TLG 1608 003 :: PHRYNICHUS :: Eclogae (familia q) PHRYNICHUS Attic. Eclogae (familia q) Citation: Lexical entry — (line) | ||
T | Ἐκ τῶν τοῦ Φρυνίχου | |
1 | Ἑκοντὴν οὐ χρὴ λέγειν, ἀλλ’ ἐθελοντήν. | |
2 | Ὄπισθεν, οὐχὶ ὄπιθεν. | |
4 | Οὐχ ὑπόδειγμα, ἀλλὰ παράδειγμα. | |
5 | Ὠνάμην, ὤνασο, ὤνατο εὕρηται, ὠνήμην δέ, ὤνησο, ὤνητο κάλ‐ λιον. | |
6 | Μέχρι καὶ ἄχρι δίχα τοῦ ς κάλλιον. | |
8 | Ἐμπτύει μου μηδαμῶς, ἀλλὰ καταπτύει μου. | |
10 | Εὐχαριστεῖν οὐχ Ἑλληνικόν, τὸ δὲ χάριν εἰδέναι. | |
11 | Ἄρτι ἥξω οὐκ εἴποις ἐπὶ μέλλοντος, ἀλλ’ ἐπὶ ἐνεστῶτος καὶ παρῳ‐ | |
χημένου, ἄρτι ἥκω καὶ ἄρτι ἀφικόμην. | 109 | |
12 | Τέμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος οὐκ εἴποις, ἀλλὰ τομός· τὸ γὰρ τέμαχος μόνον ἐπὶ ἰχθύος. | |
13 | Ἄμυναν οὐκ εἴποις, ἀλλὰ διὰ ῥήματος, ἀμύνομαι, ἀμύνασθαι, ἀμυ‐ νοῦμαι. | |
16 | Διωρία οὐκ εἴποις, ἀντ’ αὐτοῦ δὲ προθεσμία ἐρεῖς. | |
18 | Ἀνεῖναι ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τῳ λέγουσιν ἰατροὶ ἀμαθῶς· δεῖ γὰρ διεῖναι λέγειν. | |
19 | Περιέσσευσεν ἄχρηστον, ἐπερίσσευσε δὲ χρήσιμον. | |
20 | Οὐ σπῖλος εἴποις, ἀλλὰ κηλίς. | |
21 | Ἀνειλεῖν βιβλίον δι’ ἑνὸς λ κάκιστον, ἀλλὰ διὰ τῶν δύο ἀνειλλεῖν. | |
22 | Οὐκ εἴποις πιοῦμαι διὰ τοῦ υ, πίομαι δὲ καὶ πιόμενος ἄνευ τοῦ υ. Δίων δὲ διὰ τοῦ υ λέγων ἁμαρτάνει. | |
23 | Ἤλειπται, κατώρυκται οὐ χρὴ λέγειν, ἀλλ’ Ἀττικῶς ἀλήλιπται καὶ κατορώρυκται. | |
24 | Ἀπελεύσομαι οὐκ εἴποις, ἀλλ’ ἄπειμι, καὶ τοῖς ὁμοειδέσιν ὁμοίως. | |
25 | Ὤμοκε ἄηθες· χρὴ γὰρ ὀμώμοκε λέγειν. | |
26 | Ἀλκαϊκὸν ᾆσμα οὐκ εἴποις, ἀλλ’ Ἀλκαιϊκὸν καὶ τροχαιϊκόν. | |
27 | Νηρὸν ὕδωρ οὐκ εἴποις, ἀλλὰ πρόσφατον, ἀκραιφνές. | |
28 | Ποῖ ἄπει διὰ τοῦ ι εἴποις· ποῦ δὲ ἄπει διὰ τοῦ υ οὐκ εἴποις· ποῦ δὲ διατρίβεις εἴποις. | |
29 | Ἔκτοτε οὐκ εἴποις, ἀλλ’ ἐξ ἐκείνου. | |
30 | Πηνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν· οἷον εἴ τις εἴποι „πηνίκα ἀποδημήσεισ“, ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέ‐ ρασ“, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δὲ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς ἐρεῖς. | |
31 | Ὀρθρινὸς οὔ, ἀλλ’ ὄρθριος. | |
32 | Μεσονύκτιον ποιητικόν, οὐ πολιτικόν. | |
34 | Ἡ πηλὸς Συρακούσιοι λέγοντες ἁμαρτάνουσιν. | |
35 | Ὀψινὸς ὁμοίως τῷ ὀρθρινός· σὺ δὲ ὄψιος ὡς ὄρθιος λέγε. | |
36 | Ποταπὸς διὰ τοῦ τ οὐκ εἴποις, ἀδόκιμον γάρ· διὰ δὲ τοῦ δ λέγων ἐπὶ γένους θήσεις. „ποδαπός ἐστιν;“ „Θηβαῖος ἢ Ἀθηναῖοσ“, ἔστι γὰρ οἷον „ἐκ τίνος δαπέδου;“. εἰ ποταπὸς δέ ἐστιν, εἴποις· „ποτα‐ πὸς τὸν τρόπον Φρύνιχος;“, „ἐπιεικήσ“. χρὴ οὖν οὕτως ἐρωτᾶν· | |
5 | „ποῖός σοί τις δοκεῖ εἶναι;“. | |
---|---|---|
37 | Φανὸς ἐπὶ λαμπάδος, ἀλλὰ μὴ ἐπὶ κερατίνου λέγε· τοῦτο δὲ λυχνοῦ‐ | |
χον. | 110 | |
38 | Ἐν χρῷ κουρίας φαθί, καὶ μὴ ψιλόκουρος. | |
39 | Πεινῆν, διψῆν λέγε, ἀλλὰ μὴ διὰ τοῦ α. | |
40 | Ἡ χάραξ ἐρεῖς τὸ τῆς ἀμπέλου στήριγμα, οὐ κατὰ τὸ ἀρρενικόν. | |
41 | Σκίμπους λέγε, ἀλλὰ μὴ κράββατον. | |
42 | Ἐρεύγεσθαι ὁ ποιητής· „ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“, ἀλλ’ ὁ πολι‐ τικὸς ἐρυγγάνειν λεγέτω. | |
43 | Ὁ φάρυγξ ἀρρενικῶς Ἐπίχαρμος λέγει, Ἀττικοὶ δὲ ἡ φάρυγξ. | |
44 | Αὐθαδίζεσθαι λέγε, ἀλλὰ μὴ ἀναιδεύεσθαι. | |
47 | Βεβίασται ἡ κόρη λέγε, ἀλλ’ οὐ διέφθαρται. | |
48 | Ἡ ὕσπληγξ λέγε, ἀλλ’ οὐχ ὁ ὕσπληγξ. | |
49 | Ἰλὺς οἴνου οὐκ ὀρθόν, ἀλλὰ ποταμοῦ· οἴνου δὲ τρὺξ ἢ ὑπόστασις. | |
50 | Κόριον ἢ κορίδιον ἢ κορίσκη λεγέσθω, τὸ δὲ κοράσιον μηδαμῶς. | |
51 | Ἡ ῥὰξ ἐρεῖς, ὁ δὲ ῥὼξ παράλογον. | |
54 | Κακοδαιμονεῖν οἱ νόθως ἀττικίζοντες, οἱ δὲ Ἀθηναῖοι διὰ τοῦ α, κακοδαιμονᾶν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαιμονεῖν μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονεῖν. | |
