρὸν θανάτου κρείττονα. πεσεῖν μὲν οὖν αὐτὸν καὶ κοινωνῆσαι τοῦ τάφου μόγις ἔπεισα· οὐ γὰρ ἤθελεν ἀπελθεῖν τῆς στάσεως οὐδὲ ὑποπεσεῖν ταῖς ἑτέρων φιλοτιμίαις, οὐκ ἀξιῶν τὸν ὑπὲρ τῆς Ἀσίας ὅλης

2

.

4

ὅτι τέθνηκεν ὁμολογῆσαι βεβιασμένον. ἀγαθὸς μὲν οὖν ἦν ὁ Κυναίγειρος καὶ παῖς πατρὸς ἀγαθοῦ, οὐ μὴν ἀγαθῶν κρείττων· ἥττηται δὲ Καλλιμάχου το‐ σοῦτον ὅσον οἱ κείμενοι τῶν ἑστηκότων καὶ θάρσους

2

.

5

ἀγαθοῦ νεκρὸς οὐχ ὁλόκληρος. ὥσπερ δὲ ἅπαν τυγ‐ χάνει, καὶ τοῦτο ἐξετάσατε. ἀπέβαινε μὲν εἰς Μα‐ ραθῶνα ὁ Δαρείου στόλος μετὰ τὰς ἐξ Αἰγαίου τῶν νήσων ἁρπαγάς, τῇ δὲ Ἀττικῇ βοηθεῖν ἔδει τὴν
5Λακεδαιμονίων εἰρωνείαν μὴ περιμένοντας—ὀξὺς γὰρ ὁ κίνδυνος ἦν—καὶ τῷ στρατηγῷ Μιλτιάδῃ

2

.

6

τὴν ταχίστην ἐδόκει τρέχειν. ἐνταῦθα ἦγε τὴν δύ‐ ναμιν ἅπασαν ὁ ἐμὸς υἱός, πολέμαρχος ὢν καὶ κατὰ τὸν νόμον καὶ σπουδὴν ἰδίαν ὅτι θερμοτάτην ἔχων ἔργα μεγάλα καὶ θαυμαστὰ ἐν τῇ μάχῃ παρασχέ‐

2

.

7

σθαι· Κυναίγειρος δὲ εἷς τις ὢν τῶν πολλῶν ἠπεί‐ γετο. συμμίξαντες δὲ τοῖς βαρβάροις μεμπτὸς μὲν οὐδεὶς ἦν, ἐν δὲ τοῖς ἔργοις Καλλίμαχος ἔδειξεν

2

.

8

αὐτοῖς ὅτι πολέμαρχος ἦν. παρακελευσάμενος γὰρ αὑτῷ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑπὲρ τῆς κοινῆς ἐλευ‐ θερίας ἀναλῶσαι καὶ πρὸς πᾶσαν τὴν δύναμιν βα‐
σιλέως ἀντιτάξας αὑτὸν ὡς ἂν ἀξιόμαχος ὤν, ἑκὼν18
5πρὸς τὸν Δαρείου στόλον ἔστη τὴν Ἀσίαν προκα‐ λούμενος καὶ πᾶσαν ἐκ τῶν νεῶν ἐκχεομένην αὐτὸς ἐδέχετο ῥώμῃ ἀνθρώπων κρείττονι καὶ τόλμῃ παρα‐ λόγῳ καὶ παντὶ θυμῷ, καὶ πᾶσι συνεπλάκη κατ’ αὐτὸ τὸ τοῦ πολέμου στόμα καὶ κατὰ τὴν ἀκμαιοτά‐
10την τῶν βαρβάρων ἐμβολὴν, καὶ πᾶσιν ἐξήρκεσεν *οὔτε τὴν ὄψιν ἐκπλαγεὶς ὑπὸ τοῦ τῆς βοῆς συμμι‐ γοῦς πλήθους οὔτε*, τὴν βαρβαρικὴν ἰταμότητα

2

.

9

κατ’ οὐδὲν ἀξιώσας εἶναι φοβερὰν ἀρετῇ. πολὺν δὲ τῶν πολεμίων ἐργασάμενος φόνον καὶ φόβον εἰς τουτὶ αὐτοὺς ὀργῆς ἅμα καὶ ἀνάγκης κατέστησεν ὥστε τἄλλα πάντα καταλιπόντες τὰ τῆς μάχης χωρία Καλ‐
5λιμάχῳ πάντες ἐπεχέοντο καὶ Καλλιμάχου πάντες ἐστοχάζοντο καὶ τοῦτο ἦν σπούδασμα ἅπασι τὸ Καλ‐ λίμαχον βαλεῖν· τούτου γὰρ παρόντος ἐν τούτῳ

2

.

10

εἶναι τὰς Ἀθήνας ἔφασκον. ἔνθα πολλὰ μὲν βελῶν καὶ κοντῶν καὶ ξιφῶν καὶ παντοδαπῶν βλημάτων ὑπεδέξατο, πάσας δὲ αὐτῶν ὑπέμεινε τὰς προσβολὰς ὥσπερ ἐξ ἀδάμαντος ὢν πύργος ἢ τεῖχος ἄρρηκτον
5ἢ ἀντίτυπος πέτρα ἢ θεὸς ἀνθρώποις μαχόμενος, ἕως πάντα ἀνήλωσε τὰ τῆς Ἀσίας βέλη καὶ καμεῖν

2

.

11

ἐποίησε τὴν πολλὴν δύναμιν τοῦ βασιλέως. πολὺν μὲν οὖν χρόνον ἐν τῷ σώματι διεκαρτέρησεν ἡ
ψυχὴ ἐρίζουσα πρὸς τὴν φύσιν καὶ εἰς τὴν ἀδύνατον ἀνθρώποις ἀθανασίαν ἐβιάζετο· ἐπεὶ δὲ ἄνθρωπος19
5Καλλίμαχος ἦν καὶ θνητὸς ἦν καὶ τοῦ σώματος ἀπελθεῖν ἠναγκάζετο τῷ πλήθει τῶν τραυμάτων, ἀπέθανε μέν, οὐκ ἔπεσε δέ, ἀλλ’ ἐξιοῦσα ἡ ψυχὴ βεβαίως τῷ σώματι μένειν καὶ καρτερεῖν ἐνετείλατο καὶ μάχεσθαι τὴν δυνατὴν τοῖς ἀψύχοις μάχην. τὸ
10δὲ ἐπείσθη καὶ βεβαίως ἔμεινεν ὥσπερ ἐρριζωμένον [καὶ] διὰ τοῦ πολέμου τοιοῦτο οἷον αὐτὸ ἐξιοῦσα ἔστησεν ἡ ψυχὴ καὶ πολὺν χρόνον τοὺς βαρβάρους ἐξηπάτησεν· οὐδεὶς γὰρ ᾤετο τεθνάναι τὸν ἑστη‐

2

.

