TLG 1608 005 :: PHRYNICHUS :: Praeparatio sophistica (fragmenta)

PHRYNICHUS Attic.
(Arabius: A.D. 2)

Praeparatio sophistica (fragmenta)

Source: de Borries, J. (ed.), Phrynichi sophistae praeparatio sophistica. Leipzig: Teubner, 1911: 130–180.

frr. 1–370

Citation: Fragment — (line)

1*

Ἰσοτελεῖς: οἱ ἴσα τελοῦντες τοῖς ἀστοῖς, ὃ ἔστι τοῖς πολίταις τέλη διδόντες. Moeris (Pierson—Koch) 184: Ἐκ τῶν Φρυνίχου τοῦ Ἀραβίου τῆς Σοφιστικῆς Προπαρα‐ σκευῆς.

2*

ταμιεῖον: ..... Φρύνιχος δὲ ἐν 〈τῇ〉 Σοφιστικῇ Προ‐ παρασκευῇ καὶ ἐπὶ τῶν κακῶν φησι τὸ ταμιεῖον. Stephan. Byz. s. v. ταμιεῖον.

3*

ὑφ’ ἁμαρτωλίας: οὕτως ἡ γραφή. μέμνηται Ἡρωδια‐ νός. καὶ Φρύνιχος ἐν τῇ Σοφιστικῇ Προπαρασκευῇ οὕ‐ τως τίθησιν τὴν λέξιν. schol. ad Aristoph. Pax. 415.

4

ἁμαρτωλή Φρύνιχος. καὶ Σοφοκλῆς Ἁμαρτάς. Phot. 88, 6.

5*

ἀγανακτῶ σου: καινὸν τὸ σχῆμα καὶ σπάνιον. τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τοῦτο δὲ οὐ. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητά, φησι Φρύνιχος. B 334, 24. Phot. 11, 24.130

6a*

ἀγῆλαι: τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις Δήμοις (fr. 119) ‘ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τασδὶ τὰς εἰρε‐ σιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες, δεχόμεσθα‘. Ἀριστοφάνης Εἰρήνῃ (396 B) ‘καὶ σὲ θυ‐
5σίαισιν ἱεραῖσιν προσόδοις τε μεγάλαισι διὰ παντὸς, ὦ ποτνία, ἀγαλοῦμεν ἡμεῖς ἀεί‘. Ἕρμιππος Ἀρτοπώλισι (fr. 8) ‘φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦς’ ἐγὼ καὶ θυ‐ μιάσω τοῦ τέκνου σεσωσμένου‘. Θεόπομπος Πηνελόπῃ (fr. 47) ‘καὶ σὲ τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ
10καὶ δάφνῃ‘. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς καὶ ἄγαλλε καὶ προσ‐ αγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ
15ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δὲ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο ἂν τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος. B 328, 9. Phot. 16, 6. Suid.

6b

εὐνὰς ἀγῆλαι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. καὶ παρὰ Ἀριστοφάνει (Pax. 399) ‘διὰ παντός, ὦ δέ‐ σποιν’, ἀγαλοῦμεν ἡμεῖς ἀεί‘. καὶ Ἕρμιππος Ἀρτοπώ‐ λισι (fr. 8) ‘φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσ‘ ἐγώ‘. δη‐131
5λοῖ καὶ τὸ τιμῆσαι. ἄγειν γὰρ τὸ τιμᾶν φασιν. ‘ἐν πρώ‐ τοις ἄγω‘. καὶ (Soph. Oed. R. 775) ‘ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ‘. schol. ad Eurip. Med. 1027 AB.

7*

Ἁγνοῦς: δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ, ὡς Φρύνιχος, τῆς Ἀτταλί‐ δος. Steph. Byz. s. v.

8*

Ἀθηναίας: ... οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς, καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν—Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται—ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγε‐
5σθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρη‐ μένοι ποιηταὶ μαρτυροῦσιν καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10). καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθη‐ ναίαν ξένην φησὶ καὶ Πίνδαρος ἐν Σκολίοις. ὁ μέντοι
10Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυ‐ μάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέ‐ ξει. Phot. 40, 21 sqq. Steph. Byz. s. v. Ἀθῆναι.

9*

ἄθηρος ἡμέρα: σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα. καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ
τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισιν (fr. 241). πρόσ‐ εστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται132
5δὲ ἐπὶ Ἀκταίωνος ‘οὔπω τις Ἀκταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα, ἔπεμψεν εἰς δόμουσ‘. συγγρά‐ φων χρῶ, φησὶν ὁ Φρύνιχος. B 351, 4. Phot. 41, 10.

10a*

ἀθύρωτον στόμα: οὕτως ἀθύρωτον οὐκ ἀπύλωτον. Ἀριστοφάνης ἐν Βατράχοις (838) καὶ Φρύνιχος. οἱ δὲ γάρ φασιν ἀπύλωτον ἀντὶ τοῦ ἠνεωγμένον καὶ πύλην μὴ ἔχον, τοῦτ’ ἔστιν μὴ χαλιναγούμενον μηδὲ κρατούμενον. Suid.

10b

ἀπύλωτον στόμα: Ἀριστοφάνης Βατράχοις (838). Φρύνιχος δὲ ἀθύρωτον, ἀλλ’ οὐκ ἀπύλωτον, οἱ δὲ γρά‐ φουσιν ἀπύλωτον ἀντὶ τοῦ κτλ., ut supra fr. 10a. Suid.

11*

αἱμορυγχία: Δώριόν ἐστι τοὔνομα. πλὴν καὶ ὁ Ἀττι‐ κὸς Ἕρμιππος (fr. 80) ἐχρήσατο τῇ φωνῇ εἰπών· ‘ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιήσω‘. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι
5οὐκ ἐγκρίνει τὴν φωνήν. B 362, 15. Phot. 53, 6.

12*

ἀκίβδηλος ἀνήρ: ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος. B 371, 22. Phot. 60, 11 paulo brevius.

13*

ἀκουσίμη: ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς (fr. 679) ‘σπουδὴ γὰρ ἡ κατ’ οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυ‐ ραίων οὐδαμῶς ἀκουσίμη‘. δύναται λέγεσθαι καὶ φωνὴ ἀκουσίμη καὶ ἀκούσιμα καὶ ἀκουστά, ὡς ἐν τῇ Κρε‐
5ούση (fr. 330)· ‘ἄπελθ’, ἄπελθε παῖ· τάδ’ οὐκ ἀκουστά σοι‘. καὶ Εὐριπίδης (fr. 334, 4) δὲ πολλάκις. ὁ μέντοι
Σοφοκλῆς 〈καὶ〉 ἀκούσιμά φησιν. πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος τὸ ἀκουστά μᾶλλον ἢ τὸ ἀκούσιμα. B 373, 1. Phot. 65, 16.133

14*

ἀκροτελεύτιον ἔπους: τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικοῦ. κυρίως γὰρ ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοὶ ἀκροτελεύτιον. οὕτως Φρύνιχος. B 369, 31. Phot. 68, 24. Suid.

15*

ἀμοχθί: ἄνευ πόνου. Αἰσχύλος Προμηθεῖ (224). συγ‐ γραφικὴ ἡ φωνή, ὥς φησιν ὁ Φρύνιχος. Phot. 94, 16.

16*

ἀμυκλᾷδες: ὑποδημάτων εἶδος. προσγράφεται μὲν τὸ ι, οὐ μὴν καὶ συνεκφωνεῖται. κέκληται δὲ ἀπὸ τῶν ἐν Λα‐ κεδαίμονι Ἀμυκλῶν, ὡς ἐκεῖ κατασκευαζομένου τοῦ τοι‐ ούτου ὑποδήματος. οὕτως Ἀριστοφάνης καὶ Φρύνιχος.
5Phot. 98, 4.

17*

ἀμφίθυρος: ἡ ἔχουσα οἰκία θύρας ἑκατέρωθεν φερού‐ σας εἰς ὁδόν. Σοφοκλῆς (Phil. 159) δὲ ‘οἶκον ἀμφί‐ θυρον‘ τὸ τοῦ Φιλοκτήτου ἄντρον. χρήσῃ δὲ οὐ μόνον ἐπὶ οἴκου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων, οἷον ἀμφίθυρον τρί‐
5κλινον, ἀμφίθυρον δωμάτιον. οὕτως Φρύνιχος. Phot. 101, 5.

18*

ἀμφίκαυστις: ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. κα‐
λεῖται δὲ καὶ καῦστις, καθ’ ὅσον εἰώθασιν ἔτι χλωροὺς ὄντας τοὺς πρώτους στάχυς καίειν. οἱ δὲ ἁπλῶς τὸν στάχυν φασίν. Φρύνιχος δὲ ἀμφίκαυστιν τὴν ὡραιοτάτην.134

19*

ἀναλφάβητος: ἐδόκει μὲν εἶναι εὐτελές. Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν Γαλατείᾳ οὕτως· ‘τὸν ἀναλφάβητον, τὸν ἄπονον‘. ταῦτα ὁ Φρύνιχος. Phot. 115, 27.

20a*

ἀνδρακάς: ..... ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκὰς καὶ ἐν‐ τυπάς. schol. ad Hom. Od. ν 14.

20b

Φρύνιχος δέ, φασίν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀν‐ δρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακάς, ἵνα ᾖ τὸ ἀνδρακάς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας. Eust. ad Hom. Od. 1731, 38.

21*

ἀνθρωπικὴ παρασκευή: Φρύνιχος. ἐρεῖς δὲ καὶ φωνὴ καὶ διάνοια καὶ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον. Phot. 140, 24.

22*

ἄνοις: ἄνοις ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος. B 406, 9. Phot. 143, 7. Suid.

23*

ἀνταυγὲς κάλλος: πάνυ ἐναργ(ὴς) ἡ φωνή. Σαννυ‐ ρίω〈ν〉 Δανάῃ λέγει ἐπαινῶν τὸ κάλλος αὐτῆς. ἡ λέξις Φρυνίχου. Phot. 145, 15.

24*

ἀντιδικεῖν: Φρύνιχος ἔφη. καὶ Ἀριστοφάνης (Nub. 776) ἀντίδικοι. Phot. 148, 1.

25*

ἀργυρίων: οὕτως ἡ γραφὴ ἀργυρίων παρὰ Φρυνίχῳ κεῖται, ὅτι οἱ κωμικοὶ πληθυντικῶς φασιν, οἱ δὲ ῥήτορες
ἑνικῶς. schol. ad Aristoph. Nub. 755.135

26*

Ἀτήνη: δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ τῆς Ἀτταλίδος φησίν. Steph. Byz. s. v.