55 | Κόρημα χρὴ λέγειν, οὐχὶ σάρον, καὶ κορεῖν καὶ παρακορεῖν, ἀλλὰ μὴ σαροῦν. | |
56 | Ἀφῆλιξ λέγοντες ἁμαρτάνουσιν οἱ ῥητορικοί· τοὐναντίον γὰρ ἢ δεῖ χρῶνται· τὸν μὲν γὰρ πρεσβύτερον ῥητέον ἀφήλικα, οἱ δ’ ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας χρῶνται. | |
58 | Προκόπτειν λέγουσιν, τὸ δὲ ὄνομα προκοπὴ οὐκ ἔστι παρ’ αὐτοῖς. | |
59 | Βιβλιαγράφος λέγεται, ἀλλ’ οὐ βιβλιογράφος. | |
62 | Ὀσμὴ γράφεται διὰ τοῦ ς, τὸ δὲ διὰ τοῦ δ, ὀδμή, Ἰώνων. | |
63 | Βελόνη καὶ βελονοπώλης ἀρχαῖα, ἡ δὲ ῥαφὶς τί ἐστιν οὐκ οἶδα. | |
64 | Ἀκέστης λέγουσιν οἱ παλαιοί, οὐκ ἠπήτης. Ἠπήσασθαι ἔστι μὲν ἅπαξ παρ’ Ἀριστοφάνει ἐν Δαιταλεῦσιν· „καὶ κόσκινον ἠπήσα‐ σθαι“, σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον· παίζων γὰρ τὰς Ἡσιόδου ὑποθήκας Ἀριστοφάνης εἶπε τοῦτο. | |
65 | Ἀγαθὸς μᾶλλον λέγεται καὶ ἀγαθὸς μάλιστα, ἀλλὰ μὴ ἀγαθώτα‐ τος καὶ ἀγαθώτερος. | |
66 | Ἀρχῆθεν οἱ ποιηταὶ λέγουσιν, τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλ’ ἐξ ἀρχῆς. | |
67 | Γαστρίζειν ἐπὶ τοῦ τὴν γαστέρα ἐμπίπλασθαι Ἀθηναῖοί φασιν, οὐκ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν· ἴσως δὲ καὶ τοῦτ’ ἂν σημαίνοι. | |
68 | Γαργαλίζειν λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τοῦ γ γαγγαλίζειν. | |
52 | Τάχιον οἱ Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ. | 111 |
71 | Βράδιον μὲν ὁ Ἡσίοδος γράφει, „βράδιον δὲ Πανέλλησι φαείνει“, Θουκυδίδης δὲ καὶ Πλάτων βραδύτερον. | |
72 | Γρυλλίζειν διπλοῦν ἔχει τὸ ἁμάρτημα, ὅτι τε διὰ τῶν δύο λλ ἐκφέρε‐ ται, καὶ ὅτι ἐπὶ τῶν φορτικῶς καὶ ἀσχημόνως ὀρχουμένων οἱ νῦν τιθέασιν. σὺ οὖν διὰ τοῦ ἑνὸς λ, καὶ ἐπὶ τῆς τῶν συῶν φωνῆς. | |
73 | Γογγύλη οἱ μὲν παλαιοὶ ἐπὶ τοῦ στρογγύλου τιθέασιν, οἱ δὲ νῦν ἐπὶ τοῦ λαχάνου· ὅπερ γογγυλίς, οὐ γογγύλη λέγεται. | |
74 | Πάντοτε μὴ λέγε, ἀλλ’ ἑκάστοτε καὶ διαπαντός. | |
75 | Γενέσια· οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· γενέσια γὰρ Ἀθήνησιν ἑορτή. λέγειν οὖν δεῖ γενέθλια καὶ γενεθλίους ἡμέρας. | |
76 | Ἀργὴ ἡμέρα καὶ ἀργὴ γυνὴ μὴ λέγε, ἀλλ’ ἀργός. | |
78 | Ἀποκριθῆναι· διττὸν ἔχει τὸ ἁμάρτημα· ἔδει γὰρ ἀποκρίνασθαι λέγειν, καὶ εἰδέναι ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, τὸ εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν. εἰδὼς οὖν τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε, | |
5 | ἐπὶ δὲ τοῦ διαχωρισθῆναι τὸ ἀποκριθῆναι. | |
82 | Ἀσβόλη μὴ λέγε, ἀλλὰ ἄσβολος. | |
84 | Θερμότης λέγε, ἀλλὰ μὴ θερμασία. | |
81 | Ὅρμενα αἱ τῶν λαχάνων ἄνθαι, καὶ ἐξορμενίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν. λέγε οὖν ὅρμενα καὶ μὴ ἀσπαράγους. | |
85 | Αἴθαλος ἀρσενικῶς, ἀλλὰ μὴ αἰθάλη. | |
87 | Κολυμβάδες ἐλαῖαι μὴ λέγε, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι. | |
88 | Ἐγρήγορα χρὴ καὶ ἐγρήγορεν, ἀλλ’ οὐχὶ γρηγόρει καὶ γρηγορῶ. | |
89 | Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου ὡς οἱ περὶ τὰ δικαστή‐ ρια ῥήτορες, ἀλλ’ ἐπὶ τοῦ αὐτόχειρος φονέως. | |
90 | Ἀγήοχεν ἀδόκιμον, εἰ καὶ Λυσίας τούτῳ χρῆται· ἀλλὰ Δημοσθένει πείθου, ἤχασι ἀλλ’ οὐκ ἀγηόχασι λέγοντι. | |
92 | Καλλιγραφεῖν μὴ λέγε, ἀλλ’ εἰς κάλλος γράφειν. | |
93 | Ἀκμὴν ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα μέν φασιν ἅπαξ αὐτῷ κεχρῆσθαι, σὺ δὲ φυλαττόμενος ἔτι λέγε. | |
95 | Ἀπόπαλαι καὶ ἔκπαλαι μὴ λέγε, ἀλλ’ ἐκ παλαιοῦ. | |
96 | Ἀνατέλλειν ἐρεῖς ἐπὶ ἡλίου, ἐπιτέλλειν δὲ ἐπὶ ἄστρων, οὐκ ἐπὶ σελή‐ νης. | |
97 | Εὐκαιρεῖν οὐ λεκτέον, ἀλλ’ εὖ σχολῆς ἔχειν. | |
98 | Ἐξεπιπολῆς τινες, οἱ δ’ ἀρχαῖοι ἐπιπολῆς κάλλιον. | |
