TLG 1608 002 :: PHRYNICHUS :: Eclogae

PHRYNICHUS Attic.
(Arabius: A.D. 2)

Eclogae

Source: Fischer, E. (ed.), Die Ekloge des Phrynichos [Sammlung griechischer und lateinischer Grammatiker 1] Berlin: De Gruyter, 1974: 60–109.

Citation: Lexical entry — (line)

T

Φρυνίχου ἐκλογὴ Ἀττικῶν ῥημάτων καὶ ὀνομάτων

P

Φρύνιχος Κορνηλιανῷ εὖ πράττειν Τήν τε ἄλλην σου παιδείαν θαυμάζων, ἣν διαφερόντως ὑπὲρ ἅπαντας ὅσοις ἐγὼ ἐνέτυχον πεπαίδευσαι, καὶ δὴ καὶ τοῦτο θαυμάσας ἔχω, τὸ περὶ τὴν τῶν καλῶν καὶ δοκίμων ὀνομάτων κρίσιν. ταῦτ’ ἄρα κελεύσαν‐
5τός σου τὰς ἀδοκίμους τῶν φωνῶν ἀθροισθῆναι πάσας μὲν οὐχ οἷός τ’ ἐγενόμην τὰ νῦν περιλαβεῖν, τὰς δ’ ἐπιπολαζούσας μάλιστα καὶ τὴν ἀρχαίαν διάλεξιν ταραττούσας καὶ πολλὴν αἰσχύνην ἐμβαλλούσας. οὐ λανθάνει δὲ σέ, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ παιδείαν, ὥς τινες ἀπο‐ πεπτωκότες τῆς ἀρχαίας φωνῆς καὶ ἐπὶ τὴν ἀμαθίαν καταφεύγοντες
10πορίζουσι μάρτυράς τινας τοῦ προειρῆσθαι ὑπὸ τῶν ἀρχαίων τάσδε τὰς φωνάς· ἡμεῖς δὲ οὐ πρὸς τὰ διημαρτημένα ἀφορῶμεν, ἀλλὰ πρὸς τὰ δοκιμώτατα τῶν ἀρχαίων. καὶ γὰρ αὐτοῖς εἴ τις αἵρεσιν προθείη, ποτέ‐ ρως ἂν ἐθέλοιεν διαλέγεσθαι ἀρχαίως καὶ ἀκριβῶς ἢ νεοχμῶς καὶ ἀμελῶς, δέξαιντ’ ἂν ἀντὶ παντὸς ἡμῖν σύμψηφοι γενόμενοι τῆς ἀμείνονος γενέσθαι
15μοίρας· οὐ γάρ τις οὕτως ἄθλιος ὡς τὸ αἰσχρὸν τοῦ καλοῦ προτιθέναι. ἔρρωσο. Ὅστις ἀρχαίως καὶ δοκίμως ἐθέλει διαλέγεσθαι, τάδε αὐτῷ φυλακτέα.

1

Ἑκοντὴν οὐ χρὴ λέγειν, ἀλλ’ ἐθελοντήν.

2

Ὄπιθεν ἄνευ τοῦ ς μηδέποτε εἴπῃς, ὄπισθεν δέ.

3

Ἱκεσία· καὶ τοῦτο ἀδόκιμον, ἱκετεία δὲ λέγε.

4

Ὑπόδειγμα· οὐδὲ τοῦτο ὀρθῶς λέγεται, παράδειγμα δὲ λέγε.

5

Ὠνάμην, ὤνασο, ὤνατο· πάντα ἀδόκιμα ὅταν διὰ τοῦ α·
τὰ γὰρ ἀρχαῖα διὰ τοῦ η, ὠνήμην, ὤνησο, ὤνητο.60

6

Μέχρις καὶ ἄχρις σὺν τῷ ς ἀδόκιμα· μέχρι δὲ καὶ ἄχρι λέγε.

7

Ἀπίναι, προσίναι, κατίναι, ἐξίναι· πάντα ἀδόκιμα ἄνευ τοῦ ε λεγόμενα· χρὴ γὰρ σὺν τῷ ε ἀπιέναι, ἐξιέναι λέγειν καὶ τὰ λοιπὰ ὁμοίως.

8

Ἐμπτύει μου μηδαμῶς λέγε, ἀλλὰ καταπτύει μου, καὶ κατ‐ έπτυσα αὐτοῦ.

9

Εὐκοίτει· καὶ τοῦτο ἀποτρέπου.

10

Εὐχαριστεῖν οὐδεὶς τῶν δοκίμων εἶπεν, ἀλλὰ χάριν εἰδέναι.

11

Ἄρτι ἥξω μηδέποτε εἴπῃς ἐπὶ τοῦ μέλλοντος, ἀλλ’ ἐπὶ τοῦ ἐνεστῶτος καὶ παρῳχημένου, ἄρτι ἥκω καὶ ἄρτι ἀφικόμην.

12

Τέμαχος κρέως ἢ πλακοῦντος ἢ ἄρτου οὐκ ὀρθῶς ἐρεῖ τις, ἀλλὰ τόμος κρέως ἢ πλακοῦντος· τὸ δὲ τέμαχος μόνον ἐπὶ ἰχθύος λέγεται.

13

Ἄμυναν μὴ εἴπῃς, ἀλλ’ εἰς ῥῆμα μεταβάλλων ἀμύνασθαι· πάντα γὰρ τὰ 〈τοῦ〉 ῥήματος δόκιμα, ἀμυνοῦμαι, ἀμύνασθαι, ἠμυνάμην, ἀμυνοῦμεν, ἀμύνομαι· τὸ δὲ ὄνομα ἀδόκιμον.

14

Ἀποτάσσομαί σοι ἔκφυλον πάνυ· χρὴ γὰρ λέγειν ἀσπάζομαί σε. οὕτω γὰρ καὶ οἱ ἀρχαῖοι εὑρίσκονται λέγοντες, ἐπειδὰν ἀπαλλάττωνται ἀλλήλων.

15

Σημᾶναι ἐσήμαναν καὶ θερμᾶναι ἐθέρμαναν καὶ καθᾶ‐ ραι ἐκάθαραν· καὶ ταῦτα παρὰ τὴν ἀρχαίαν χρῆσιν διὰ τοῦ α· λέγο‐ μεν δὲ διὰ τοῦ η σημῆναι, καθῆραι, θερμῆναι.

16

Διωρία ἐσχάτως ἀδόκιμον· ἀντ’ αὐτοῦ δὲ προθεσμίαν ἐρεῖς.

17

Ἐφλέγμανε, φλεγμᾶναι· διὰ τοῦ η καὶ ταῦτα λέγεται.61

18

Ἀνεῖναι ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τινὶ λέγουσιν οἱ ἰατροὶ πάνυ ἀμαθῶς· δεῖ γὰρ διεῖναι λέγειν.

19

Περιέσσευσεν ἀλλοκοτέρως· ἐχρῆν γὰρ ἐπερίσσευσε λέ‐ γειν.

20

Σπῖλος· καὶ τοῦτο φυλάττου, λέγε δὲ κηλίς.

21

Ἀνειλεῖν βιβλίον διὰ τοῦ ἑτέρου λ κάκιστον, ἀλλὰ διὰ τῶν δύο, ἀνείλλειν.

22

Πιοῦμαι· σὺν τῷ υ λέγων οὐκ ὀρθῶς ἐρεῖς· πίομαι γάρ ἐστι τὸ ἀρχαῖον καὶ πιόμενος ἄνευ τοῦ υ. Δίων δὲ ὁ φιλόσοφος σὺν τῷ υ λέγων ἁμαρτάνει.

23

Ἤλειπται καὶ κατώρυκται οὐ χρή, ἀλλὰ διπλασίαζε τὴν φωνὴν ὥσπερ οἱ Ἀθηναῖοι, ἀλήλειπται καὶ κατορώρυκται.

24

Ἀπελεύσομαι παντάπασι φυλάττου· οὔτε γὰρ οἱ δόκιμοι ῥήτορες οὔτε ἡ ἀρχαία κωμῳδία οὔτε Πλάτων κέχρηται τῇ φωνῇ· ἀντὶ δὲ αὐτοῦ τῷ ἄπειμι χρῶ καὶ τοῖς ὁμοιοειδέσιν ὡσαύτως.

25

Ὤμοκε τελέως ἄηθες· χρὴ γὰρ ὀμώμοκε λέγειν.

26

Ἀλκαϊκὸν ᾆσμα δι’ ἑνὸς ι οὐ χρὴ λέγειν, ἀλλ’ ἐν τοῖν δυοῖν, Ἀλκαιϊκόν, τροχαιϊκόν.

27

Νηρὸν ὕδωρ μηδαμῶς, ἀλλὰ πρόσφατον, ἀκραιφνές.

28

Ποῖ ἄπει· οὕτω συντάσσεται διὰ τοῦ ι· ποῦ δὲ ἄπει, διὰ τοῦ υ, ἁμάρτημα. εἰ δὲ ἐν τῷ υ, ποῦ διατρίβεις.

29

Ἔκτοτε κατὰ μηδένα τρόπον εἴπῃς, ἀλλ’ ἐξ ἐκείνου.62

30

Πηνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν, οἷον εἰπόντος τινὸς „πηνίκα ἀποδημήσεις;“ ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέρασ“, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δ’ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς ἐρεῖς.

31

Ὀρθρινὸς οὔ, ἀλλ’ ὄρθριος χωρὶς τοῦ ν.

32

Μεσονύκτιον ποιητικόν, οὐ πολιτικόν.

33

Ἡ ὄμφαξ, ἡ βῶλος θηλυκῶς δέον, οὐκ ἀρσενικῶς.

34

Ἡ πηλὸς Συρακούσιοι (Gloss. Ital. 36 Kaibel) λέγουσιν ἁμαρτάνοντες.

35

Ὀψινός· ὁμοίως τῷ ὀρθρινὸς τοῦτο ἁμάρτημα· χρὴ οὖν ἄνευ τοῦ ν, ὄψιος.

36

Ποταπὸς διὰ τοῦ τ μὴ εἴπῃς, ἀδόκιμον γάρ· διὰ δὲ τοῦ δ λέγων ἐπὶ γένους θήσεις. „ποδαπός ἐστι;“ „Θηβαῖος ἢ Ἀθηναῖοσ“. ἔστι γὰρ οἷον „ἐκ τίνος δαπέδου;“. τὸ ποταπὸς δέ, εἴ τις εἴποι „ποταπὸς τὸν τρόπον Φρύνιχος;“ „ἐπιεικήσ“. χρὴ οὖν οὕτως ἐρωτᾶν· „ποῖός σοί τις
5δοκεῖ εἶναι;“

37

Φανὸς ἐπὶ τῆς λαμπάδος, ἀλλὰ μὴ ἐπὶ τοῦ κερατίνου λέγε· τοῦτο δὲ λυχνοῦχον.

38

Ἐν χρῷ κουρίας φαθὶ καὶ μὴ ψιλόκουρος.

39

Πεινῆν, διψῆν λέγε, ἀλλὰ μὴ διὰ τοῦ α.

40

Ἡ χάραξ ἐρεῖς θηλυκῶς τὸ τῆς ἀμπέλου στήριγμα, οὐ κατὰ τὸ ἀρρενικόν.

41

Σκίμπους λέγε, ἀλλὰ μὴ κράββατος· μιαρὸν γάρ.63

42

Ἐρεύγεσθαι ὁ ποιητής (ι 374)· „ὁ δ’ ἐρεύγετο οἰνοβα‐ ρείων“, ἀλλ’ ὁ πολιτικὸς ἐρυγγάνειν λεγέτω.

43

Ὁ φάρυγξ ἀρρενικῶς μὲν ὁ Ἐπίχαρμος (fr. 21 Kaibel) λέ‐ γει, ὁ δὲ Ἀττικὸς ἡ φάρυγξ.

44

Αὐθαδίζεσθαι λέγε, μὴ ἀναιδεύεσθαι.

45

Υἱέως οἱ ψευδαττικοί φασιν οἰόμενοι ὅμοιον εἶναι τῷ Θη‐ σέως καὶ τῷ Πηλέως.

46

Τελευταιότατον λέγειν ἁμάρτημα τῶν περὶ παιδείαν δο‐ κούντων τευτάζειν· ἐπεὶ γὰρ ἀρχαιότατον εὗρον λεγόμενον παρὰ τοῖς ἀρχαίοις, ᾠήθησαν καὶ τοῦτο δεῖν λέγειν. ἀλλὰ σὺ τελευταῖον λέγε.

47

Βεβίασται ἡ κόρη λεκτέον, ἀλλ’ οὐχ, ὥς τινες τῶν ῥητό‐ ρων, ἔφθαρται.

48

Ἡ ὕσπληξ λέγεται, ἀλλ’ οὐχ ὁ ὕσπληξ.

49

Ἰλὺς οἴνου οὐκ ὀρθῶς λέγεται· ποταμοῦ μὲν γὰρ ἰλύς, οἴνου δὲ τρὺξ ἢ ὑποστάθμη.

50

Κόριον ἢ κορίδιον ἢ κορίσκη λέγουσιν, τὸ δὲ κοράσιον παράλογον.

51

Ἡ ῥάξ ἐρεῖς· ὁ γὰρ ῥώξ δύο ἔχει ἁμαρτήματα.

52

Τάχιον Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ.

53

Κωλύφιον μὴ λέγε, κωλῆνα δέ.

54

Κακοδαιμονεῖν· οὕτως οἱ νόθως ἀττικίζοντες, Ἀθηναῖοι γὰρ διὰ τοῦ α κακοδαιμονᾶν λέγουσιν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαι‐ μονεῖν μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονεῖν, ἀλλὰ κακοδαιμονᾶν, καὶ πῶς εὐδαιμονοῦσι μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονοῦσιν, ἀλλὰ κακο‐
5δαιμονῶσιν.64

55

Κόρημα χρὴ λέγειν, οὐχὶ σάρον, καὶ κορεῖν καὶ παρα‐ κορεῖν, ἀλλὰ μὴ σαροῦν.

56

Ἀφῆλιξ λέγοντες ἁμαρτάνουσιν οἱ ῥητορικοί, τοὐναντίον γὰρ ἣ δεῖ χρῶνται· τὸν μὲν γὰρ πρεσβύτερον ῥητέον ἀφήλικα· οἱ δ’ ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας χρῶνται.

57

Ἐπιτροπιάζειν· ἔτι καὶ τοῦτο διέφθαρται. καίτοι λεγόν‐ των τῶν ἀρχαίων φανερῶς ὑποτροπιάζειν.

58

Προκόπτειν λέγουσιν, τὸ δὲ ὄνομα προκοπὴ οὐκ ἔστι παρ’ αὐτοῖς.

59

Βιβλιαγράφος· οὕτω λέγουσιν ἐν πέντε συλλαβαῖς καὶ διὰ τοῦ α, οὐχὶ τετρασυλλάβως διὰ τοῦ ο.

60

Βασκάνιον λέγουσιν οἱ ἀρχαῖοι, οὐ προβασκάνιον μετὰ τῆς προ· ἀδόκιμον γάρ.

61

Νοίδιον καὶ βοίδιον ἀρχαῖα καὶ δόκιμα, οὐχὶ νούδιον καὶ βούδιον.

62

Ὀσμὴ χρὴ λέγειν διὰ τοῦ ς· διὰ γὰρ τοῦ δ, ὀδμή, Ἰώ‐ νων. παρανομεῖ οὖν Ξενοφῶν (non exstat) εἰς τὴν πάτριον διάλεκτον λέγων ὀδμή.

63

Βελόνη καὶ βελονοπώλης ἀρχαῖα, ἡ δὲ ῥαφὶς τί ἐστιν οὐκ ἄν τις γνοίη.