27*

ἐξ ὀφθαλμῶν: οὐ λέγουσιν, οὐδ’ ἐκ προσώπου. Φρύ‐ νιχος. Zon. 757.

28*

ἠκηκόει: τὸ δὲ ἠκηκόειν οὕτως διὰ τοῦ η Φρύνιχος ἀναγιγνώσκει. schol. ad Aristoph. Pax. 618.

29*

Θημακός: δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς δὲ Φρύ‐ νιχος τῆς Πτολεμαΐδος. Steph. Byz. s. v.

30*

ἴδριδες: ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὁ δὲ Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες. schol. ad Aristoph. Nub. 967.

31*

Κρωπία: δῆμος τῆς Λεοντίδος φυλῆς. Φρύνιχος δὲ Κρωπιάδα φησίν. Steph. Byz. s. v.

32*

Κυδαντίδαι: δῆμος τῆς Αἰγηΐδος φυλῆς, ὡς δὲ Φρύ‐ νιχος Πτολεμαΐδος. Steph. Byz. s. v.

33*

φασί δέ τινες (add. cod. C Ἅβρων καὶ Φρύνιχος), ὡς οὐ δεῖ λέγειν Πλατωνικὸν βιβλίον, ἀλλὰ Πλατώ‐ νειον. Πλατωνικὸν γὰρ βιβλίον λέγεται τὸ περιέχον
περὶ Πλάτωνος, ὥσπερ καὶ Φιλιππικοὶ λόγοι λέγονται136
5οἱ περὶ Φιλίππου 〈περι〉έχοντες καὶ Τυρσηνικαὶ ἱστο‐ ρίαι αἱ περὶ Τυρσηνῶν περιέχουσαι. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες Ὁμηρικὸν ποίημα. Ὁμήρειον γὰρ δεῖ λέγειν, οὐ γὰρ περιέχει περὶ Ὁμήρου, ἀλλ’ Ὁμήρου ἐστὶν τὸ ποίημα. Dionys. Thrax. Hilgd. 224 ann. 1.

34*

τριάκοντα: πρῶτον μὲν οἱ κατὰ πόλιν δικασταί, δεύ‐ τερον δὲ οἱ κατὰ δήμους τριάκοντα τῆς ἐκκλησίας ἐπι‐ μελούμενοι μετὰ τῶν ληξιάρχων. οὕτως Φρύνιχος. Phot. 599, 12.

35*

φανὸν λευκόν: λαμπρόν. οὕτως Φρύνιχος. Phot. 639, 2.

36*

ψέλια: τὰ τοῖς πήχεσιν 〈περιημμένα〉, οὐ μόνον στρεπτά. Φρύνιχος. Antiattic. 116, 26.

37*

ψόθος: ψόθος ἀκαθαρσία. οὕτως Φρύνιχος. Phot. 655, 16.
Α

38

ἄβατον: B 321, 13. Phot. 5, 13. cf. epit. 38, 5.

39*

ἀβασάνιστος: ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμα‐
στος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λί‐ θου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας γʹ λόγῳ (fr. 9 Herch.) τῷ ἀβανί‐137
5στως ἀντὶ τοῦ ἄνευ ὀδύνης. Phot. 5, 9. B 321, 14. Suid.

40*

ἀβδέλυκτα: ἀμύσακτα, ἀμίαντα. τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137) ‘καὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτά μοι τάδε‘. B 321, 19. Phot. 5, 15. Suid.

41*

ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο. B 323, 25. Phot. 6, 17.

42*

ἀγανακτῶν: τίθεται παρὰ Πλάτωνι (Phaedr. 117 D) καὶ ἐπὶ τῶν λυπουμένων. B 334, 22. Phot. 11, 22.

43

ἀγανακτῶ σου: Phrynichi nomen additum. B 334, 24. Phot. 11, 24.

44*

ἀγανακτικὸν καὶ ἀγανακτητέον· τὸ μὲν ἐν Πολιτείᾳ (604 E), τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη. B 334, 28. Phot. 11, 27.

45*

ἀγανάκτησις: ἐπὶ τύχης. Θουκυδίδης βʹ (41) ‘οὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει‘. B 334, 30. Phot. 12, 1.

46*

ἄγαν ἐγκεῖσθαι τῷδε: οἷον ἐναντιοῦσθαι καὶ ἀπο‐
τείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (309) ‘οἶδ’ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα, οὐχ ἁπάντων εἶναι ἡμῖν αἰτίους τῶν πραγμάτων‘. B 334, 32. Phot. 12, 3.138

47*

ἀγαλματοποιΐα: ἀγαλματοποϊία καὶ ἀγαλματουρ‐ γία ἐρεῖς καὶ ἀγαλματοποιός. ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδρι‐ αντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν
5τῷ Πρωταγόρᾳ (315 C) ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως κα‐ λῶν οὐκ ἂν σφαλείης. B 335, 3. Phot. 11, 13.

48*

ἄγανον: τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγι‐ κώτερον τὸ ὄνομα. B 335, 10. Phot. 12, 10.

49*

ἀγανόν: καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ (885) ‘ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπειν‘. Κρατῖνος Χείρωσιν (fr. 238) ‘μακάριος ἦν ὁ πρὸ τοῦ βίου βροτοῖσιν πρὸς τὰ νῦν, ὃν
5εἶχον ἄνδρες ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περ‐ ισσοκαλλεῖς. B 335, 12. Phot. 12, 12 et 12, 16.

50*

ἄγαμαι: ἄγαμαι τούτου, ἄγαμαι κεραμέως. Εὔπολις (fr. 364) καὶ Ἀριστοφάνης (Acharn. 489). B 335, 32.
Phot. 13, 1.139

51*

ἄγαν τείνειν: ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴ‐ κειν κατὰ μηδένα τρόπον, αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή. B 336, 1. Phot. 12, 18.

52*

ἀγαστά: ἀγαστά καὶ ἀγαστός ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶς, ὡς Ξενοφῶν (Ages. I 24). B 336, 4. Phot. 13, 22.

53*

ἀγάζεις: ἀντὶ τοῦ θρασύνεις. Σοφοκλῆς. B 336, 6.

54*

ἀγάμητος: ἀντὶ τοῦ ἄγαμος. Σοφοκλῆς (fr. 884). B 336, 7. Phot. 13, 6.

55*

ἀγαί: οἱ τραγικοὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα. καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται. B 336, 10. Phot. 13, 3.

56*

ἀγαπητός: ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πα‐ τήρ. καὶ ἀγαπητὸς δεσπότης. καὶ ἀγαπητὸν δὲ τέκνον ἀντὶ τοῦ μόνον, καὶ ἐπὶ κόρης ἀγαπητή. B 336, 12. Phot. 13, 11.

57*

ἀγενὲς καὶ στενὸν φθέγμα: ἐπὶ τῶν ἀφώνων καὶ μι‐ κρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων. B 336, 19. Phot. 15, 14.

58*

ἀγέρωχος: γαῦρος, σεμνός, θρασύς, ὑπερόπτης. B 336, 21. Phot. 15, 18.

59

ἀγεωργίου δικάζεσθαι: B 336, 22. Phot. 15, 23. cf. epit. 33, 19.

60*

ἀγέλαστος: ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος. καὶ ὁ στυ‐
γνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰ‐ σχύλος (fr. 290) δέ φησιν καὶ φρὴν ἀγέλαστος. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια140
5〈ἀγέλαστοσ〉. καὶ τὰ ὅμοια. B 337, 5. Phot. 15, 6.

61*

ἀγέλας πόνων: Εὐριπίδης εἶπεν (Herc. fur. 1275), ἀν‐ δρῶν δὲ ἀγέλας Πλάτων (Leg. III 694 e). ἀγέλαστα δὲ πρόσωπα Αἰσχύλος (Ag. 785). B 336, 29. Phot. 15, 10.

62*

ἀγελαιοκομική: Πλάτων (Polit. 275 E) ἐχρήσατο. B 336, 28. Phot. 15, 13.

57

[ἀγεννὲς καὶ στενὸν φθέγμα: cf. supra fr. 57.]

63*

ἄγριος ἔλαιος: ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστι παρὰ Πινδάρῳ ἐν Ὕμνοις (fr. 46 Schr.). B 339, 28. Phot. 24, 15,

64

ἀγροβόας ἀνήρ: B 339, 30. Phot. 25, 3. cf. epit. 26, 16.

65*

ἀγρευτικὴ στολή: ἀστεία ἡ λέξις καὶ ἡδεῖα. B 339, 32. Phot. 24, 3.

66*

ἄγρυκτα καὶ ἄλεκτα πέπονθα: τὸ μὲν ἄγρυκτα ἐστὶν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν. γρύ‐ ξαι δέ ἐστιν τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστιν, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ
5αὐτῷ καινότατα Φερεκράτης (fr. 157) ‘τί δ’ ἔπαθες; ἄγρυκτα καὶ ἄλεκτα, ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοι‘. B 339, 33. Phot. 25, 14.

67*

ἄγχασκε: ἀντὶ τοῦ ἀνάχασκε. οὕτω Φερεκράτης (fr.
196). B 340, 21. Phot. 26, 24.141

68*

ἄγχαζε: ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς (fr. 886). χάζω γὰρ καὶ ἀναχάζω. B 340, 22. Phot. 26, 23.

69*

ἄγχιμος: ἀντὶ τοῦ πλησία. Εὐριπίδης (fr. 867). ‘ἀλλ’ ἄγχιμος γὰρ ἥδε φοιβία γυνή‘. B 340, 24. Phot. 27, 2.

70

ἀγωγεύς: B 340, 26. Phot. 27, 20. cf. epit. 37, 13.

71*

ἀγαθὸς φαγεῖν: σημαίνει τὸν ἐσθίοντα πολλά. B 334, 3. Phot. 9, 20.

72*

ἀγκράτος ἐλαύνω: εἶπε Ξενοφῶν (An. I, 8, 1) κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει. B 337, 27. Phot. 18, 2.

73*

ἀγοραῖος νοῦς: ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος. οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Ὑπερ‐ είδης. (in Athen. 3 Bl.) B 339, 10. Phot. 21, 24.

74*

ἀγορᾶς ὥραν: ‘ἕωθεν ἦκεν πρὶν ἀγορὰν πεπληθέναι‘. Φερεκράτης καὶ ἐν Αὐτομόλοις (fr. 29) ‘πίνειν ἀεὶ καὶ μεθύειν, πρὶν ἀγορὰν πεπληθέναι‘. B 330, 19. Phot. 22, 8.