99 | Ἔνδον εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ εἰμι καὶ ἔνδον ἐστὶ δόκιμον. δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. Ἔσω διατρίβω οὐκ ἐρεῖς, ἀλλ’ | |
ἔνδον διατρίβω. | 112 | |
100 | Κληρονομεῖν τόνδε· οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ κληρονομῶ τοῦδε. | |
101 | Θρίδακα Ἡρόδοτος ἰάζων εἶπεν, σὺ δὲ ὡς Ἀττικὸς θριδακίνην ἐρεῖς. | |
102 | Ἐπίκλιντρον ῥητέον, οὐκ ἀνάκλιντρον. | |
103 | Ἐπίδοξον τὸ προσδοκώμενον ἐρεῖς, οὐχ ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον. | |
104 | Μάμμην τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ ἀρχαῖοι, ἀλλὰ τήθην, μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα. ἀμαθὲς οὖν τὸ τὴν μάμ‐ μην ἐπὶ τῆς τήθης λέγειν. | |
105 | Ἔσχατον χρὴ λέγειν, οὐκ ἐσχατώτατον. | |
106 | Ἀμεινότερον, κρεισσότερον, καλλιώτερον οὐκ ἐρεῖς, εἰ καὶ ποιηταὶ λέγουσιν· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐκ ἔστιν. λέγειν οὖν ἄμεινον χρὴ καὶ κρεῖσσον καὶ κάλλιον. | |
107 | Μονόφθαλμον οὐκ ἐρεῖς, ἀλλ’ ἑτερόφθαλμον, εἰ καὶ Κρατῖνος μο‐ νόφθαλμον λέγει τὸν Κύκλωπα. | |
108 | Ἐωνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ ἐπριάμην καὶ ὅσα ἀπ’ αὐτοῦ γίνεται θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε· ἔνθα δὲ δύνῃ, τὰ ἀπὸ τοῦ ἐώνημαι, οἷον· „ἐώνημαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ ἐπριάμην, δεῖ οὖν τοῦτο λέγειν, „ἐπριάμην οἰκίαν“. πάλιν „ἔτυχον | |
5 | ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐκ ἐγχωρεῖ τὸ ἀπὸ τοῦ πρίασθαι, καὶ μένει τὸ ἐωνημένος δόκιμον. οὕτως οὖν κἀπὶ τοῦ ἐωνησάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην. | |
110 | Εὕρασθαι οὐκ ἐρεῖς, ἀλλ’ εὑρέσθαι παροξυτόνως διὰ τοῦ ε. | |
111 | Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν κράμβην. | |
112 | Εὔνως ἔχει μὴ λέγε, ἀλλ’ εὐνοϊκῶς. | |
113 | Εὐθύ· πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τόπου ἐστίν, εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ γράφεται σὺν τῷ ς. | |
117 | Νεομηνία μὴ λέγε, τοῦτο γὰρ Ἰώνων, ἀλλὰ νουμηνία. | |
118 | Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ χρῷτο ἂν ὁ λέγων „ἐὰν ᾖς ἐν ἀγορᾷ“. | |
119 | Ἀκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν ἐρεῖς χωρὶς τοῦ ι. | |
120 | Ὁ ῥύπος ἐρεῖς καὶ μὴ τὸ ῥύπος. | |
121 | Ἀλεῖν ἐρεῖς, οὐκ ἀλήθειν· καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα, οὐχὶ δὲ | |
ἀλήθουσα. | 113 | |
122 | Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός. μέθυσον δὲ γυναῖκα καὶ μεθύσην λέγε. | |
123 | Ἤμην· εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, φυλάττου· ἀντ’ αὐ‐ τοῦ δὲ τὸ ἦν ἐγὼ λέγε. | |
124 | Ὤιδηκεν, ᾠκοδόμηκεν ἄριστα ἐρεῖς, ἀλλ’ οὐχὶ οἴδηκεν, οἰκοδόμηκεν διὰ τῆς ο καὶ ι διφθόγγου. | |
125 | Ἀνίστατο λέγε, μὴ ἠνίστατο. | |
126 | Βρῶμος· πάνυ ἐζήτηται, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· ἄχαριν οὖν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί. | |
127 | Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα ἐπεκτείνων τὴν τελευταίαν συλ‐ λαβὴν λέγε, ἀλλὰ μὴ Ἡρακλῆν, Περικλῆν, Θεμιστοκλῆν. | |
128 | Ἀνέῳγεν ἡ θύρα σολοικισμός· χρὴ γὰρ ἀνέῳκται λέγειν. | |
129 | Οἱ ἥρως οὐ λέγουσι δισυλλάβως, ἀλλὰ τρισυλλάβως οἱ ἥρωες. ἐπὶ δὲ τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως. ἅπαξ βιασθεὶς Ἀριστο‐ φάνης ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δὲ βεβιασμένῳ οὐ χρηστέον. | |
131 | Διεφθορὸς αἷμα σόλοικον· ἀλλὰ σὺ διεφθαρμένον λέγε. | |
134 | Ἐλλύχνιον· καὶ τοῦτο τῶν εἰσκωμασάντων Ἀθήνησι· σὺ δ’ οὖν θρυαλλίδα λέγε. | |
