TLG 1608 004 :: PHRYNICHUS :: Eclogae (familia T) PHRYNICHUS Attic. Eclogae (familia T) Citation: Lexical entry — (line) | ||
4 | Ὑπόδειγμα οὐκ ὀρθῶς, παράδειγμα δέ. | |
8 | Ἐμπτύει μου μὴ λέγε, ἀλλὰ καταπτύει μου. | |
10 | Εὐχαριστεῖν μὴ λέγε, ἀλλὰ χάριν εἰδέναι. | |
11 | Ἄρτι ἥξω μὴ εἴπῃς, ἀλλ’ ἄρτι ἀφικόμην. | |
12 | Τέμμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος μὴ λέγε, ἀλλὰ τόμος· τὸ δὲ τέμμαχος ἐπὶ ἰχθύος μόνον. | |
13 | Ἄμυναν μὴ εἴπῃς, ἀλλὰ ἀμύνασθαι. | |
15 | Σημῆναι, καθῆραι, θερμῆναι διὰ τοῦ η. | |
16 | Διωρία ἀδόκιμον, προθεσμία δέ. | |
20 | Σπῖλος μὴ λέγε, κηλὶς δέ. | |
22 | Πίομαι καὶ πιοῦμαι. | |
30 | Ἡνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν, οἷον εἰπόντος τινὸς „πηνίκα ἀποδημήσεις;“, ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέρασ“, οὐκ ὀρθῶς ἐρεῖς, ἐὰν δὲ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς. | |
31+35 | Ὀρθρινὸς οὔ, ὄρθριος δὲ καὶ ὄψιος ἄνευ τοῦ ν. | |
36 | Ποταπὸς ἐπὶ τρόπου, οἷον „ποταπὸς Φρύνιχος;“ „ἐπιεικήσ“· πο‐ δαπὸς δὲ ἐπὶ γένους, οἷον „ποδαπός ἐστιν;“ „Θηβαῖος ἢ Ἀθη‐ ναῖοσ“. ἔστι γὰρ ἐκ τίνος δαπέδου. | |
39 | Πεινῆν, διψῆν διὰ τοῦ η. | |
44 | Αὐθαδίζεσθαι, μὴ ἀναιδεύεσθαι. | |
46 | Τελευταῖον· οὐ τευτάζειν—σὺ δ’ ὁ πάντα ἀκριβῶν καὶ τοῖς μακρῷ σου σοφωτέροις ἐπιτιμῶν ῥᾳδίως, τῷ ποτε τῶν καθαρῶς φωνὴν | |
Ἑλλάδα ἀφιέντων τευτάζειν λέγοντι ἐνέτυχες; | 124 | |
47 | Βεβίασται ἡ κόρη, οὐκ ἔφθαρται. | |
50 | Κόριον, ἢ κορίδιον, ἢ κορίσκη· τὸ δὲ κοράσιον παράλογον. | |
48 | Ἡ ὕσπληγξ, οὐχ ὁ ὕσπληγξ. | |
49 | Ἰλὺς ποταμοῦ, τρὺξ δὲ οἴνου ἢ ὑποστάθμη. | |
54 | Κακοδαιμονᾶν διὰ τοῦ α· εὐδαιμονεῖν διὰ διφθόγγου· εὐδαιμονοῦσι διὰ τῆς ου, κακοδαιμονῶσι δὲ διὰ τοῦ ω μεγάλου. | |
55 | Κόρημα, οὐχὶ σάρον· καὶ κορεῖν καὶ παρακορεῖν, οὐχὶ σαροῦν. | |
56 | Ἀφῆλιξ παρὰ τοῖς ἀρχαίοις ὁ πρεσβύτερος. | |
64 | Ἀκέστης, οὐχ ἡπήτης· καὶ ἀκέσασθαι τὸ ἱμάτιον, οὐχ ἡπήσασθαι. | |
65 | Ἀγαθὸς μᾶλλον καὶ ἀγαθὸς μάλιστα, μὴ ἀγαθώτερος καὶ ἀγαθώ‐ τατος. | |
70 | Γλωττοκομεῖον, οὐ γλωσσόκομον. | |
71 | Βραδύτερον, οὐ βράδιον. | |