75*

ἄγουσιν ἑορτὴν οἱ κλέπται: χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδίαν. σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος B 331, 11.
Phot. 23, 4. Suid.142

76*

ἄγροικος σκληρὸσ ἀσκιατρόφητος: οἷον ἐργάτης ἄφρων, δύσκολος. ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. Phot. 24, 21. B 331, 6.

77*

ἀδιάλλακτον ἐχθρόν: Δημοσθένης (X 15), ἀδιά‐ παυστον Ξενοφῶν (Ag. 1, 4). B 344, 4. Phot. 31, 13.

78*

ἀδικομάχους ἵππους: Ξενοφῶν (Cyr. II 2, 26) τοὺς δυσπειθεῖς λέγει, καὶ δίκαιον ἅρμα τὸ εὐπειθές. B 344, 6. Phot. 32, 6.

79*

ἄδοξα: τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν. B 344, 27. Phot. 33, 7.

80*

ἀδόξαστον: ἀνέλπιστον. Σοφοκλῆς (fr. 204). B 344, 28. Phot. 33, 8.

81

ἄδουλος βίος: B 344, 29. Phot. 32, 23. cf. epit. 44, 1.

82*

ἄδορπος: ὁ δόρπου καὶ δείπνου μὴ μετασχών. B 345, 3.

83*

ἀδοξοῦνται πρὸς τῶν πόλεων: ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν. Ξενοφῶν ἐσχημάτισεν ἐν Οἰκο‐ νομικῷ (4, 2). ‘καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρ‐ ρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων‘.
5B 345, 5. Phot. 33, 11.

84*

ἀδράφαξυς: τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσιν. Κοριαννοῖ Φερεκράτης (fr. 75). ‘ἀδράφαξυν ἕψουσα εἶτα ὀκλὰξ καθημένη‘. B 345, 10. Phot. 34, 4.

85

ἁδρῦναι: B 345, 13. Phot. 34, 9. cf. epit. 34, 6.143

86*

ἀδρύφακτον: ἄπονον καὶ ἀταλαίπωρον. B 345, 14. Phot. 34, 10.

87*

ἀδυναμία: ἐρεῖς ὡς Δημοσθένης (XIX 186) καὶ ἀδυ‐ νασία ὡς Ἀντιφῶν (fr. 143 Bl.) καὶ Θουκυδίδης (VII 8, 2; VIII 8, 4). καὶ ἀδυνατία, ὡς Δεινόλοχος (fr. Kaibel). B 345, 26. Phot. 34, 21.

88*

ἀδώρητος: ἐρεῖς ὡς Εὐριπίδης (Hec. 42) ‘οὐδ’ ἀδώ‐ ρητος φίλων ἔσται πρὸς ἀνδρῶν‘. καὶ Θουκυδίδης (II 65) ‘χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενοσ‘. Πλάτων μέντοι γε ἐν Συμποσίῳ (197 D) ἄδωρος εἶπεν. καὶ γάρ
5φησιν ‘ἄδωρος δυσμενείασ‘ ἀντὶ τοῦ μὴ διδοὺς δυσμέ‐ νειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος, ὡς Δημοσθένης (e. g. XIX 27), ἀλλὰ καὶ ἀδωροδοκήτως ὡς ὁ αὐτός (e. g. XVIII 250). B 346, 11. Phot. 35, 15.

89

ἄδωρος χάρις: B 346, 19. Phot. 35, 22. cf. epit. 45, 20.

90*

ἀεὶ: ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι. κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέχρι. Πλάτων ἐν Συμποσίῳ (217 D) ‘ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόρρω
5τῶν νυκτῶν‘, καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ (670) ‘ἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίον‘. καὶ ἄλλοι πολλοί. B 346, 21. Phot. 35, 24.

91*

ἀείνως γλῶττα καὶ ἀείνως φωνή καὶ ὀργή καὶ ἐπι‐ θυμία καὶ ἐπὶ τῶν ὁμοίων, χρῶ. Κρατῖνος (fr. ad 37 K)
‘γλῶτταν δέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα νικήσεις λέγων‘. ἐρεῖς δὲ καὶ τὸ ἀεί‐144
5νως ποταμὸς καὶ ἀείνως κρήνη διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶν ῥεῖν. ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν. B 347, 7. Phot. 36, 27.

92

ἀείζων: B 347, 16. Phot. 36, 7. cf. epit. 37, 9.

93*

ἀείζων πένθος: ἐρεῖς ὡς Σοφοκλῆς (fr. 675), καὶ ἀεί‐ ζωον ἕλκος. B 347, 30. Phot. 36, 18.

94*

ἄειλα: τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης. οὕ‐ τως Αἰσχύλος (fr. 334). B 347, 32. Phot. 36, 23.

95*

ἀείνων: τὸ ἀένναον. Ἀριστοφάνης τρισυλλάβως Βα‐ τράχοις (146). καὶ ἄλλοι πολλοί. B 348, 1. Phot. 36, 25. cf. epit. 37, 9.

96*

ἀελλάδες ἵπποι: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν (Soph. Oed. R. 466). B 346, 28 Phot. 37, 11.

97*

ἀζύμου κράσεως: ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ (74 D) ‘τὴν δὲ δὴ τῶν νεύρων φύ‐ σιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμ‐ φοῖν‘. λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερμα‐
5τώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολιτείας γʹ. B 348, 28. Phot. 38, 18.

98

ἀθήρη: B 350, 31. Phot. 41, 7. cf. epit. 35, 3.145

99

ἄθηρος ἡμέρα: nomen Phrynichi additum. cf. supra p. 132, 22 fr. 9. B 351, 4. Phot. 41, 10.

100

ἀθάρη: B 351, 12. Phot. 41, 16. cf. epit. 14, 11.

101*

ἀθυρόγλωσσος: Εὐριπίδης Ὀρέστῃ (903) ‘ἀνήρ τις ἀθυρόγλωσσοσ‘. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπι‐ κεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν
5μὴ κατέχοντα τὸ στόμα. B 352, 5. Phot. 43, 16.

102*

Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκες: Πλάτων ὁ κωμικὸς ἔφη. Phot. 42, 7.

103*

ἀθυμεῖν: ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ τραγῳδία. οὕτως Αἰσχύλος (Prom. 490). B 352, 18. Phot. 43, 14.

104*

ἀθυμία: Ἡρόδοτος ἐν τῷ αʹ αὐτοῦ λόγῳ τὴν ἀψυχίαν λέγει. B 352, 20. Phot. 43, 13.

105*

ἄθετος Ἐρινύς: σκληρά, ἣν οὐχ οἷόν τε ἐξιάσασθαι. B 353, 8.

106*

ἀθρεῖν: τὸ περισκοπεῖν καὶ μετ’ ἐπιτάσεως ὁρᾶν. παραδειγμάτων δὲ πάντα μεστά. B 350, 1. Phot. 42, 28.

107*

αἰγιάζειν: ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν. Εὔπολις (fr. 2) ‘σὺ δ’ αἰγιάζεις ἐνθαδὶ καθήμενοσ‘. B 353, 27. Phot.
44, 15.146

108*

αἰγίθαλλος: ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδῃ (fr. 3) ‘ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα‘. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος. B 360, 14. Phot. 44, 19.

109*

ᾄδεις ἔχων: ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς. Phot. 47, 8. Hes.

110*

Ἅιδῃ τεκεῖν τέκνα: Εὐριπίδης Πολυίδῳ: ‘〈ὦ〉 δύ‐ στηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τέκνα τίκτουσαι‘. Phot. 48, 18.

111*

αἰδώς: παρ’ Ὁμήρῳ πολλάκις, σπάνιον δὲ παρὰ τοῖς ἄλλοις. Phot. 48, 20.

112*

αἶρε: πρόσφερε. αἴρειν γὰρ καὶ τὸ προσφέρειν δηλοῖ καὶ τὸ παρατιθέναι, οἷον ‘αἶρ’, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ‘. Ἀριστοφάνης Εἰρήνῃ (1). καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ (fr. 187) ‘πρόσαιρε τὸ
5κανοῦν· εἰ δὲ βούλει, πρόσφερε‘. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τρά‐ πεζαν. Μένανδρος Κεκρυφάλῳ (fr. 273) ‘εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει‘. καὶ Συναριστώσαις (fr. 451) ‘ἂν ἔτι
10πιεῖν μοι δῷ τις. ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ’ ἡμῶν‘. B 358, 4. Phot. 54, 25.

113*

αἰώρα: ἡ μετέωρος κίνησις. ἀγχόνη, ὕψος, ἔπαρσις.
B 357, 20. Phot. 56, 20.147

114*

ἀκολουθοῦντε: ἀντὶ τοῦ ἀκολουθοῦσαι δυϊκῶς. οὕ‐ τως Ἕρμιππος (fr. 85). καὶ γὰρ κέχρηνται ταῖς ἀρσε‐ νικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις. B 367, 33. Phot. 62, 27.

115*

ἀκολουθεῖν μετ’ αὐτοῦ: οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας (12, 12) οὕτω κέχρηται καὶ Πλάτων (Menex. 249 D). ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (823) ‘ἕπου‘ φησὶ
5‘μετ’ ἐμοῦ, παιδάριον‘. καὶ Μένανδρος (fr. 616) ‘νίκη μεθ’ ἡμῶν εὐμενὴς ἕποιτ’ ἀεί‘. κἀν τῇ Παρακαταθήκῃ (fr. 388) ‘συνακολούθει μεθ’ ἡμῶν‘ φησίν. B 368, 3. Phot. 63, 1.

116*

ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα. Ἀττικῶς συν‐ τέθειται, δίττην δ’ ἔχει τὴν θεωρίαν, μίαν μὲν, ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀντὶ τοῦ ὑβριστικόν, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν βέλτιστον,
5κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις. ἑτέραν δὲ διότι συμπέπλεκται τὸ ὑβριστὸν τῷ ἀκολάστῳ. Πλάτων δ’ ἐχρήσατο ἐν Πεισάνδρῳ (fr. 98) λέγων ‘γυνὴ γάρ, ἢν μὲν αὐτὴν κολάζῃς ἀεί, κράτιστόν ἐστι κτημάτων πάν‐ των. ἐὰν δ’ ἀνῇς, ὑβριστὸν χρῆμα κἀκόλαστον‘. Φερε‐
10κράτης δὲ (fr. 162) τῷ κόβαλον συμπλέξας τὸ ὑβριστὸν εἶπεν ‘ὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσω‘. συγγρα‐ φικαὶ δὲ αἱ συνθῆκαι. B 368, 12. Phot. 62, 8.148

117*

ἀκολαστανεῖτε: Ἀριστοφάνης (Av. 1227) εἶπεν ὁ‐ μοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας (VIII 555 D; IX 590 A; 591 A) ἀκολασταίνειν ἔφη. B 368, 26. Phot. 62, 18.