135 | Θυμέλην· τοῦτο οἱ ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθουν, οἱ δὲ νῦν ἐπὶ τοῦ τόπου ἐν θεάτρῳ, ἐφ’ ᾧ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ ἄλλοι τινὲς ἀγωνίζονται. σὺ μέντοι, ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, ἀλλὰ μὴ | |
5 | θυμέλην. | |
136 | Θυείαν, μὴ ἴγδην λέγε. | |
140 | Αἱ νῆες ἐρεῖς, ἀλλ’ οὐχ αἱ ναῦς· σόλοικον γάρ. τὰς νῆας οὐκ ἐρεῖς, ἀλλὰ τὰς ναῦς. | |
143 | Κλαδᾶν ἀμπέλους, ἀλλὰ μὴ κλαδεύειν φαθί. | |
144 | Πολίτης λέγε, ἀλλὰ μὴ συμπολίτης. | |
145 | Τύλην, εἰ καὶ εὕροις που, σὺ κνέφαιον λέγε. | |
146 | Τὸ ῥάπισμα ἀδόκιμον· σὺ δὲ τὸ γνάθον πλατείᾳ πλῆξαι χειρὶ ἐπὶ | |
κόρρης πατάξαι λέγε ὡς Ἀθηναῖοι. | 114 | |
147 | Παροψὶς τὸ ὄψον, οὐχὶ τὸ ἀγγεῖον ὥς τινες· ἀλλὰ τὸ ἀγγεῖον τρυβλίον ἢ ἠλεκάριον καλεῖται. | |
148 | Τοῦ κροῦσαι τὴν θύραν ἄμεινον τὸ κόπτειν τὴν θύραν. | |
150 | Κρίβανος ἐρεῖς, οὐχὶ κλίβανος διὰ τοῦ λ, διὰ τὸ τὴν πρώτην τῶν ἀνθρώπων τροφὴν δοκεῖν κριθὰς εἶναι. | |
151 | Κυνίδιον λέγε, ἀλλὰ μὴ κυνάριον, κἂν Θεόπομπος ὁ κωμῳδὸς ἅπαξ τούτῳ χρῆται. | |
152 | Ἐδεδίεσαν λέγει Λολλιανός· σὺ δὲ χωρὶς τοῦ ε λέγε ἐδέδισαν. | |
153 | Οὐθεὶς ἀδόκιμον, οὐδεὶς δὲ κάλλιον. | |
155 | Λάγνης διὰ τοῦ η, ἀλλὰ μὴ λάγνος. | |
156 | Λαγὼς Ἀττικόν, τὸ δὲ λαγὸς Ἰώνων· λαγωὸς οὐκ ἔστιν. | |
157 | Λίβανον φαθὶ τὸ δένδρον, τὸ δὲ θυμιώμενον λιβανωτόν. | |
158 | Τὴν λιμὸν Δωρικόν· τὸν δὲ λιμὸν σὺ λέγε. | |
159 | Ἐλουόμην καὶ ὅσα ἀπ’ αὐτοῦ ἀδόκιμα· οἱ γὰρ Ἀττικοὶ χωρὶς τοῦ ο λέγουσιν ἐλούμην, ἐλοῦτο, λοῦμαι, λοῦσαι, λοῦσθαι, ἐλούμεθα, λοῦν‐ ται. | |
160 | Δυσωπεῖσθαι· Πλουτάρχῳ μέν ἐστι περὶ δυσωπίας βιβλίον, ὅπερ οἴεται δηλοῦν τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι’ αἰδῶ· ἀλλὰ ση‐ μαίνει παρὰ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν. | |
161 | Ἐπεξελευσόμενος ὁ Φαβωρῖνός φησιν, σὺ δὲ ἐπεξιὼν καὶ ἐπέξειμι. | |
162 | Σαλπικτὴς τὸ δόκιμον, οὐ σαλπιστής· ὡσαύτως καὶ σαλπίξαι διὰ τοῦ ξ, ἀλλ’ οὐ διὰ τοῦ ς. | |
163 | Ἀφιερῶσαι Φαβωρῖνος, σὺ δὲ καθιερῶσαι. | |
164 | Κολλάβους τοὺς ἐν τῇ λύρᾳ· σὺ δὲ κόλλοπας ἐρεῖς, οὕτω γὰρ Ἀθηναῖοι. | |
165 | Νίμμα ὁ πολὺς λέγει, σὺ δὲ ἀπόνιπτρον ἐρεῖς. | |
166 | Νὴ τὼ θεώ· ὅρκος γυναικεῖος· οὐ μὴν ἀνὴρ ὀμεῖται τοῦτον, εἰ μὴ γυναικίζοιτο. | |
167 | Μεσοδάκτυλα μηδαμῶς εἴποις, ἀλλὰ τὰ μέσα τῶν δακτύλων. | |
168 | Λάσταυρος· οἱ μὲν νῦν ἐπὶ τοῦ ἀξίου σταυροῦ, οἱ δὲ παλαιοὶ ἐπὶ τοῦ καταπύγωνος. | |
169 | Μάλη οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι. | |
170 | Μεγιστᾶνες ἀδόκιμον· σὺ δὲ μέγα δυναμένους λέγε. | |
172 | Ἐξιδιάζονται Φαβωρῖνος· σὺ δὲ ἰδιοῦσθαι λέγε. | |
173 | Μύκας μὴ λέγε, ἀλλὰ μύκητας. | 115 |
174 | Αὐτότροφος οὐκ ἐρεῖς, ἀλλ’ οἰκόσιτος· μὴ οἰκογενῆ δέ, ἀλλ’ οἰκότρι‐ βα. ἴσως δὲ καὶ τὸ οἰκογενὴς οὐκ ἀδόκιμον. | |
176 | Ὀπωροπώλης οἱ ἀγοραῖοι, ὀπωρώνης οἱ Ἀθηναῖοι καὶ Δημο‐ σθένης. | |
177 | Νεοττοὶ καὶ νεόττιον λέγε, ἀλλὰ μὴ νοσσὸν καὶ νοσσίον· νοσσάκιον ἐκβλητέον τελέως. | |
178 | Χρύσεα, χάλκεα, κυάνεα Ἰακά· χρυσᾶ δὲ καὶ ἀργυρᾶ Ἀττικά. Χρυσοῦς λέγε, ἀλλὰ μὴ χρύσεος· Ἰακὸν γάρ. | |
179 | Ἐκτρῶσαι καὶ ἔκτρωμα ἀδόκιμον· σὺ δὲ ἐξαμβλῶσαι καὶ ἄμβλωμα καὶ ἀμβλίσκει. | |
180 | Δυσὶ μὴ λέγε, ἀλλὰ δυοῖν. | |
182 | Ὤτοις μὴ λέγε, ἀλλ’ ὠσίν. | |
183 | Μείραξ καὶ μείρακες ἐπὶ γυναικῶν, μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ ἀνδρῶν. | |
185 | Σταθερὸς ἐπὶ ἀνθρώπου οὐδαμῶς λέγεται, ἀλλ’ ἐμβριθής. | |
186 | Τὸ ἀναπεσεῖν βέλτιον ἐπὶ τοῦ ἀδημονῆσαι καὶ ἀθυμῆσαι ἢ ἐπὶ τοῦ ἀνακλιθῆναι. | |
187 | Ἀνάκειται ἐπὶ ἀναθήματος καὶ ἀνδριάντος ἐρεῖς. | |
188 | Ἀντιβάλλειν ἀντὶ τοῦ ἀνταναγνῶναι οἱ νῦν λέγουσιν, οἱ δὲ πα‐ λαιοὶ ἀντὶ τοῦ ἀντιτιθέναι. | |
189 | Σκορπίζεται Ἰώνων, σκεδάννυται Ἀττικῶν. | |
192 | Ῥέει, πλέει, ζέει Ἰακά· ῥεῖ δὲ καὶ ζεῖ καὶ πλεῖ Ἀττικά. | |