72 | Γρυλίζειν καὶ γρυλισμὸς συῶν, οὐ γρυλλισμὸς διὰ δύο λλ. | |
73 | Γογγυλὶς τὸ λάχανον, οὐ γογγύλη. | |
78 | Ἀποκριθῆναι τὸ διαχωρισθῆναι, οὗ τὸ ἐναντίον συγκριθῆναι ἤγουν εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν· ἐπὶ δὲ τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε. | |
81 | Ὅτι τῶν λαχάνων αἱ ἄνθαι ὄρμενα καλοῦνται, καὶ ἐξορμενίζειν τὸ βλαστάνειν καὶ ἐξανθεῖν. Ἀσφάραγον, οὐκ ἀσπάραγον. | |
95 | Ἐκ παλαιοῦ, οὐχὶ ἀπὸ πάλαι ἢ ἔκπαλαι. | |
89 | Ἐπὶ πολῆς, οὐ μετὰ τῆς ἔξ. | |
96 | Ἀνατέλλει ὁ ἥλιος, ἐπιτέλλει δὲ ὁ Κύων ἢ ἄλλο τι. | |
99 | Ἔνδον εἰσέρχομαι βάρβαρον, καὶ ἔσω διατρίβω· ἐρεῖς δὲ ἔνδον διατρίβω, ἔνδον εἰμί, ἔνδον ἐστίν, εἴσω παρέρχομαι. | |
103 | Ἐπίδοξον οὐ τὸν ἐπίσημον, ἀλλὰ τὸν ἐλπιζόμενον καὶ προσδοκώ‐ μενον. | |
105+106 | Ἔσχατον, οὐχὶ ἐσχατώτατον· οὐδὲ ἀμεινότερον, καλλιώ‐ τερον, κρειττότερον ῥητέον· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐ γίνε‐ ται. | |
110 | Εὑρέσθαι, οὐχ εὕρασθαι. | |
112 | Εὔνως ἔχει μοι μὴ λέγε, ἀλλ’ εὐνοϊκῶς. | |
114 | Εὔζωρον κέρασον καὶ εὐζωρότερον, οὐ ζωρότερον. | |
118 | Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα, καὶ ἐὰν ᾖς ἐν ἀγορᾷ. | |
119 | Ἠκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν· ἀλλ’ οὐ σὺν τῷ ι, ἐνενοήκεισαν. | |
120 | Ὁ ῥύπος, οὐ τὸ ῥύπος. | |
122 | Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός· γυνὴ δὲ μέθυσος. | |
126 | Ἄχαριν ὀσμὴν λέγε, ἀλλ’ οὐ βρῶμον. | |
127 | Ἡρακλέα, Θεμιστοκλέα, ἀλλὰ μὴ Ἡρακλῆν. | |
128 | Ἀνέῳγεν ἡ θύρα μὴ εἴπῃς, ἀλλ’ ἀνέῳκται. | 125 |
131 | Διεφθορὸς αἷμα μὴ εἴπῃς, ἀλλὰ διεφθαρμένον. | |
135 | Ὅτι ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον λέγεται· ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, οὐ θυμέλην. | |
140 | Αἱ νῆες, οὐχ αἱ ναῦς, σόλοικον γάρ· οὐδὲ τὰς νῆας, ἀλλὰ τὰς ναῦς. | |
141 | Εἰσιέναι διὰ τοῦ ε, τὸ δὲ εἰσίτω χωρίς. | |
143 | Κλαδᾶν ἀμπέλους, μὴ κλαδεύειν. | |
144 | Πολίτης, μὴ συμπολίτης. | |
146 | Ῥάπισμα οὐκ ἐν χρήσει· τὸ γὰρ τὴν γνάθον πλατείᾳ τῇ χειρὶ πλῆξαι ἐπὶ κόρρης πατάξαι Ἀθηναῖοί φασιν. | |