118*

ἀκνίσωτος οἶκος: ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος (fr. 292). B 368, 29. Phot. 61, 21.

119

ἄκομψον καὶ φαῦλον: B 368, 31. Phot. 63, 9. cf. epit. 7, 13.

120*

ἀκοσμήτως: ἀντὶ τοῦ ἀτάκτως. Πλάτων ἐν Νόμων ἕκτῳ (781 B) ‘τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περι‐ ορώμενον‘. B 369, 2. Phot. 63, 23.

121*

ἀκοσμεῖν: B 369, 5. Phot. 66, 15. cf. epit. 30, 1.

123*

ἀκοσμία: Εὐριπίδης (Iph. Aul. 317) ‘τίς ποτ’ ἐν θύραισι θόρυβος καὶ λόγων ἀκοσμία;‘ B 369, 7. Phot 66, 17.

124

ἄκος περίαπτον. B 369, 10. Phot. 66, 19. cf. epit. 26, 11.

125

ἀκρατὴς γάμων: B 369, 22. Phot. 67, 1. cf. epit. 50, 11.

126

ἀκρατὴς χειρός: B 369, 25. Phot. 67, 3. cf. epit. 51, 1.

127*

ἀκρατῆ γίνεσθαι τοῦδε: οἷον μὴ κατακρατεῖν διὰ τὸ πλῆθος τῶν ἐπιρρεόντων πραγμάτων ἢ λόγων. B 369, 27. Phot. 67, 4.149

128*

ἄκρατος: κατὰ τὸ ἐναντίον τὸ πολύκρατος. B 371, 25. Phot. 67, 6.

129

ἀκρατίσασθαι: B 371, 26. Phot. 67, 7. cf. epit. 39, 15.

130*

ἀκούοντα ἄριστα: ἀντὶ τοῦ εὐφημούμενος. Ἡρό‐ δοτος (VIII 93) καὶ Εὔπολις (fr. 375). B 372, 6. Phot. 64, 25.

131*

ἀκούων διατεθρύληται: τοῦτο προστιθέντες ἐνίοτε καὶ τὰ ὦτα χρῶνται. Phot. 64, 27.

132*

ἄκουε τὰς ἐμὰς ἐπιστολάς: ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. οὕτως Αἰσχύλος (fr. 293). B 372, 8. Phot. 65, 1.

133*

ἄκουε, σίγα: Κρατῖνος (fr. 284) ‘ἄκουε, σίγα, πρόσ‐ εχε τὸν νοῦν, δεῦρ’ ὅρα‘. καὶ Σοφοκλῆς (fr. 1014). ‘ἄ‐ κουε, σίγα. τίς ποτ’ ἐν δόμοις βοή;‘. B 372, 10. Phot. 63, 25.

134*

ἀκουσέτην: Σοφοκλῆς (fr. 900) ἔφη. ἀκούσεσθε δὲ Ἀριστοφάνης. B 372, 14. Phot. 65, 3.

135*

ἄκουσμα: οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττι‐
κούς. διαμαρτάνουσι δέ. καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (241) ‘βαρύ‐150
5τερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεται‘. καὶ Ξενοφῶν δέ, χρώμενος τῷ ἀκούσματι, οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται ἀλλαχοῦ τε λέγων καὶ ἐν τῷ Συμποσίῳ (2, 2) τὸν Σωκράτην εἰσάγων λέγοντα ‘νὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον
10τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεισ‘. Δίφιλος (fr. 122) δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις ‘μόνος γὰρ ἦν λέγων ἄκουσμα καὶ ἀκρόαμα‘. B 372, 16. Phot. 65, 4.

136*

ἀκούεις ἃ λέγει σε: οὕτως Φερεκράτης (fr. 136) ἔφη, λέγων ‘ὦ Ζεῦ πολυτίμητ’, ἆρα ἀκούεις, ἅ σε λέγει ὁ παν‐ οῦργος υἱός;‘ B 372, 31. Phot. 65, 14.

137

ἀκουσίμη: nomen Phrynichi additum apud Phot. B 373, 1. Phot. 65, 16. cf. supra fr. 13.

138

ἀκουστά: nomen Phrynichi additum. B 373, 5. Phot. 65, 18. cf. supra fr. 13.

139*

ἀκούσας ἥκειν: οὐχ ἥκοντα. Ξενοφῶν ἐν Ἀπομνη‐ μονεύμασιν ἔφη (3, 1, 1) καὶ Μένανδρος (fr. 966) δὲ καὶ ἄλλοι πολλοί. B 373, 10. Phot. 65, 23.

140

ἀκταινῶσαι: B 373, 18. Phot. 69, 5. cf. epit. 39, 8.

141*

ἀκύκλιος: ὁ ἀπαίδευτος παρὰ Πλάτωνι (fr. 227). B 373, 21. Phot. 69, 15.

142

ἀκύμων: B 373, 22. Phot. 69, 20. cf. epit. 6, 13.151

143

ἄκυλος: B 373, 25. Phot. 69, 16. cf. epit. 36, 13.

144*

ἀκερδὴς χάρις: ἡ μὴ δεόντως διδομένη. B 364, 3. Phot. 59, 7. Suid.

145*

ἄκρα νύξ: οἷον ἀρχὴ νυκτός. Σοφοκλῆς (Ai. 285). B 372, 1. Phot. 68, 13.

146*

ἄκρον φρονεῖν, ἄκρον δρᾶν: οἷον ἐξέχων ἐν τῷ φρονεῖν καὶ πράττειν. οὕτως Σοφοκλῆς. B 372, 5. Phot. 68, 15.

147

ἁλίπαστα: B 383, 12. Phot. 75, 2. cf. epit. 46, 8.

148*

ἁλῖσαι: κυλῖσαι τὸν ἵππον. B 383, 15.

149

ἀλινδῆθραι: κυλίστραι. Phot. 75, 4. cf. epit. 5, 3.

150*

Ἁλμυρίδες: τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττικῆς. Ἀριστοφάνης Γήρᾳ (fr. 132) ‘ἔδει δέ γ’ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας τῇ θυγατρὶ τῇδε μὴ παρέχειν σε πράγ‐ ματα‘ B 383, 16. Phot. 79, 24.

151*

ἁλμυρόν: τὰ πολλὰ ἐκτεταμένως. λέγουσι δὲ καὶ ἁλυ‐ κόν. Ἀριστοφάνης Λυσιστράτῃ (403) ‘νὴ τὸν Ποσειδῶ τὸν ἁλυκόν, δίκαιά γε‘. B 383, 20. Phot. 79, 27.

152

ἅλις τοῦδε: B 383, 24. Phot. 75, 21. cf. epit. 16, 21.

153*

ἁλίσπαρτον: κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτως λέγεται. οἱ δὲ ἰδιῶται συν‐ ήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ. B 383, 27. Phot. 75, 24.152

154*

ἁλιῶς: ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης (fr. inc. 27). B 383, 30.

155*

ἀλκάθω καὶ ἀλκάθειν: Σοφοκλῆς (fr. 905) καὶ Αἰσχύλος (fr. 411). σημαίνει δὲ τὸ βοηθεῖν. B 383, 31. Phot. 76, 13.

156

ἀλε〈αίν〉οιμι: B 376, 1. Phot. 73, 11. cf. epit. 23, 9.

157a*

ἀλετρίβανον: ὁ αὐτός (i. e. Ἀριστοφάνης, Pax 265). B 379, 24. Phot. 73, 12.

157b

ἀλετρίβανον: ἀντὶ τοῦ δοίδυκα. Ἀριστοφάνης Εἰ‐ ρήνῃ τρὶς κέχρηται τῇ λέξει. Antiattic. 79, 14.

158*

ἁλιεύεσθαι: τὸ ἁλιεύειν. λέγουσι δὲ καὶ ὡς ἡμεῖς. B 381, 23. Phot. 74, 21.

159*

ἅλις ἀφύης μοι, παρατέταμαι γὰρ ἐσθίων: Ἀρι‐ στοφάνης Ταγηνισταῖς (fr. 506). Phot. 75, 12. Suid.

160*

ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης (fr. 1124). καὶ Θουκυδίδης (II 70) ‘καὶ πού τινες ἀλλήλων ἐγεύσαντο‘ ἀντὶ τοῦ ἑαυτῶν. B 378, 13. Phot. 78, 18.

161*

ἀλλοτριόγνωμος: σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων, καὶ μὴ τὰ ἑαυτοῦ. B 385, 7. Phot. 78, 26.

162*

ἄλυπον ἄνθος ἀνίας: εἰ θέλοις εἰπεῖν ἐπί τινος πράγματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ Διονυσιακῷ τῷ σατυρικῷ (fr. 174) ἐπὶ οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χόρον σα‐153
5τύρων. ‘πόθεν ποτὲ ἄλυπον ὧδε εὗρον ἄνθος ἀνίας;‘ ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε. μετὰ γὰρ τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ μεθύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμη‐ νείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν, καὶ μη‐
10δαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλ’ ἀκήρατον τὴν λύ‐ σιν φυλάττειν. B 385, 18. Phot. 82, 18.

163*

ἁλμάδες: κολυμβάδες ἐλαῖαι. B 379, 15. Phot. 79, 23. Suid.

164*

ἀμαθίας ὕψος: λαμπρὰ καὶ συγγραφικὴ ἡ φράσις. Πλάτων ἐχρήσατο ἐν Ἐπιστολαῖς (VII 351 E). Phot. 85, 26.

165*

ἀμαθία: ἀντὶ τοῦ ἀναισθησία. Πλάτων (e. g. Leg. III 689 A). Phot. 85, 28. Suid.

166*

ἀμαθής: ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. ὁ αὐ‐ τός (e. g. Theaet. 171 D). τάττεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπιστα‐ μένου. Phot. 86, 1. Suid.

167

ἄμαχον κακόν: Phot. 88, 18. cf. epit. 22, 8.

168*

ἄμαχον πνῖγος: τὸ ὑπερβάλλον κατὰ τὴν ἰσχύν, ὡς μηδὲ μαχέσασθαι πρὸς αὐτό. οὕτω Κρατῖνος. ἐρεῖς δὲ καὶ ἄμαχον πρᾶγμα καὶ ἄμαχος χειμών. Phot. 88, 21.154

169*

ἀμπρεύειν: ὡς ἡμεῖς τὸ πολλοῖς ζεύγεσιν ἓν μέρος ἕλκειν. Ἀριστοφάνης Λυσιστράτῃ (286) ‘ἀλλ’ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν, τὸ σιμόν, οἷ σπουδὴν ἔχω· 〈χὤ〉 πως ποτ’ ἐξαμπρεύσομεν
5τοῦτ’ ἄνευ κανθηλίου‘. Phot. 95, 9.