64

Ἀκεστὴς λέγουσιν οἱ παλαιοί, οὐκ ἠπητής. ἠπήσασθαι
ἔστι μὲν ἅπαξ παρ’ Ἀριστοφάνει ἐν Δαιταλεῦσι (fr. 227 K.), παίζοντι τὰς Ἡσιόδου Ὑποθήκας (fr. 284 M.—W.)· „καὶ κόσκινον ἠπήσασθαι“· σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον.65

65

Ἀγαθὸς μᾶλλον λέγε, μὴ ἀγαθώτερος, καὶ ἀντὶ τοῦ ἀγαθώτατος ἀγαθὸς μάλιστα.

66

Ἀρχῆθεν ποιηταὶ (e. g. Aesch. fr. 416 N.2 = 758 M.) λέ‐ γουσιν, τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλ’ ἐξ ἀρχῆς.

67

Γαστρίζειν ἐπὶ τοῦ ἐμπίπλασθαι λέγουσιν Ἀθηναῖοι, οὐκ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν. {μήποτε δὲ καὶ ὡς οἱ πολλοὶ λέγουσιν χρῶνται οἱ ἀρχαῖοι καὶ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν.}

68

Γαργαλίζειν λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τῶν δύο γγ, γαγγαλίζειν.

69

Γήινον λεκτέον διὰ τοῦ η, ἀλλ’ οὐχὶ διὰ τοῦ ε, γέινον.

70

Γλωσσόκομον· τὸν μὲν τύπον καὶ τὴν θέσιν ὑπ’ ἀρ‐ χαίων ἔχει, διεφθαρμένως δὲ λέγεται ὑπὸ τῶν πολλῶν· ἐχρῆν γὰρ γλωτ‐ τοκομεῖον λέγειν, ὥσπερ ἀμέλει καὶ οἱ ἀρχαῖοι.

71

Βράδιον· καὶ τοῦτο Ἡσίοδος (op. 528) μὲν λέγει· „βρά‐ διον δὲ Πανελλήνεσσι φαείνει“· Πλάτων δὲ (e. g. Apol. 39 b) καὶ Θου‐ κυδίδης (4, 8, 1) καὶ οἱ δόκιμοι βραδύτερον.

72

Γρυλλίζειν διττὴν ἔχει τὴν ἁμαρτίαν, ἔν τε τῇ προφορᾷ καὶ τῷ σημαινομένῳ· ἐν μὲν τῇ προφορᾷ διὰ τῶν δύο λλ, ἐν δὲ τῷ σημαι‐ νομένῳ ὅτι παρὰ τοῖς ἀρχαίοις (e. g. Ar. Ach. 746) τὸ γρυλίζειν ἐστὶ τιθέμενον ἐπὶ μὲν τῆς τῶν ὑῶν φωνῆς, οἱ δὲ νῦν τάττουσιν ἐπὶ τῶν φορ‐
5τικῶς καὶ ἀσχημόνως ὀρχουμένων. ἐρεῖς οὖν γρυλίζειν καὶ γρυλισμὸς συῶν, οὐ γρυλλισμός.

73

Γογγύλη· καὶ ἐνταῦθα ἁμάρτημα· οἱ γὰρ παλαιοὶ ἐπὶ
τοῦ στρογγύλου τιθέασιν, οἱ δὲ νῦν ἐπὶ τῆς ὑπὸ τῶν Ἑλλήνων γογγυλί‐ δος καλουμένης. λέγε οὖν ἐπὶ τοῦ λαχάνου γογγυλίς, ἀλλὰ μὴ γογγύλη.66

74

Πάντοτε μὴ λέγε, ἀλλ’ ἑκάστοτε καὶ διὰ παντός.

75

Γενέσια οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· Γε‐ νέσια γὰρ Ἀθήνησιν ἑορτή. λέγειν οὖν δεῖ τὰς γενεθλίους ἡμέρας ἢ γε‐ νέθλια.

76

Ἀργὴ ἡμέρα, ἀργὴ γυνὴ μὴ λέγε, ἀλλ’ ἀργὸς ἡμέρα καὶ ἀργὸς γυνὴ καὶ τὰ λοιπὰ ὁμοίως.

77

Πνῖγος· ἁμαρτάνουσιν οἱ βραχύνοντες τὸ ι· ἐκτείνουσι γὰρ τοὔνομα καὶ τὰ ἀπ’ αὐτοῦ {πνιγηρὰ καλύβη} (Thuc. 2, 52, 2).

78

Ἀποκριθῆναι· διττὸν ἁμάρτημα, ἔδει γὰρ λέγειν ἀπο‐ κρίνασθαι, καὶ εἰδέναι, ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, 〈τὸ〉 εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν. εἰδὼς οὖν τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε, ἐπὶ δὲ
5τοῦ διαχωρισθῆναι ἀποκριθῆναι.

79

Γενηθῆναι· ἀντὶ τοῦ γενέσθαι παρὰ Ἐπιχάρμῳ ([Ep.] fr. 209 Kaibel), καὶ ἔστι Δώριον· ἀλλ’ ὁ ἀττικίζων γενέσθαι λεγέτω.

80

Πελαργός· οἱ ἀμαθεῖς ἐκτείνουσι τὸ α, δέον συστέλλειν· Πελαργὸς γὰρ οὐδὲν ἄλλο ἢ Ἐρετριακῶς Πελασγός.

81

Ἀσπάραγος· καὶ τοῦτο δυοῖν ἁμαρτήμασιν ἔχεται, ὅτι τε ἐν τῷ π καὶ οὐκ ἐν τῷ φ λέγεται, καὶ ὅτι ἴδιόν τι φυτόν ἐστιν ἄγριον ὁ ἀσφάραγος καὶ οὐκ ἐν τοῖς ἡμέροις καταλεγόμενον. ὁ γοῦν Κρατῖνος (fr. 325 K.) ἐν ἄλλοις ἀγρίοις αὐτὸ καταλέγων φησίν·
5„αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον, πρὸς αὐτῷ ἀσφάραγον κύτισόν τε, νάπαισι δ’ ἀνθέρικος ἐνηβᾷ
καὶ φλόμον ἄφθονον, ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν.“ ἅπαντα γὰρ τὰ κατειλεγμένα ἄγρια. οἱ δὲ νῦν τιθέασιν 〈τὸ ἓν〉 ἐπὶ παν‐ τὸς ἀμαθῶς· τῶν γὰρ λαχάνων αἱ ἄνθαι ὄρμενα καλοῦνται, καὶ ἐξορμε‐
67
10νίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν. λέγε οὖν ὄρμενα, ἀλλὰ μὴ ἀσπαρά‐ γους, ἀδόκιμον γὰρ λίαν.

82

Ἀσβόλη μὴ λέγε, ἀλλὰ ἄσβολος.

83

Σάρωσον ἐπειδὰν ἀκούσῃς τινὸς λέγοντος, κέλευσον πα‐ ρακόρησον λέγειν, ὅτι οὐδὲ σάρον λέγουσιν, ἀλλὰ κόρημα καὶ κάλλυν‐ τρον.

84

Θερμότης λέγε, ἀλλὰ μὴ θερμασία.

85

Αἴθαλος λέγε ἀρσενικῶς, ἀλλὰ μὴ αἰθάλη θηλυκῶς.

86

Ἀτταγήν· καὶ τοῦτο παρανενόμηται τόνῳ καὶ θέσει· χρὴ γὰρ ἀτταγᾶς λέγειν ὥσπερ ἀλλᾶς.

87

Κολυμβάδες ἐλᾶαι οὐ λέγονται, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι.

88

Γρηγορῶ, γρηγορεῖ οὐ δεῖ· χρὴ γὰρ ἐγρήγορα λέγειν καὶ ἐγρήγορεν.

89

Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου, ὡς οἱ περὶ τὰ δικαστήρια ῥήτορες, ἀλλ’ ἐπὶ τοῦ αὐτόχειρος φονέως.

90

Ἀγήοχεν εἴ τις εἴποι, ὅτι ἐν συνθέτῳ Λυσίας (fr. 116 Th.) κέχρηται καταγηόχασιν, μὴ πάνυ πείθου· ἦχε μὲν γὰρ λέγουσιν, καὶ Δημοσθένης (non exstat) ἤχασι λέγει, ἀλλ’ οὐκ ἀγηόχασι.

91

Μεσιδιωθῆναι τέτριπται καὶ ἐν τοῖς δικαστηρίοις καὶ ἐν τοῖς συμβολαίοις, ἀλλὰ σὺ μεσεγγυηθῆναι λέγε.

92

Καλλιγραφεῖν· διαλελυμένως λέγουσιν ἐκεῖνοι εἰς κάλλος
γράφειν.68

93

Ἀκμὴν ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα λέγουσιν ἅπαξ (An. 4, 3, 26) αὐτῷ κεχρῆσθαι, σὺ δὲ φυλάττου χρῆσθαι, λέγε δὲ ἔτι.

94

Εἶτεν καὶ ἔπειτεν ἐσχάτως βάρβαρα· εἶτα οὖν σὺ καὶ ἔπειτα λέγε.

95

Ἀπόπαλαι, ἔκπαλαι· ἀμφοῖν δυσχεραίνω· ἐκ παλαιοῦ γὰρ χρὴ λέγειν.

96

Ἀνατέλλει μὲν ἐρεῖς ὁ ἥλιος, ἐπιτέλλει δὲ ὁ Κύων ἢ ὁ Ὠρίων ἢ ἄλλο τι τῶν μὴ ὡσαύτως τῷ ἡλίῳ καὶ τῇ σελήνῃ πολευόντων.

97

Εὐκαιρεῖν οὐ λεκτέον, ἀλλ’ εὖ σχολῆς ἔχειν.

98

Ἐξεπιπολῆς λέγουσί τινες, οἰόμενοι ὅμοιον εἶναι τῷ ἐξαίφνης {οἷον ἐξεπιπολλῆς τοῦ παντός}, ἀτόπως· οἱ γὰρ ἀρχαῖοι ἄνευ τῆς ἔξ προθέσεως εἶπον ἐπιπολῆς.

99

Ἔνδον εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ ἐστι καὶ ἔνδον εἰμὶ δόκιμον. δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. ἔσω δὲ διατρίβω οὐκ ἐρεῖς, ἀλλ’ ἔνδον διατρίβω.

100

Κληρονομεῖν τόνδε· οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ κληρονομεῖν τοῦδε.

101

Θρίδακα Ἡρόδοτος (3, 32, 3) ἰάζων, ἡμεῖς δὲ θριδακίνην ὡς Ἀττικοί.

102

Ἐπίκλιντρον ῥητέον, οὐκ ἀνάκλιντρον.

103

Ἐπίδοξον τὸ προσδοκώμενον καὶ ἐλπιζόμενον ἐρεῖς, οὐχ
ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον.69

104

Μάμμην τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ ἀρχαῖοι, ἀλλὰ τήθην· μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα. ἀμαθὲς οὖν τὸ τὴν μάμμην ἐπὶ τῆς τήθης λέγειν.

105

Ἔσχατον χρὴ λέγειν, οὐχὶ ἐσχατώτατον, εἰ καὶ μάρ‐ τυρα παρέχοι τις.

106

Εἰ ποιητὴς εἶπεν ἀμεινότερον, χαιρέτω· οὐδὲ γὰρ καλ‐ λιώτερον οὐδὲ κρεισσότερον ῥητέον· συγκριτικὸν γὰρ συγκριτικοῦ οὐ γίνεται. λέγε οὖν ἄμεινον.

107

Μονόφθαλμον οὐ ῥητέον, ἑτερόφθαλμον δέ. Κρατῖνος (fr. 149 K.) δὲ μονόμματον εἶπε τὸν Κύκλωπα.

108

Ἐωνησάμην· εἷς λόγος περὶ τοῦ ἁμαρτήματος· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε, ἔνθα δ’ ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερον, οἷον „ἐώνη‐ μαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ ἐπριάμην, οὕτω χρήσῃ „ἐπριάμην
5οἰκίαν“· πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρίασθαι, μένει τὸ ἐωνημένος δόκιμον. πάλιν δεῖ λέ‐ γειν πριάμενος, τὸ γὰρ ὠνησάμενος ἀδόκιμον. οὕτως οὖν κἀπὶ τοῦ ἐωνη‐ σάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην· ὁ γὰρ τοῦτο λέγων ληρεῖ.

109

Παρασίτους οὐκ ἔλεγον οἱ ἀρχαῖοι ἐπ’ ὀνείδους, ὡς νῦν, ἀλλὰ κόλακας· καὶ δρᾶμα ἔστι Κόλακες (Eupol. p. 296 K.) τοιούτων
ἀνθρώπων.70

110

Εὕρασθαι οὐκ ἐρεῖς προπαροξυτόνως διὰ τοῦ α, ἀλλὰ παροξυτόνως διὰ τοῦ ε εὑρέσθαι.

111

Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν κράμβην.

112

Εὔνως ἔχει μοι μὴ λέγε, ἀλλ’ εὐνοϊκῶς.

113

Εὐθύ· πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τό‐ που ἐστίν, εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ λέγεται σὺν τῷ ς.

114

Ζωρότερον ὁ ποιητής (Ι 203), σὺ δὲ λέγε εὔζωρον κέρα‐ σον καὶ εὐζωρότερον, ὡς Ἀριστοφάνης (e. g. Eccles. 227) καὶ Κρατῖνος (fr. 412 K.) καὶ Εὔπολις (fr. 382 K.).

115

Χειρσὶν ἀδοκίμως, χερσὶ δέ.

116

Εὐέριον μὴ λέγε, ἀλλ’ εὔερον ἱμάτιον, τρισυλλάβως καὶ ἄνευ τοῦ ι.

117

Νεομηνία μὴ λέγε, Ἰώνων γάρ, ἀλλὰ νουμηνία.

118

Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ χρῷτο ἂν ὁ λέγων „ἐὰν ᾖς ἐν ἀγορᾷ“.

119

Ἠκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνε‐ νοήκεσαν ἐρεῖς, ἀλλ’ οὐ σὺν τῷ ι, ἠκηκόεισαν.

120

Ὁ ῥύπος ἐρεῖς, οὐ τὸ ῥύπος.

121

Ἀλεῖν ἐρεῖς, οὐκ ἀλήθειν· καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα, οὐχὶ δὲ ἀλήθουσα.

122

Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός· γυναῖκα δὲ ἐρεῖς μέθυσον καὶ μεθύσην.

123

Ἤμην· εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, οὐκ ἐρεῖς, ἀλλ’
ἦν ἐγώ.71

124

Ὤιδηκεν, ᾠκοδόμηκεν διὰ τοῦ ω ἄριστα ἐρεῖς, ἀλλ’ οὐ διὰ τῆς οι, οἴδηκεν, οἰκοδόμηκεν.

125

Ἀνίστατο λέγε, μὴ ἠνίστατο.

126

Βρῶμος· πάνυ ἐζήτησα, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· μέχρι οὖν εὑρίσκεται, ἄχαριν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί.

127

Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα ἐπεκτείνων τὴν ἐσχάτην λέγε, ἀλλὰ μὴ Ἡρακλῆν καὶ Περικλῆν καὶ Θεμιστοκλῆν.

128

Ἀνέῳγεν ἡ θύρα· σολοικισμός· χρὴ γὰρ λέγειν ἀνέῳ‐ κται.

129

Οἱ ἥρως οὐ λέγουσιν, ἀλλ’ οἱ ἥρωες τρισυλλάβως· ἐπὶ δὲ τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως. ἅπαξ Ἀριστοφάνης (fr. 304 K.) βιασθεὶς ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δ’ ἠναγκασμένῳ οὐ χρηστέον.

130

Ἱερόθυτον οὐκ ἐρεῖς, ἀλλ’ ἀρχαίως θεόθυτον.

131

Διεφθορὸς αἷμα· τῶν ἀμαθῶν τινες ἰατρῶν λέγουσιν οὕτω σολοικίζοντες, δέον λέγειν διεφθαρμένον αἷμα· τὸ γὰρ διέφθορε διέφθειρεν.

132

Ἀνατοιχεῖν μὴ λέγε, ἀλλὰ διατοιχεῖν.

133

Ἤνυστρον λέγε, μὴ ἔνυστρον.