151 | Κυνίδιον, οὐ κυνάριον. | |
152 | Ἐδεδίεσαν· καὶ τοῦτο τῆς Λολλιανοῦ Μούσης· σὺ δὲ λέγε ἐδέδισαν. | |
154 | Ἀφείλετο, ἀφειλόμεν, οὐκ ἀφείλατο καὶ ἀφείλαμεν. | |
161 | Ἐπεξιὼν καὶ ἐπέξειμι, οὐχὶ ἐπεξελεύσομαι καὶ ἐπεξελευσόμενος. | |
160 | Δυσωπεῖσθαι· τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι’ αἰδῶ· παρὰ δὲ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν. | |
164 | Κολάβους τοὺς ἐν τῇ λύρᾳ. | |
165 | Ἀπόνιπτρον, οὐχὶ νίμμα. | |
167 | Μέσα τῶν δακτύλων, οὐ μεσοδάκτυλα· ἐναυτίασα γὰρ ἀκούσας τοῦτο. | |
170 | Μέγα δυναμένους λέγε, οὐ μεγιστάνας. | |
172 | Ἰδιοῦσθαι, οὐκ ἐξιδιάζονται. | |
174 | Αὐτότροφος μὴ λέγε, ἀλλ’ οἰκόσιτος· μηδὲ οἰκογενῆ, ἀλλ’ οἰκό‐ τριβα. | |
175 | Σφυρήτατον, καὶ ὁλόσφυρον, οὐχ ὁλοσφύρατον. | |
176 | Ὀπωρώνης λέγε, οὐχὶ ὀπωροπώλης. | |
179 | Ἐξαμβλῶσαι, οὐκ ἐκτρῶσαι. | |
184 | Ὅτι τὸ ἀναθέσθαι δύο σημαίνει· τὸ μεταγινώσκειν ἐφ’ οἷς εἴρηκεν, οἷον „ἀνατίθεμαι εἰς αὖθις τὸ πρᾶγμα“, καὶ ἀνατιθέναι τὸ φορτίον. | |
185 | Σταθερὰ μεσημβρία, καὶ σταθερὰ γαλήνη· ἐμβριθὴς δὲ ἄνθρωπος. | |
186 | Ἀναπεσεῖν· οὐ καλῶς ἐπὶ τοῦ ἀνακλιθῆναι τάττεται· ἐὰν δὲ ἐπὶ τοῦ τὴν ψυχὴν ἀδημονῆσαι, καλῶς· ἀνέπεσεν ἄνθρωπος ἤγουν τὴν ψυχὴν ἠθύμησεν. | |
187 | Ἀνάκειται ἀνδριὰς καλῶς ἐρεῖς· ἀνάκειται δὲ ἐπὶ κλίνης οὐκέτι, ἀλλὰ κεῖται. | |
189 | Σκεδάννυται, οὐ σκορπίζεται. | |
194 | Ἐνθήκη ἄτοπον, παρενθήκη δέ. | |
195 | Ἐξυπνισθῆναι πάρες· ἀφυπνισθῆναι δέ. | |
193 | Ἀρτοποιός καὶ ἀρτοπόπος. | |
197 | Βασίλεσσα· οὐδεὶς εἶπε τῶν ἀρχαίων, ἀλλὰ βασίλεια καὶ βασιλίς. | 126 |
198 | Σικχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· ἀλλ’ ἐρεῖς βδελύτ‐ τομαι. | |
200 | Ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος. | |
201 | Γλωττίδας αὐλῶν καὶ ὑποδημάτων, οὐ γλωσσίδας. | |
203 | Διώρυγος· οἱ δὲ ἀρχαῖοι διώρυχος. | |
205 | Διόσκοροι, οὐ Διόσκουροι. | |
207 | Ὑστερίζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλὰ τοῦ καιροῦ. | |
214 | Ἐπαοιδὴ ποιητικόν· σὺ δὲ ἐπῳδὴ λέγε. | |