170*

ἀμπρευτής: χρήσιμος ἡ φωνή. Σοφοκλῆς ‘ὥσπερ ἀμ‐ πρευτὴς ὄνοσ‘. ἀεὶ μαστιγούμενος. Phot. 95, 13.

171*

ἀμπρεύοντι: Εὐριπίδης Πρωτεσιλάῳ ‘ἕπου δὲ μοῦ‐ νον ἀμπρεύοντί μοι‘ ἀντὶ τοῦ προηγουμένῳ καὶ ὁδη‐ γοῦντί σε καὶ οἷον ἕλκοντι. Phot. 95, 15.

172*

ἀμέλει: Ἀττικὴ δὲ ἡ φράσις. ἀντὶ τοῦ μὴ σὺ ἀθύμει schol. ad Aristoph. Nub. 488.

173*

ἀμηχάνητοι: ἀντὶ τοῦ πολλοὶ Ξενοφῶν. Suid.

174*

ἀμπελουργός καὶ ἀμπελουργεῖν: Ἀριστοφάνης (Pax 190). Phot. 95, 4.

175*

ἀμυντής καὶ ἀλκηστής: τραγικὰ καὶ σκληρὰ τὰ ὀνόματα. Phot. 96, 20.

176*

ἀναβασμοί: διὰ τοῦ ς λεκτέον καὶ οὐ διὰ τοῦ θ. ἀμα‐
θῶν γὰρ τὸ οὕτως λέγειν, δέον ἀναβασμοὶ καὶ βασμοί. τὰ γὰρ διὰ τοῦ θ ὀνόματα Ἰάδος μᾶλλον, μηνιθμός, κηληθμός. καὶ ἄλλος οὐδεὶς ἂν εὑρεθείη ποιητὴς ἢ ῥήτωρ155
5ἢ ἱστοριογράφος. ῥητέον οὖν μόνως διὰ τοῦ ς, ὡς Ἀρι‐ στοφάνης ‘ἐκ τῶν ἀναβασμῶν ἀπιᾶσιν‘. Phot. 106, 12.

177*

ἀναβεβάμενοι: ἀναβάτην ἔχοντες. οὕτως Ξενοφῶν (Hipparch. 1, 4). Phot. 106, 17.

178*

ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος: ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τρόπου ποι‐ ουμένων. Phot. 113, 4.

179

ἀνακαλλύνειν: Phot. 113, 6. cf. epit. 22, 10.

180*

ἀνάκειται σκώμμασιν, ἀνάκειται λοιδορίαις, ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις: ση‐ μαίνει δὲ τὸ οἷον πρόσκειται ἰσχυρῶς. Phot. 113, 10.

181*

ἀνακαλπάζει: τινὲς μὲν ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς ὡς δόκιμον λέγει γάρ· ‘εἶδον καλπάζοντας ἐν αἰχμαῖσ‘. ὁμοίως Σο‐ φοκλῆς, Ἀριστοφάνης καὶ Πλάτων καὶ ἕτεροι. Phot.
5113, 14.

182

ἀνεβόησεν οὐράνιον ὅσον: B 400, 33. Suid. cf. epit. 4, 6.

183

ἀνεμεστώθη: B 401, 3. Suid. cf. epit. 5, 19.

184*

ἀνέλκειν τὰς ὀφρῦς: μέγα φρονεῖν καὶ ὑπερήφανον
B 401, 4.156

185*

ἀνεγείρει καὶ ῥιπίζει (Aristoph. Ran. 360) τὸν ὄχλον, ἢ τὴν πόλιν: ἐναργὴς ἡ συμπλοκὴ τοῦ λόγου καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζει ἀπὸ τῆς τοῦ πυρὸς ῥιπίσεως εἴρηται. B 401, 5. Phot.
5128, 17.

186

ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος: B 401, 8. Phot. 129, 21. cf. epit. 21, 12.

187

ἄνθρωπος πρόδοξος: B 404, 10. Phot. 140, 7. Suid. cf. epit. 8, 6.

188

ἄνθρωπος λυπησιλόγος: B 404, 12. Phot. 140, 8. Suid. cf. epit. 13, 11.

189*

ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, διάνοια Εὔριπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθ‐ μήτων ἀνθρώπων. B 404, 14. Phot. 140, 10.

190

ἄνθρωπος ἀποφράς: Phot. 140, 12. cf. epit. 5, 11.

191

ἄνθρωπος ἐξ ὁδοῦ: Phot. 140, 15. cf. epit. 6, 4.

192

ἄνθρωπος φιλοπραγματίας: Phot. 140, 17. Suid. cf. epit. 2, 1.

193*

ἄνθρωπος οὐ σεμνός: ἀντὶ τοῦ ὁ ἐπιτυχὼν καὶ εὐ‐ τελής. καινῶς πάνυ εἴρηται παρὰ Ἀριστοφάνει. Phot. 140, 20.

194

ἀνθρωποειδὲς θηρίον: Phot. 140, 22. cf. epit.
6, 1.157

195*

ἀνθρωπικὴ παρασκευή: Φρύνιχος. ἐρεῖς δὲ καὶ φωνὴ καὶ διάνοια καὶ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον. Phot. 140, 24.

196

ἀνθρωπικὸς μῦθος: Phot. 141, 1. cf. epit. 35, 1.

197*

ἀνθρωπάριον: Εὔπολις. ‘οὐκ ἐς κόρακας, ἀνθρωπά‐ ριον, ἀποφθείρῃ;‘ Phot. 141, 3.

198*

ἀνθρώπειον σῶμα: Κάνθαρος. καὶ ἀνθρωπεία φύσις Θουκυδίδης (II 50). Phot. 141, 5.

199

ἀνόητα, εἰ τοῦτο ἐπιτάξεις: Phot. 142, 26. cf. epit. 3, 8.

200*

ἀνοητίαν: τὴν ἄνοιαν. Ἀριστοφάνης (fr. 746). ἀνοη‐ ταίνειν δὲ Ἀμειψίας. B 406, 13. Phot. 143, 3.

201

ἄνοις: ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος (fr. 98). B 406, 9. Phot. 143, 7. cf. supra fr. 22.

202*

ἄνοντος: ἀνύοντος. B 406, 10.

203

ἄνοργοι: B 406, 11, Phot. 144, 1. cf. epit. 2, 11.

204

ἀνοίσω: Phot. 143, 8. cf. epit. 49, 6.

205

ἀνταποπαίζειν: Phot. 145, 11. cf. epit. 45, 5.

206

ἀνταυγὲς κάλλος: nomen Phrynichi additum. Phot. 145, 15. cf. supra fr. 23.

207*

ἀναβλυσθωνῆσαι: τὸ ἀναβλῦσαι. Εὔπολις Δήμοις (fr. 105). πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παί‐
ζοντες. Phot. 107, 14. Suid.158

208*

ἀνάθημα: καὶ πάντα τὰ τοιαῦτα διὰ τοῦ η Ἀττικοί. Phot. 111. 6.

209*

ἀναπηρόβιος ἐν ὀργῇ: Φρύνιχος ‘ἐν χαλεπαῖς ὀρ‐ γαῖς ἀναπηροβίων τριγερόντων‘. Phot. 118, 10.

210*

ἀναπτηροῖ φόβος, ἢ λόγος, ἢ ἔπαινος, ἢ λοιδο‐ ρία: Σοφοκλῆς Κρεούσῃ· ‘τί δ’ ὦ γέραιε; τίς ς’ ἀνα‐ πτηροῖ φόβος;‘ Phot. 119, 6.

211*

ἀνασεμνύνειν: ἔστι μὲν καὶ τὸ ἀποσεμνύνειν πολι‐ τικόν, ἀλλὰ τὸ ἀνασεμνύνειν πολιτικώτερον καὶ ὑψηλό‐ τερον. Phot. 121, 13.

212*

ἀνδρεῖος πρὸς δωροδοκίαν: ὁ Ῥήτωρ. ‘πρὸς μὲν τὴν τῶν πραγμάτων κίνησιν, ὡς ἔοικε, δειλὸς τυγχά‐ νεις, πρὸς δὲ τὴν δωροδοκίαν ἀνδρεῖοσ‘. Phot. 126, 25.

213*

ἀνδριστὶ μιμεῖσθαι φωνήν: ὡς ἀνήρ. Κράτης Λα‐ μίᾳ. Phot. 127, 1.

214*

ἀνδρηλατεῖν: ἄνδρας ἐλαύνειν, καὶ ἀνδρηλατεῖ‐ σθαι ἐλαύνεσθαι. καὶ πολλὴ τῆς τοιαύτης φωνῆς παρὰ
τοῖς ἀρχαίοις ἡ χρῆσις. Phot. 127, 7.159

215*

ἀνδροκάπραινα: Φερεκράτης ‘ἀνδροκάπραινα καὶ μεθύση καὶ φαρμακίσ‘. Phot. 127, 27.

216*

ἀνελεύθερος: ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τι. Phot. 131, 21.

217*

ἀνεξέλεγκτος: ἀβασάνιστος, ἀγύμναστος, ἀδόκιμος. B 397, 25. Phot. 132, 18. Suid.

218*

ἀνεπιεικές: οὐκ ἐπιεικές, ἀλλὰ κακόν. Ἀριστοφάνης καὶ Αἰσχίνης. Phot. 133, 6.

219*

ἀνερρίπιζεν: ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν. B 398, 19. Phot. 133, 20. Suid.

220*

ἀνθηρὸς ποιητής, ἢ κιθαρῳδός, ἢ ᾠδός ἐρεῖς, ὡς Εὐριπίδης ἐπὶ Ὀρφέως. Phot. 139, 14.

221*

ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μουσι‐ κῆς: οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς. B 404, 7. Phot. 139, 19. Suid.

222*

ἀνέσχεν: ὡς λέγομεν, ὁπότε ὁ ὑετὸς παύεται. Ξενο‐ φῶν (Hell. I 6, 28). σημαίνει δὲ καὶ ἄνω ἔσχεν, ἐπ‐ ῆρεν, ὕψωσεν. B 400, 13.

223*

ἀντιδοίην κἂν ἐμαυτὸν τῷδε πράξας εὐθέτως: Ἀττικὴ ἡ συμπλοκή. καὶ γὰρ ἐκεῖνοι δοτικὰς ἀντὶ γε‐ νικῶν λαμβάνουσιν, οἷον ‘φιλίᾳ τοῦτο δρῶσα‘, ἀντὶ
τοῦ ὑπὸ φιλίας. Phot. 147, 20.160

224*

ἀντίθετον: τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς, Ἀριστο‐ φάνης Θεσμοφοριαζούσαις (fr. 326) ‘καὶ κατ’ Ἀγά‐ θων’ ἀντίθετον ἐξευρημένον‘. B 410, 14. Phot. 148, 9.