12

κότα. ὦ Καλλιμάχου φοβεροῦ καὶ νεκροῦ· ὦ στρα‐ τιώτου τῆς εἱμαρμένης πολυχρονιωτέρου· ὦ μακρο‐ τέρα τῆς ψυχῆς, ὦ πιστοτέρα τοῦ πνεύματος ἀρετή· ὦ σῶμα πολλῶν ψυχῶν ἰσόρροπον· ὦ φρόνημα
5ὀρθόν· ὦ σῶμα ἔμψυχον· ὦ σῆμα νικηφόρον ὅπλοις καὶ βέλεσι κεκοσμημένον· ὦ πρῶτον Μαραθῶνος τρόπαιον. ὦ τηρήσας ὀρθὴν τὴν ἐλευθερίαν Ἀθη‐ ναίοις, ὦ στήσας ἐν αὑτῷ τὴν Ἑλλάδα, οὐκ εἴασας

2

.

13

τὰς Ἀθήνας πεσεῖν. ἐπειδὴ δὲ οἱ βάρβαροι τὰ μὲν πεπονηκότες, τὰ δ’ ἀφωπλισμένοι, τὰ δὲ πεφοβημένοι, τραπέντες ἔφυγον εἰς τὰς ναῦς καὶ τὴν θάλασσαν περιέβλεπον ἄβατον αὐτοῖς Καλλιμάχου τὴν γῆν
5πεποιηκότος, πολλὴ μὲν ἦν τοῖς ἡγουμένοις σχολή, εἷς δὲ τῶν ἀκολουθησάντων ἐπὶ τὸν αἰγιαλὸν ἐγένετο Κυναίγειρος καί τινος ἁπτόμενος ἀκροστολίου τὴν χεῖρα ἀπεκόπη ῥᾳδίως ὥσπερ παιδίον καὶ παρὰ μὲν τὴν πρύμναν ἔπεσεν ἡ χείρ, παρὰ δὲ τὴν χεῖρα20
10αὐτός· ἐμήνυσε δὲ τὸ τῆς χειρὸς τραῦμα ψυχῆς καὶ

2

.

14

σώματος τὴν ἀσθένειαν. σὺ δέ, ὦ τέκνον, εἱστήκεις ἔτι καὶ Δάτιδος ἀποπλέοντος ὥσπερ καὶ ταῦτα ἀν‐ δρείως ἐπιτηρῶν, τῶν βαρβάρων τὴν φυγὴν καὶ καθαρὸν γενέσθαι τὸν Μαραθῶνα τῶν πολεμίων,

2

.

15

ὡς ἂν ἐπὶ μηδενὸς μάρτυρος ἀλλοτρίου πεσοίης. ταῦτ’ ἐμὲ ἐπὶ τὸν τάφον ἀναβιβάζει, ταῦτ’ ἐμοὶ τὸν ἐπιτάφιον λόγον παραδίδωσιν· ἐμόν ἐστι τοῦ τάφου τὸ κεφάλαιον. τὸν μὲν δὴ μόγις ἐκίνησα καὶ κεῖσθαι
5σὺν τοῖς στρατιώταις παρεκάλεσα· ὁ δὲ εἰσέρχεται μὲν εἰς τὸν τάφον, ἄξιος δὲ ὑμῖν καὶ ταύτης τῆς τιμῆς τὸν πατέρα τὸν ἐκείνου προκριθέντα λέγειν

2

.

16

ἐπὶ τῷ κοινῷ σήματι. καὶ γὰρ δίκαιον οὗ ζῶντος ἦν ἡ κατὰ τὸν πόλεμον ἡγεμονία, τούτου καὶ τεθνεῶτος εἶναι τὰς πρώτας τιμὰς ἐπὶ τῷ τάφῳ. ἡμεῖς ἤγομεν, ἡμεῖς ἐροῦμεν· ἡμεῖς ὡπλίζομεν, ἡμεῖς ἐπαινεσό‐
5μεθα· παρ’ ἡμῶν ἦν τὰ συνθήματα, παρ’ ἡμῶν

2

.

17

ἔστω καὶ τὰ ἐγκώμια. μὴ λυπήσητε Καλλίμαχον συνιέντα μηδὲ καθέλητε τὸν ἀνεστηκότα μηδὲ ἀπο‐ χειροτονήσητε τὸν πολέμαρχον τὸν νενικηκότα μηδὲ ἀτιμότερος ἑνὸς καὶ δευτέρου τῶν νενικηκότων
5παρ’ ὑμῖν ὀφθῇ. οὐ γὰρ ἐν τοῖς ὀνόμασι καὶ τοῖς σχήμασι καὶ τῇ στολῇ ἀγάλλεσθαι χρὴ μόνον τὴν πο‐21

2

.

18

λεμαρχίαν ἀλλὰ καὶ ταῖς τῶν ἔργων τιμαῖς αὔξεσθαι τὰς ἀρχάς. οὕτως οὖν σκοπεῖτε. εἰ τῆς μάχης οἱ παῖδες ἡμῶν περιγενόμενοι τῆς παρούσης ἠμφισβή‐ τουν τάξεως, τίς πρότερος ἂν διεκρίθη; ὁ ἰδιώτης
5ἢ ὁ πολέμαρχος; τίς ἐπῄνεσε τοὺς πεσόντας; οὐχ ὁ ὁπλίσας; οὐχ ὁ τάξας; οὐχ ὁ τοιούτους παρασχών; ἐμοὶ μὲν δοκεῖ. ὑμεῖς δέ, τί; ἆρα οὐκ ἄν, εἰ καὶ μόνον ἴσην τὴν ἀρετὴν ὁ πολέμαρχος τῷ ἰδιώτῃ παράσχῃ, τὸ πλέον ἂν τῆς τιμῆς τῇ ἡγεμονίᾳ δῶτε;

2

.

19

νὴ Δία. οὐκοῦν ἥν, εἰ περιῆσαν ἀμφότεροι, προτί‐ μησιν ἔσχε Καλλίμαχος, ταύτην καὶ τεθνεὼς δίκαιος φέρεσθαι· ἐκ γὰρ ὧν ἦν κρείττων Κυναιγείρου πε‐ ριὼν περιόντος, ταῦτα καὶ νῦν ἔχει καὶ τὸ προκε‐
5κρίσθαι δοκεῖν δι’ ἐμοῦ τοῦ πατρὸς αὐτῷ προτιμω‐ μένου τῶν ἄλλων πατέρων ὑπάρξει. εἰ δὲ οὐδὲ τὰ τοιαῦτα *ἔσται παρὰ τῷ πολέμῳ* τεθνηκότι, ποίων τεύξεται; προεδρεία τις ἔσται αὐτῷ ἑπομένῳ; προε‐ τάττετο [τῶν ὀνομάτων] τῶν ἐν ταῖς στήλαις γρα‐
10φομένων πρῶτος [διότι πρεσβύτερος τούτων ἦν]
ἀπὸ τῆς οἰκείας αὐτοῦ γενέσεως, καὶ διὰ τοῦτο δεῖ τὸν ἐπὶ τοῖς θαπτομένοις λόγον εἰωθότα ἡμῶν ἀκού‐22

2

.