215 | Διδόασιν, οὐ διδοῦσιν. | |
217 | Πήχεος καὶ πήχεων δέον, οὐ πηχὸς καὶ πηχῶν. | |
218 | Συντυχίαν λέγε, οὐ σύμπτωμα· ἢ οὕτω „συνέπεσεν αὐτῷ τόδε γε‐ νέσθαι“. | |
220 | Κατορθῶσαι δόκιμον· τὸ δὲ κατόρθωμα ἀποδιοπομπώμεθα. λέγειν οὖν χρὴ ἀνδραγαθήματα. | |
221 | Ὑπαίθριον, οὐχ ὕπαιθρον. | |
222 | Προδωμάτιον, οὐ προκοιτών, ἐπεὶ δωμάτιον τὸν κοιτῶνα. | |
223 | Ῥοίδιον, οὐ ῥοΐδιον. | |
229 | Στύππιον, οὐ στυππέϊνον. | |
230 | Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ. | |
233 | Καθέζομαι, καθεδοῦμαι, καθεδοῦνται, καθεδούμενος. | |
234 | Υἱέος, υἱέι. υἱέα δὲ μή, ἀλλ’ υἱόν. | |
235 | Ἀνέκαθεν ἐπὶ χρόνου φυλακτέον λέγειν, οἷον „ἀνέκαθέν μοί ἐστι φίλοσ“· λέγειν οὖν χρὴ „ἄνωθέν σοι φίλος εἰμί“. τὸ δὲ ἀνέκαθεν, λέγε „ἀνέκαθεν κατέπεσεν“. | |
239 | Ἑκὼν εἶναι οὐ μὴ ποιήσω· ὅσοι δὲ ἐπὶ καταφάσεως, οἷον „ἑκὼν εἶναι ἐποίησα“, ἁμαρτάνουσιν. | |
240 | Ὄρθρον καὶ ὀρθρεύεσθαι τὸ πρὸ ἀρχομένης ἡμέρας, ἐν ᾧ ἔτι λύχνῳ δύναταί τις χρῆσθαι. ὃ οἱ πολλοὶ ἁμαρτάνοντες ὄρθρον λέγουσιν, τοῦτο {ὃ} οἱ ἀρχαῖοι ἕω λέγουσιν. | |
241 | Μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον οὐκέτι, ἀλλ’ ὀπτάνιον. | |
242 | Φίλος μοι τυγχάνει ὤν, καὶ ἐχθρός μοι τυγχάνει ὤν. | |
243 | Ἐξετάζειν καὶ παραβάλλειν, οὐ συγκρίνειν οὐδὲ σύγκρισις. | |
244 | Κατ’ ἐκεῖνο τοῦ καιροῦ σὺν τῷ ἄρθρῳ. | |
245 | Ἐπέστησεν ἤγουν ἠπόρησεν, καὶ ἐπιστάσεως ἄξιον τὸ πρᾶγμα καὶ ἐπισκέψεως. | |
250 | Ἵνα ἀγάγωσιν, οὐχ ἵνα ἄξωσιν. | |
249 | Καρποὺς ξηροὺς καὶ ὑγρούς, οὐ γεννήματα. | |
251 | Ὑπήντησε, συνήντησε. | |
253 | Ὀνυχίζειν καὶ ἐξονυχίζειν ἐπὶ τοῦ ἀκριβολογεῖσθαι τίθεται· τὸ δ’ | |
ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν. | 127 | |
261 | Φλέϊνα τὰ ἀπὸ τοῦ φλέως πλεκόμενα. | |
262 | Πεποίθησις οὐκ εἴρηται, ἀλλ’ εἴ τι πιστεύειν ἢ πεποιθέναι. | |
264 | Ἔγγειον μὴ λέγε, ἀλλ’ ἐγγύτερον· ἐπὶ δὲ τοῦ ἐν τῇ γῇ, οἷον „ἔγγυον κτῆμα“, εἴ τις χρῷτο, ἄριστα ἂν χρήσαιτο, ὡς καὶ Δη‐ μοσθένης „ἔγγειον τόκον“ λέγει. | |
273 | Ἐξάδελφος ἀποδιοπομπητέον, ὁ ἀνεψιὸς δὲ ῥητέον. | |
275 | Πανδοκεῖον, πανδοκεύς, πανδοκεύτρια. | |