225*

ἀντικρύ: σημαίνει τὸ κατ’ ἐναντίας καὶ ἐξ ἐναντίας καὶ κατ’ εὐθύ. σημαίνει καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς. B 408, 27.

226*

ἀντιλογιῶν: Θουκυδίδης τετάρτῳ (IV 59) καὶ ἀντι‐ λογῆσαι Νεφέλαις Ἀριστοφάνης (320). B 407, 22. Phot. 149, 14. Suid.

226

ἀντιλογῆσαι: Ἀριστοφάνης Νεφέλαις (321). Anti‐ attic. 78, 5.

227*

ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκη‐ μένων. σημαίνει δέ τι τοιόνδε· ἄξιός ἐστιν ὁ μισθὸς ὥστε λαμβάνειν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ (fr. 365). Ὅμηρος δὲ πρῶτος ἐχρήσατο τῷ σχήματι τούτῳ (Ω 243)
5‘ῥηΐτεροι γὰρ ..... ἔσεσθε κείνου τεθνηῶτος ἐναίρε‐ μεν‘. καὶ πάλιν (Μ 63) ‘ἡ δὲ μάλ’ ἀργαλέη περάᾳν. σκόλοπες γὰρ ἐν αὐτῇ‘. καὶ Εὐριπίδης (Med. 319) ‘γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφόσ‘. ὁ δὲ νοῦς· ῥᾷον ἄν τις φυλάξαιτο
10τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγῆς τὴν ὀργήν. B 412, 9. Suid.

228

ἄξιος τριχός: Suid. cf. epit. 14, 4.161

229*

ἄξιος οὐδὲ μόνου: ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία· ἄξιος ὀβελί‐ σκου καὶ ἀπὸ ὀβελίσκου, ἐπὶ τῶν σφόδρα τιμίων. καὶ ἄξιος τοῦ παντός. Suid.; prior pars fragmenti
5B 413, 8. Phot. 152, 20.

230

ἁπαλὸς εἴσπλους τοῦ λιμένος: Phot. 155, 16. cf. epit. 19, 14.

231*

ἁπαλοσώματος: Ἀριστοφάνης. ὁ αὐτὸς ἁπαλύνειν ἀντὶ τοῦ διαχεῖν τὴν ψυχὴν καὶ θηλύνειν. Phot. 155, 19.

232*

ἀπαντᾶν καὶ συναντᾶν: λέγουσιν ἑκατέρως. B 416, 9. Phot. 156, 8. Suid.

233*

ἅπανθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή: σημαίνει δὲ ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί. B 416, 7. Phot. 156, 9. Suid.

234*

ἀπανθίζειν: Πωλίων εἴρηκεν. ‘ἀπανθίζειν ἐπεχείρει τοὺς Φρύγας Ἀχιλλεύσ‘. Phot. 156, 11.

235

ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις: B 415, 27. Phot. 155, 9. Suid. cf. epit. 3, 5.

236*

ἀπ’ ἀκροφυσίων λόγους ἐπιδεικνύναι: οἱονεὶ και‐ νοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης (fr. 699) ‘ῥήματά
τε κομψὰ καὶ παίγνι’ ἐπιδεικνύναι πάντ’ ἀπ’ ἀκροφυ‐ σίων κἀπὸ κινναβευμάτων‘. λέγει γὰρ διὰ μὲν τοῦ ἀπ’162
5ἀκροφυσίων καινῶς εἰργασμένα καὶ οἷον ἐκ πυρός, διὰ δὲ τοῦ ἀπὸ κινναβευμάτων οἷον καινῶς πεπλασμένα καὶ 〈καινὴν〉 διάθεσιν ἔχοντα. κίνναβος γὰρ τὸ εἴδω‐ λον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κέχρηνται πολ‐
10λοί. B 415, 29. Suid.

237*

ἀπόβλεπτον: ἔνδοξον. B 425, 26. cf. epit. 7, 17.

238*

ἀποβαδίζειν: οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ. B 425, 27.

239*

ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντες. B 425, 28.

240*

ἀπογνῶναι: οἷον μὴ καταψηφίσασθαι. οὕτως Αἰ‐ σχίνης ἐν τῷ περὶ τῆς παραπρεσβείας. B 425, 29.

241*

ἁπαξαπλῶς: κατὰ σύνθεσιν προφέρονται τὴν πρώ‐ την βαρύνοντες. B 415, 13. Phot. 156, 21.

242*

ἁπαξάπαντα: οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσ‐ κείμενον. Phot. 156, 23.

243*

ἀπαγκωνισάμενος: Ἄρχιππος Ἰχθῦσιν. σεμνῶς πάνυ. ἔλεγον δὲ καὶ ἀγκωνίζειν. Phot. 154, 5.

244*

ἁπαλά: οἷον ἐξηλλαγμένα καὶ καινά. Εὐριπίδης καὶ
Σοφοκλῆς. Phot. 155, 22.163

245*

ἀπάντησις: ὡς ἐν τῇ συνηθείᾳ φαμέν, Σοφοκλῆς ... ‘ἐγὼ δ’ εἰς ἀπάντησίν τινος σπεύδων‘. ὁ αὐτός. Phot. 156, 17.

246*

ἄπαιρε: ὃ οἱ πολλοὶ ἆρον λέγουσιν, καὶ ἀπαίρειν ἀντὶ τοῦ παραγίνεσθαι. Ἀριστοφάνης (Eccl. 818) καὶ ἀπαίροντες μεθιστάμενοι. Phot. 155, 1 sq. Suid.

247*

ἀπεκάλει: ἀντὶ τοῦ μετεκάλει, μετεπέμπετο. Ξενοφῶν (Cyr. I 4, 25 et 4, 5. 12). Suid.

248*

ἀπεριλάλητον: ἤ τοι οὐκ εἰδότα λαλεῖν ἢ οἷον οὐκ ἄν τις περιλαλήσαι. Suid.

249*

ἀπηλιώτης 〈ὁ ἄνεμος〉: ἐν τῷ π. καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἑπηλίς ἐστι παρὰ Ποσειδίππῳ (fr. 12). B 424, 25. Suid.

250*

ἀπιστεῖν: τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπείθειαν. B 424, 32. Suid.

251*

ἀπὸ γραμμῆς: οἷον ἀπ’ ἀρχῆς. εἴρηται δὲ ἀπὸ τῆς τῶν δρομέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβῖδα καλοῦ‐ σιν. B 426, 19.

252*

ἀποστάσιον: ἀποστάσιον καὶ λιποστράτιον καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις (fr. 349) ‘καὶ γὰρ αἰσχρὸν ἀλογίου τι ὀφλεῖν‘. B 436, 3.164

253*

ἀποσυστῆσαι: οὐδὲν πλέον τοῦ συστῆσαι B 436, 20. Suid.

254*

ἀποψοφεῖν: 〈τὸ πέρδεσθαι〉 εὐσχήμως λέγεται. εὐσχη‐ μονέστερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν. B 439, 31. Suid.

255*

ἀπροσήγορος ἄνθρωπος: ὃν οὐχ οἷόν τε προσαγο‐ ρεῦσαι διὰ τρόπου τραχύτητα. B 440, 17. Suid.

256*

ἀργυρώματα: ἀργυρώματα καὶ χρυσώματα, ὁμοίως ὡς ἡμεῖς. B 442, 6. Suid.

257*

ἀργυρίδιον: ὡς ἡμεῖς. Εὔπολις Δήμοις (fr. 113) ‘ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον‘. B 442, 8. Suid.

258*

ἀργύριον: καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀρι‐ στοφάνης Δαναΐσιν (fr. 262). B 442, 10. Suid.

259

ἄρρατος: B 442, 20. Suid. cf. epit. 41, 5.

260

ἀργυραμοιβός: B 442, 22. Suid. cf. epit. 30, 10.

261

ἀρτοπόπον: καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοποιόν. ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου
(fr. 27). B 447, 25.165

262*

ἀρτοσιτεῖν: τὸ ἐναντίον τῷ ὀψοφαγεῖν. Πλάτων ἐν Ὑπερβόλῳ (fr. 172) κέχρηται τῷ ὀνόματι. B 447, 27.

263

ἀρχαῖος: ἀντὶ τοῦ εὐήθης. Πλάτων (Euthyd. 295 C). Ἰσοκράτης δὲ ἐν τῷ Πανηγυρικῷ (8) 〈ἀρχαίως λέγειν〉 τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστι ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς (IX 98)
5εἰπών ‘οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶσ‘ ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. B 449, 1. Suid.

264

ἀρχῆθεν: οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρ’ Αἰσχύλῳ (fr. 416), παρ’ Ἡροδότῳ δὲ ἔστι καὶ τοῖς Ἴωσιν (Herod. I 131; II 138). B 450, 4.

265*

ἄσταχυς: ἄσταχυς καὶ ἀσταφὶς καὶ ὅλως τὸ πλεονά‐ ζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν ἐστιν. Ὅμηρος (B, 148) ‘ἐπὶ τ’ ἠμύει ἀσταχύεσσιν‘. Κρατῖνος 〈ὁμοίως τῷ ἄνηστις ἀντὶ τοῦ νῆστις πλεο‐
5νασμῷ τοῦ α κέχρηται λέγων〉 ‘φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστισ‘ (fr. 45). B 453, 27. Suid.

266

ἀστεῖόν τι καὶ κατερρινημένον εἰπεῖν: B 453, 33. Suid. cf. epit. 12, 1.

267*

ἄσπουδος 〈ἀνήρ〉: ὁ μὴ σπουδαῖος οὐδὲ σπουδαρχί‐ δης. Εὔπολις Πόλεσιν (fr. 234) ‘ἄσπουδος δ’ ἀνὴρ
σπουδαίου κακίων‘. B 453, 21.166

268*

ἀσκήσασα: κοσμήσασα. μετ’ ἐπιμελείας ὑφάνασα. B 452, 11. Suid.

269*

ἀστραγάλους: οἱ Ἀττικοί. τὸ γὰρ θηλυκὸν Ἰακόν. καὶ παρ’ Ὁμήρῳ τινὲς θηλυκῶς οἷον (Ψ 88) ‘νήπιος, οὐκ ἐθέλων ἀμφ’ ἀστραγάλαισι χολωθείσ‘. Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 43) ‘ἀντ’ ἀστραγάλων 〈τοῖσ〉 κον‐
5δύλοισι παίζετε‘. Πλάτων Λύσιδι (206 E) ‘ἠρτίαζον ἀστραγάλοις παμπόλλοισ‘. λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντιφάνης Ἐπιδαυρίῳ (fr. 92). B 454, 24.