193 | Ἀρτοκόπος ἀδόκιμον, ἀρτοπόπος δὲ ἢ ἀρτοποιὸς ἐρεῖς. | |
195 | Ἐξυπνισθῆναι οὐκ ἐρεῖς, ἀλλ’ ἀφυπνισθῆναι. | |
196 | Βαλανοκλέπτης μὴ εἴποις, ἀλλὰ βαλανειοκλέπτης. | |
197 | Βασίλισσα· οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασιλὶς ἢ βασίλεια. | |
198 | Συγχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· σὺ δὲ βδελύττομαι ἐρεῖς. | |
200 | Ἀλεκτορίς· εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ· λέγε δὲ ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος, ὡς οἱ παλαιοί. | |
201 | Γλωσσίδας αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλὰ γλώττας αὐλῶν καὶ ὑποδημάτων. | |
203 | Διώρυχος, διώρυχι, διώρυχα μετὰ τοῦ χ λέγε καὶ μὴ μετὰ τοῦ γ. | |
204 | Δίκρανον· τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν. | 116 |
205 | Διόσκοροι λέγε χωρὶς τοῦ υ. | |
206 | Ἔφησθα λέγε, εἰ καὶ ἔφης εὑρίσκεταί που. | |
210 | Παιδίσκη· οἱ μὲν παλαιοὶ ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον, οἱ δὲ νῦν ἐπὶ τῆς θεραπαίνης. | |
211 | Παῖξαι· Δωριεῖς διὰ τοῦ ξ, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ ς παῖσαί τε καὶ παίσατε καὶ συμπαίστης. | |
212 | Παλαιστρικός· Ἄλεξίν φασιν εἰρηκέναι, σὺ δὲ λέγε παλαιστικόν. | |
214 | Ἐπῳδὴν λέγε, ἀλλὰ μὴ ἐπαοιδήν. | |
216 | Προάλως Φαβωρῖνος ἀμαθῶς· σὺ δὲ ἀντ’ αὐτοῦ προπετῶς. | |
217 | Πήχεως καὶ πήχεων Ἀττικῶς, ἀλλὰ μὴ πήχων καὶ πηχός. | |
219 | Ἔκθεμα βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα. | |
221 | Ὕπαιθρον μὴ λέγε, ἀλλ’ ὑπαίθριον τετρασυλλάβως. | |
222 | Κοιτὼν καὶ προκοιτὼν ἀδόκιμα· χρὴ οὖν προδωμάτιον λέγειν ὡς Ἀττικόν. | |
223 | Ῥοΐδιόν τινες ἀμαθῶς διῃρημένως λέγουσιν· ἡμεῖς δὲ ῥοίδιον. | |
224 | Σμῆγμα καὶ σμῆξαι ἀνάττικα, Ἀττικὸν δὲ σμῆμα καὶ σμῆσαι, τὸ μὲν χωρὶς τοῦ γ, τὸ δὲ διὰ τοῦ ς. | |
225 | Σάκκος· Δωριεῖς διὰ τοῦ διπλοῦ κκ, οἱ δὲ Ἀθηναῖοι δι’ ἑνός. | |
227 | Ἐπαρίστερον οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν. | |
229 | Στύππινον, ἀλλ’ οὐ στυπέϊνον διαλελυμένως καὶ τετρασυλλάβως ἐρεῖς. | |
230 | Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ. | |
232 | Εὐαγγελίζομαι αἰτιατικῇ συντάττουσιν, οἱ πλείους δὲ δοτικῇ. γρά‐ φεται δὲ καὶ εὐαγγελῶ, οὗ τὸ δεύτερον εὐαγγελεῖς. | |
233 | Ἐκαθέσθη, καθεσθείς, καθεσθήσομαι καὶ ὅσα ἀπὸ τούτων ἔκφυλα· λέγομεν οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθεδοῦνται, καθε‐ δούμενος. | |
234 | Υἱέα μηδαμῶς εἴποις, ἀλλ’ υἱόν. | |
235 | Ἄνωθέν σοι φίλος εἰμί, ἀλλ’ οὐκ ἀνέκαθεν ἐρεῖς· τὸ γὰρ ἀνέκαθεν ἐπὶ τόπου λαμβάνουσιν Ἀθηναῖοι, „ἀνέκαθεν κατέπεσεν“. εἰ δ’ ὑφ’ Ἡροδότου φήσει τις καὶ ἐπὶ χρόνου λαμβάνεσθαι, ἀληθῆ μὲν φήσει, οὐ μὴν τὸ ὑφ’ Ἡροδότου ἅπαξ εἰρῆσθαι τὸ δόκιμον τῆς χρήσεως | |
5 | αὐτῷ παρέχεται. | |
238 | Βάκηλος· ἁμαρτάνουσιν οἱ τάττοντες αὐτὸ κατὰ τοῦ βλακός· ση‐ | |
μαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βιθυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν. λέγε οὖν βλὰξ καὶ βλάκιον ὡς οἱ ἀρχαῖοι. | 117 | |
239 | Τὸ ἑκὼν εἶναι οἱ παλαιοὶ ἐπὶ ἀπαγορεύσεως τιθέασιν, οἷον „ἑκὼν εἶναι μὴ ποιήσῃσ“ ἢ „ποιήσω“, καὶ „ἑκόντες ὄντες μὴ ποιήσητε“ ἢ „ποιήσωμεν“. ὅσοι δ’ ἐπὶ καταφάσεως τιθέασιν, οἷον „ἑκὼν εἶναι ἐποίησα“, ἁμαρτάνουσιν. | |
240 | Ὄρθρον καὶ ὀρθρεύεσθαι οἱ παλαιοὶ τὸν πρὸ ἡλίου καιρόν, ἐν ᾧ λύχνῳ τις χρῆται· οἱ δὲ νῦν τὸ λυκαυγές, ὃ καὶ ἕω φασίν. | |
241 | Μάγειρος δόκιμον, μαγειρεῖον δὲ οὐκέτι, ἀλλ’ ὀπτανίον διὰ τοῦ ι. | |
242 | Τυγχάνω· καὶ τούτῳ προσεκτέον· „φίλος μοι τυγχάνεις ὤν“, „ἐχθρός μοι τυγχάνεις ὤν“· χωρὶς δὲ τοῦ ὤν ἀδόκιμον πάνυ. | |
243 | Οὐ χρὴ λέγειν συγκρίνειν τόνδε τῷδε, ἀλλὰ παραβάλλειν καὶ ἀντεξετάζειν. | |