134

Ἐλλύχνιον· καὶ τοῦτο τῶν εἰσκωμασάντων ταῖς Ἀθή‐
ναις· θρυαλλίδα οὖν ῥητέον.72

135

Θυμέλην· τοῦτο οἱ μὲν ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθεσαν, οἱ δὲ νῦν ἐπὶ τοῦ τόπου ἐν τῷ θεάτρῳ, ἐφ’ οὗ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ ἄλλοι τινὲς ἀγωνίζονται. σὺ μέντοι, ἔνθα μὲν τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν·
5μὴ λέγε δὲ θυμέλην.

136

Θυείαν λέγε, μὴ ἴγδιν.

137

Ἱστὼν λέγε, ἀλλὰ μὴ ἱστεών· ἁμαρτήσεις γὰρ ὁμοίως τῷ λέγοντι καλαμεών, ἱππεών, ἀνδρεών, δέον καλαμὼν ἱππὼν καὶ τὰ ὅμοια.

138

Πυθαύλης μὴ λέγε, ἀλλὰ ψιλὸς αὐλητής, ἐπεὶ καὶ ἅτερος κύκλιος αὐλητής.

139

Καταπροΐξεται οὐκ ὀρθῶς διαιροῦσιν, δέον κατα‐ προίξεται.

140

Αἱ νῆες ἐρεῖς, οὐχ αἱ ναῦς· σόλοικον γάρ. ἥμαρτε μέντοι Φαβωρῖνος (fr. 135 Bar.), Πολέμων (p. 14, 26 Hink) καὶ Σύλλας αἱ ναῦς εἰπόντες. τὰς νῆας οὐκ ἐρεῖς, ἀλλὰ τὰς ναῦς. Λολλιανὸς δὲ ὁ σοφιστὴς ἀκούσας παρά τινος, ὅτι οὐ χρὴ αἱ ναῦς λέγειν, ἀλλὰ αἱ νῆες, ᾠήθη δεῖν
5λέγειν καὶ τὴν αἰτιατικὴν ὁμοίως, τὰς νῆας. οὐκ ἔχει δὲ οὕτως, ἀλλ’ ἐπὶ μὲν τῆς εὐθείας δισυλλάβως, ἐπὶ δὲ τῆς αἰτιατικῆς μονοσυλλάβως.

141

Εἰσιέτω· καὶ περὶ τούτου οὕτως ἔσχεν. Λολλιανὸς ἀκούσας, ὅτι χρὴ σὺν τῷ ε εἰσιέναι λέγειν, εἶθ’ ὑπέλαβε καὶ τὸ εἰσίτω εἰσιέτω δεῖν
λέγειν.73

142

Κνημίδα, πινακίδα, καρίδα· βραχέως τούτων τὴν πα‐ ρατέλευτον. τὴν μέντοι ῥαφανίδα ἐκτείνουσι καὶ συστέλλουσιν.

143

Κλ{αδ}ᾶν ἀμπέλους φαθί, ἀλλὰ μὴ κλαδεύειν.

144

Πολίτης λέγε, μὴ συμπολίτης.

145

Τύλην, εἰ καὶ εὕροις που, σὺ κνέφαλον λέγε.

146

Τὸ ῥάπισμα οὐκ ἐν χρήσει· χρῶ οὖν τῷ καθαρῷ· τὸ γὰρ τὴν γνάθον πλατείᾳ τῇ χειρὶ πλῆξαι ἐπὶ κόρρης πατάξαι Ἀθηναῖοί φασιν.

147

Παροψὶς τὸ ὄψον, οὐχὶ δὲ τὸ ἀγγεῖον· τοῦτο δὲ τρύβλιον ἢ λεκάριον καλοῦσιν.

148

Κροῦσαι τὴν θύραν· ἴσως μέν που παραβεβίασται ἡ χρῆσις, ἄμεινον δὲ τὸ κόπτειν τὴν θύραν.

149

Ἐνήλατα κλίνης ἢ σκίμποδος οὐ χρὴ λέγειν τὸν ἀττι‐ κίζοντα, ἀλλὰ κραστήρια.

150

Κλίβανος οὐκ ἐρεῖς, ἀλλὰ κρίβανος διὰ τοῦ ρ {διὰ τὸ δο‐ κεῖν πρώτην τροφὴν τῶν ἀνθρώπων κριθὰς εἶναι}.

151

Κυνίδιον λέγε. Θεόπομπος δὲ ὁ κωμῳδὸς ἅπαξ που (fr. 90 K.) κυνάριον εἶπεν.

152

Ἐδεδίεσαν· καὶ τοῦτο τῆς Λολλιανοῦ Μούσης· σὺ δὲ
λέγε τετρασυλλάβως ἄνευ τοῦ ε ἐδέδισαν.74

153

Οὐθεὶς διὰ τοῦ θ, εἰ καὶ Χρύσιππος καὶ οἱ ἀμφ’ αὐτὸν οὕτω λέγουσιν, σὺ δὲ ἀποτρέπου λέγειν· οἱ γὰρ ἀρχαῖοι διὰ τοῦ δ λέ‐ γουσιν οὐδείς.

154

Ἀφείλατο· ὅσοι διὰ τοῦ α λέγουσιν, ἀσχημονοῦσιν, δέον διὰ τοῦ ε λέγειν ἀφείλετο· καὶ ἀφειλόμην δεῖ λέγειν διὰ τοῦ ο, ἀλλὰ μὴ διὰ τοῦ α.

155

Λάγνης διὰ τοῦ η, ἀλλὰ μὴ λάγνος φαθί.

156

Λαγὼς ὁ Ἀττικός, διὰ δὲ τοῦ ο ὁ Ἴων λαγός· τὸ λα‐ γωὸς δὲ οὐκ ἔστιν.

157

Λίβανον λέγε τὸ δένδρον, τὸ δὲ θυμιώμενον λιβανωτόν, εἰ καὶ διὰ τὴν ποιητικὴν λίβανον καὶ τοῦτο Σοφοκλῆς (fr. 961 N.2) λέ‐ γει. ἄμεινον δὲ Μένανδρος ἐν τῇ Σαμίᾳ (fr. 1 Koe., cf. p. 58A.) φησίν· „φέρε τὸν λιβανωτόν, σὺ δ’ ἐπίθες τὸ πῦρ, Τρύφη“.

158

Τὴν λιμὸν Δωριεῖς, σὺ δὲ ἀρρενικῶς τὸν λιμὸν φαθί.

159

Ἐλουόμην, ἐλούου, ἐλούετο, λούομαι, λούεται, ἐλουόμεθα, ἐλούοντο, λούεσθαι· πάντα οὕτω λεγόμενα ἀδόκιμα· εἰ δὲ δόκιμα βούλει αὐτὰ ποιῆσαι, τὸ ε καὶ τὸ ο ἀφαίρει καὶ λέγε λοῦσθαι, ἐλούμην, ἐλοῦτο, λοῦμαι, λοῦται, λούμεθα, λοῦνται· οὕτω γὰρ οἱ ἀρχαῖοι λέγουσιν.

160

Δυσωπεῖσθαι· Πλουτάρχῳ μὲν ἔστι Περὶ δυσωπίας βιβλίον (mor. 528c—536d), τοῦτο ὅπερ οἴεται δηλοῦν ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι’ αἰδῶ. ἀλλὰ σημαίνει ἡ δυσωπία παρὰ τοῖς ἀρ‐
χαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν.75

161

Ἐπεξελευσόμενος ἄλλος οὗτος {ἦν} Ἡρακλῆς· τοῦτ’ οὖν ἔσυρεν ἐκ τριόδου Φαβωρῖνος (fr. 133 Bar.). χρὴ γὰρ ἐπεξιὼν εἰπεῖν· καὶ γὰρ ἐπέξειμι λέγεται, ἀλλ’ οὐκ ἐπεξελεύσομαι.

162

Σαλπικτὴς τὸ δόκιμον διὰ τοῦ κ, οὐχὶ δὲ διὰ τοῦ ς· καὶ τὸ σαλπίσαι διὰ τοῦ ς παραιτοῦ, ἀδόκιμον γάρ, διὰ δὲ τοῦ ξ λέγε.

163

Ἀφιερῶσαι· καὶ τοῦτο Φαβωρῖνος (fr. 130 Bar.). σὺ δὲ καθιερῶσαι λέγε.

164

Κολλάβους τοὺς ἐν τῇ λύρᾳ εἰ μὲν ἄλλη διάλεκτος λέγει, ‘οὐ φροντὶς Ἱπποκλείδῃ‘ φασίν· σὺ δὲ ὡς Ἀθηναῖος λέγε κόλλοπας.

165

Νίμμα ὁ πολὺς λέγει, ἡμεῖς δὲ ἀπόνιπτρον λέγομεν ὡς Ἀριστοφάνης (Ach. 616) καὶ οἱ ἀμφ’ αὐτόν.

166

Νὴ τὼ θεώ· ὅρκος γυναικῶν· οὐ μὴν ἀνὴρ ὀμεῖται, εἰ μὴ γυναικίζοιτο.

167

Μεσοδάκτυλα· ἐναυτίασα τοῦτο ἀκούσας τοὔνομα. λέ‐ γομεν οὖν τὰ μέσα τῶν δακτύλων.

168

Λάσταυρος· οἱ μὲν νῦν χρῶνται ἐπὶ τοῦ πονηροῦ καὶ ἀξίου σταυροῦ, οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ καταπύγονος.

169

Μάλη οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι.

170

Μεγιστᾶνες· Ἀντίοχος ὁ σοφιστὴς βιβλίον τι ὑπέγραψεν,
Ἀγοράν ἐπιγραφόμενον, ἔνθα τοὔνομα ἔθηκεν, ἴσως Μενάνδρῳ (fr. 877 Koe.) ἀκολουθήσας, οὐ γὰρ δή τινι τῶν ἀρχαίων. ἡμεῖς δὲ οὐ μεγιστᾶνες, ἑπόμενοι τοῖς ἀρχαίοις ἀνδράσιν, ἀλλὰ μέγα δυναμένους λέγομεν.76

171

Λόγιος· ὡς οἱ πολλοὶ λέγουσιν, ἐπὶ τοῦ δεινοῦ εἰπεῖν καὶ ὑψηλοῦ, οὐ τιθέασιν οἱ ἀρχαῖοι, ἀλλ’ ἐπὶ τοῦ τὰ ἐν ἑκάστῳ ἔθνει ἐπιχώρια ἐξηγουμένου ἐμπείρως.

172

Ἐξιδιάζονται· καὶ τοῦτο Φαβωρῖνος (fr. 132 Bar.) λέ‐ γει κακῶς· ἰδιοῦσθαι γὰρ τὸ τοιοῦτον λέγουσιν οἱ ἀρχαῖοι.

173

Μύκας μὴ λέγε, ἀλλὰ μύκητας.

174

Αὐτότροφος μὴ λέγε, ἀλλ’ οἰκόσιτος ὡς Ἀθηναῖοι· μηδὲ οἰκογενῆ, ἀλλ’ οἰκότριβα. {μήποτε δὲ καὶ τῷ οἰκογενὴς ὡς δοκίμῳ χρηστέον}.

175

Τὸ ὁλοσφύρατον ἔκβαλλε καὶ ἤτοι σφυρήλατον λέγε ἢ ὁλόσφυρον.

176

Ὀπωροπώλης· τοῦθ’ οἱ ἀγοραῖοι λέγουσιν, οἱ δὲ πε‐ παιδευμένοι ὀπωρώνης ὡς καὶ Δημοσθένης (18, 262).

177

Νοσσός, νοσσίον· ἀμφοῖν λείπει τὸ ε, διὰ τοῦτο ἀδόκι‐ μα. λέγε οὖν νεοττός, νεοττίον, ἵνα ἀρχαῖος Ἀττικὸς φαίνοιο. νοσσά‐ κιον ἐκβλητέον τελέως.

178

Χρύσεα, ἀργύρεα, χάλκεα, κυάνεα· ταῦτα Ἰακὰ
διαιρούμενα. χρὴ οὖν λέγειν χρυσᾶ ἀργυρᾶ κυανᾶ τὸν ἀττικίζοντα. {χρυσοῦς λέγε· τὸ γὰρ χρύσεος Ἰακόν. ὁμοίως καὶ χρυσοῦς, ἀργυροῦς, χαλκοῦς, κυανοῦς, ἀλλὰ μὴ χρύσεος, ἀργύρεος}.77

179

Ἐκτρῶσαι· τοῦτο φεῦγε, λέγε δὲ ἐξαμβλῶσαι καὶ ἀμβλί‐ σκειν.

180

Δυσὶ μὴ λέγε, ἀλλὰ δυοῖν.

181

Δυεῖν ἐστι μὲν δόκιμον, τῷ δ’ ἀλλοκότως αὐτῷ χρῆσθαί τινας ἐπιταράττεται· ἐπὶ γὰρ μόνης γενικῆς τίθεται, οὐχὶ καὶ δοτικῆς.

182

Ὤτοις μὴ λέγε, ὥς τινες τῶν γραμματικῶν, ἀλλ’ ὠσίν.

183

Μείρακες καὶ μεῖραξ· ἡ μὲν κωμῳδία (e. g. Crat. fr. 55 K.) παίζει τὰ τοιαῦτα {οἷον ἡ γυνή}· τὸ γὰρ μεῖραξ καὶ μείρακες ἐπὶ θηλειῶν λέγουσιν, τὸ δὲ μειράκιον ἐπὶ ἀρρένων.

184

Ἀναθέσθαι· καλῶς ὁ ἰδιώτης ἀναβάλλομαί φησιν· οἱ γὰρ ἐπὶ τούτου τάττοντες τὸ ἀναθέσθαι ἁμαρτάνουσιν. λέγουσι γὰρ „ἀνατίθεμαι εἰσαῦθις τὸ πρᾶγμα“, ἀγνοοῦντες ὡς τὸ ἀνατιθέναι δύο σημαίνει, ἓν μὲν τὸ μεταγιγνώσκειν ἐφ’ οἷς εἴρηκε καὶ ἄρρητα ποιεῖν,
5ἕτερον δὲ ἀνατιθέναι τὸ φορτίον.

185

Σταθερὸς ἄνθρωπος· οὕτως οὐ χρῶνται οἱ ἀρχαῖοι,
ἀλλὰ σταθερὰ μὲν μεσημβρία λέγουσι (Plat. Phaedr. 242 a) καὶ στα‐ θερὰ γαλήνη, σταθερὸς δὲ ἄνθρωπος οὐδαμῶς, ἀλλ’ ἐμβριθής. οὐ καλῶς οὖν Φαβωρῖνος (fr. 139 Bar.) „σταθερὸς ἄνθρωποσ“ εἶπεν.78

186

Ἀναπεσεῖν· οὐ καλῶς ἐπὶ τοῦ ἀνακλιθῆναι τάττεται, ἐὰν δ’ ἐπὶ τοῦ τὴν ψυχὴν ἀδημονῆσαι, καλῶς, οἷον „ἀνέπεσεν ἄνθρω‐ ποσ“ ἀντὶ τοῦ „τὴν ψυχὴν ἠθύμησεν“.

187

Ἀνάκειται· καὶ τοῦτο ἄλλο μὲν παρ’ αὐτοῖς σημαίνει, ἀντ’ ἄλλου δὲ ὑπὸ τῶν πολλῶν τίθεται. ἀνάκειται μὲν γὰρ ἀνδριὰς καὶ ἀναθήματα καλῶς ἐρεῖς, ἀνάκειται δ’ ἐπὶ τῆς κλίνης οὐκέτι, ἀλλὰ κεῖται.

188

Ἀντιβάλλειν· καὶ τοῦθ’ ἕτερον σημαίνει καὶ ἑτέρως ὑπὸ τῶν πολλῶν λέγεται. σημαίνει γὰρ τοιοῦτόν τι ὁποῖον τὸ ἀντιτιθέναι· λέγεται δὲ νῦν ἀντὶ τοῦ ἀνταναγνῶναι.