20

ειν λεγόντων. ὑμεῖς τοιγαροῦν τὸν στρατηγὸν Μιλ‐ τιάδην ἐτιμήσατε θείῳ στεφάνῳ. δικαίως οὖν καὶ τῷ στρατηγῷ τιμή τις ἐδόθη καὶ τῷ πολεμάρχῳ δὲ γενέσθω γέρας. ὅταν γὰρ ὁ πατὴρ αὐτοῦ λέγων τὸν
5λόγον ἀναβιβάσῃ Καλλίμαχον, τότε φωνὴν αὐτῷ δότε ἐπι ............... τοῦτο πρὸς πίστιν σω‐

2

.

21

τηρίας μόνον ἐν τῷ σχήματι. εἰ μὲν γὰρ Μιλτιάδης ὁ στρατηγὸς ἠμφισβήτει τοῦ λόγου, παρεχώρησα ὡς ἀρχῇ μείζονι· καὶ γὰρ τὸ τὸν ἀποιχόμενον ἄρχοντα ἔλαττον ἢ πρότερον γέρας σχεῖν .... εἰκός ἐστι τὸ
5τῆς μοίρας ἐνδεὲς τῷ πλείονι τῆς τιμῆς παραμυθου‐ μένους· τούτου δὲ τῆς πείρας ταύτης ἀφεστηκότος

2

.

22

τίς Καλλιμάχου πρότερός ἐστιν; Εὐφορίων, μὴ λύε τάξιν Μαραθωνίαν· „μηδ’ εἰς τὸ πρόσθεν τῷ πολε‐ μάρχῳ δίδωσι τὸν λόγον ὁ νόμος τῆς δημοσίας ταφῆς.“ καὶ γὰρ εἰ περιὼν τύχοι, οὗτός ἐστιν ὁ τὴν
5πρόθεσιν [αὐτῶν] ποιούμενος καὶ καλῶν ἐπὶ τὸν

2

.

23

λόγον καὶ παντὸς ἐπιμελόμενος τοῦ τάφου. ἐκ μὲν δὴ τῆς διὰ τῶν ἔργων .... πολλοῦ δεῖ Κυναιγείρῳ πρὸς Καλλίμαχον εἶναι παραβολήν· ὁ μὲν γὰρ ἅπαν‐ τας εἰς Μαραθῶνα ἦγε συνθήματι, ὁ δὲ ἐδέχετο· ὁ μὲν23
5ἐκέλευεν, ὁ δὲ ἐπείθετο· ὧν δ’ οἱ πειθόμενοι καὶ κελευ‐ όμενοι ποιοῦσιν, αἴτιοι τούτων οἱ πείσαντες καὶ κελεύ‐ σαντές εἰσιν ὥσπερ μαθητῶν μὲν παιδεύσεως οἱ διδά‐ σκαλοι, χορῶν δὲ ᾠδῆς οἱ χοροδιδάσκαλοι, ναυτῶν δὲ εὐπλοίας οἱ κυβερνῆται [στρατιωτῶν ἀρετῆς οἱ
10πολέμαρχοι καὶ στρατηγοί], ὥσθ’ ὧν Κυναίγειρος ἐτόλμησεν, καὶ τούτων Καλλίμαχος διδάσκαλος. ἐβόα γὰρ ἐγκελευόμενος· „μὴ φείδεσθε μήτε χειρῶν μήτε ὀφθαλμῶν μήτε ὅλων σωμάτων.“ ὧν δὲ Καλλίμαχος ἐλαμπρύνετο, τούτων [οὐδὲν] οὔτε εἰς Κυναίγειρον
15οὔτε εἰς ἄλλον ἔστι ποιήσασθαι τὴν ἀναφορὰν ἀλλὰ

2

.

24

μόνον αὐτὸν τὸν πεποιηκότα. καὶ Κυναίγειρος μὲν νεώτερος ὢν ταῦτα ηὐθαδιάσατο, Καλλίμαχος δὲ πρεσβύτερος, ὥσθ’ ὁ μὲν ἡλικίας θερμότητι τολμη‐ ρός, ὁ δὲ ἀνὴρ ἀγαθὸς ὢν ἀρετῆς ἐβεβαίου κρίσιν
5καὶ τὴν τοῦ σώματος ῥώμην ἐλάττων καθ’ ἡλικίαν

2

.

25

ὑπάρχων ἐκ μόνης ἀρετῆς ὑπερέβαλλε. Καλλίμαχος μὲν οὖν ἐν τῇ τῶν δεινῶν ἀκμῇ τοῖς βαρβάροις πα‐
ρετάξατο καὶ θαλάττης ἐπιχωριαζούσης δίκην *ἐκ τῆς Ἤλιδος* εἰς τὴν Ἀττικὴν τὴν Ἀσίαν ῥέουσαν24
5ἀπεώσατο, ἐν ᾧ πᾶς ὁ κίνδυνος καὶ τῆς ἀρετῆς ὁ

2

.

26

καιρὸς ἦν· Κυναίγειρος δὲ φευγόντων ἤδη πεφοβη‐ μένων, ὑπὸ τοῦ Καλλιμάχου τετραμμένων, δεδιωγ‐ μένων, εἰς τὴν θάλασσαν συνεληλαμένων, ἐν ταῖς ναυσὶν ὄντων, λυόντων τὰ ἀπόγεια μιᾶς νεὼς
5(ἔσχετο) πρύμνης. ἔστι δὲ τὸ μὲν ἄκρας εὐτυχίας καὶ περιττῆς τινος ἀρετῆς τῶν κρατίστων πολέμων ἄθλους ὑφίστασθαι, τὸ δὲ παντὸς ἤδη καὶ τοῦ τυ‐ χόντος διώκειν τὸν φεύγοντα καὶ τοῖς τετραμμένοις

2

.

27

ἐπεμβαίνειν. οὕτω γὰρ δὴ καὶ γυναῖκες ἀνδράσιν ἐπιτίθενται καὶ κύνες κατὰ λεόντων θρασύνονται. ὅταν γὰρ τὸ τῶν πολεμίων φοβερὸν οἴχηται, τότε παντὶ τολμᾶν πρόχειρον καὶ τὸ φρόνημα τῶν ἑλόν‐
5των γίνεται οὐκ ἐξ οἰκείας ἀρετῆς ἀλλ’ ἐκ τῆς τοῦ πολεμίου κακότητος πεπορισμένον· ἀρετῆς δὲ ἀγὼν ἐν ἀντιπάλῳ μὲν τῆς δυνάμεως, ἀσταθμήτῳ δὲ τῷ τῆς τύχης κρίνεται. ἃ μὲν οὖν Καλλίμαχος ἠρίστευ‐ σεν ἐν τῷ χαλεπῷ τοῦ δρᾶν καὶ φοβερῷ τοῦ παθεῖν
10ἐγένετο, ἃ δὲ ἠθέλησε Κυναίγειρος ἐξουσία μὲν τοῦ ποιεῖν ἦν, ἄδεια δὲ τοῦ μὴ παθεῖν ἤδη τῶν πολε‐ μίων τὸ χεῖρον ὡμολογηκότων καὶ τὴν ἀναγκαίαν

2

.