244 | Κατ’ ἐκεῖνο τοῦ καιροῦ. Θουκυδίδης ἐν τῇ ηʹ εἴρηκε μετὰ τοῦ ἄρθρου, ἀλλ’ οὐ χωρὶς ἄρθρου. οὕτως οὖν καὶ αὐτὸς ἐρεῖς. | |
246 | Εὐστάθεια καὶ εὐσταθὴς ἀδόκιμα, σὺ δὲ ἐμβρίθεια λέγε καὶ ἐμβριθής. | |
249 | Γεννήματα ἐπὶ καρπῶν τινες ἀδοκίμως τιθέασιν· σὺ δὲ καρποὺς ξηροὺς καὶ ὑγροὺς λέγε. | |
250 | Ἵνα ἄξωσιν μὴ εἴποις, ἀλλ’ ἵνα ἀγάγωσιν. | |
252 | Σίνηπι οὐ λεκτέον, ἀλλὰ νάπυ. | |
253 | Ὀνυχίζειν καὶ ἐξονυχίζειν ταὐτόν, τίθεται δὲ ἐπὶ τοῦ ἀκριβολογεῖσθαι· τὸ δὲ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν. | |
254 | Ὁ νῶτος ἀδόκιμον ἀρρενικῶς, οὐδετέρως δὲ τὸ νῶτον καὶ τὰ νῶτα. | |
255 | Βρέχει ἐπὶ τοῦ ὕει τινὲς τιθέασιν ἐν κωμῳδίᾳ, ἔστι δὲ ἀδόκιμον. | |
257 + 258 | Ἐξέτρωσεν ἡ γυνὴ μὴ λέγε, ἀλλὰ ἐξήμβλωσεν· ὡσαύτως ἄμβλωμα καὶ ἀμβλωθρίδιον, ἀλλὰ μὴ ἔκτρωμα. | |
259 | Ἐπίδεσμος ἀρσενικῶς μὴ λέγε, ἀλλὰ κατάδεσμος, καὶ ἐπίδεσμον οὐδετέρως καὶ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι. | |
260 | Τὸ σκάτος ἐπ’ εὐθείας ταττόμενον ἀμαθές· γενικῆς γάρ ἐστι πτώσεως, οὗ ἡ εὐθεῖα τὸ σκώρ, τοῦ σκατός. | |
261 | Φλοῦς· καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως φασίν, καὶ τὰ ἀπὸ τούτου πλεκόμενα φλέϊνα. | |
262 | Πεποίθησις οὐκ εἴρηται, ἀλλ’ ἤτοι πιστεύειν ἢ πεποιθέναι. | |
263 | Παλαιστὴ τὸ μέτρον λέγεται θηλυκῶς καὶ ἄνευ τοῦ ι· ἀμαθὲς δὲ τὸ | |
λέγειν παλαιστής· παλαιστής γὰρ ὁ ἀθλητής. | 118 | |
264 | Ἔγγιον ἐπὶ τοῦ ἐγγυτέρου μὴ λέγε, ἀλλ’ ἐγγύτερον. Ἔγγειον δὲ ἐπὶ τοῦ ἐν τῇ γῇ ἄριστον· καὶ Δημοσθένης „ἔγγειον τόκου“ φησίν. | |
265 | Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα. | |
266 | Μαμμόθρεπτον μὴ λέγε, τηθελλαδοῦν δέ. | |
269 | Ὑλιστὴρ ἀδόκιμον, σὺ δὲ τρύγοιπον λέγε. | |
268 | Ψύα καὶ ψόα οἱ ἁπλῶς ἁμαρτάνοντες, οἱ δὲ διπλῶς ψοιά· σὺ δὲ νεφρὸν λέγε. | |
270 | Πάπυρον οὐκ ἐρεῖς, ἀλλὰ βίβλον· Αἰγύπτιον γὰρ τὸ πάπυρος. | |
272 | Νίτρον Αἰολικόν, οἱ δὲ Ἀθηναῖοι λίτρον. | |
273 | Ἐξάδελφος οὐ ῥητέον, ἀνεψιὸς δέ. | |
275 | Πανδοχεῖον οὐκ ἐρεῖς, ἀλλὰ διὰ τοῦ κ, πανδοκεῖον καὶ πανδοκεύτρια καὶ πανδοκεύς. | |
276 | Τὴν φθεῖρα λέγουσί τινες καὶ τὴν κόριν· σὺ δ’ ἀρσενικῶς ἀμφότερα. | |
277 | Μοχλόν διὰ τοῦ χ, ἀλλὰ μὴ διὰ τοῦ κ. | |
278 | Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν, οὐκ οἶδ’ ὅθεν λαβόν‐ τες· οἱ γὰρ παλαιοὶ τὴν γαστέρα ὑπάγειν λέγουσιν. | |
282 | Οἱ χόλικες μὴ λέγε, ἀλλ’ αἱ χόλικες θηλυκῶς. | |
284 | Ἐκτενῶς μὴ λέγε, ἀλλὰ δαψιλῶς. | |
285 | Πρώτως Ἀριστοτέλης λέγει καὶ Χρύσιππος, ἔστι δὲ διεφθαρμένον· οὐδὲ γὰρ δευτέρως ἢ τρίτως φαμέν, διὰ τοῦτο οὐδὲ πρώτως, ἀλλὰ πρῶτον. | |
287 | Ἀπαράβατον μὴ λέγε, ἀπαραίτητον δέ. | |
289 | Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου ὁδόν τινα, οἱ δὲ νῦν ἐπὶ τῶν ὀχετῶν. | |
291 | Καρῆναι καὶ ἐκάρη ἐπὶ ἀνθρώπων, κείρασθαι δὲ ἐπὶ προβάτων. | |
300 | Φάγομαι βάρβαρον, τὸ δὲ Ἀττικὸν ἔδομαι. | |
305 | Τεθεληκέναι Ἀλεξανδρεωτικόν, τὸ δὲ Ἀττικὸν ἠθεληκέναι. | |
308 | Οὐκ ἐπίτοκος, ἀλλ’ ἐπίτεξ γυνή. | |
310 | Ἐνδυμενία βάρβαρον· σκεύη δὲ τὰ κατὰ τὴν οἰκίαν λεκτέον καὶ ἔπιπλα. | |
312 | Οὐχ ἡμίκακον, ἀλλ’ ἡμιμόχθηρον φαθί. | |
313 | Ἔμελλον ποιῆσαι, ἔμελλον γράψαι· ἁμάρτημα τῶν ἐσχάτων· τε‐ | |
τήρηται γὰρ ἢ τῷ ἐνεστῶτι ἢ τῷ μέλλοντι συνταττόμενον, οἷον „ἔμελλον ποιεῖν“ ἢ „ποιήσειν“. τὰ δὲ συντελικὰ οὐδένα τρόπον ἁρμόσει τῷ μέλλοντι. | 119 | |
314 | Κραυγασμὸς ἀδόκιμον, κεκραγμὸς δὲ δόκιμον. | |
315 | Κορυδαλὸν Εὔβουλος, σὺ δὲ κορυδὸν γράφε. | |
316 | Καμμύειν Ἄλεξις, σὺ δὲ καταμύειν γράφε. | |
317 | Καρατομεῖν ἐρεῖς, ἀλλ’ οὐ κεφαλοτομεῖν. | |
318 | Λάκαιναν γυναῖκα ἐρεῖς, χώραν δὲ Λάκαιναν οὐδαμῶς, ὡς Εὐριπίδης παραλόγως φησὶν „τὴν ὡς Λάκαινα τῶν Φρυγῶν μείων πόλισ“. | |
