TLG 1607 002 :: PHORONIS :: Phoronis (fragmenta) Phoronis (fragmenta)
Citation: Fragment — (line) | ||
t | ΦΟΡΩΝΙΣ | |
1 | πατέρα θνητῶν ἀνθρώπων | |
2 | ἔνθα γόητες Ἰδαῖοι Φρύγες ἄνδρες ὀρέστεροι οἰκί’ ἔναιον, Κέλμις Δαμναμενεύς τε μέγας καὶ ὑπέρβιος Ἄκμων, | |
εὐπάλαμοι θεράποντες ὀρείης Ἀδρηστείης, | 118 | |
5 | οἳ πρῶτοι τέχνηις πολυμήτιος Ἡφαίστοιο εὗρον ἐν οὐρείηισι νάπαις ἰόεντα σίδηρον ἐς πῦρ τ’ ἤνεγκαν καὶ ἀριπρεπὲς ἔργον ἔτευξαν. | |
---|---|---|
4 | Καλλιθόη κλειδοῦχος Ὀλυμπιάδος βασιλείης, Ἥρης Ἀργείης, ἣ στέμμασι καὶ θυσάνοισι πρώτη κόσμησεν περὶ κίονα μακρὸν ἀνάσσης | 119 |
5 | Ἑρμείαν δὲ πατὴρ ἐριούνιον ὠνόμας’ αὐτόν· πάντας γὰρ μάκαράς τε θεοὺς θνητούς τ’ ἀνθρώπους κέρδεσι κλεπτοσύνηισι τ’ ἐκαίνυτο τεχνηέσσαις. | |
6 | οὐδ’ ἔτι κούρ[η] | |
ἀρκέσει ἐγρεμάχη [δο]λιχάορος ἀ̣γρομέ[νοισιν] | 120 |