28

σωτηρίαν ποριζομένων φυγῇ. ὅλως δὲ τὰ μὲν Κυ‐ ναιγείρου Καλλίμαχος παρεσκεύασεν· ἐκ γὰρ τῆς Καλλιμάχου μάχης προτέρας γενομένης καταπλαγέν‐ τες οἱ βάρβαροι τὰ νῶτα δείξαντες παρεῖχον τοῖς
5αὖθις ἐπιφερομένοις ῥᾳδίαν τὴν δίωξιν· τὰ δὲ Κυ‐ ναιγείρου δεύτερα καὶ τελευταῖα πεπραγμένα τῶν25

2

.

29

Καλλιμάχου λαμπρῶν ἀριστείαν αἰτεῖ ὥστε καὶ τοῦτο τὸν λόγον τῷ θατέρῳ παρασχεῖν. δυνάμεώς ἐστιν ἔργον, οὐκ ἐπιδείξεως· κράτιστον δὲ ἔργον τῆς τοιαύτης αἰτίας τὸ πρεσβύτατόν [δύναμις] ἐστιν·
5ἔργων γὰρ μὴ πρότερον γινομένων οὐκ ἂν εἴη ἐπί‐ δειξις. ἀρχὴ δ’ οὐκ ἄκαιρός τις ἦν ταῦτα καὶ τῶν ἐπ’ αὐτοῖς εὖ γε τεχνηθέντων αἰτία ὥσπερ τὰ θεμέλια τῶν οἰκοδομημάτων καὶ τῶν νεῶν αἱ τρό‐ πεις καὶ πάντα ὅσα πρῶτα καὶ τὴν ἀρχὴν ἰσχυρὰν

2

.

30

ἔχει. ὅπερ δὲ ἡ Μαραθῶνι νίκη ἐδυνάμωσε πρὸς τὰς αὖθις γενησομένας ἁπάσας κατὰ τῶν βαρβάρων, τοῦτο καὶ Κυναιγείρῳ τὰ Καλλιμάχου τολμήματα· διὰ γὰρ τοῦτον ἀνέπνευσαν οἱ λοιποὶ καὶ φεύγοντας
5ἰδόντες τοὺς βαρβάρους ἐθάρρησαν· πρὸς γὰρ τοῦ‐ τον ὁρῶν τις καὶ ποδῶν καὶ χειρῶν ἠμέλει τὸν ὅλου καὶ

2

.

31

παντὸς ὑπεριδόντα τοῦ σώματος. ἔτι δὲ Κυναίγειρος μὲν ἐκ γῆς πρὸς ναῦν ἐμάχετο, ἐκ τοῦ βεβαίου καὶ πολλοῦ πρὸς τὴν ἐν τῷ σφαλερῷ καὶ στενῷ, Καλλί‐ μαχος δὲ πρὸς ἰσοστασίους αὐτῷ τοὺς βαρβάρους,
5ἤδη καὶ γῆς κυρίους, τοὺς ἀποβάντας ἐκ τῶν νεῶν
καὶ τὸν Αἰγαῖον δεδουλωμένους καὶ τὴν κατάπληξιν φοβερὰν ἐπιφέροντας ἐκ τῆς τῶν συνειλημμένων26

2

.

32

Ἑλλήνων ἁρπαγῆς· καὶ Κυναίγειρος μὲν ἴσως καὶ ζήλῳ τῷ πρὸς Καλλίμαχον καὶ φιλοτιμίᾳ, Καλλίμα‐ χος δὲ οὐχ ὑπ’ ἄλλου παρωξυμμένος οὐδὲ πρὸς ἕτε‐ ρον φιλοτιμούμενος ἀλλ’ αὐθαιρέτῳ σπουδῇ. καὶ
5Καλλίμαχος μὲν ἀρετῆς παράδειγμα, Κυναίγειρος δὲ Καλλιμάχου μίμημα, ὁ μὲν τὴν χεῖρα μόνην, ὁ δὲ ὅλα τὰ μέρη τοῦ σώματος· πᾶσι γὰρ μεμάχηται καὶ τοῦ πολέμου πάντα μείζονα. καὶ ὁ μὲν μιᾷ τῶν ἀναγομένων ἐπεχείρησε νηί, ὁ δὲ πρὸς πάνθ’ ὁμοῦ

2

.

33

τὰ βασιλέως ἔθνη παρετάξατο. ὁ μὲν ἀνόητον ὅλως τὴν ἐπιβολὴν ἐποιήσατο· ἡ γὰρ ἐλπὶς αὐτῷ τῆς τόλμης ἀδύνατος ἦν. πῶς γὰρ χειρὶ νῆα ἐλάβετο; τίς δὲ ἂν ἐγένετο τοσοῦτος τῇ δεξιᾷ ὥστε, εἰ μὲν
5ἠγνόησε κατασχεῖν οὐ δυνησόμενος, ἀλλὰ προσεδό‐ κησε βιάσασθαι τριήρη δακτύλοις; ἠλίθιον τὸ τόλ‐ μημα. εἰ δ’ εἶδεν ὡς τὸ τῆς πείρας ἀδύνατον, ἀλλ’ ὡς ἐν τοῖς ἀμηχάνοις τόλμα κυρεῖ, ἀλαζὼν ἡ προσ‐ ποίησις ἦν. καὶ οὐκ ἀσφαλὴς οὐδὲ ἀναγκαία ἡ
10ἐπίδειξις τοῦ ἀπόρου σχήματος καὶ ματαία ἡ σκέψις διότι οὔτε ἀλαζὼν οὔτε ἀνόητος ἀρετή, οἷοι δὴ καὶ τυφλοὶ πόνοι πάντες οἱ περὶ τὰς ἀδυνάτους ἐπιθυ‐

2

.

34

μίας. χρὴ δὲ ὁρᾶν οὐδὲν πρότερον οὔτε τέχνην ἔργοις ἐπιτιθεμένην οὐδὲ ἀρετὴν λόγοις ἀπειργασμέ‐
νην ὡς τέλος τῆς ἐπιχειρήσεως εἰ δύνατον ἔτι καὶ ληπτὸν τῇ φύσει καὶ δυναμένῳ καὶ πειρωμένῳ ἀν‐27
5δρί. ἡ δὲ ναῦς ὅλη, μεστὴ πληρώματος καὶ τοσαύτης εἰρεσίας συγκεκροτημένης, πῶς ἦν ἐπιλήψιμος, πῶς ἀγώγιμος τοσούτῳ ὄγκω τῆς ἐλπίδος καὶ τῇ προσ‐

2

.

35

βολῇ τοῦ τολμήματος; *μὴ τήν τινος μανικοῦ σχή‐ ματος τὸ ἄπορον τῆς ἐπιθυμίας καὶ τὸ μάταιον τῆς προσβολῆς ἄφρον καὶ ἀπέραντον* ἢ ἀνδρὸς οὐ βουλομένου ναῦν λαβεῖν ἀλλ’ ἀπολῦσαι. οὔκουν
5ἀρετὴν ἔτι τὴν ἀνόητον τόλμαν νοητέον ἀλλὰ μα‐

2

.