189

Σκορπίζεται· Ἑκαταῖος (1 F 366 Jac.) μὲν τοῦτο λέ‐ γει Ἴων ὤν, οἱ δὲ Ἀττικοὶ σκεδάννυταί φασιν.

190

Κατασχάσαι· ἰατροὶ μὲν τούτῳ χρώμενοι ἔχουσιν ἀπο‐ λογίαν ὡς ὄντος παρὰ τοῖς ἀρχαίοις τοῦ ἔσχων καὶ ἔσχαζον {καὶ ἐκέν‐ τουν}· ἀλλὰ κατανύξαι ἡμεῖς λέγομεν.

191

Ἀρχαιϊκὸν λέγε ἐν δυοῖν ι ὡς Ἀλκαιϊκὸν καὶ τροχαιϊκόν.

192

Ῥέει, ζέει, πλέει· Ἰακὰ ταῦτα διαιρούμενα. λέγε οὖν ῥεῖ, ζεῖ, πλεῖ.

193

Ἀρτοκόπος ἀδόκιμον· χρὴ δὲ ἀρτοπόπος ἢ ἀρτοποιὸς λέγειν.

194

Ἐνθήκη· τὸ μὲν παρενθήκη ὅπως ὑπὸ Ἡροδότου (1, 186, 1 etc.) εἴρηται, ὕστερον (non exstat) ὀψόμεθα· τὸ δὲ ἐνθήκη, ὡς οἱ
πολλοὶ λέγουσιν, ἄτοπον· ἀφορμὴν γὰρ λέγουσιν οἱ ἀρχαῖοι.79

195

Ἐξυπνισθῆναι οὐ χρὴ λέγειν, ἀλλ’ ἀφυπνισθῆναι.

196

Βαλαντοκλέπτης μὴ λέγε, ἀλλὰ βαλαντιοκλέπτης.

197

Βασίλισσα οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασίλεια ἢ βασιλίς.

198

Σικχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα. ἀλλ’ ἐρεῖς βδελύττομαι ὡς Ἀθηναῖος.

199

Γελάσιμον μὴ λέγε, ἀλλὰ γελοῖον.

200

Ἀλεκτορίς· εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳ‐ δίᾳ, λέγε δὲ ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος ὡς οἱ παλαιοί.

201

Γλωσσίδας αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλ’ ὡς οἱ δό‐ κιμοι γλώττας αὐλῶν, γλώττας ὑποδημάτων.

202

Γρύτη· καὶ τοῦτο τῶν παραπεποιημένων· τὸ γὰρ τοιοῦ‐ τον ἅπαν γρυμέαν συμβέβηκε καλεῖσθαι.

203

Διώρυγος, διώρυγι, διώρυγα 〈....〉· οἱ γὰρ ἀρχαῖοι ταῦτα διὰ τοῦ χ λέγουσιν, διώρυχος, διώρυχι, διώρυχα.

204

Δίκρανον· τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν.

205

Διόσκουροι· ὀρθότερον Διόσκοροι. γελάσεις οὖν τοὺς σὺν τῷ υ λέγοντας.

206

Ἔφης· ἔστι μὲν παρὰ τοῖς ἀρχαίοις, ἀλλ’ ὀλίγον. τὸ δὲ πλεῖον ἔφησθα.

207

Ὑστερίζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλ’ ὑστερίζειν τοῦ καιροῦ. Φαβωρῖνος (fr. 141 Bar.) δὲ οὐχ ὑγιῶς {καὶ} κατὰ δοτικὴν
συντάττει.80

208

Παραβόλιον· ἀδόκιμον τοῦτο. τῷ μὲν οὖν ὀνόματι οὐ κέχρηνται οἱ παλαιοί, τῷ δὲ ῥήματι· φασὶ γὰρ οὕτω· „παραβάλλομαι τῇ ἐμαυτοῦ κεφαλῇ“. ἐχρῆν οὖν κἀπὶ τούτων λέγειν „παραβάλλομαι ἀργυρίῳ“.

209

Στατὸς ὁ τῶν αὐλητῶν χιτὼν οὐ λέγεται, ὡς Φαβωρῖνος (fr. 140 Bar.), ἀλλ’ ὀρθοστάδιος χιτών.

210

Παιδίσκη· οἱ νῦν ἐπὶ τῆς θεραπαίνης τοῦτο τιθέασιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον.

211

Παῖξαι Δωριεῖς διὰ τοῦ ξ, ὁ δὲ Ἀττικὸς παῖσαι καὶ παίσατε καὶ συμπαίστης διὰ τοῦ ς ἐρεῖ.

212

Παλαιστρικός· Ἄλεξίν (fr. 325 K.) φασιν εἰρηκέναι, ὁ δὲ ἀρχαῖος παλαιστικὸν λέγει.

213

Κορυφαιότατον· ἐνεκαλυψάμην εὑρὼν παρὰ Φαβωρίνῳ (fr. 134 Bar.). λέγε οὖν κορυφαῖον.

214

Ἐπαοιδὴ ἰδιώτης λέγων οὐκ 〈ἂν〉 ἁμαρτάνοι. λέγε οὖν ὀρθῶς ἐπῳδή, ἐπεὶ τὸ διαιρούμενον ποιητικόν.

215

Διδοῦσιν· ἐν τῷ Περὶ εὐχῆς Φαβωρῖνος (fr. 8 Bar.) οὕτω λέγει, δέον διδόασιν· τὸ γὰρ διδοῦσιν ἄλλο τι σημαίνει {τὸ δεῖν}.

216

Προαλῶς· τοῦτο δοκεῖ μοι γυναικῶν εἶναι τοὔνομα. ἀνιῶμαι δὲ ὅτι ἀνὴρ λόγου ἄξιος κέχρηται αὐτῷ Φαβωρῖνος (fr. 137 Bar.). τοῦτο μὲν οὖν ἀποδιοπομπώμεθα, ἀντ’ αὐτοῦ δὲ λέγωμεν προ‐ πετῶς.

217

Πηχῶν, πήχως· δεινῶς ἑκάτερον ἀνάττικον, δέον πή‐
χεων καὶ πήχεως.81

218

Σύμπτωμα· πολλάκις εὗρον κείμενον παρὰ Φαβωρίνῳ ἐν τῷ Περὶ ἰδεῶν λόγῳ (fr. 25 Bar.)· πόθεν δὲ λαβὼν ἔθηκεν, οὐκ οἶδα. χρὴ οὖν συντυχίαν λέγειν ἢ λύσαντας οὕτω· „συνέπεσεν αὐτῷ τόδε γενέ‐ σθαι“. Δημοσθένης μέντοι ἐν τῷ Κατὰ Διονυσοδώρου (56, 43) ἅπαξ
5εἴρηκε τοὔνομα.

219

Ἔκθεμα βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα.

220

Κατορθώματα· ἁμαρτάνουσι κἀνταῦθα οἱ ῥήτορες, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥῆμα δόκιμον, τὸ κατορθῶσαι, τὸ δ’ ἀπὸ τούτου ὄνομα ἀδόκιμον, τὸ κατόρθωμα. λέγειν οὖν χρὴ ἀνδραγαθήματα.

221

Ὕπαιθρον μὴ λέγε, τὸ δὲ ὑπαίθριον τετρασυλλάβως.

222

Τὸ μὲν κοιτὼν †ἀδόκιμον†, τὸ δὲ προκοιτὼν οὐ δόκι‐ μον. ἡμῖν δὲ καλὸν χρῆσθαι τῷ Ἀττικῷ ὀνόματι· προδωμάτιον γὰρ λέ‐ γουσιν, ἐπεὶ καὶ δωμάτιον τὸν κοιτῶνα.

223

Ῥοΐδιον διαιροῦντες λέγουσιν οἱ ἀμαθεῖς· ἡμεῖς δὲ ῥοί‐ διον.

224

Σμῆγμα καὶ σμῆξαι· καὶ ταῦτα ἀνάττικα· τὸ γὰρ Ἀττι‐ κὸν σμῆμα καὶ σμῆσαι, τὸ μὲν ἄνευ τοῦ γ, τὸ δὲ διὰ τοῦ ς.

225

Σάκκος Δωριεῖς διὰ τῶν δύο κκ, Ἀττικοὶ δὲ δι’ ἑνός.

226

Πέπων· τοῦτο καθ’ αὑτὸ οὐκ ὀρθῶς τιθέμενον ὁρῶ. ση‐ μαίνει γὰρ τὸ ὄνομα πᾶν τὸ ἐν πεπάνσει ὄν, τιθέασι δ’ αὐτὸ οἰκείως ἐπὶ τῶν σικύων. χρὴ οὖν οὕτω λέγειν ὡς ὁ Κρατῖνος (fr. 136, 3 K.) „σίκυον σπερματίαν“ ἢ εἰ θέλεις πέπονα σίκυον. καθ’ αὑτὸ δὲ τὸ πέπων ἐπὶ τοῦ
5αὐτοῦ μὴ τιθῇς.82

227

Ἐπαρίστερον οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν.

228

Πλόκιον· ἐπὶ ὑποθέσεως πεπλεγμένης οἱ εἰκαῖοι τιθέασιν. θαυμάζω οὖν ὡς ὁ πρῶτος τῶν Ἑλλήνων δόξας εἶναι Φαβωρῖνος ἐχρή‐ σατο ἐν συγγράμματι ἐπιγραφομένῳ Περὶ τῆς Δημάδους σωφροσύνης (fr. 7 Bar.).

229

Στυππέϊνον τετρασυλλάβως οὐ χρὴ λέγειν, ἀλλὰ ἄνευ τοῦ ε τρισυλλάβως στύππινον ὡς οἱ ἀρχαῖοι. Ταῦτα φυλαττόμενός τις βελτίων καὶ δοκιμώτατος εἴη ἄν.

230T

Τοῦ αὐτοῦ τμῆμα δεύτερον

230

Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ.

231

Βασίλισσαν· Ἀλκαῖόν φασι τὸν κωμῳδοποιὸν (fr. 6K.) καὶ Ἀριστοτέλην ἐν τοῖς Ὁμήρου ἀπορήμασιν (fr. 179 R.) εἰρηκέναι· σὺ δὲ βασιλικὸς ἐπιστολεὺς ἀποφανθεὶς ἀνάλογον τῇ σαυτοῦ παρασκευῇ γεννικώτατον ἡμῖν ἐκόμισας μάρτυρα τὸν συγγράψαντα τὸν Κατὰ Νεαί‐
5ρας ([Dem.] 59, 74). ὃς διά τε τὰ ἄλλα ὑπωπτεύθη μὴ εἶναι Δημοσθένους καὶ διὰ τὰ τοιαῦτα τῶν ἀδοκίμων ὀνομάτων. τοῖς πλείοσιν οὖν πειθόμε‐ νοι βασίλειαν ἢ βασιλίδα λέγωμεν· οὕτω γὰρ ἂν διακρίνειν δόξαιμεν τό τε καλὸν καὶ τὸ αἰσχρόν.

232

Εὐαγγελίζομαί σε· καὶ περὶ ταύτης τῆς συντάξεως διασκεπτόμενος ἐπὶ συχνὸν δή τινα χρόνον, εἴτε αἰτιατικῇ συντακτέον αὐτὸ πτώσει εἴτε δοτικῇ, εὑρίσκω κατὰ δοτικὴν ἡρμοσμένον, Ἀριστο‐
φάνου μὲν οὕτω λέγοντος ἐν τοῖς Ἱππεῦσιν (vs. 643)·83
5
„εὐαγγελίσασθαι πρῶτος ὑμῖν βούλομαι“, Φρυνίχου δὲ τοῦ κωμῳδοῦ ἐν τοῖς Σατύροις (fr. 44 K.) οὕτως·
„ὅτι πρὶν ἐλθεῖν αὐτὸν εἰς βουλὴν ἔδει
καὶ ταῦτ’ ἀπαγγείλαντα πάλιν πρὸς τὸν θεὸν
ἥκειν· ἐγὼ δ’ ἀπέδραν ἐκεῖνον †δευριανὸν δεῖ†“.
10Καὶ οὕτω λέγουσιν εὐαγγελίζομαι ἢ εὐαγγελῶ, οὗ ὁ Πλάτων (Theaet. 144 b. v. 1.) τὸ δεύτερον πρόσωπον λέγει εὐαγγελεῖς.

233

Ἐκαθέσθη, καθεσθείς, καθεσθήσομαι καὶ τὰ πληθυντικὰ καθεσθήσονται ἔκφυλα. λέγε οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθε‐ δοῦνται, καθεδούμενος.

234

Υἱέα· ἐν ἐπιστολῇ ποτε Ἀλεξάνδρου τοῦ σοφιστοῦ εὗρον τοὔνομα τοῦτο γεγραμμένον, καὶ σφόδρα ἐμεμψάμην· οὐ γάρ, ἐπεὶ υἱέος καὶ υἱεῖ ἔστιν, εὐθὺς καὶ τὸν υἱέα εὕροι τις ἄν, ἀλλὰ τὴν αἰτιατικὴν υἱὸν λέγουσιν οἱ ἀρχαῖοι. τοῦτο δὲ καὶ Φιλόξενος ἐν τοῖς εʹ Περὶ τῆς
5Ἰλιάδος συγγράμμασι δαψιλέστατα ἀπέφηνεν, ἀδόκιμον μὲν εἶναι τὸν υἱέα, δόκιμον δὲ τὸν υἱόν.

235

Ἀνέκαθεν· φυλακτέον ἐπὶ χρόνου λέγειν, οἷον „ἀνέκαθέν μοί ἐστι φίλοσ“. ἐπὶ γὰρ τόπου τάττουσιν αὐτὸ οἱ Ἀθηναῖοι, λέγοντες „ἀνέκαθεν κατέπεσεν“. λέγειν οὖν χρὴ „ἄνωθέν σοι φίλος εἰμί“. εἰ δέ τις φαίη παρ’ Ἡροδότῳ (1, 170 etc.) ἐπὶ χρόνου εἰρῆσθαι τοὔνομα, ἀληθῆ
5μὲν φήσει, εἴρηται γάρ· οὐ μὴν τῷ ὑφ’ Ἡροδότου εἰρῆσθαι τὸ δόκιμον τῆς χρήσεως παρέχεται· οὐ γὰρ Ἰωνικῶν καὶ Δωρικῶν ἐξέτασίς ἐστιν ὀνομάτων, ἀλλ’ Ἀττικῶν {ὥσπερ καὶ τὸ δόκιμον τῆς χρήσεως κρίνει}.

236

Κεφαλαιωδέστατον· τοῦτο τοὔνομα εὗρον ἐν ἀρχῇ τῶν
Πολέμωνος τοῦ Ἰωνικοῦ σοφιστοῦ Ἱστοριῶν κατὰ προοίμιον, καὶ θαυ‐ μάζω Σεκούνδου τοῦ συγγενομένου αὐτῷ γραμματικοῦ, πῶς τὰ ἄλλα δεξιὸς ἐπὶ λέξιν ὢν καὶ ἐπανορθῶν τὰ συγγράμματα τοῦ σοφιστοῦ τοῦτο84
5παρεῖδεν ἀδόκιμον ὄν.

237

Ἐσθ’ ὅπῃ· τί πάσχουσιν οἱ οὕτω λέγοντες, δέον ἔστιν ὅτε λέγειν, οὐκ ἄν τις εἰκάσειεν, ἀλλ’ ἢ τοῦτο μόνον, ὅτι ἠμελημένοι εἰσὶν οἱ τούτῳ τῷ ὀνόματι χρώμενοι.

238

Βάκηλος· ἁμαρτάνουσιν οἱ τάττοντες τοῦτο κατὰ τοῦ βλακός· σημαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βι‐ θυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν. λέγε οὖν βλὰξ καὶ βλακικὸν ὡς οἱ ἀρχαῖοι.