284 | Ἐκτενῶς μή, δαψιλῶς δέ. | |
285 | Πρώτως μὴ λέγε, ἀλλὰ πρῶτον. | |
286 | Παρακαταθήκην, οὐ παραθήκην. | |
287 | Ἀπαράβατον μή, ἀπαραίτητον δέ. | |
289 | Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου τινὰ ὁδόν· οἱ δὲ νῦν ἀγω‐ γοὺς καλοῦσιν τοὺς ὀχετοὺς τῶν ὑδάτων. | |
291 | Καρῆναι καὶ ἐκάρην ἐπὶ προβάτων, κείρασθαι δὲ ἐπὶ ἀνθρώπων. | |
293 | Δεξαμενὴ καὶ δεξαμένη καὶ κολυμβήθρα. | |
307 | Εὐσχήμων ὁ καλὸς καὶ σύμμετρος, οὐχ ὁ πλούσιος. | |
308 | Ἐπίτεξ γυνή, οὐκ ἐπίτοκος. | |
309 | Θετός, οὐκ ἐγκάθετος, ἢ εἰσποιητὸς ἢ ὑποβλητός. | |
312 | Ἡμίκακον μὴ λέγε, ἀλλ’ ἡμιμόχθηρον. | |
315 | Κόρυδον, οὐ κορυδαλόν. | |
316 | Καταμύειν, οὐ καμμύειν. | |
317 | Καρατομεῖν· κεφαλοτομεῖν. | |
318 | Λάκαιναν γυναῖκα, Λακωνικὴν δὲ τὴν χώραν. | |
320 | Μιαρὸς ἀρχαῖον. | |
321 | Γαμῴη μὴ λέγε, ἀλλὰ γαμοίη· τὰ γὰρ τῆς πρώτης καὶ τρίτης συ‐ ζυγίας τῶν περισπωμένων εὐκτικὰ διὰ τῆς οι λέγεται, τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, γελῴη. | |
323 | Τεχνικῶς, οὐκ ἐντέχνως. | |
324 | Τοῦ δίδωμι τὸ μὲν εὐκτικὸν διὰ τῆς οι διφθόγγου, τὸ δὲ ὑποτα‐ κτικὸν διὰ τοῦ ω μεγάλου. | |
325 | Ἔδομαι, κατέδομαι, οὐ βρώσομαι. | |
327 | Ἄγαγε, ἀγαγών, ὡς ἄνελε, ἀνελών. | |
328 | Ἀναίσθητος λέγε, τὸ δὲ ῥῆμα οὔ, τὸ ἀναισθητεύομαι· λέγε οὖν οὐκ αἰσθάνομαι. | |
330 | „Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετ’ αὐτοῦ“, ὡς Λυσίας λέγει, μὴ εἴπῃς, ἀλλὰ τὸν ἀκολουθοῦντα αὐτῷ. | |
331 | Βιωτικόν· ἀειδὴς ἡ λέξις· λέγε οὖν χρήσιμον ἐν τῷ βίῳ. | |
343 | Ἐκλιπών, οὐκ ἐκλείψας. | |
344 | Χρηστὸς τὸ ἦθος, οὐ τὰ ἤθη. | |
348 | Οὐ δήπου καὶ μὴ δήπου λέγε· ἀπόβλητον δὲ τὸ οὐχ οἷον καὶ μὴ | |
οἷον. | 128 | |
349 | Οἰκίας δεσπότης, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης. | |
350 | Οὐδηποτοῦν μὴ λέγε, ἀλλ’ ὁντινοῦν. | |
352 | Πτώματα νεκρῶν ἢ οἴκων. | |
353 | Περίστασις· ἡ συμφορὰ κατὰ Στωϊκούς, οἱ δὲ ἀρχαῖοι τὴν διά τινα τάραχον παρουσίαν πλήθους. „τίς ἥδε κραυγὴ καὶ δόμων περί‐ στασις;“ | |
356 | Σώματα ἐπὶ τῶν ὠνίων ἀνδραπόδων, οἷον „σώματα πωλεῖται“, οὐ χρῶνται 〈***〉 (357) τὰ πρόσωπα. | |