36

νίαν τὴν ἄχρηστον αὐθάδειαν. εἴποι δὲ ἄν τις εὖ φρονῶν αὐτῷ· „τί ταῦτα μωραίνεις, Κυναίγειρε, τί δ’ ἐπιχειρεῖς ναῦν κατασχεῖν ἀνθρωπίνῃ δεξιᾷ; τὸ τόλμημά σου φύσιν οὐκ ἔχει. τίς τοῦτο Γλαῦκος
5πόντιος, τίς Τρίτων ἐποίησε; μόνον δύναται μειρά‐ κιον ναῦν ἐπαγαγεῖν ἢ [Ποσειδῶνος] δεξιὰ ἀνέμοις ἁμιλλᾶσθαι; πάρισος τίς εἷς τοσούτῳ πληρώματι; συναπάξει σε ἡ ναῦς πλέουσα, λήσεις πρύμνης ἐξηρ‐

2

.

37

τημένος, αἰχμάλωτος ἀκροστολίου γενόμενος.“ γεγό‐
νασιν ἐπὶ ναυσὶ μάχαι καὶ πολλαί· τοιαύτην καὶ Ὅμηρος διηγήσατο· οὐδέ γε εἷλκέ τις ἐκείνας, ἀλλὰ πῦρ ἐνέβαλε, δᾷδας ἐκόμιζεν. αὕτη μόνη κατέχει28
5ναῦν ἡ λαβή. ὁ δὲ σός, ὦ Εὐφορίων, υἱὸς μειράκιον τολμηρὸν ἦν καὶ τοῦ μὲν σώματος κατεφρόνει, μά‐ χεσθαι δὲ εὐβούλως οὐκ ἠπίστατο, οἵαν ἀπώλεσεν

2

.

38

εἰκῇ δεξιάν. διὰ ταῦτα Καλλίμαχος μὲν ἁπάντων ἔτυχεν ὧν ἠθέλησε, πολλοὺς δὲ ἀφώπλισε, πάντας δὲ ἐφόβησεν, ἐφύλαξε δὲ τὴν στάσιν καὶ τεθνεώς·

2

.

39

ὁ δὲ σὸς υἱὸς ὧδε τὴν ἐπίνοιαν ἐκαρπώσατο. καὶ Καλλίμαχον μὲν οὐχ εἷς ἀπέκτεινεν, ἀλλὰ κοινὸν ἔργον τῆς Ἀσίας ἐγένετο· πάντα μὲν δόρατα ἐπὶ τοῦτον ἦλθε καὶ ψαῦσαι Καλλιμάχου φιλοτιμούμενα,
5πάντα δὲ ἀκόντια, πᾶσαι δὲ ἐκενώθησαν φαρέτραι βελῶν, ἅπαντα δὲ τοξεύματα περὶ τοῦτον ἔστη μαρ‐ τυρούμενα τὴν κοινωνίαν καὶ πάντα ἀμφισβητοῦντα περὶ τοῦ νεκροῦ· Κυναιγείρου δὲ τὴν χεῖρα ταύτην

2

.

40

ἀπέκοψαν ὥσπερ ξύλον. Καλλιμάχου μὲν οὖν ἡ τόλμα καὶ μάχη τοῦτο ἐβούλετο, νικῆσαι τὸν βασι‐ λέως στρατὸν καὶ τὴν Ἀττικὴν αὐτοῖς ἄβατον εἶναι· Κυναίγειρος δὲ καὶ φεύγοντας ἡμῖν τοὺς βαρβάρους
5ἀνεῖργε καὶ κατεῖχεν ἐν τῇ χώρᾳ τοὺς πολεμίους καὶ μάχης ἔπραττεν ἀρχὰς δευτέρας. τί ποτε ἂν ἐποίησεν ἄλλο βασιλεὺς παρών; τοῖς φεύγουσιν ἂν
ἐβόα καὶ τὰς Φοινίσσας ναῦς ἐκράτει. ......... „ἄφες ἄφες, Κυναίγειρε, μὴ λαμβάνου. μενοῦσιν ἂν29

2

.

41

λαμβάνῃς, πάλιν εὑρήσουσιν ἄλλας ἀποβάσεις. μὴ κράτει ναῦν ὑπὸ Πανὸς δεδιωγμένην μηδ’ ἔχου τριήρους σὺ παρ’ Ἀθηνᾶς *ἀφεψαλωμένης.* ἀφίη‐ σιν αὐτὴν ἡ Δημήτηρ καὶ Κόρη· φευγέτω. πάρεστι
5Θησεύς, πάρεστιν Ἡρακλῆς· ἀλλ’ οὐ κατέχουσι τὴν ναῦν ὅτι μὴ συμφέρει. ἔχω καὶ πνεύματα συγγενῆ μᾶλλον σοῦ κατασχεῖν δυνάμενα· ἀλλὰ τὰ μὲν ἐκ‐ πέμπει τὸν πόλεμον ἐκ τῆς Ἀττικῆς διὰ τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς, σὺ δέ, ὦ Κυναίγειρε, ναύσταθμον Μη‐
10δικὸν τὸν Μαραθῶνα ποιεῖς. ὦ Κυναίγειρε, τὴν ναυ‐ μαχίαν νικήσει βασιλεύς· τῆς μάχης μόνῳ Κυναιγείρῳ εἴσεται χάριν. ἄπορον ποιῶν αὐτοῦ τὴν φυγὴν ἀναγ‐

2

.

42

καίαν αὐτῷ τὴν νίκην εἰργάζου.“ ἀλλὰ γὰρ οὐχ [μετὰ τῆς χειρὸς] ὡς (μετὰ) διανοίας ἡμᾶς ἔβλαπτε —τἀληθῆ γὰρ εἰρήσεται—ἀλλὰ ἄλλως ἐμαίνετο καὶ τὸν Καλλιμάχου νεκρὸν ὁρῶν εὐδοκιμοῦντα
5ἐπεθύμει μετὰ ἄλλου σχήματος ἀπολέσαι τὴν ἀλα‐ ζόνα δεξιὰν ὅπως ἂν ἓν γένηται τῶν Μαραθωνίων
διηγημάτων· ἡμεῖς δὲ οὔθ’ ἑκόντες οὔτε ἄκοντες30

2

.