239

Ἑκὼν εἶναι· καὶ περὶ τούτου ἰδιώτης μὲν οὐκ ἂν πταίσειε, τῶν δὲ σφόδρα προσποιουμένων ἀρχαίᾳ φωνῇ κεκριμένῃ χρῆσθαι 〈τὸ ἁμάρτημα〉. τὸ δ’ ἁμάρτημα τοιοῦτόν ἐστιν· οἱ μὲν παλαιοὶ οὕτω συν‐ τάττουσιν τὸ ἑκὼν εἶναι, ὥστε πάντως ἀπαγόρευσιν ἢ ἄρνησιν ἐπιφέρειν
5ἢ προστιθέναι, οἷον „ἑκὼν εἶναι οὐ μὴ ποιήσω“. οὕτω καὶ οἱ νῦν εὖ φρο‐ νοῦντες. ὅσοι δὲ ἐπὶ καταφάσεως τιθέασιν τὸ ἑκὼν εἶναι, οἷον „ἑκὼν εἶναι ἔπραξα“, „ἑκὼν εἶναι ἐπεβουλευσάμην“, μέγιστα ἁμαρτάνουσιν.

240

Ὄρθρος νῦν ἀκούω τῶν πολλῶν τιθέντων ἐπὶ τοῦ πρὸ ἡλίου ἀνίσχοντος χρόνου· οἱ δὲ ἀρχαῖοι ὄρθρον καὶ ὀρθρεύεσθαι τὸ πρὸ ἀρχομένης ἡμέρας, ἐν ᾧ ἔτι λύχνῳ δύναταί τις χρῆσθαι. ὃ τοίνυν οἱ πολ‐ λοὶ ἁμαρτάνοντες ὄρθρον λέγουσιν, τοῦθ’ οἱ ἀρχαῖοι ἕω λέγουσιν.

241

Μαγειρεῖον· τὸ μὲν μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον οὐκέτι. ἀντὶ δὲ τούτου ὀπτάνιον λέγουσιν, τῆς μὲν δευτέρας συλλαβῆς
ὀξυτονουμένης, τῆς δὲ τρίτης βραχυνομένης.85

242

Τυγχάνω· καὶ τούτῳ προσεκτέον· οἱ γὰρ ἀμελεῖς οὕτω λέγουσιν· „φίλος σοι τυγχάνω, ἐχθρός μοι τυγχάνεισ“, δεῖ δὲ τῷ ῥήματι τὸ ὤν προστιθέναι, „φίλος μοι τυγχάνεις ὤν, ἐχθρός μοι τυγχάνεις ὤν“. οὕτω γὰρ οἱ ἀρχαῖοι ἐχρήσαντο.

243

Σύγκρισις· Πλούταρχος ἐπέγραψε σύγγραμμά τι τῶν αὑτοῦ „Σύγκρισις Ἀριστοφάνους καὶ Μενάνδρου“ (mor. 853 a—854 d)· καὶ θαυμάζω, πῶς φιλοσοφίας ἐπ’ ἄκρον ἀφιγμένος καὶ σαφῶς εἰδὼς ὅ, τι ποτέ ἐστιν ἡ σύγκρισις, ἐχρήσατο ἀδοκίμῳ φωνῇ. ὁμοίως δὲ καὶ τὸ συγ‐
5κρίνειν καὶ συνέκρινεν ἡμάρτηται. χρὴ οὖν ἀντεξετάζειν καὶ παραβάλλειν λέγειν.

244

Κατ’ ἐκεῖνο καιροῦ· παρὰ μὲν ἄλλῳ τῶν δοκίμων οὐχ εὗρον, ἡγοῦμαι δὲ καὶ Θουκυδίδην ἐν τῇ ηʹ (7, 2, 4) μετὰ τοῦ ἄρθρου εἰρηκέναι „κατ’ ἐκεῖνο τοῦ καιροῦ“. καὶ ἐγὼ μὲν φυλάττεσθαι παραινῶ οὕτω χρῆσθαι, εἰ δ’ ὅτι Θουκυδίδης εἴρηκε θαρροίη τις χρῆσθαι, χρήσθω
5μέν, σὺν δὲ τῷ ἄρθρῳ.

245

Ἐπέστησε καὶ ἐπιστάσεως ἄξιον τὸ πρᾶγμα ἀντὶ τοῦ ἠπόρησε καὶ ἀπορίας ἄξιον τὸ πρᾶγμα· οὕτω χρωμένων τῶν Στωϊκῶν φιλοσόφων πολλάκις ἀκήκοα, εἰ δὲ καὶ ἀρχαίως ἢ δοκίμως, ἄξιον ἐπι‐ σκέψεως.

246

Εὐστάθεια ἢ εὐσταθής· πόθεν καὶ ταῦτα εἰς τὴν τῶν Ἑλλήνων φωνὴν εἰσερρύη, ἀδοκιμώτατα ὄντα, φροντίδος ἄξιον. ἀλλὰ σὺ ἐμβρίθεια λέγε καὶ ἐμβριθής.

247

Πάλι· οὕτω λέγουσιν οἱ νῦν ῥήτορες καὶ ποιηταί, δέον μετὰ τοῦ ν πάλιν, ὡς οἱ ἀρχαῖοι λέγουσιν.

248

Ὑπόστασις ἔργων· καὶ τοῦτο τῶν ἠμελημένων, ἐπὶ πολὺ δὲ παρὰ τοῖς ἐργολάβοις τῶν ἔργων. ζητοῦντες δέ, τί 〈ἂν〉 ἀντ’ αὐτοῦ ἀρχαῖον θείημεν ὄνομα, οὐ ῥᾳδίως ἄχρι νῦν εὑρίσκομεν, εἰ δ’
εὑρεθείη, ἀναγεγράψεται.86

249

Γεννήματα· πολλαχοῦ ἀκούω τὴν λέξιν τιθεμένην ἐπὶ τῶν καρπῶν, ἐγὼ δὲ οὐκ οἶδα ἀρχαίαν καὶ δόκιμον οὖσαν. χρὴ οὖν ἀντὶ τοῦ γεννήματα καρποὺς λέγειν ξηροὺς καὶ ὑγρούς.

250

Ἵνα ἄξωσιν οὐ χρὴ λέγειν, ἀλλ’ ἵνα ἀγάγωσιν.

251

Συνήντετο καὶ ἀπήντετο ποιητικά· χρὴ οὖν ἀπήντησε λέγειν καὶ συνήντησε.

252

Σίναπι οὐ λεκτέον, νᾶπυ δέ, ὅτι Ἀττικὸν καὶ δόκιμον.

253

Ὀνυχίζειν καὶ ἐξονυχίζειν· ταὐτὸ σημαίνει ἑκάτερα καὶ τίθεται ἐπὶ τοῦ ἀκριβολογεῖσθαι. τὸ δ’ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξή‐ σεις τῶν ὀνύχων ἀφαιρεῖν σημαίνει. ἐπειδὴ δὲ ὁ πολὺς συρφετὸς λέγουσιν „ὀνύχισόν με“ καὶ „ὠνυχισάμην“, σημαινόμεθα τὰ ὀνόματα καί φαμεν
5ὅτι, εἰ μὲν ἐπὶ τοῦ τοὺς ὄνυχας ἀφαιρεῖν τίθησί τις, χρήσαιτο ἂν τῷ ἀπονυχίζειν, εἰ δ’ ἐπὶ τοῦ ἀκριβολογεῖσθαι καὶ ἐξετάζειν ἀκριβῶς, τῷ ὀνυχίζειν χρήσαιτ’ ἄν.

254

νῶτος ἀρσενικῶς λεγόμενος ἁμαρτάνεται, οὐδετέρως δὲ τὸ νῶτον καὶ τὰ νῶτα δοκίμως ἂν λέγοιτο.

255

Βρέχει ἐπὶ τοῦ ὕει· ἔν τινι κωμῳδίᾳ ἀρχαίᾳ προστιθεμένῃ Τηλεκλείδῃ τῷ κωμῳδῷ (fr. 54 K.) ἐστιν οὕτως εἰρημένον, ὅπερ, εἰ καὶ γνήσιον ἦν τὸ δρᾶμα, τῷ ἅπαξ εἰρῆσθαι ἐφυλαξάμεθ’ ἄν. ὁπότε δὲ καὶ νόθον ἐστίν, παντελῶς ἀποδοκιμαστέον τοὔνομα.

256

Λάμυρος· οἱ νῦν μὲν τὸν ἐπίχαριν τῷ ὀνόματι σημαίνου‐ σιν, οἱ δ’ ἀρχαῖοι τὸν ἰταμὸν καὶ ἀναιδῆ.

257

Ἐξέτρωσεν ἡ γυνὴ μὴ λέγε, ἐξήμβλωσε δέ.87

258

Ἔκτρωμα· μηδὲ τοῦτο λέγε, ἐξάμβλωμα δὲ καὶ ἀμ‐ βλωθρίδιον.

259

Ἐπίδεσμος καὶ ἐπίδεσμοι ἀρσενικῶς· οὕτω μὴ λέγε, ἀλλ’ οὐδετέρως τὸ ἐπίδεσμον καὶ τὰ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι.

260

Τὸ σκάτος· καὶ τοῦτο ἐπ’ εὐθείας τιθέμενον ἀμαθές· γενι‐ κῆς γάρ ἐστι πτώσεως, τοῦ σκατός, ἡ δὲ εὐθεῖα τὸ σκώρ. ἁμαρτάνοντες δὲ οἱ πολλοὶ τὴν μὲν ὀρθὴν τὸ σκάτος ποιοῦσιν, τὴν δὲ γενικὴν σὺν τῷ υ τοῦ σκάτους.

261

Φλοῦς· καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως λέγουσιν, καὶ τὰ ἀπὸ τούτου πλεκόμενα φλέϊνα καλεῖται.

262

Πεποίθησις οὐκ εἴρηται, ἀλλ’ ἤ τι πιστεύειν ἢ πεποιθέ‐ ναι.

263

Παλαστὴ τὸ μέτρον καὶ θηλυκῶς λέγεται καὶ ἄνευ τοῦ ι· ἀμαθεῖς δὲ οἱ λέγοντες σὺν τῷ ι καὶ σὺν τῷ ς παλαιστής, ὁμωνύμως τῷ ἀθλητῇ. ὁ μέντοι ἀθλητὴς παλαιστὴς καλεῖται ἀρσενικῶς.

264

Ἔγγιον ἐπὶ τοῦ ἐγγύτερον μὴ λέγε, ἀλλ’ ἐγγύτερον· ἐπὶ δὲ τοῦ ἐν τῇ γῇ, οἷον „ἔγγειον κτῆμα“, εἴ τις χρῷτο, ἄριστα ἂν χρήσαιτο, ὡς καὶ Δημοσθένης ([Dem.] 34, 24) „ἔγγειον τόκον“ λέγει.

265

Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα.

266

Μαμμόθρεπτον μὴ λέγε, τηθαλλαδοῦν δέ.88

267

Σίλφην· καὶ τοῦτο διεφθαρμένον· τίφην γὰρ οἱ παλαιοὶ λέγουσιν.

268

Ψύα· οἱ μὲν ἁπλῶς ἁμαρτάνοντες διὰ τοῦ υ, οἱ δὲ διπλῇ ἁμαρτάνοντες Ψοία· ἔστι δὲ καὶ τὸ ὄνομα πολὺ κίβδηλον. νεφρὸν οὖν λέγε.

269

Ὑλιστήρ· τρύγοιπον τοῦτο καλοῦσιν οἱ δοκίμως διαλε‐ γόμενοι.

270

Πάπυρος· τοπάσειεν ἄν τις Αἰγύπτιον εἶναι τοὔνομα· πολὺ γὰρ κατ’ Αἴγυπτον πλάζεται. ἡμεῖς δὲ βίβλον ἐροῦμεν.

271

Ἀφρόνιτρον τελέως ἐξίτηλον καὶ ἀδόκιμον. χρὴ οὖν λίτρον λέγειν ἢ λίτρου ἀφρόν.

272

Νίτρον· τοῦτο Αἰολεὺς μὲν ἂν εἴποι, ὥσπερ οὖν καὶ ἡ Σαπφώ (fr. 189 L.—P.), διὰ τοῦ ν, Ἀθηναῖος δὲ διὰ τοῦ λ, λίτρον.

273

Ἐξάδελφος ἀποδιοπομπητέον, ἀνεψιὸς δὲ ῥητέον.

274

Ὑπάλλαγμα ἀμαθῶς τινες ἀντὶ τοῦ ἐνέχυρον.

275

Πανδοχεῖον· οἱ διὰ τοῦ χ λέγοντες ἁμαρτάνουσιν· διὰ γὰρ τοῦ κ χρὴ λέγειν πανδοκεῖον καὶ πανδοκεὺς καὶ πανδοκεύτρια.

276

Τὴν φθεῖρα λέγουσί τινες {καὶ τὴν κόριν· οἱ δὲ ἀρχαῖοι ἀρσενικῶς}, σὺ δὲ ἀρσενικῶς τὸν φθεῖρα λέγε {καὶ τὸν κόριν}.

277

Μοκλὸν μὴ λέγε διὰ τοῦ κ, ἀδόκιμον γάρ, ἀλλὰ διὰ τοῦ
χ.89

278

Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν· ὁπόθεν δὲ λαβόντες φασίν, ἄδηλον. οἱ γὰρ παλαιοὶ ὑπάγειν τὴν γαστέρα λέ‐ γουσιν.

279

Ἐφιόρκους· τοῦτο διὰ τοῦ π λέγε ἐπιόρκους.

280

Ψίεθος, μιερὸς, ὕελος· ἁμαρτάνουσιν οἱ διὰ τοῦ ε λέ‐ γοντες, ἀδόκιμον γάρ. καὶ Κόριννα (fr. 36 P.) „τὸν ὑάλινον πόδα θή‐ σεισ“.

281

Πύελος διὰ τοῦ ε καὶ μυελὸς ῥητέον.

282

Οἱ χόλικες ἀμαθές· οἱ γὰρ δόκιμοι θηλυκῶς αἱ χόλικές φασιν.

283

Χονδροκώνειον· ἀμαθὲς τὸ σύνθετον τοῦτο καὶ ἀλλό‐ κοτον.

284

Ἐκτενῶς μή, ἀλλ’ ἀντ’ αὐτοῦ δαψιλῶς λέγε.

285

Πρώτως· Ἀριστοτέλης (E. N. 1157a 30) καὶ Χρύσιππος λέγει, ἔστι δὲ διεφθαρμένον πάνυ τοὔνομα· λέγε οὖν πρῶτον.

286

Παραθήκην Ἱππίαν (VS 86 B 10) καὶ Ἴωνα τινὰ συγ‐ γραφέα (Hdt. 6, 86 etc.) φασὶν εἰρηκέναι, ἡμεῖς δὲ τοῦτο παρακατα‐ θήκην ἐροῦμεν, ὡς Πλάτων (Rep. 442 e) καὶ Δημοσθένης (21, 177 etc.) καὶ Θουκυδίδης (2, 72, 3).

287

Ἀπαράβατον παραιτοῦ λέγειν, ἀλλ’ ἀπαραίτητον.90

288

Λυχνίαν· ἀντὶ τούτου λυχνεῖον λέγε ὡς ἡ κωμῳδία (Aristoph. fr. 561 K. et Pherecr. fr. 85 K.).

289

Ἀγωγόν· τοῦτο τοὔνομα τάττουσιν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου ὁδόν τινα· οὕτω καὶ Θουκυδίδης (4, 78, 2 etc.) κέχρηται. νῦν δὲ οἱ περὶ τὰ δικαστήρια ῥήτορες ἀγωγοὺς καλοῦσι τοὺς ὀχετοὺς τῶν ὑδάτων.

290

Κρύβεται φεῦγε διὰ τοῦ β λέγειν καὶ κρύβεσθαι, ἀλλὰ διὰ τοῦ πτ κρύπτεται καὶ κρύπτεσθαι φαθί.

291

Καρῆναι καὶ ἐκάρην φασίν, καὶ εἶναι τούτου πρὸς τὸ κείρασθαι διαφοράν· τὸ μὲν γὰρ ἐπὶ προβάτων τιθέασιν, κείρασθαι δὲ ἐπὶ ἀνθρώπων, ὃ δεῖ φυλάττειν.