320 | Μιαρία ἀδόκιμον, τὸ δὲ μιαρὸς ἀρχαῖον. | |
321 | Γαμοίη, οὐ γαμῴη, ὡς νοοίη· τὰ γὰρ τῆς πρώτης συζυγίας καὶ τῆς τρίτης τῶν περισπωμένων ῥημάτων εὐκτικὰ διὰ τῆς οι διφθόγ‐ γου λέγεται· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, οἷον νικῴη, γελῴη. | |
323 | Ἐντέχνως ἀμαθῶς τινες, σὺ δὲ τεχνικῶς φαθί. | |
324 | Διδῴη καὶ διδῴης· τοῦτο εὐκτικὸν οὐδεὶς τῶν Ἀττικῶν εἶπε διὰ τοῦ ω, ἀλλὰ διὰ τῆς οι διφθόγγου. τεκμηριοῖ δὲ Ὅμηρος· ἐὰν μὲν ὑπο‐ τακτικῶς χρῆται, διὰ τοῦ ω· „εἰ δέ κεν αὐτὸς δῴη κῦδος ἀρέσθαι“, ἔστι γὰρ ‚ἐὰν δέ σοι δῷ ὁ Ζεύσ‛· εἰ δὲ εὐκτικῶς, οὕτως· „σοὶ δὲ | |
5 | θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷσ“. Ἀλέξανδρος δὲ ὁ σο‐ φιστὴς διδῴη καὶ δῴη γράφει ἐπὶ εὐκτικοῦ. | |
325 | Ἔδομαι καὶ κατέδομαι τὸ Ἀττικόν, ἀλλ’ οὐ βρώσομαι. | |
329 | Αὐθέκαστος ἄριστον ὄνομα· αὐθεκαστότης κίβδηλον. | |
334 | Βόλβιτον ὀλίγοι τινές, οἱ δὲ πλεῖστοι βόλιτον ἄνευ τοῦ δευτέρου β. | |
335 | Γογγυσμὸς καὶ γογγύζειν Ἰακά, πλὴν δόκιμα· ὁ δὲ Ἀττικὸς τονθρυσμὸν καὶ τονθρύζω, ἢ σὺν τῷ ο τονθορυσμὸς καὶ τονθορύζω. | |
336 | Δύνῃ ὑποτακτικῶς, „ἐὰν δύνωμαι, ἐὰν δύνῃ“, ὀρθῶς λέγεται· ὁριστικῶς δὲ οὐχ ὑγιῶς, οἷον „δύνῃ τοῦτο πρᾶξαι“. χρὴ γὰρ λέγειν δύνασαι. | |
337 | „Ὥρκωσε καὶ ὁρκωτὸς δ’ ἐγώ“· οὕτω Κρατῖνος ἄριστά φησιν· χρὴ γὰρ διὰ τοῦ ω λέγειν μᾶλλον ἢ διὰ τοῦ ι. | |
339 | Ἐνιαυσιαῖον μὴ λέγε, ἀλλ’ ἐνιαύσιον, ὡς Διονύσιον, ἀλλ’ οὐ Διο‐ νυσιαῖον. | |
340 | Ἐδέετο, ἐπλέετο Ἰακά· ἐδεῖτο δὲ καὶ ἐπλεῖτο ἐρεῖς. | |
342 | Ἐνεχυριμαῖον οὐκ ἐρεῖς ὡς Ἱπποκλείδης, ἀλλ’ ἐνέχυρα. | 120 |
343 | Ἐκλείψας οὐ δόκιμον, ἀλλ’ ἐκλιπών. | |
344 | Χρηστὸς τὰ ἤθη φυλάττου, ἀλλὰ χρηστὸς τὸ ἦθος ἑνικῶς. | |
345 | Θυρεὸν οὐκ ἐρεῖς, ἀλλ’ ἀσπίδα. | |
348 | Οὐχ οἷον καὶ μὴ οἷον κίβδηλον, οἷον „οὐχ οἷον ὀργίζομαι“. οὐ δή‐ που τοίνυν ἐρεῖς καὶ μὴ δήπου. | |
349 | Οἰκίας δεσπότης ἐρεῖς, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης. | |
350 | Ὁνδηποτοῦν μὴ λέγε, ἀλλ’ ὁντινοῦν. | |
352 | Πτῶμα ἐπὶ νεκροῦ τιθέασιν οἱ νῦν, οἱ δ’ ἀρχαῖοι οὐχ οὕτως, ἀλλὰ πτώματα νεκρῶν ἢ οἴκων. | |
353 | Περίστασις· ἀντὶ τοῦ συμφορὰ χρῶνται οἱ Στωϊκοὶ φιλόσοφοι, οἱ δὲ ἀρχαῖοι περίστασίν φασι τὴν διά τινα τάραχον παρουσίαν πλή‐ θους, ὥς φησι Τηλεκλείδης· „τίς ἥδε κραυγὴ καὶ δόμων περίστα‐ σις;“ | |
355 | Σαπράν· κακῶς ἐπὶ τοῦ αἰσχράν, ἀλλ’ ἐπὶ τοῦ παλαιοῦ καὶ σεση‐ πότος. | |
358 | Στρηνιᾶν οὐκ ἐρεῖς ὡς οἱ κωμῳδοὶ ποιηταί, ἀλλὰ τρυφᾶν. | |
359 | Σύαγρον οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον. | |
360 | Συγγνωμονῆσαι ἀδόκιμον, τὸ δὲ συγγνῶναι κάλλιστον. | |
361 | Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ διαλύων σῖτον μετρεῖσθαι. | |
362 | Στηθύνιον ὀρνιθίου λέγουσιν, σὺ δὲ στηθίδιον, εἰ ὑποκοριστικῶς βούλει λέγειν, εἰ δ’ οὖν, στῆθος. | |
365 | Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα. | |
366 | Χήμη· οὐκ οἶδ’ ὅθεν εἰς τὴν τῶν Ἑλλήνων εἰσήχθη διάλεκτον· ἐρεῖς οὖν κογχύλην. | |
368 | Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι. | |
369 | Ἐσχάτως ἔχει· ἐπὶ τοῦ μοχθηρῶς οἱ σύρφακες, οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ ἄκρως τιθέασιν· „ἐσχάτως πονηρός, ἐσχάτως φιλόσοφοσ“. | |
370 | Χρεολυτῆσαι τῶν ἀγαθῶν, τῶν δ’ Ἀττικῶν τὸ τὰ χρέα διαλύσα‐ σθαι. | |
371 | Χρέως· Ἀττικῶς μέγα τὸ ως, κἂν Ἀριστοφάνης ἐν Νεφέλαις παίζων | |
μιαρὸν ἔγραψε· „αὐτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;“ | 121 | |
373 | Τίνι διαφέρει μὴ λέγε, ἀλλὰ τί διαφέρει, καθὰ καὶ Δημοσθένης „τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει;“ | |
374 | Τέτευχε τιμῆς ἀδόκιμον, τὸ δὲ τετύχηκε δόκιμον. | |