270*

ἀσταφίδα: ἀσταφίδα καὶ ὀσταφίδα οἱ Ἀττικοὶ ἑκα‐ τέρως. Νικοφῶν ἐν Χειρογάστορσιν ὀσταφίδα εἴρηκεν (fr. 21). B 455, 28.

271*

ἀτηρότατον. 〈Ἀριστοφάνησ〉 Σφηξίν (1290). Πλά‐ των δ’ ἐν Φάωνι (fr. 182) ἀτηρίας. B 459, 15. Suid.

272*

ἄτοπον: ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξέ‐ νον, κακόν, μοχθηρόν, καὶ ὃ μὴ ἔχει τόπον. 〈σημαίνει δὲ〉 καὶ τὸ ἀνυπονόητον, οἷον 〈ὃ〉 μὴ ἔστι τοπάσαι. καὶ ἀτόπως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως. ‘ἀτόπως καθί‐
5ζων κοὐδὲ γιγνώσκειν δοκῶν‘ φησὶ Φερεκράτης (fr. 163). B 460, 8.

273*

ἀτοπίας πλέων πρᾶγμα: ἀντὶ τοῦ θαύματος. Suid.

274*

ἄττα: σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται.
ἢ καὶ τὸ ὀλίγα ἢ παραπλήσιον. ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσιν. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστίν.167
5παραλαμβάνεται δὲ καὶ τὸ πότε καὶ τὸ ὅμοιον καὶ τὸ πηνίκα. Δημοσθένης δὲ ἐν τῷ παραπρεσβείας (15) ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ ἅττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. B 460, 32.

275*

ἀτταγᾶς: ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. Ἀρι‐ στοφάνης Σφηξίν (257) ‘τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων‘. καὶ αἱ πλάγιοι ἀτταγᾶν. καὶ ἀτ‐ τάγας πληθυντικῶς. B 461, 21.

276*

ἀττικισμός: ἡ πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔ‐ νοια, ὡς Λακωνισμὸς ἡ πρὸς τοὺς Λάκωνας. B 461, 17. Suid.

277*

ἄτυφον: ἐν Φαίδρῳ (230 A) τὸ ἀβλαβές, ἐπὶ τὸ τῦφον βλάπτει. καὶ ἐπιτεθυμμένον ὁμοίως. τὸ γὰρ θύψαι ἐπικαῦσαι, καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες οἱ ἡμίκαυστοι. B 462, 9. Suid.

278*

αὐτοβοᾷς ὅμοιος ὢν τῷδε: Ἀττικῶς πάνυ συμπέ‐ πλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκρα‐ γὼς ὅμοιος εἶναι τῷδε. B 465, 8. Suid.

279

αὐτόκακον ἔοικε τῷδε: B 465, 11. Suid. cf. epit.
11, 14.168

280*

αὑτόν: Σοφοκλῆς (Oed. R. 138): ἀντὶ τοῦ ἐμαυτόν, καὶ Λυσίας ἐν τῷ κατὰ Ἰφικράτους (112, 37), καὶ πολλοὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνος. B 467, 28.

281*

αὐτόσσυτον: αὐτοκέλευστον. οὕτω Σοφοκλῆς (fr. 515). B 467, 31.

282*

αὐτοτελῶς: σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ (fr. 38) ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο· ‘ὡς ἂν τῷ ὑπευθύνου καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλ’ ἀκριβῶσ‘. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ αὐτόποκον ἱμά‐
5τιον. δηλοῖ γὰρ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς εἰς κρόκην ἐργασθέν. B 467, 32.

283

αὐλίζεται: τὸ ἐν αὐλῇ διατρίβει καὶ ἰδίως τὸ κοιμᾶται. Εὔπολίς (fr. 322) φησιν ‘ἐγὼ δ’ ἄδειπνος ἑσπέρας ηὐλιζόμην‘. σημαίνει δὲ καὶ τὸ φυλάττει, παρεμβάλλει. B 463, 18. Suid.

284*

αὐτόκρατον λόγον: τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπι‐ φέροντα. οὕτως Αἰσχύλος (fr. 295). B 467, 9.

285*

αὐταῖσι διαβολαῖς: Ἀττικὴ 〈ἡ〉 σύνταξις, ὡς εἰ λέ‐ γοιμεν αὐτοῖς ὅπλοις τὰ ἅρματα, αὐτοῖς ἵπποις. λείπει 〈ἔθει Ἀττικῷ〉 ἡ 〈σύν〉 πρόθεσις. Suid.

286*

αὐτοῖς τοῖς ταλάροις ἐσθίεις τὸν τυρόν: σύν‐ τροφον τοῖς Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέ‐ γειν αὐτοῖς τοῖς ὅπλοις, αὐτοῖς τοῖς ταλάροις. B 466, 30. Suid.169

287*

ἀφείλετο: καὶ τὰ ὅμοια διὰ τοῦ ε, ἐφ’ ὧν τὸ πρῶ‐ τον πρόσωπον διὰ τοῦ ο, τὸ δὲ δεύτερον διὰ τῆς ου. ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α, τότε τὸ δεύτερον διὰ τοῦ ω. B 469, 9.

288*

ἀφειλόμην: διὰ τοῦ ο, τὰ δὲ βάρβαρα διὰ τοῦ α, οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων. B 469, 12.

289*

ἀφείκατο: Ἀττικῶς. τὸ δὲ ἀφέωκα Δωρικόν. B 470, 14.

290*

ἀφεωκέναι καὶ ἀφεώκαμεν: 〈οἱ Δωριεῖσ〉 ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν. B 470, 14.

291*

ἄφθα: καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γενόμενον ἑλκύδριον, ὡς κίχλα κίχλη καὶ πείνα πείνη. B 470, 31.

292*

ἀφορμή: ἰδίως παρὰ Ἀττικοῖς ἡ πάροδος λέγεται, ἣν νῦν πολλοὶ πρόχρειαν καὶ ἐνθήκην λέγουσιν. λέγεται δὲ καὶ ἡ αἰτία. B 472, 6.

293*

ἄχθομαι αὐτῷ τῷ ῥύπῳ: ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ
καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. 〈Ἀριστοφάνης (Acharn. 63)〉. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους.170
5B 474, 19. Suid.

294*

ἀχρειογέλως ἄνθρωπος: 〈ὁ〉 ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. B 475, 7. Suid.

295*

ἀωρόλειος: ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λει‐ αινόμενος 〈καὶ φαλακριῶν. τὸ αὐτὸ καὶ ὠμογέρων ὁ παρ’ ἡλικίαν γηράσασ〉. B 476, 19. Suid.
Β

296*

βαλαντιοτόμος: ὁ κλέπτης. Bachmann. I 178, 15.

297*

βαρβαρίζει: ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. οὕ‐ τως Πλάτων (Alc. I 120 B). Suid.

298*

βούλιμος: ἡ ἐπιτεταμένη λιμός. Bachm. I 181, 8.
Γ

299*

γρύξαι: βραχύτατον φθέγξασθαι. Bachm. I 187, 9.
Δ

300*

δαπανᾶν: οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμ‐ πρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τῇ ἀσωτίᾳ. οὕτω Δημοσθένης (passim). καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ (IV 3) ‘τὴν πόλιν
5δαπανᾶν‘, φησίν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμ‐
βάλλειν. Suid.171

301*

διακέκοπται: οἷον ἀδόκιμόν ἐστιν. διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. Suid.

302*

δρώντων: ἀντὶ τοῦ δράτωσαν. χρήσθων ἀντὶ τοῦ χρήσθωσαν. Ἀττικὴ δέ ἐστιν ἡ σύνταξις, ὥσπερ ποι‐ ούντων ἐκεῖνοι ἀντὶ τοῦ ποιείτωσαν, φρονούντων ἀντὶ τοῦ φρονείτωσαν καὶ νοούντων ἀντὶ τοῦ νοεί‐
5τωσαν. Suid.
Ε

303*

ἐγείρεται τῆς νυκτός: οὕτως οἱ Ἀττικοί. Suid.

304*

ἐγκυρῆσαι: ἀντὶ τοῦ ἐντυχεῖν. οὕτω Κρατῖνος Δη‐ λιάσιν (fr. 35). Suid. Antiattic. 96, 14.

305*

ἐκζωπυρῆσαι: ἀνάψαι. κυρίως τὸ ἐκ μικροῦ φυσῶντα μεγάλην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθρά‐ κων. Suid.

306*

ἐκκόψαι: ἀντὶ τοῦ νικῆσαι κύβοις. οὕτως Ἄλεξις Δακτυλίῳ. Suid. Antiattic. 92, 5.

307*

ἐμὴν χάριν: συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ
Πλάτωνι (Phaedr. 234 E. Soph. 242 B). Suid.172

308*

ἐξεπίτηδες καὶ ἐπίτηδες: ἑκατέρως λέγουσιν Ἀτ‐ τικοί. ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. ‘οὐκ ἐξ‐ επίτηδες ἡ πόλις ἄρχειν καθίστησιν δικαστάς;‘ (Arist. Plut. 917). Suid.

309*

ἐξεφύσησεν: ἐκίνησεν, ἐτάραξεν. ἀπὸ τοῦ σπινθῆρος δὲ τὸ φυσῆσαι ἔλαβεν Ἀριστοφάνης (Pax 610). Suid.

310*

ἐξονυχίζειν: ἐξετάζειν τοῖς ὄνυξιν .... ἢ τὸ ἀκριβο‐ λογεῖσθαι. Suid.

311*

ἐρρωπίζομεν: σύμμικτα καὶ συμπεφυρμένα ἐποιοῦμεν. ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Phot. 17, 19.

312*

εὔκληρος: εὐεπίτευκτος. Phot. 34, 5.

313*

εὔμορφον: παρ’ οὐδενὶ εὗρον, ἀλλ’ εὐπρεπῆ. εὐμορ‐ φίαν παρὰ Πλάτωνι ἐν Νόμοις (IV 831 F) καὶ παρὰ Ξενοφῶντι (Symp. 8, 6), σπάνιον δέ. Moeris 138.
Ζ
5Non exstant glossae.
Η

314*

ἤνεγκα καὶ ἤνεγκον. ἄμφω λέγουσιν. τὸ μὲν ἀπὸ
τοῦ ἐνέγκαι, τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν. Phot. 71, 9.173

315*

ἠνέγκατο: ἀντὶ τοῦ ἤνεγκεν. Phot. 71, 11.