292

Κοχλιάριον· τοῦτο λίστρον Ἀριστοφάνης ὁ κωμῳδο‐ ποιὸς λέγει (fr. 809 K.)· καὶ σὺ δὲ οὕτως λέγε.

293

Δεξαμενή φασι Πλάτωνα (Critias 117 b) ἐπὶ τῆς κολυμ‐ βήθρας εἰρηκέναι, ἐγὼ δὲ οὔ φημι· ἀλλὰ δεξαμένη τῷ τόνῳ εἶπεν ὡς ποιουμένη. χρὴ οὖν καὶ ἡμᾶς κολυμβήθραν λέγειν.

294

Χθιζὸν ἀποβλητέον ὅτι ποιητικόν, ἀντὶ δὲ τοῦ χθιζὸν ἐροῦμεν χθεσινόν, πρὸς τὸ πολιτικὸν ἀποτορνεύοντες τὸν λόγον, ὡς καὶ Ἀριστοφάνης (Vesp. 281 et Ran. 987).

295

Βαθμὸς Ἰακὸν διὰ τοῦ θ, διὰ τοῦ ς Ἀττικόν, βασμός.91

296

Πυρία· τοῦτο τάττουσιν οἱ πολλοὶ ἐπὶ τῆς ἐν τῷ βα‐ λανείῳ πυέλου, καὶ ἔχει μὲν τὸ ἔτυμον ἀπὸ τοῦ πυροῦσθαι, οὐ μὴν τὸ ἀκριβὲς καὶ δόκιμον· πυέλους γὰρ οἱ ἀρχαῖοι καλοῦσιν, ἀλλ’ οὐ πυρίας.

297

Ἵπτασθαι παραιτητέον, εἰ καὶ ἅπαξ που εἴη κείμενον ἢ δίς, πέτεσθαι δὲ λέγε.

298

Νήστης βάρβαρον, τὸ δὲ ἀρχαῖον νῆστις διὰ τοῦ ι.

299

Κατὰ χειρῶν δεινῶς ἀνελλήνιστον, καὶ τὸ ἐπὶ χειρῶν δέ· μεστὴ γὰρ ἡ κωμῳδία (e. g. Aristoph. Vesp. 1216) τοῦ κατὰ χειρός.

300

Φάγομαι βάρβαρον· λέγε οὖν ἔδομαι, τοῦτο γὰρ Ἀττι‐ κόν.

301

Ἡμικεφάλαιον μὴ λέγε, ἀλλ’ ἡμίκρανον.

302

Ἐνάρετος· πολὺ παρὰ τοῖς Στωϊκοῖς (e. g. St. V. Fr. III p. 72, 34) κυκλεῖται τοὔνομα, οὐκ ὂν ἀρχαῖον.

303

Γαστροκνημίαν μὴ λέγε, ἀλλὰ κνήμην.

304

Θέρμα· οὕτως ὁ Μένανδρος (Georg. 51 Koe.) διὰ τοῦ α, ἀλλ’ οὔτε Θουκυδίδης οὔθ’ ἡ ἀρχαία κωμῳδία οὔτε Πλάτων, θέρμη δέ.

305

Τεθεληκέναι· Ἀλεξανδρεωτικὸν τοὔνομα, διὸ ἀφετέον Ἀλεξανδρεῦσι καὶ Αἰγυπτίοις αὐτό, ἡμῖν δὲ ῥητέον ἠθεληκέναι.

306

Ψύλλος βάρβαρον, ἡ δὲ ψύλλα δόκιμον ὅτι καὶ ἀρχαῖον.

307

Εὐσχήμων· τοῦτο οἱ μὲν ἀμαθεῖς ἐπὶ τοῦ πλουσίου καὶ
ἐν ἀξιώματι ὄντος τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τοῦ καλοῦ καὶ συμμέτρου.92

308

Ἐπίτοκος ἡ γυνή· ἀδοκίμως εἶπεν Ἀντιφάνης ὁ κωμικός (fr. 306 K.), δέον ἐπίτεξ.

309

Ἐγκάθετος· οὕτως Ὑπερείδης (fr. 56 Jensen) ἀπερριμ‐ μένως, δέον δοκιμωτέρῳ χρήσασθαι τῷ θετὸς ἢ εἰσποιητὸς ἢ ὑπόβλητος.

310

Ἐνδυμενία ἀμαθῶς, δέον διττῶς λέγειν ὡς Εὔπολις Κό‐ λαξι (fr. 151 K.)
„σκεύη τὰ κατὰ τὴν οἰκίαν καὶ ἔπιπλα“.

311

Ἐμπυρισμός· οὕτως Ὑπερείδης (or. II fr. III Jensen) ἠμελημένως, δέον ἐμπρησμὸς λέγειν.

312

Ἡμίκακον· οὐχ οὕτως, ἀλλ’ ἡμιμόχθηρον φαθί.

313

Ἔμελλον ποιῆσαι, ἔμελλον θεῖναι· ἁμάρτημα τῶν ἐσχάτων εἴ τις οὕτω συντάττει· τετήρηται γὰρ ἢ τῷ ἐνεστῶτι συντατ‐ τόμενον ἢ τῷ μέλλοντι, οἷον „ἔμελλον ποιεῖν“, „ἔμελλον ποιήσειν“· τὰ δὲ συντελικὰ οὐδένα τρόπον ἁρμόσει τῷ ἔμελλον.

314

Κραυγασμός· παρακειμένου τοῦ κεκραγμὸς εἰπεῖν ἐρεῖ τις ἀμαθῶς κραυγασμός.

315

Κορυδαλός· Εὐβούλου τοῦ κωμῳδοποιοῦ δρᾶμα (p. 182 K.) ἐπιγράφεται οὕτως· σὺ δὲ τοῖς περὶ Ἀριστοφάνην (e. g. Av. 472)
πειθόμενος κορυδὸν λέγε τὸ ζῷον.93

316

Καμμύειν· τοσαύτη κακοδαιμονία περί τινάς ἐστι τῆς βαρ‐ βαρίας, ὥστε, ἐπειδὴ Ἄλεξις (fr. 319 K.) κέχρηται τῷ καμμύειν ἠμελη‐ μένως ἐσχάτως, αἱρεῖσθαι καὶ αὐτοὺς οὕτω λέγειν, δέον ὡς οἱ ἄριστοι τῶν ἀρχαίων καταμύειν.

317

Κεφαλοτομεῖν· ἀπόρριπτε τοὔνομα καὶ Θεόφραστον κεχρημένον αὐτῷ (Π. εὐδαιμονίας, cf. Antiatt. 104, 31), λέγε δὲ καρα‐ τομεῖν.

318

Λάκαιναν μὲν γυναῖκα ἐρεῖς, Λάκαιναν δὲ τὴν χώραν οὐδαμῶς, ἀλλὰ Λακωνικήν, εἰ καὶ Εὐριπίδης παραλόγως φησὶν (An‐ drom. 194)
„ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλισ“.

319

Μὲν οὖν τοῦτο πράξω“· τίς 〈ἂν〉 ἀνάσχοιτο οὕτω συν‐ τάττοντός τινος ἐν ἀρχῇ λόγου τὸ μὲν οὖν; οἱ γὰρ δόκιμοι ὑποτάσσουσιν, „ἐγὼ μὲν οὖν“ λέγοντες καὶ „καλὰ μὲν οὖν“ καὶ „τὰ μὲν οὖν πράγματα“.

320

Μιαρία ἀδόκιμον, τὸ δὲ μιαρὸς ἀρχαῖον.

321

Γαμῴη μὴ λέγε, ἀλλὰ γαμοίη διὰ τῆς οι, ὡς νοοίη φιλοίη· τὰ γὰρ τῆς πρώτης συζυγίας καὶ τρίτης τῶν περισπωμένων ῥημάτων εὐκτικὰ διὰ τῆς οι διφθόγγου λέγεται, οἶον τελοίη· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, οἷον νικῴη, γελῴην γελῴης γελῴη.

322

Ἐργοδότης οὐ κεῖται, τὸ δὲ ἐργοδοτεῖν παρά τινι τῶν
νεωτέρων κωμῳδῶν (Apollod. fr. 20 K.), οἷς καὶ αὐτοῖς οὐ πειστέον.94

323

Ἐντέχνως· πάνυ αἰτιῶνται τοὔνομα καί φασι τεχνικῶς δεῖ λέγειν· ἀλλὰ καὶ Λυσίαν εἰρηκότα ἐντέχνως (fr. 116 Th.) παραιτοῦν‐ ται.

324

Διδῴη καὶ διδῴης· τούτου τὸ εὐκτικὸν οὐδεὶς τῶν Ἀττι‐ κῶν εἶπε διὰ τοῦ ω, ἀλλὰ διὰ τῆς οι διφθόγγου. τεκμηριοῖ δὲ Ὅμηρος· ἐὰν μὲν γὰρ ὑποτακτικῶς χρῆται, διὰ τοῦ ω λέγει· „εἰ δέ κεν αὖ τοι δῴη κῦδος ἀρέσθαι“ (Π 87 sq.), ἔστι γὰρ ‚ἐὰν δέ σοι δῷ ὁ Ζεύσ‛· εἰ δὲ
5εὐκτικῶς, οὕτως· „σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷσ“ (ζ 180). ἐθαύμασα οὖν Ἀλεξάνδρου τοῦ Σύρου σοφιστοῦ δῴη καὶ διδῴη λέγοντος ἐπὶ εὐκτικοῦ.

325

Βρώσομαι κακῶς ὁ Φαβωρῖνος (fr. 131 Bar.), οἱ γὰρ Ἀττικοὶ ἀντ’ αὐτοῦ τῷ ἔδομαι καὶ κατέδομαι χρῶνται. ἄκριτον οὖν καὶ ἀπόβλητον τῶν Ἀττικῶν φωνῶν τὸ βρώσομαι ῥῆμα.

326

Ἐὰν ἄξῃς οὐδεὶς ἂν φαίη, ἀλλ’ ἐὰν ἀγάγῃς.

327

Ἄγαγον· καὶ τοῦτο, εἰ μὲν μετοχὴν εἶχε τὴν ἀγάγας, ἐν λόγῳ ἄν τινι ἦν. λεκτέον οὖν ἄγαγε, καὶ γὰρ ἡ μετοχὴ ἀγαγών, ὡς ἄνελε ἀνελών.

328

Ἀναισθητεύομαι· τὸ μὲν ὄνομα ἀναίσθητος δοκιμώτα‐ τον, τὸ δὲ ῥῆμα οὐκέτι. λέγε οὖν οὐκ αἰσθάνομαι.

329

Αὐθεκαστότης ἀλλόκοτον· τὸ μὲν γὰρ αὐθέκαστος κάλ‐ λιστον ὄνομα, τὸ δὲ παρὰ τοῦτο πεποιημένον αὐθεκαστότης κίβδηλον.

330

„Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετ’ αὐτοῦ“· Λυσίας
ἐν τῷ Κατ’ Αὐτοκράτους (fr. 20 Th.) οὕτω τῇ συντάξει χρῆται, ἐχρῆν δὲ οὕτως εἰπεῖν· „τὸν ἀκολουθοῦντα αὐτῷ“. Τί ἂν οὖν φαίη τις, ἁμαρ‐ τεῖν τὸν Λυσίαν, ἢ νοθεύειν καινοῦ σχήματος χρῆσιν; ἀλλ’ ἐπεὶ ξένη ἡ95
5σύνταξις, πάντῃ παραιτητέα, ῥητέον δὲ ἀκολουθεῖν αὐτῷ.

331

Βιωτικόν· ἀηδὴς ἡ λέξις· λέγε οὖν χρήσιμον ἐν τῷ βίῳ.

332

Βουνός· ὀθνεία ἡ φωνὴ τῆς Ἀττικῆς· καὶ γὰρ αὐτὸς ὁ χρησάμενος τῷ ὀνόματι, συνεὶς ξένως κεχρημένος, σημαίνεται ὡς ἀσαφῶς διαλεγόμενος· εἰπόντος γάρ τινος
„βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά“
5ὁ προσδιαλεγόμενος, οὐ συνεὶς τὸ ξένον τοῦ ὀνόματος, φησίν
„τίς ἐσθ’ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω“. ἐν δὲ τῇ Συρακουσίᾳ ποιήσει (Gloss. Ital. 9 Kaibel) καθωμίληται. ἀλλ’ οὐ προσίεται ὁ Ἀττικισμός, περὶ οὗ ἀγωνιζόμεθα, τὴν ἀλλοδαπὴν διά‐ λεξιν· ὅπου γὰρ ἀνεπίμικτος καὶ ἄχραντος βούλεται μένειν τῆς ἄλλης
10Ἑλλάδος, Αἰολέων λέγω καὶ Δωριέων καὶ Ἰώνων, τούτων μὲν καὶ συγ‐ γενῶν ὄντων, σχολῇ γ’ ἂν ἀδόκιμον καὶ μιξοβάρβαρον προσεῖτο φω‐ νήν. ὁ δ’ οὖν κεχρημένος τῷ βουνὸς ὀνόματι Φιλήμων ἐστίν (fr. 142 K.), εἷς τῶν τῆς νέας κωμῳδίας.

333

Μονθυλεύω· οὕτω τινὲς τὸ μολύνοντα ταράττειν λέγου‐ σιν, καὶ ἔστι δυσχερές. ἀπόρριπτε οὖν καὶ τοῦτο.

334

Βόλβιτον ὀλίγοι τινὲς λέγουσι τῶν Ἀττικῶν, ἀλλὰ τού‐ του δοκιμώτερον τὸ βόλιτον ἄνευ τοῦ δευτέρου β.

335

Γογγυσμὸς καὶ γογγύζειν· ταῦτα ἀδόκιμα μὲν οὐκ ἔστιν, Ἰακὰ δέ. Φωκυλίδην γὰρ οἶδα κεχρημένον αὐτῷ τὸν Μιλήσιον, ἄνδρα παλαιὸν σφόδρα (fr. 5 D.3
„καὶ τόδε Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρῳ
5
φροντίζειν, ἅσς’ ἂν περιγογγύζωσι πολῖται.“ ἀλλὰ τοῦτο μὲν Ἴωσιν ἀφείσθω, ἡμεῖς δὲ τονθρυσμὸν καὶ τονθρύζειν λέ‐
γωμεν ἢ νὴ Δία σὺν τῷ ο τονθορυσμὸν καὶ τονθορύζειν.96

336

Δύνῃ· ἐὰν μὲν τοῦτο ὑποτακτικὸν ᾖ, „ἐὰν δύνωμαι, ἐὰν δύνῃ“, ὀρθῶς λέγεται· ἐὰν δὲ ὁριστικῶς τιθῇ τις, „δύνῃ τοῦτο πρᾶξαι“, οὐχ ὑγιῶς ἂν τιθείη· χρὴ γὰρ λέγειν „δύνασαι τοῦτο πρᾶξαι“.

337

Ὥρκωσε καὶ ὁρκωτὴς δ’ ἐγώ“· οὕτω Κρατῖνός (fr. 366 K.) φησιν. μᾶλλον δὲ διὰ τοῦ ω λέγε ἢ διὰ τοῦ ι ὥρκισεν.

338

Εὐκερματεῖν ἀηδὲς πάνυ, ἥδιστα δ’ ἂν εἴποις εὐπορεῖν κερμάτων.

339

Ἐνιαυσιαῖον· καὶ τοῦθ’ ὅμοιόν ἐστι τῷ Διονυσιαῖον, κίβδηλον. λέγε οὖν πεντεσυλλάβως ἐνιαύσιον ὡς Διονύσιον.

340

Ἐδέετο, ἐπλέετο· Ἰακὰ ταῦτα. ἡ δὲ Ἀττικὴ συνήθεια συναιρεῖ, ἐδεῖτο ἐπλεῖτο.

341

Ἐξαλλάξαι· τὸ τέρψαι καὶ παραγαγεῖν εἰς εὐφροσύνην· χρὴ φυλάττεσθαι οὕτω λέγειν, οὐ γὰρ χρῶνται οἱ δόκιμοι, Φιλιππίδης (fr. 35 K.) δὲ καὶ Μένανδρος (fr. 799 Koe.) αὐτῷ χρῶνται.