43

οὐδὲν ἐβλάπτομεν. εἰ μὲν δὴ πάντες ὅμοιοι Καλλι‐ μάχῳ κατ’ ἐκείνην ἐγένοντο τὴν ἡμέραν, οὐδεὶς ἂν ἐλείφθη τῶν βαρβάρων καὶ πάσας τὰς ναῦς ἂν αὐτῶν κενὰς εἵλομεν· εἰ δέ γε εἶδον εἰς τὰς Κυναι‐
5γείρου λαβάς, ἄκοντες ἂν πάντες οἱ βάρβαροι τὴν ἧτταν ἀνεμαχέσαντο. Κυναίγειρος μὲν οὖν οὔτε θάρ‐ ρος φίλοις οὔτε δέος τοῖς πολεμίοις ἐγένετο, ὃς δράσας οὐδὲν ἀλλὰ ἀποτμηθεὶς τὴν χεῖρα ἔπεσεν εὐθὺς ὥσπερ ἑτέραν οὐκ ἔχων ἀλλ’ ἐν τῇ δεξιᾷ τῆς
10ψυχῆς αὐτῷ κειμένης· τὸν δ’ ἐμὸν παῖδα οἱ φίλοι μὲν ὁρῶντες ἐν τῇ τάξει μένοντα πάντες ᾐδοῦντο, τρέσαντες δὲ ὑπεχώρουν οἱ βάρβαροι. καὶ τὸ σύμ‐

2

.

44

παν, ὁ μὲν ἔπεσεν, ὁ δὲ οὔ. ἀθλητὰς δ’ εἶναι τοὺς στρατιώτας ὑπολαβόντες πότερον στεφανώσομεν, τὸν ὀρθὸν ἢ τὸν κείμενον, τὸν ἑστηκότα ἢ τὸν ἐρριμμέ‐ νον; οὐ παύσῃ παραβάλλων ἀνδρὶ χεῖρα καὶ τραῦμα
5ἓν μυρίοις καὶ τὸν λειποτακτήσαντα τῷ μακροβίῳ νεκρῷ καὶ τὸν ἠκρωτηριασμένον τῷ μέχρι νῦν ὁλο‐ κλήρῳ; ὁ μὲν ἀφῆκε τὴν ναῦν, ὁ δὲ ἐκράτει τῆς

2

.

45

ἀσπίδος. λέγε νῦν καὶ τραγῴδει πολλάκις· καὶ γὰρ Αἰσχύλου πατὴρ εἶ καὶ τὴν χεῖρα ὄρος ἐποίεις. „ἐκ γῆς ἐναυμάχει“· Δάτις δ’ ἐκ θαλάττης ἐπεζομάχει. „κατέσχε τὴν ναῦν“· καλωδίου τὸ ἔργον· ἄγκυρα
5τοῦτο κρεῖττον ποιεῖ. ὁ μὲν ἐλάβετο, ὁ δ’ ἀπέκοψε. „κατέσχε τοὺς πλέοντασ“· οἱ δὲ καὶ ὅμως ἐξέπλευσαν.

2

.

46

ἄνδρες Ἀθηναῖοι, περιελθόντες τὸ στρατόπεδον τοὺς
μὲν εὑρήσετε χειρῶν ἄνευ, τοὺς δὲ ποδῶν, ἑτέρων μὲν οὖς, ἑτέρων δὲ κεφαλὰς ἀποτετμημένας τῶν ἄλλων σωμάτων· πολλοὺς ὁμοίους ὄψεσθε Κυναι‐31
5γείρῳ νεκρούς, Καλλιμάχῳ δὲ οὐδένα. τίς γὰρ σοὶ ἰσοστάσιος νεκρός; τίς γὰρ πιστὸς οὕτω στρατιώτης

2

.

47

εἰς μάχην; νῦν σε μᾶλλον, ὦ Καλλίμαχε τέκνον, ἐθαύμασα Κυναιγείρου πεσόντος ὑπὸ πληγῆς μιᾶς, ὦ πολλὰ τοιαῦτα λαβὼν τραύματα καὶ μὴ κεκινη‐ μένε. οὐδεὶς σὲ Περσῶν διελὼν ἄπεισιν ὡς τῶν
5λοιπῶν ἀνθρώπων τὰ σώματα οὐκ ἀκινάκῃ Μηδικῷ, οὐ κοπίδι Περσικῇ, οὐκ αἰχμῇ Βαβυλωνίᾳ, οὐ πελέ‐ κει Φοινικίῳ. ὦ μόνε τῶν ἀποθανόντων οὐ πεσὼν καὶ μόνε μὴ ζῆν ἀπιστούμενε ἔστης μαρτυρούμενος τὴν νίκην τῷ σχήματι καὶ τῆς ψυχῆς ἀπελθούσης ὅμοιος

2

.

48

ἦσθα τῷ μαχομένῳ. ὦ τοῦ μεγάλου θαύματος· νῦν πρῶτον ἀθάνατος ὤφθη νεκρός. ὦ παῖ, μάντευμα ἄρα σου τοῦ κάλλους καὶ τῆς μάχης καὶ τοὔνομα ἦν. ἀνακάλει νῦν πολλὰ τὸν Κυναίγειρον ᾧ καὶ τὸ συμ‐
5βὰν ὄνομα ἄδηλον [εἶναι] τῷ ἐρευνᾶν βουλομένῳ.

2

.

49

ὁ σὸς πάρεργον τοῖς βαρβάροις ἐγένετο, ὁ δὲ ἐμὸς υἱὸς δι’ ἀρετῆς περιουσίαν καὶ τῆς μάχης ὅλης ἐκρά‐ τησε καὶ τῆς νῦν τελουμένης τιμῆς γέγονεν αἴτιος. τῶν γὰρ ἄλλων πολεμάρχων δειλίαν ἐντιθεμένων
5τῷ πλήθει ἡ τούτου ψῆφος προσγενομένη τὴν ὅλην
συμβολὴν ἐποίησε καὶ ὅπως δεῖ ἀπομάχεσθαι καὶ τολμᾶν ἐκύρωσεν ὥστε παντὸς ἂν καὶ μόνος καὶ32

2

.

50

μάλιστα τοῦ κατορθώματος αἴτιος νομίζοιτο. καὶ τοῦτο μὲν αὐτῷ πρὸς πάντας ἐστίν, πρὸς δὲ τὸν Κυναίγειρον καὶ μάλιστα. τῷ ἑνὶ γὰρ τούτῳ σε καὶ ἀνανταγωνίστῳ νικήσομεν ἐρωτήματι. Κυναίγειρος
5θαυμαστὸς καὶ τολμηρὸς ἦν ἀνήρ· οὐ μέχρι τοῦ βίου; οὐ μέχρι τῆς ψυχῆς; ἀλλ’ ὡμολόγησε θάνα‐ τον καὶ τῷ κοινῷ τῆς φύσεως ἡττήθη νόμῳ. Καλλι‐ μάχου δὲ ἡ ἀρετὴ ἀόριστός ἐστι καὶ φύσεως περιτ‐ τοτέρα μόνη καὶ τὴν ψυχὴν ὑπερβαίνει. ἀγαθοὺς
10μὲν στρατιώτας πολλοὺς εὕροις [Μακεδόνας], Καλ‐ λίμαχον δὲ μόνον ἀνείκαστον τὸν ἐν τῷ βίῳ [μόνον] μεμαχημένον, τὸν μηδὲ ἐν τῷ θανάτῳ καμόντα ἀλλὰ καὶ μετὰ τὸν βίον ἄνδρα ἀγαθὸν γενόμενον καὶ τοὺς κοινοὺς τῆς φύσεως καὶ ἀρετῆς παρελθόντα ὅρους.
15ὦ καὶ καλλίμαχε καὶ καλλίνικε, ἄτρωτε καὶ πολύ‐ τρωτε, πῶς σε ἄν τις ἐπαινέσειε κατὰ τὴν ἀξίαν; οὐ γὰρ Αἰσχύλου καὶ τοιούτων ποιητῶν καὶ ῥητόρων ἄξιος ἀλλά τινος Ὁμήρου τραγῳδίας [ἢ τραγικῆς φωνῆς]. ὦ κοινὲ τῆς Ἀσίας σκοπέ· ὦ σκυλεύσας τῷ
20θανάτῳ τὴν στρατιὰν βασιλέως καὶ πλεῖστα λάφυρα
τῶν βαρβάρων τὰ βέλη κατασχών· ὦ σεμνὸν ἀνάθημα33

2

.