359 | Σύαγρος οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον. | |
360 | Συγγνωμονῆσαι οὐ χρὴ λέγειν, ἀλλὰ συγγνῶναι. | |
361 | Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ σῖτον μετρεῖσθαι. | |
362 | Στηθίνιον ὀρνιθίου οὐχ ὑγιῶς, ἀλλὰ στηθίδιον. | |
365 | Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα. | |
386 | Πεντετηρὶς καὶ πεντετηρικὸς ἀγών. | |
387 | Πεντάμηνον καὶ πεντέμηνον· πεντάπηχυ καὶ πεντέπηχυ· (388) ἑξάπηχυ καὶ ἕξπηχυ, καὶ ἕξπλεθρον, καὶ ἕξπλευρον. | |
389 | Περιεσπάσθην ἐπὶ τοῦ ἐν ἀσχολίᾳ πάνυ κίβδηλον· τὸ γὰρ περι‐ σπᾶν καὶ περισπᾶσθαι ἐπὶ τοῦ παραινεῖν καὶ παραινεῖσθαι λέγου‐ σιν· δέον οὖν ἄσχολος λέγειν. | |
390 | Πορνοκόπος καὶ πορνότριψ. | |
391 | Λίθαργος καὶ ἐπιλήσμων. | |
395 | Οἰκοδόμημα, οὐχὶ οἰκοδομή. | |
396 | Ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως, οὐ κατ’ ὄναρ, ὥσπερ οὐδὲ καθ’ ὕπαρ. | |
398 | Λιθίδιον, οὐ λιθάριον. | |
399 | Καθό, οὐ καθώς. | |
400 | Κακάβην, οὐ κάκαβον. | |
404 | Θριαλλίς, οὐκ ἐλύχνιον. | |
409 | Τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε, οὐ τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε. | |
410 | Ἐγκρατεύεται, οὐκ ἀκρατεύεται. | |
411 | Αἰχμάλωτον γενέσθαι, οὐκ αἰχμαλωτισθῆναι. | |
412 | Ὠνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ τὸ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ εω ῥήματα τάττε· ἔνθα δ’ ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερα. οἷον „ὤνημαι οἰκίαν“· ἐνταῦθα γὰρ ἐγχωρεῖ τὸ | |
ἐπριάμην, οὕτω χρήσῃ ἐπριάμην· καὶ ἀνάπαλιν „ἔτυχον ἐωνημέ‐ | 129 | |
5 | νος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρία‐ σθαι· μένει τὸ ἐωνημένος· δεῖ γὰρ λέγειν πριάμενος· τὸ γὰρ ἐωνησά‐ μενος ἀδόκιμον. | |
---|---|---|
419 | Ἀνυπόδητος σὺν τῷ η, οὐ σὺν τῷ ε, καὶ ὑποδήσασθαι. | |
420 | Εὕρημα, οὐχ εὕρεμα. | |
421 | Προσδεῖσθαι, οὐ προσδέεσθαι. | |
422 | Ἀπηρτισμένον, ἀπήρτικα, καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα· | |
ἀποτελέσθαι καὶ ἀποτελεσμένον. | 130 |