342

Ἐνεχυριμαῖα οὐδεὶς τῶν δοκίμων εἶπεν—εἰ δὲ τῶν ἠμελημένων τις, ‘οὐ φροντὶς Ἱπποκλείδῃ‘—, ἐνέχυρα δέ.

343

Ἐκλείψας οὐ δόκιμον, ἀλλὰ τὸ ἐκλιπών.

344

Χρηστὸς τὰ ἤθη πληθυντικῶς φυλάττου· οἱ γὰρ δόκιμοι
ἑνικῶς φασι χρηστὸς τὸ ἦθος.97

345

Θυρεός· τοῦθ’ Ὅμηρος (ι 240 etc.) ἐπὶ λίθου τίθησιν ἀντὶ θύρας τὴν χρείαν παρέχοντος, οἱ δὲ πολλοὶ ἐπὶ τῆς ἀσπίδος τιθέασιν, οὐδενὸς τῶν ἀρχαίων καὶ δοκίμων χρησαμένου. χρὴ οὖν ἀσπίδα λέγειν.

346

Διονυσεῖον· ἀπαίδευτον οὕτω λέγειν, δέον βραχύνειν τὴν σι συλλαβήν· οἱ γὰρ ἐκτείνοντες παρὰ τὴν τῶν Ἀττικῶν διάλεκτον λέ‐ γουσιν. χρὴ οὖν Ἀριστοφάνει ἀκολουθοῦντας λέγειν· ἐν γὰρ τῷ Γήρᾳ (fr. 131 K.) φησίν·
5„τίς ἂν φράσειε, ποῦ ’στι τὸ Διονύσιον;“ „ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται.“

347

Ἔμελλον γράψαι· ἐσχάτως βάρβαρος ἡ σύνταξις αὕτη· ἀορίστῳ γὰρ χρόνῳ τὸ ἔμελλον οὐ συντάττουσιν οἱ Ἀθηναῖοι, ἀλλ’ ἤτοι ἐνεστῶτι, οἷον „ἔμελλον γράφειν“, ἢ μέλλοντι, οἷον „ἔμελλον γρά‐ ψειν“.

348

Οὐχ οἷον ὀργίζομαι· κίβδηλον ἐσχάτως, μάλιστα δ’ ἁμαρτάνεται ἐν τῇ ἡμεδαπῇ, οὐχ οἷον καὶ μὴ οἷον λεγόντων, ὅπερ οὐ μόνον τῷ ἀδοκίμῳ ἀπόβλητον, ἀλλὰ καὶ τῷ ἤχῳ ἀηδές. λέγειν δὲ χρὴ οὐ δήπου καὶ μὴ δήπου.

349

Οἰκίας δεσπότης λεκτέον, οὐχ ὡς Ἄλεξις (fr. 225 K.) οἰκοδεσπότης.

350

Ὁνδηποτοῦν μὴ λέγε, ἀλλὰ δοκίμως ὁντινοῦν.

351

Πρόσφατον· καὶ περὶ τούτου πολλὴν διατριβὴν ἐποιη‐ σάμην ἐπισκοπούμενος, εἰ μόνον λέγεται πρόσφατος νεκρὸς καὶ μὴ πρόσ‐ φατον πρᾶγμα. εὑρίσκετο δὲ Σοφοκλῆς ἐν τῇ Ἀνδρομέδᾳ (fr. 124 N.2) τιθεὶς οὕτω·
5„μηδὲν φοβεῖσθαι προσφάτους ἐπιστολάσ“.98

352

Πτῶμα· ἐπὶ νεκροῦ τιθέασιν οἱ νῦν, οἱ δὲ ἀρχαῖοι οὐχ οὕτως, ἀλλὰ πτώματα νεκρῶν ἢ οἴκων.

353

Περίστασις· ἀντὶ τοῦ συμφορὰ τιθέασιν οἱ Στωϊκοὶ φι‐ λόσοφοι (e. g. Aristo Chius, St. V. Fr. I p. 83, 15), οἱ δ’ ἀρχαῖοι πε‐ ρίστασιν λέγουσι τὴν διά τινα τάραχον παρουσίαν πλήθους, καὶ ἡ τραγῳδία καὶ ἡ κωμῳδία. μάθοις δ’ ἂν Τηλεκλείδου (fr. 35 K.) λέγοντος
5ὧδε·
„τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις;“

354

Παρεμβολὴ δεινῶς Μακεδονικόν, καίτοι ἐνῆν τῷ στρατο‐ πέδῳ χρῆσθαι, πλείστῳ καὶ δοκίμῳ ὄντι.

355

Σαπρὰν οἱ πολλοὶ ἐπὶ τοῦ αἰσχράν. Θέων φησὶ ὁ γραμ‐ ματικὸς (fr. 39 Guhl) εὑρηκέναι παρὰ Φερεκράτει (fr. 229 K.), πταίων· ἅπαντα γὰρ ἃ φέρει μαρτύρια ἐπὶ τοῦ παλαιοῦ καὶ σεσηπότος εὕρηται κείμενα.

356

Σώματα· ἐπὶ τῶν ὠνίων ἀνδραπόδων, οἷον „σώματα πωλεῖται“, οὐ χρῶνται οἱ ἀρχαῖοι.

357

Τὰ πρόσωπα ἀμφότερα παρῆν“· οἱ ἀμφὶ τὰς δίκας ῥήτορες οὕτω λέγουσιν παραπαίοντες. ἀλλὰ σὺ καθαρὸς καὶ ἀρχαῖος ὢν ῥήτωρ καὶ μόνος μετά γ’ ἐκείνους, τοὺς ἀμφὶ τὸν Δημοσθένην λέγω, ἐπανάγων εἰς τὸ ἀρχαῖον σχῆμα καὶ δόκιμον τὴν ῥητορικήν, οὐ μόνον
5αὐτὸς δυσχεραίνων οὐδεπώποτε ἐχρήσω τῷ ὀνόματι, ἀλλὰ καὶ τοὺς ἄλλους ἐκώλυσας χρήσασθαι, ἐξελληνίζων καὶ ἐξαττικίζων τὸ βασιλικὸν δικαστήριον καὶ διδάσκαλος καθιστάμενος οὐ μόνον αὐτῶν τῶν λόγων, οἵους χρὴ λέγειν, 〈ἀλλὰ καὶ〉 σχήματος καὶ βλέμματος καὶ φωνῆς καὶ στάσεως. τοιγαροῦν σε τῶν μεγίστων ἀξιώσαντες οἱ Ῥωμαίων βασιλεῖς
10ἀνέθεσαν τὰ Ἑλλήνων ἅπαντα πράγματα διοικεῖν, παριδρυσάμενοι
σύμβουλον ἑαυτοῖς, λόγῳ μὲν ἐπιστολέα ἀποφήναντες, ἔργῳ δὲ συνερ‐ γὸν ἑλόμενοι τῆς βασιλείας. ἀλλὰ ταῦτα μὲν καὶ αὖθις. τὰ δὲ πρόσωπα, ὡς πρόκειται, οὐκ ἐροῦμεν, ἀλλὰ καθάπερ οἱ παλαιοί, οἷον „καλὸν ἔχει πρόσωπον“.99

358

Στρηνιᾶν· τούτῳ ἐχρήσαντο οἱ τῆς νέας κωμῳδίας ποιηταί (e. g. Antiphan. fr. 82 K.), ᾧ οὐδ’ ἂν μανείς τις χρήσαιτο, πα‐ ρὸν λέγειν τρυφᾶν.

359

Σύαγρος οὐ ῥητέον· σῦν ἄγριον οἱ ἀρχαῖοι λέγουσιν.

360

Συγγνωμονῆσαι οὐ χρὴ λέγειν, ἀλλὰ συγγνῶναι.

361

Σιτομετρεῖσθαι μὴ λέγε, λύων δ’ ἐρεῖς σῖτον μετρεῖσθαι.

362

Στηθύνιον ὀρνιθίου λέγουσί τινες οὐχ ὑγιῶς. εἰ γὰρ χρὴ ὑποκοριστικῶς λέγειν, 〈λέγε〉 στηθίδιον· εἰ δ’ οὐκ ἔστιν ὑποκοριστικόν, πόθεν εἰσεκώμασε καὶ τοῦτο τὸ κακὸν τῇ τῶν Ἑλλήνων φωνῇ;

363

Ὑπέρδριμυς· ἐπεὶ ὑπέρσοφος, καὶ ὑπέρδριμυς ἀξιοῦσί τινες λέγειν. λεγόντων δέ, εἰ καὶ οἱ ἀρχαῖοι καὶ οἱ δόκιμοι λέγουσιν, εἰ δὲ μή, ἐώντων χαίρειν τὸ ὑπέρδριμυς.

364

Φυγαδεῦσαι καὶ φυγαδευθῆναι· ἐπισκέψεως πολλῆς δεῖται, εἰ ἐγκριτέον τοὔνομα τοῖς δοκίμοις. εἰ τοίνυν εὕροις, βεβαιώσεις τὸ ἀμφισβητούμενον.

365

Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα.

366

Χήμη· πόθεν ἀνεμίχθη τῇ τῶν Ἑλλήνων φωνῇ, ἄδηλον· οἱ γὰρ ἀρχαῖοι κογχύλην λέγουσι τοῦτο.

367

„Τί χειμάζεις σαυτόν“· Μένανδρος (fr. 184, cf. 845 Koe.) εἴρηκεν ἐπὶ τοῦ λυπεῖν, καὶ Ἀλεξανδρεῖς ὁμοίως. πειστέον δὲ τοῖς δο‐ κίμοις τοῖς μὴ εἰδόσι τοὔνομα.

368

Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι.100

369

Ἐσχάτως ἔχει· ἐπὶ τοῦ μοχθηρῶς ἔχει καὶ σφαλερῶς τάττουσιν οἱ σύρφακες. ἡ δὲ τοῦ ἐσχάτως χρῆσις, οἶσθα, ἐπὶ τοῦ ἄκρου παρὰ τοῖς ἀρχαίοις νομίζεται, „ἐσχάτως πονηρόσ“, „ἐσχάτως φιλόσο‐ φοσ“. διαγραπτέον οὖν καὶ τοῦτο.

370

Χρεολυτῆσαι λέγει ὁ πολὺς λεώς, ἀλλ’ οἱ ὀλίγοι καὶ Ἀτ‐ τικοὶ τὰ χρέα διαλύσασθαι.

371

Χρέως· Ἀττικὸς ἂν φαίνοιο καὶ ἐπιμελής, εἰ διὰ τοῦ ω μεγάλου χρέως λέγεις. σὺ μέντοι τῇ σεαυτοῦ πολυμαθίᾳ τὸν Ἀριστοφά‐ νην διὰ τοῦ ο ἐδείκνυες τὸ χρέος ἐν ταῖς {ἑτέραις} Νεφέλαις (Nub. vs. 30) εἰπόντα
5
„ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;“. ἔοικε δὲ παρῳδηκὼς εἰρηκέναι, διόπερ οὐ χρηστέον αὐτῷ.

372

Φιλόλογος· ὁ φιλῶν λόγους καὶ σπουδάζων περὶ παι‐ δείαν· οἱ δὲ νῦν ἐπὶ τοῦ ἐμπείρου τιθέασιν τοὔνομα, οὐκ ὀρθῶς. τὸ μέντοι ἐφιλολόγησα καὶ φιλολογῶ καὶ πάντα τὰ ῥήματα τὰ μετοχικὰ ἀδόκιμα.

373

Τίνι διαφέρει τόδε καὶ τόδε· οὐ χρὴ οὕτω λέγειν κατὰ δοτικὴν πτῶσιν, ἀλλὰ τί διαφέρει, καθὰ καὶ Δημοσθένης (22, 55) φησὶν „τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει“. λέγε οὖν τί διαφέρει.

374

Τέτευχε τιμῆς, τέτευχε τοῦ σκοποῦ μὴ λέγῃς, ἀλλ’ ἀντ’ αὐτοῦ τῷ δοκίμῳ χρῶ τετύχηκε.

375

Στρόβιλον οἱ μὲν πολλοὶ τὸ ἐδώδιμον λέγουσι καὶ αὐτὸ
τὸ δένδρον, οἱ δ’ ἀρχαῖοι τὴν βίαιον τοῦ ἀνέμου εἵλησιν καὶ συστροφὴν στρόβιλον καλοῦσιν, καὶ στροβιλῆσαι τὸ συστρέψαι. οὕτως οὖν καὶ ἡμῖν ῥητέον, τὸ δὲ ἐδώδιμον πιτύων καρπόν, καὶ τὸ δένδρον πίτυν· καὶ101
5γὰρ ἔστι πίτυς. τὸ δὲ ἐκκεκοκκισμένον ἔτι καὶ νῦν κόκκωνα λέγουσιν οἱ πολλοὶ ὀρθῶς· καὶ γὰρ ὁ Σόλων ἐν τοῖς αὑτοῦ ποιήμασιν (fr. 26 D.3 = 40 W.) οὕτω χρῆται·
„κόκκωνας {δὲ} ἄλλος, ἕτερος δὲ σήσαμα“.

376

Συγκαταβαίνειν εἰς τὰς σκέψεις, συγκαταβαίνειν εἰς δι‐ δασκαλίας μὴ εἴπῃς, ἀλλὰ συγκαθιέναι καὶ συγκαθῆκεν εἰς τὸ παίζειν ἢ εἰς ἄλλο τι.

377

Σκνιφὸν κατὰ διαφθορὰν οἱ πολλοὶ λέγουσι τὸν γλίσχρον καὶ μικροπρεπῆ περὶ τὰ ἀναλώματα, οἱ δ’ ἀρχαῖοι σκνῖπα καλοῦσιν ἀπὸ τοῦ θηριδίου τοῦ ἐν τοῖς ξύλοις καταβραχὺ κατεσθίοντος.

378

Σταμνία· οἱ μὲν ἀμαθεῖς ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῶν οἰνηρῶν ἀγγείων.

379

Συσχολαστὰς ἐσχάτως ἀνάττικον, χρὴ δὲ συμφοιτητὰς λέγειν.

380

Στρωματεὺς ἀδόκιμον· στρωματόδεσμος ἀρχαῖον καὶ δόκιμον. λέγεται οὖν καὶ ἀρσενικῶς καὶ οὐδετέρως.

381

Εὐχρηστεῖν ἀπόρριψον, λέγε δὲ κιχράναι.

382

Ῥᾳότερον μή, ῥᾷον δὲ λέγε· συγκριτικὸν γὰρ συγκριτι‐
κοῦ οὐκ ἔστιν, οἷον εἴ τις λέγοι κρεισσότερον.102

383

Ῥύμη· καὶ τοῦτο οἱ μὲν Ἀθηναῖοι ἐπὶ τῆς ὁρμῆς ἐτίθεσαν, οἱ δὲ νῦν ἀμαθεῖς ἐπὶ τοῦ στενωποῦ. δοκεῖ δέ μοι καὶ τοῦτο Μακεδονικὸν εἶναι. ἀλλὰ στενωπὸν καλεῖν χρή, ῥύμην δὲ τὴν ὁρμήν.

384

Δρωπακίζειν ἀδόκιμον, ἀρχαῖον δὲ τὸ παρατίλλεσθαι ἢ πιττοῦσθαι.

385

Στέμφυλα· οἱ μὲν πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα ἀμαθῶς, οἱ δ’ Ἀττικοὶ στέμφυλα ἐλαῶν.

386

Πενταετηρικὸς ἀγὼν καὶ πενταετηρὶς μὴ λέγε, ἀλλ’ ἀφαιρῶν τὸ α πεντετηρὶς καὶ πεντετηρικὸς ἀγών.

387

Πεντάμηνον, πεντάπηχυ· μετάθες τὸ α εἰς τὸ ε πεν‐ τέμηνον λέγων καὶ πεντέπηχυ.