52

πολέμου· ὦ καλὸν Ἄρεως ἄγαλμα· ὦ πολέμαρχε πολεμάρχου θεοῦ δεινὸν εἴδωλον τῆς Ἀσίας τὰ το‐ ξεύματα περιβεβλημένον· ὦ μόνος ἐνδὺς τὴν τοῦ πολέμου στολήν· ὦ σχῆμα ἐλευθέριον, ὦ σχῆμα
5Μαραθώνιον· ὦ μὴ κλίνας τὴν Ἑλλάδα· ὦ τῆς φύσεως περισσότερε· ὦ δύο μεγάλας μάχας Δαρείῳ καὶ θανάτῳ μεμαχημένε· ὦ κοινὸν καὶ ζώντων καὶ νεκρῶν κατόρθωμα· ὦ μὴ μετὰ ζωῆς τὴν ἀρετὴν

2

.

53

ἀφείς· ὦ φρόνημα πλέον τοῦ βίου· ὦ νεκρὲ ζώντων μαχιμώτερε. εἶχεν ἄρα ψυχὴν ἀρίστην νεκρὸς καὶ δευτέραν καὶ μεγίστην διὰ τῆς ἰδίας δυνάμεως πο‐ λεμοῦσαν καὶ ἀγωνιζομένην. ὦ πρῶτος ἡμῖν δείξας
5ἀνθρώπων νεκροῦ μάχην· ὦ θανάτῳ τοὺς πρὸς βίον τρέχοντας ἕλκων ἐπὶ διαδικασίαν. τὰ μὲν γὰρ ἄλλα πάντα ἔπραξεν ὁ Καλλίμαχος, τῷ πολέμῳ δὲ θνή‐ σκων ὡς στρατιώτης πατρίδος ὑπερμαχῶν ἀθάνατον τὸ σῶμα μετὰ τοῦ σχήματος ἔστησεν· ἔμεινε γὰρ ὡς

2

.

54

ὡμολόγησε τῇ ψυχῇ. ὦ μεγάλη στάσις· ὦ τῇ γῇ σύμψυχε· ὦ ῥίζας ἐξ ἀρετῆς βαλλόμενος· ὦ φυτὸν Μαραθώνιον. ὦ δήμων βεβαιότερε καὶ νήσων λαμ‐ πρότερε· τοῖς βαρβάροις μὲν Ἐρέτρια ἡρπασμένη
5πλεῖ καὶ Νάξος αὔτανδρος ἐν ταῖς ναυσὶν ἐτέθη, Καλλίμαχος δὲ ἀκίνητός ἐστι, τῶν ὀρῶν στασιμώτε‐ ρος καὶ τῶν σκοπέλων βεβαιότερος. καὶ γῆ μὲν ἐσείσθη πολλάκις καὶ νήσους ὅλας εἶδον ἄνθρωποι φερομένας, τὸν δὲ ἕνα νεκρὸν ὁ τοσοῦτος οὐ διέσεισε

2

.

55

πόλεμος. ὦ τεῖχος ἀρετῆς Ἀττικῆς· ὦ μέγιστον τῶν Μαραθωνίων θαυμάτων καὶ θειότατον· ὦ τῶν ἐκεῖ φασμάτων ἐξαίρετον. ἔστη νεκρὸς εὐσχήμων ἐν τῇ πρώτῃ στάσει, νεκρὸς τὸν θάνατον ἀπιστούμενος,34
5αἰσχυνόμενος πεσεῖν, καὶ γέγονεν ἔμψυχος καὶ τε‐ θνεὼς ὤν. ὦ βλέπων καὶ μιμούμενος τῆς ψυχῆς τὴν

2

.

56

ὁδόν. ἐγὼ καὶ τὴν ψυχὴν ἔκ τ’ ἀφανοῦς οἶμαι τότε συμμάχεσθαι καὶ παροῦσαν ἐγγυᾶσθαι ἀνέχειν τὸ σῶμα. ὦ μεγάλῳ φάσματι κεκοσμημένε. τοῦτ’ εἶδε Πολύζηλος, ἐκεῖνο τὸ θαῦμα Καλλίμαχος ἦν. ἦν μὲν
5γὰρ καὶ ζῶν ἔτι δεινὸς τοῖς πολεμίοις καὶ ἀκόρεστος μάχης ἕστηκε βοῶν· „ὦ Δαρείου δοῦλοι βάρβαροι, οὐ Σκύθαι ταῦτα οὐδὲ (Ἴστρος) ποταμὸς οὐδὲ πλά‐ νης ὅμιλος οὐδὲ ἅμαξαι *ζηλούμεναι* ἀλλ’ Ἀττική [καὶ Πελοπιδῶν]· ἐν ταύτῃ ἕστηκα καὶ περιμένω τίς
10πρῶτος ἀπόλλυται. καὶ πολλὰ βαλλόμενος καὶ το‐ ξευόμενος ὥς τισιν ἄνθεσι στεφανούμενος λέγω· βάλλετε καὶ μὴ φείδεσθε. τί δ’ οὐ βάλλετε; ἐγὼ δέομαι βελῶν, ἐπεὶ χωρεῖ τὸ σῶμα τόπον ὑγιῆ ἔχον. τί τοὺς ἀθλίους Ναξίους, τί τοὺς ταλαιπώρους Ἐρε‐
15τριεῖς περιέστητε; ἐμοί, ἐμοὶ τὸ τοῦ πολέμου δί‐ κτυον περιτείνατε. τίς Δάτις, τίς Ἀρταφέρνης; ἰδού, ὦ πάντες, ἐγὼ ἕτοιμος. θυέτω μέ τις, εἰ δύναται·

2

.

57

βασιλεὺς σαγηνευσάτω, εἰ ἔξεστιν.“ ἐπεὶ δὲ πᾶς ἀνὴρ ὅλα τὰ βέλη ἐπ’ αὐτῷ ἔπηξεν, ἔχαιρε λέγων πρὸς ἑαυτόν· „τὴν Ἀσίαν ἀπεδύσαμεν“ καὶ τοῖς συστρατιώταις παρήγγελλεν· „παίετε κατακεντοῦντες35
5αὐτοὺς καὶ μὴ φείδεσθε· οὐκέτι γὰρ ἔχουσι βέλη.