375 | Στρόβιλον οἱ μὲν παλαιοὶ τὸ ἐδώδιμόν φασι καὶ αὐτὸ τὸ δένδρον· οἱ δὲ ἀρχαῖοι τὴν βίαιον τοῦ ἀνέμου εἵλησιν στρόβιλόν φασιν, καὶ στροβιλῆσαι τὸ συστρέψαι. οὕτως οὖν καὶ σὺ λέγε, τὸ δὲ ἐδώδιμον πιτύων καρπόν, καὶ τὸ δένδρον πίτυν, ἢ κόκκωνα, ὡς Σόλων ἐν | |
5 | τοῖς αὐτοῦ ποιήμασιν· „κόκκωνας δὲ ἄλλος, ἕτερος δὲ σήσαμα“. | |
376 | Συγκαταβαίνειν εἰς τὰς σκέψεις οὐκ ἐρεῖς, ἀλλὰ συγκαθιέναι, καὶ συγκαθῆκεν εἰς τὸ παίζειν. | |
377 | Σκνιφὸς ἐπὶ τοῦ γλίσχρου καὶ μικροπρεποῦς περὶ τὰ ἀναλώματα· οἱ δ’ ἀρχαῖοι σκνιπὸς λέγουσιν ἀπὸ τοῦ θηριδίου τοῦ ἐν τοῖς ξύλοις καταβραχὺ κατεσθίοντος. | |
378 | Στάμνιά τινες ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῶν οἰνηρῶν ἀγγείων. | |
379 | Σχολαστὰς οὐκ ἐρεῖς, ἀλλὰ συμφοιτητάς. | |
383 | Ῥύμην οὐ τὸν στενωπὸν ἀμαθῶς κατὰ Μακεδόνας, ἀλλὰ τὴν ὁρμὴν ἐρεῖς Ἀττικῶς. | |
384 | Δρωπακίζειν ἀδόκιμον, ἀρχαῖον δὲ τὸ παρατίλλεσθαι ἢ πιττοῦσθαι. | |
385 | Στέμφυλα οἱ πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα, οἱ δ’ Ἀττικοὶ στέμφυλα ἐλαῶν. | |
386 | Πενταετηρικὸς ἀγὼν καὶ πενταετηρὶς μὴ λέγε, ἀλλ’ ἀφαιρέσει τοῦ α λέγε. | |
388 | Ἕξπηχυ καὶ ἑξέτης· οὕτω γὰρ καὶ οἱ ἰατροὶ λέγουσιν, ἕξπλεθρον καὶ 〈οὐχ〉 ἑξάπλεθρον. | |
389 | Περιεσπάσθη τινὲς ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενομένου φασὶν ἀμαθῶς, δέον ἄσχολος ἦν λέγειν· τὸ γὰρ περιεσπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ παραιρεῖσθαι λέγουσιν οἱ ἀρχαῖοι. | |
390 | Πορνοκόπος ὁ Μένανδρός φησιν, οἱ δ’ ἀρχαῖοι πορνότριψ, ὃ καὶ δόκιμον. | |
391 | Λήθαργος· καὶ τοῦτο Μένανδρος, οἱ δ’ Ἀττικοὶ ἐπιλήσμων. | |
395 | Οἰκοδομὴ οὐ λέγεται, ἀλλ’ οἰκοδόμημα. | 122 |
396 | Οὐ χρὴ κατ’ ὄναρ λέγειν, ὥσπερ οὐδὲ καθ’ ὕπαρ, ἀλλ’ ἤτοι ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως· οὕτως καὶ ὕπαρ. | |
397 | Μετριάζειν οἱ ἀρχαῖοι ἐπὶ τοῦ τὰ συμβαίνοντα γενναίως φέρειν, Μέ‐ νανδρος δὲ ἐπὶ τοῦ ἀσθενεῖν παρὰ τὴν τῶν δοκίμων χρῆσιν. | |
398 | Λιθίδιον λέγε, μὴ λιθάριον. | |
399 | Καθὼς οὐ δόκιμον, κἂν γραμματικός τις Ἀρεθούσιος ἔφασκε χρῆσθαι αὐτῷ Φύλαρχον· ὃς οὐδὲ Θουκυδίδου λέγοντος ἤκουσε „καθὸ δεῖ εἰς Σικελίαν πλεῖν“, ἀλλ’ οὐ καθώς. | |
400 | Κάκκαβον μὴ λέγε, ἀλλὰ κακκάβην διὰ τοῦ η, ὡς Ἀριστοφάνης ἐν Δαιδάλῳ. | |
401 | Κυνηγέτης οἱ Ἀττικοί, ἀλλ’ οὐ κυναγός· τραγικὸν γὰρ τοῦτο. | |
403 | Γελάσιμον· Στράττιν μὲν τὸν κωμῳδοποιόν φασιν εἰρηκέναι, ἡμεῖς δέ γε λοιπόν φαμεν, οὐ τοῖς ἅπαξ ῥηθεῖσι προσέχοντες, ἀλλὰ τοῖς πολλάκις κεκριμένοις. | |
404 | Ἐλλύχνιον Ἡρόδοτος λέγει, Ἀττικοὶ δὲ θρυαλλίδα. | |
405 | Κολόκυνθα μὴ λέγε, ἀλλὰ κολοκύντη διὰ τοῦ τ ὡς οἱ Ἀθηναῖοι. | |
406 | Καταφερής τινες λέγουσιν ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκολάστων· ὅθεν οὖν φασιν, οὐκ οἶδα. | |
408 | Κολλυβιστὴς ἐπὶ τοῦ ἀργυραμοιβοῦ φησιν ὁ Μένανδρος ἀδοκίμως· ὁ μὲν γὰρ κόλλυβος δόκιμον, ὁ δὲ κολλυβιστὴς παρασεσημασμένον. | |
409 | Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε μὴ λέγε, ἀλλὰ τὰ ἐμαυτοῦ πράτ‐ τω καὶ τὰ σαυτοῦ πρᾶττε, ἢ τὰ ἴδια ἐμαυτοῦ πράττω καὶ τὰ ἴδια σαυτοῦ πράττεις. | |
410 | Ἀκρατεύεσθαι μηδαμῶς εἴποις, ἀλλ’ οὐκ ἐγκρατεύεσθαι. | |
411 | Αἰχμαλωτισθῆναι ἀδόκιμον, αἰχμάλωτον δὲ γενέσθαι δόκιμον. | |
418 | Ἀντικρύ· τοῦτο τοπικὸν καὶ ἐπιεικῶς ποιητικὸν ἄνευ τοῦ ς, ὅθεν οἱ ἐπὶ τοῦ ἄντικρυς τιθέντες ἁμαρτάνουσιν. εἰ δὲ μετὰ προθέσεως τε‐ θείη καταντικρύ, δόκιμον ἔσται. | |
419 | Ἀνυπόδητος ἐρεῖς, ἀλλ’ οὐκ ἀνυπόδετος διὰ τοῦ ε· ὑποδήσασθαι γάρ φαμεν, ἀλλ’ οὐχ ὑποδέσασθαι. | |
420 | Εὕρημα χρὴ λέγειν, ἀλλὰ μὴ εὕρεμα. | 123 |
422 | Ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα· | |
ἀποτετέλεσται δὲ χρὴ λέγειν καὶ ἀποτετελεσμένον. | 124 |