388

Ἑξάπηχυ καὶ ἑξαέτης· καὶ ἐντεῦθεν ἀφαιρήσεις τὸ α, ἕξπηχυ καὶ ἑξέτης καὶ ἕξπλευρον. τοῦτο γὰρ καὶ οἱ ἰατροὶ ἐπανορθοῦν‐ ται, ἕξπλεθρον λέγοντες καὶ οὐχ ἑξάπλεθρον.

389

Περιεσπάσθην λέγουσί τινες ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενέ‐ σθαι, τιθέντες πάνυ κιβδήλως· τὸ γὰρ περισπᾶν καὶ περισπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ παραιρεῖσθαι τάττουσιν οἱ ἀρχαῖοι. δέον οὖν ἄσχολος ἦν λέγειν.

390

Πορνοκόπος· οὕτω Μένανδρος (fr. 902 Koe.), οἱ δ’ ἀρχαῖοι Ἀθηναῖοι πορνότριψ λέγουσιν.

391

Λήθαργος· οὕτω Μένανδρος (fr. 868 Koe.), οἱ δ’ ἀρχαῖοι Ἀθηναῖοι ἐπιλήσμονα καλοῦσιν, οἷς πειστέον.

392

Μεσοπορεῖν· καὶ τοῦτο Μένανδρος (fr. 879 Koe.), οὐδὲν
ἐπιβάλλων γνῶμα τοῖς ὀνόμασιν, ἀλλὰ πάντα φύρων.103

393

Γῦρος· τί δὲ καὶ τοῦτο Μένανδρος τὴν καλλίστην τῶν κωμῳδιῶν τῶν ἑαυτοῦ, τὸν Μισογύνην (fr. 285 Koe.), κατεκηλίδωσεν εἰπών; τί γὰρ δὴ γῦρός ἐστιν, οὐ συνίημι.

394

Σύσσημον· οὐχ ὁρῶ μὰ τὸν Ἡρακλέα, τί πάσχουσιν οἱ τὸν Μένανδρον μέγαν ἄγοντες καὶ αἴροντες ὑπὲρ τὸ Ἑλληνικὸν ἅπαν. διὰ τί δὲ θαυμάσας ἔχω; ὅτι τὰ ἄκρα τῶν Ἑλλήνων ὁρῶ μανικῶς περὶ τὸν κωμῳδοποιὸν τοῦτον σπουδάζοντα, πρώτιστον μὲν ἐν παιδείᾳ μέ‐
5γιστον ἀξίωμα ἁπάντων ἔχοντα σὲ καὶ διὰ τοῦτο ἐκ προκρίτων ἀποφαν‐ θέντα ὑπὸ βασιλέων ἐπιστολέα αὐτῶν, ἔπειτα δευτέρᾳ τιμῇ, λειπόμενον πολὺ τῆς σῆς παρασκευῆς, ἐξεταζόμενον δ’ ἐν τοῖς Ἕλλησιν, Βάλβον τὸν ἀπὸ τῶν Τράλλεων, ὃς εἰς τοσοῦτο προθυμίας καὶ θαύματος ἥκει Μενάν‐ δρου, ὥστε καὶ Δημοσθένους ἀμείνω ἐγχειρεῖν ἀποφαίνειν τὸν λέγοντα
10„μεσοπορεῖν“ (cf. gl. 392) καὶ „γῦροσ“ (cf. gl. 393) καὶ „λήθαργοσ“ (cf. gl. 391) καὶ „σύσσημον“ (Perik. vs. 362 Koe.) καὶ „πορνοκόποσ“ (cf. gl. 390) καὶ „ὀψωνιασμόσ“ (fr. 895 Koe.) καὶ „ὀψώνιον“ (fr. 896 Koe.) καὶ „δύσριγοσ“ (fr. 880 Koe.) καὶ ἄλλα κίβδηλα ἀναρίθμητα καὶ ἀμαθῆ· τὰ αὐτὰ δὲ σοὶ καὶ Βάλβῳ πεπονθότα καὶ Γαϊανὸν τὸν Σμυρναῖον
15ῥήτορα, ἄνδρα ζηλωτὴν καὶ ἐραστὴν τῆς σῆς ἐν παιδείᾳ φιλοκαλίας. ἄγε οὖν ὅπως λύσῃς μου τὴν ἐν τῇ τοιᾷδε δυσχερείᾳ τῶν ὤτων ἀπορίαν· οὐ γὰρ περιόψεσθαί σε ἡγοῦμαι ἐρήμην ὀφλόντα σου τὰ παιδικὰ Μέναν‐ δρον.

395

Οἰκοδομὴ οὐ λέγεται, ἀντ’ αὐτοῦ δὲ οἰκοδόμημα.

396

Κατ’ ὄναρ· Πολέμων ὁ Ἰωνικὸς σοφιστὴς Δημοσθένους τοῦ ῥήτορος εἰκόνα χαλκῆν ἐν Ἀσκληπιοῦ τοῦ ἐν Περγάμῳ τῇ Μυσίᾳ ἀναθεὶς ἐπέγραψεν ἐπίγραμμα τοιόνδε· „Δημοσθένη Παιανιέα Πολέμων κατ’ ὄναρ“, ἀδοκιμωτάτῳ τῷ κατ’ ὄναρ χρησάμενος· ὥσπερ γὰρ καθ’
5ὕπαρ οὐ λέγεται, ἀλλ’ ὕπαρ, οὕτως οὐδὲ κατ’ ὄναρ, ἀλλ’ ἤτοι ὄναρ
ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως. οὕτως ἄρα μέγιστόν ἐστιν ὀνομάτων γνῶσις, ὅπου γε δὴ καὶ τὰ ἄκρα τῶν Ἑλλήνων πταίοντα ὁρᾶται.104

397

Μετριάζειν· τοῦτο οἱ μὲν ἀρχαῖοι ἐπὶ τοῦ τὰ συμβαίνον‐ τα μετρίως φέρειν τιθέασιν, Μένανδρος (fr. 881 Koe.) δ’ ἐπὶ τοῦ ἀσθενεῖν παρὰ τὴν τῶν δοκίμων χρῆσιν.

398

Λιθάριον πάνυ φυλάττου λέγειν, λιθίδιον δὲ λέγε.

399

Καθώς· Γάιός τις Ἀρεθούσιος γραμματικὸς ἔφασκε δόκι‐ μον εἶναι τοὔνομα· κεχρῆσθαι γὰρ αὐτῷ Φύλαρχον (e. g. 81 F 2 J.)· ὢ τοῦ μάρτυρος ὡς ἔοικε τῷ ἐπαγομένῳ, ὃς οὐδὲ Θουκυδίδου (6, 9, 1) λέ‐ γοντος ἤκουσε „καθὸ δεῖ εἰς Σικελίαν πλεῖν“, ἀλλ’ οὐ καθώς.

400

Κάκκαβον· διὰ τοῦ η κακκάβην λέγε, τὸ γὰρ διὰ τοῦ ο ἀμαθές· καὶ γὰρ Ἀριστοφάνης ἐν Δαιδάλῳ (fr. 197 K., cf. fr. 215 K.) διὰ τοῦ η χρῆται.

401

Κυνηγός· τοῦτο τοὔνομα οὕτω πως μεταχειρίζονται· οἱ μὲν τραγικοὶ ποιηταὶ τρισυλλάβως λέγουσι καὶ δωρίζουσι τὸ η εἰς α με‐ τατιθέντες, κυναγός, οἱ δ’ Ἀθηναῖοι τετρασυλλάβως τε προφέρουσι καὶ τὸ η φυλάττουσιν, κυνηγέτης·

402

Καταφαγᾶς (Men. fr. 357 Koe.)· πόθεν, Μένανδρε, συσ‐ σύρας τὸν τοσοῦτον τῶν ὀνομάτων συρφετὸν αἰσχύνεις τὴν πάτριον φωνήν; τίς γὰρ δὴ τῶν πρὸ σοῦ τῷ καταφαγᾶς κέχρηται; ὁ μὲν γὰρ Ἀριστοφάνης (Av. vs. 289) οὕτω φησίν·
5
„ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;“ ἐχρῆν οὖν Κρατίνῳ (fr. 451 K.) πειθόμενον φαγᾶς εἰπεῖν. ἴσως δ’ ἂν εἴποις ὅτι ἠκολούθησας Μυρτίλῳ λέγοντι (fr. 4 K.)
„ὡς ὁ μὲν κλέπτης, ὁ δ’ ἅρπαξ,
ὁ δ’ ἀνάπηρος πορνοβοσκὸς
105
10
καταφαγᾶσ“· ἀλλ’ οὐκ ἐχρῆν τὰς ἅπαξ εἰρημένας λέξεις ἁρπάζειν.

403

Γελάσιμον· Στράττιν μέν φασι τὸν κωμῳδοποιὸν (fr. 73 K.) εἰρηκέναι τοὔνομα· ἀλλ’ ἡμεῖς οὐ τοῖς ἅπαξ εἰρημένοις προσέχομεν τὸν νοῦν, ἀλλὰ τοῖς πολλάκις κεχρημένοις, κέχρηται δὲ τὸ γελοῖον.

404

Ἐλλύχνιον Ἡρόδοτος (2, 62, 1) κέχρηται, Ἀθηναῖοι δὲ θρυαλλίδα λέγουσιν.

405

Κολόκυνθα· ἡμάρτηται ἡ ἐσχάτη συλλαβὴ διὰ τοῦ θα λεγομένη, δέον διὰ τοῦ τη ὡς Ἀθηναῖοι.

406

Καταφερής· ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκολάστων λέγου‐ σιν οἱ πολλοί, οὐδαμῶς οὕτω τῶν δοκίμων χρωμένων.

407

Καταλογὴν οἱ σύρφακες λέγουσι τὴν πρός τινα αἰδῶ, οὐκ ὀρθῶς.

408

Κολλυβιστής· πάλιν ἡμᾶς μολύνων οὐδέν τι διαπαύεται ὁ Μένανδρος (fr. 861 Koe.), τὸν ἀργυραμοιβὸν κολλυβιστὴν λέγων. ὁ
μὲν γὰρ κόλλυβος δόκιμον, ὁ δὲ κολλυβιστὴς παρασεσημασμένον.106

409

Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε οἱ πολλοὶ λέγουσιν εἰκῇ, δέον τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε λέγειν ὡς οἱ πα‐ λαιοί.

410

Ἀκρατεύεσθαι· ἀδοκίμῳ ὄντι οἵ τε πολλοὶ χρῶνται τούτῳ τῷ ὀνόματι καὶ Μένανδρος (fr. 819 Koe.). λέγε οὖν οὐκ ἐγκρα‐ τεύεσθαι.

411

Αἰχμαλωτισθῆναι· τοῦθ’ οὕτως ἀδόκιμον ὡς μηδὲ Μέ‐ νανδρον αὐτῷ χρήσασθαι. διαλύων οὖν λέγε αἰχμάλωτον γενέσθαι.

412T

τέλος τοῦ δευτέρου
ἀρχὴ τοῦ τρίτου

412

{Ἐωνησάμην· εἷς λόγος περὶ τοῦ τοιούτου ἁμαρτήματος· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ τὸ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε, ἔνθα δ’ ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερα. οἷον „ἐώνημαι οἰκίαν“· ἐνταῦθα γὰρ ἐγχωρεῖ τὸ ἐπριάμην, οὕτω χρήσῃ
5„ἐπριάμην οἰκίαν“. πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“. ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρίασθαι· μένει τὸ ἐωνημένος. πάλιν δεῖ λέγειν πριάμενος, τὸ γὰρ ὠνησάμενος ἀδόκιμον. οὕτως οὖν καὶ ἐπὶ τοῦ
ἐωνησάμην· εἰ μή τις ἐπριάμην εἴπῃ, ληρεῖ.}107

413

{Ἀνατοιχεῖν μὴ λέγε, ἀλλὰ διατοιχεῖν.}

414

{Ἔνυστρον μὴ λέγε, ἀλλὰ ἤνυστρον, ὅτι καὶ ἀρχαῖον.}

415

{Καταπροΐξεται οὐκ ὀρθῶς διαιροῦσιν, δέον καταπροίξε‐ ται λέγειν ἀδιαιρέτως.}

416

Πενητεῦσαι· ἰδεῖν δεῖ, εἰ Φαβωρῖνος (fr. 136 Bar.) χρώ‐ μενος οὐκ ὀρθῶς χρῆται.

417

{Ὑστερίζειν τῷ καιρῷ· οὐ λέγουσιν οὕτως, ἀλλ’ ὑστε‐ ρίζειν τοῦ καιροῦ. Φαβωρῖνος δὲ οὐχ ὑγιῶς κατὰ δοτικὴν συντάττει.}

418

Ἀντικρύ· τοῦτο τοπικὸν καὶ ἐπιεικῶς ποιητικὸν ἄνευ τοῦ ς λεγόμενον, ὅθεν οἱ ἐπὶ τοῦ ἄντικρυς τιθέντες ἁμαρτάνουσιν. εἰ μέντοι τις προθείη τὴν πρόθεσιν τῷ ἀντικρύ καὶ εἴποι καταντικρύ, ὀρθῶς ἐρεῖ.

419

Ἀνυπόδητος ἐρεῖς ἐν τῷ η· τὸ γὰρ ἐν τῷ ε ἁμάρτημα. καὶ γὰρ ὑποδήσασθαι λέγεται, οὐχ ὑποδέσασθαι.

420

Εὕρημα χρὴ λέγειν διὰ τοῦ η, οὐχ εὕρεμα.

421

Προσδεῖσθαι λέγε, ἀλλὰ μὴ προσδέεσθαι διαιρῶν, ὡς Φαβωρῖνος (fr. 138 Bar.) λέγων ἁμαρτάνει.

422

Ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα. ἀποτετέλεσται δὲ καὶ ἀποτετελεσμένον χρὴ λέγειν, ἄμεινον γάρ·
ἐκτὸς εἰ μή ποθεν τοῦτο εἰς Φαβωρῖνον (fr. 129 Bar.) ἦλθεν, ὅθεν οὐδεὶς οἶδεν· ἀρχαῖοι μὲν γὰρ οὕτως οὐ λέγουσιν, ἐκεῖνος δέ· πλὴν εἰ μὴ εἴη εἷς.108
5ἡμεῖς οὖν ὡς οἱ ἀρχαῖοι, ἀλλὰ μὴ ὡς Φαβωρῖνος.

423

{Ἀνέκαθεν· φυλακτέον ἐπὶ χρόνου λέγειν „ἀνέκαθέν μοί ἐστι φίλοσ“· ἐπὶ γὰρ τόπου τάττουσιν αὐτὸ οἱ Ἀθηναῖοι λέγοντες „ἀνέκαθεν κατέπεσεν“. λέγειν οὖν χρὴ „ἄνωθέν σοι φίλος εἰμί“. εἰ δέ τις φαίη παρ’ Ἡροδότῳ (1, 170 etc.) ἐπὶ χρόνου εἰρῆσθαι τὸ ὄνομα,
5ἀληθῆ μὲν φήσει, εἴρηται γάρ· οὐ μὴν τὸ δόκιμον τῆς χρήσεως παρέχεται· οὐ γὰρ Ἰωνικῶν καὶ Δωρικῶν ἐξέτασίς ἐστιν ὀνομάτων, ἀλλ’ Ἀττικῶν, ὥσπερ καὶ τὸ δόκιμον τῆς χρήσεως κρίνει.}

424

{Κεφαλαιωδέστατον· τοὔνομα εὗρον εἰρημένον ἐν ἀρχῇ Πολέμωνος τοῦ Ἰωνικοῦ σοφιστοῦ τῶν Ἱστοριῶν κατὰ τὸ προοίμιον, καὶ θαυμάζω Σεκούνδου τοῦ συγγενομένου αὐτῷ γραμματικοῦ, πῶς τὰ ἄλλα δεξιὸς περὶ λέξεις ὢν καὶ ἐπανορθῶν τὰ συγγράμματα τοῦ σοφιστοῦ
5τοῦτο παρεῖδεν ἀδόκιμον ὄν.}109