2

.

58

γυμνοὺς ὑμῖν αὐτοὺς ἐποίησα.“ οἱ δὲ βάρβαροι πάντες ἐπειρῶντο μὲν καὶ πᾶς ἔβαλλεν, κινῆσαι δὲ οὐδεὶς ἠδύνατο οὐδὲ καθελεῖν τὸν ἄνδρα πεπηγότα οἱ τὰ μεγάλα καθελόντες ποτὲ χώματα, οἱ βιασάμε‐
5νοι τὸν Βόσπορον ἄγαν ὄντα ῥοώδη καὶ Σκυθικὴν θάλασσαν· ἀλλὰ πᾶς μὲν ἔβαλλε καὶ πᾶς ἐφονεύετο καὶ τῷ Καλλιμάχῳ προσέπιπτεν *ὃς καθάπερ προ‐ νενευκότι λίθῳ πρὸς θάλασσαν* ἐρείσας ἑαυτοῦ τὸ σῶμα τελευταῖον τοιοῦτον εἶπε τὸν λόγον πρὸς ἑαυ‐

2

.

59

τόν· „στῆθι, Καλλίμαχε, ἀκίνητος.“ οἱ δὲ ὥσπερ τείχει προσβαλόντες καρτερῷ πλέον οὐδὲν ἔδρων· ἐκρύπτετο γὰρ ὑπὸ τῆς τῶν βελῶν περιβολῆς. ἔνθα δὴ πολλοὶ μὲν κάμνοντες ὑπὸ τῶν Καλλιμάχου βλη‐
5μάτων ἀπώλοντο καὶ πολλοὶ παρ’ αὐτὸν ἔπιπτον

2

.

60

ἑστηκότα· Δάτις δὲ ὁρῶν ὠργίζετο τῷ νεκρῷ καὶ τοῖς βαρβάροις ἐνεκελεύετο· „οὐ κλινεῖτε, οὐκ ἀναι‐ ρήσετε τὸν φιλόνεικον νεκρόν; ἄνθρωπε δαιμόνιε, μετὰ τοσούτων αἰσχύνῃ πεσεῖν; ἔτι μένεις; ἔτι μάχῃ;
5πόσας ἔτι ψυχὰς ἔχεις; οἴμοι νικᾷ νεκρὸς ἡμᾶς
Ἀθηναῖος. ἄνδρες, μηκέτι βάλλετε· ἀποθνήσκοντες Ἀθηναῖοι γίνονται μαχιμώτεροι. ὦ δέσποτα Δαρεῖε, τίς σε ἐξηπάτησεν; ἐπ’ ἀθανάτους ἡμᾶς ἀνθρώπους ἔπεμψας πεσεῖν οὐκ εἰδότας. αἱ δοκούμεναι Πέρσαις36
10καὶ Μήδοις καὶ Μάγοις τέχναι ἀπρακτοῦσιν· Ἀθη‐ ναίων γὰρ οἱ νεκροὶ μάχονται παρ’ αὐτοῖς καὶ δεξιὰ

2

.

61

νεκροῦ πολεμοῦσα μέρος τῆς μάχης ἐγένετο.“ βασι‐ λεὺς δὲ ἰδὼν αὐτὸν ὀρθὸν ὅπλοις πολλοῖς περιβε‐ βλημένον ἐβόα· „φεύγωμεν, πλέωμεν· ἤδη γὰρ ἤγειραν Ἀθηναῖοι τρόπαιον.“ τοιαῦτα, τέκνον, πα‐

2

.

62

ρέσχες τοῖς βαρβάροις δόγματα. ὦ σεμνὸν πολέμου τέρας· ὦ τῶν συμμάχων θεῶν ἄξιον θέαμα. σοὶ μὲν ὁ Πὰν ἐβοήθησεν, σοὶ δὲ Ἥρα συνεκρότησε καὶ Παλλὰς ὑπερήσπισεν ὡπλισμένη. περὶ σὲ μὲν ἔστη Ἡρακλῆς,
5ἔστη δὲ Θησεὺς σεμνυνόμενοι· σὲ δὲ χρὴ καὶ προτιμᾶ‐ σθαι τῶν Μαραθῶνι κειμένων καὶ τὸν πατέρα τὸν σὸν ἐπὶ σοί τε καὶ τοῖς σοῖς στρατιώταις ἀγορεύειν λόγον

2

.

63

ἁρμόττει. τοίνυν, Εὐφορίων, ἀπελθὼν τὸν σεαυτοῦ νεκρόν, τὸν χαμαί, τὸν ἐν ὄχλῳ νεκρῶν καὶ πεπα‐ τημένον, θάπτε καὶ θάπτε τὴν χεῖρα ἣν [τῷ πελέκει
τις ἀπέκοψε τὴν Κυναιγείρου δεξιάν] ὅπλῳ γυναι‐37
5κῶν τις ἔτεμεν οὐκ αὐτοῦ μὲν ὑπάρχουσαν, ἐκείνου δέ. ἀκροστόλιον γὰρ οὖσαν τῆς νεὼς ἀπέκοψεν αὐτὴν καὶ τῶν ἀπειλητικῶν λήρων ἐπέσχε τὴν γλῶσ‐ σαν ὡς οὖσαν τῶν ἄλλων μερῶν ἀκρατεστέραν. αἱ μὲν γὰρ *ἄλλαι δεξιαὶ τῶν στρατιωτῶν* πρὸ τῶν
10ἱερῶν θυρῶν ἔμειναν ὑπὸ σπάρτων ἐχόμεναι ἐν τῷ

2

.

64

τῆς λαβῆς σχήματι· ἡ δὲ τῆς πρύμνης ἀπεκρούσθη μηδὲ ξύλου κατασχοῦσα Σιδονίου. σὺ δέ, ὦ τέκνον, καὶ τὴν παλαιὰν δόξαν τοῦ σοῦ πρώτου γένους ἐπιστώσω· αὐτόχθονες μέν ἐσμεν ὡς ἀληθῶς [τρεῖς
5παῖδες παλαιοί], οὕτως ἀνέσχε Καλλίμαχον ἡ μήτηρ
[καὶ τὸν μὲν Ἡρακλέους], γέννημα οὕτω λαμπρὸν καὶ τόσον ὑπὲρ τῆς πατρίδος σπουδαῖον ὡς ὑπὲρ38

2

.

65

αὐτῆς προέσθαι τοι ἐπὶ θαύματι τὴν ψυχήν. ἐμὸν τοι‐ γαροῦν, ὦ Εὐφορίων, εἴη τὸ τοῖς ἐπιταφίοις πρῶτον τὸν παῖδα κοσμεῖν καὶ τὸν ἐπινίκιον τραγῳδεῖν. σὺ δὲ τὸν σὸν μεθύστερον θρήνει συγχωρούντων
5τῶν δικαστῶν.39