316*

ἠνείχετο καὶ ἠνώχλει καὶ ἠκηκόει καὶ ἠντεβόλει: κοινὸν τῶν Ἀττικῶν ἰδίωμα. Phot. 71, 12.
Θ
Non exstant glossae.
5Ι

317*

ἰνᾶσθαι: καθαίρεσθαι, ἐκκενοῦσθαι. καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος. Phot. 108, 7.
Κ

318

κυνοδέσμη: Phot. 188, 9. cf. epit. 85, 3.

319

κυνοκέφαλλον: Phot. 188, 11. cf. epit. 85, 5.

320

κυνοφθαλμίζεται: Phot. 188, 16. cf. epit. 84, 3.

321*

καχυπότοπος: καχύποπτος. τοπάσαι γὰρ τὸ ὑπονοῆ‐ σαι. Phot. 151, 21.

322*

κεκιβδήλευται: διαβέβληται, κατέγνωσται, ἀποδεδο‐ κίμασται, νενόθευται. Phot. 152, 19. Suid. Bachm. I 274, 24.

323*

κεκωδωνισμένος: ἐξητασμένος ἀπὸ τῶν τοὺς φύλα‐
κας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι ἐξετάσαι. Ἀριστοφάνης Λυσιστράτῃ (486) ‘ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν‘. Suid.174

324*

κίβδηλον: νόθον, ἀδόκιμον. Bachm. I 277, 10.

325*

κλινάρια: οὐ μόνον κλινίδια. Ἀριστοφάνης Δαιτα‐ λεῦσιν (fr. 239). Antiattic. 104, 28.

326*

κορυφοῦται: ὑψοῦται, ἐπαίρεται. Suid.

327*

κύαθος: ἀντλητήριον. μέτρον ὑγρὸν ὀγκίων δύο ἢ κοχλιάριον. Ἀριστοφάνης (Lys. 445) ‘κύαθον αἰτήσαις τάχα‘. Phot. 182, 2. Suid. Bachm. I 284, 7.
Λ

328*

Λακωνισμός: ἡ πρὸς τοὺς Λάκωνας οἰκειότης, ὥσ‐ περ Ἀττικισμὸς ἡ πρὸς Ἀττικούς. Suid.

329*

λακωνίζειν: τὰ τῶν Λακώνων φρονεῖν ‘οἱ μὲν ἠττι‐ κίκασιν, οἱ δὲ λελακωνίκασιν‘. Suid.

330*

λέσχαι: οἱ τόποι, εἰς οὓς συνιόντες ἐλέσχαινον. Phot. 216, 2.
Μ

331*

μέρμηρα: ἡ εἰς ὕπνον καταφορά: Phot. 259, 4.

332*

μετεωρισθέντων: ἐπαρθέντων. ‘μετεωρισθέντων δὲ τῶν Βοιωτῶν διὰ τὴν εὐημερίαν, τούτους Χαβρίας ἐτα‐ πείνωσεν‘. Suid.175

333*

μηδίζω: τὰ τῶν Μηδῶν φρονῶ. καὶ μηδίσαντες. Suid.

334*

μητραλοίας: ὁ τὴν μητέρα τύπτων. καὶ μετραλῴας ὁ αὐτός. Suid. Bachm. I 301, 18.

335*

μηχανορράφος: ἐπινοητὴς κακῶν. κατασκευαστής. Bachm. I 301, 18.

336*

μικρολόγος: σκνιπός, φειδωλός. Suid. Bachm. I 301, 29.
Ν

337*

Ναΐδες: πηγαί. νύμφαι παρὰ τοῖς νάμασι διατρίβου‐ σαι. Bachm. I 305, 27.

338*

νεανισκεύεται: Ἄμφις Ἐρίθοις (fr. 19). Ποσεί‐ διππος Δημόταις (fr. 9). Εὔπολις Αἰξίν (fr. 29). ἰδίως δὲ ἐσχημάτικεν τὸ νεανισκεύειν ἐν Δήμοις (fr. 109) ‘γυναῖκ’ ἔχοντα μάλα καλήν τε κἀγαθήν. αὕτη νεανι‐
5σκοῦντος ἐπεθύμησέ μου‘. Phot. 291, 2. Suid.

339*

νεβλάρετοι: ἄσημος φωνὴ ἐπὶ τοῦ περαίνειν. Ἀρι‐ στοφάνης Δαιταλεῦσιν (fr. 241). Phot. 291, 16.

340*

νύμφα, νύμφη: Ἰωνικῶς ὡς τόλμα τόλμη. Suid.
Ξ
176

341*

ξῆναι: ὁ ἀόριστος ἀπὸ τοῦ ξαίνω, οὐκ ἔχει τὸ ι, ὥσπερ οὐδὲ τὸ θερμῆναι, ἰῆναι, σημῆναι. Lex. Mess, Mus. Rhen. 47, 407.
Ο

342*

οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. Phot. 319, 15. Bachm. I 313, 25.

343*

οἰκότριψ: οἰκέτης. οἰκογενὴς δοῦλος. Bachm. I 313, 26.

344

ὀρίγανος: ἡ βοτάνη θηλυκῶς παρὰ Ἀριστοφάνει (Eccles. 1065).

345*

οὐδὲν προτιμῶ σου: ἀντὶ τοῦ οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ (884). Suid.
Π

346*

πεντέπηχυ καὶ πεντέκλινον καὶ πεντέχαλκον καὶ πεντέμηνον καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε. Phot. 410, 20.

347*

περίβαλε: οἷον περίλαβε. καὶ κατὰ τὸ ἐναντίον λέ‐ γουσιν. σπανίως δέ. Phot. 415, 9.

348*

ποιήσειας καὶ γράψειας καὶ ποιήσειαν καὶ γρά‐ ψειαν: Ἀττικοὶ μᾶλλον, οἱ Ἴωνες δὲ οὕτω καὶ ποιή‐ σαις καὶ γράψαις. Phot. 437, 2.177

349*

πολεμήσειεν: πολεμητικῶς ἔχειν. Θουκυδίδης ἐν τῇ αʹ (33), ὡς καὶ τὸ Ὁμηρικόν (Ξ 37) ‘τῷ ῥ’ οἱ ὀψεί‐ οντες ἀΰτης καὶ πολέμοιο‘. οὕτως καὶ γαμήσειεν Ἀτ‐ τικοί φασιν καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσιν.
5Phot. 438, 11.
Ρ

350*

ῥυτήρ: ἁπλῶς μὲν ὁ ἱμάς, κυρίως δὲ 〈ἡ〉 ἡνία, παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, ὅπερ ἐστὶ σῴζειν. ἢ παρὰ τὸ ῥεύειν, ὅ ἐστιν ἀνακόπτειν καὶ ἀνεγείρειν τοὺς ἵππους. Phot. 493, 6.
5Σ

351*

σκανδαλήθρα: καὶ σκάνδαλα λέγουσιν ‘σκανδαλήθρ’ ἱστὰς ἐπῶν‘. 〈Ἀριστοφάνης καὶ〉 Κρατῖνος (fr. 457). Phot. 516, 1.

352*

σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὅταν αὐτὰ βούλωνται οὐρῆσαι. οὕτω Ἀριστοφάνης (fr. 850). Bachm. I 362, 31.

353*

σκιμαλίσαι: καταδακτυλίσαι ἀσχημόνως. Phot. 520, 11.

354*

σκιμβάζειν: χωλεύειν. καὶ ἀσκωλίζειν τὸ αὐτὸ
τοῦτο. Ἀριστοφάνης (Plut. 1129). Bachm. I 366, 9.178

355*

σπουδαρχιάσας: ἐπιθυμήσας ἄρξαι. σπουδάσας, ἐπι‐ μεληθεὶς τυχεῖν τῆς ἀρχῆς. Phot. 532, 12.
Τ

356*

τημελές: ἐπιμελές. Phot. 585, 12.

357*

τημελής: ἐπιμελής. σπουδαῖος. Phot. 585, 13.

358*

τημελῆσαι: ἐπιμελῆσαι, φροντίσαι. Phot. 585, 14.

359*

τημελήσαντες: θλίψαντες. Phot. 585, 15.

360*

τημελούμενον: ἐπιμελούμενον, φιλοκαλούμενον. Phot. 585, 16.

361*

τεγχθέντων: ἀντὶ τοῦ εἰξάντων. ἔνθεν καὶ ὁ ἄτεγ‐ κτος. 〈Πλάτων〉 Πολιτείας βʹ (361 C; idem Legg. IX 880 E) τὸ ‘μὴ τέγγεσθαι ὑπὸ κακοδοξίασ‘. Phot. 572, 19.
5Υ

362*

ὑπογεγραμμένη: ἐστιβισμένη. Ἀριστοφάνης (cf. fr. 320, 5). Phot. 626, 13.

363*

ὑποτροχισθῆναι: οὐχ ὡς ἡμεῖς ὑποπεσεῖν τρόχῳ καὶ τρωθῆναι τροχίζεσθαι καλοῦμεν, οὕτω καὶ οἱ ῥήτορες αὐτῷ ἐχρήσαντο, ἀλλὰ τὸ στρεβλοῦσθαι ἐπὶ τοῦ τρό‐ χου τοὺς ἐξεταζομένους, ἵνα κατείπωσιν, ἃ συνίσασιν
5ἄλλοις ἢ περὶ ὧν αὐτοὶ ἠδίκησαν τροχίζεσθαι λέγουσιν. Suid.
Φ

364*

φέρε τις γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας
(Aristoph. Nub. 218): ἀντὶ τοῦ ὑπόθου. Ἀττικὴ δὲ ἡ σύνταξις. κατὰ δὲ τὴν διάνοιαν, ἧς προτάττεται, ση‐ μαίνει πλείονα τὸ φέρε. schol. ad Aristoph. Nub. 218.179

365*

φειδαλφίτως: ἐκ τοῦ ἄλφιτον, ὅ ἐστιν πεφεισμένος τῶν ἀλφίτων. Suid.
Χ

366*

χρῆται: οἱ Ἀττικοί. οἱ δὲ Ἴωνες χρᾶται καὶ ἐχρᾶτο. Bachm. I 417, 19.

367*

χρυσᾶ: τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί, ἀργυρᾶ, χρυσᾶ, καὶ κεραμεᾶ ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοι‐ νικοῦν. Suid.
5Ψ

368*

ψαθάλλειν: τὸ ψηλαφᾶν καὶ μαλάττειν αἰσχρῶς. Suid.
Ω

369*

ὤκλασαν: τὰ γόνατα ἔκαμψαν. Bachm. I 421, 1.

370*

ὡραΐζεσθαι: Κρατῖνος Ὥραις (fr. 272). Antiattic.
116, 30.180