TLG 1604 001 :: PHOCYLIDES :: Sententiae PHOCYLIDES Eleg.
Gnom. Sententiae Source: Diehl, E. (ed.), Anthologia lyrica Graeca, fasc. 1, 3rd edn. Leipzig: Teubner, 1949: 57–60.
Citation: Fragment — (line) | ||
1(t) | ΕΛΕΓΕΙΑ | |
1 | Καὶ τόδε Φωκυλίδου· Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δ’ οὔ· πάντες, πλὴν Προκλέους· καὶ Προκλέης Λέριος. | |
---|---|---|
t2-17 | ΓΝΩΜΑΙ | |
2 | Καὶ τόδε Φωκυλίδεω· τετόρων ἀπὸ τῶν〈δε〉 γένοντο φῦλα γυναικείων· ἣ μὲν κυνός, ἣ δὲ μελίσσης, ἣ δὲ συὸς βλοσυρῆς, ἣ δ’ ἵππου χαιτηέσσης. εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη· | |
5 | ἡ δὲ συὸς βλοσυρῆς οὔτ’ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή· ἡ δὲ κυνὸς χαλεπή τε καὶ ἄγριος· ἡ δὲ μελίσσης οἰκονόμος τ’ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι· | |
ἧς εὔχευ, φίλ’ ἑταῖρε, λαχεῖν γάμου ἱμερόεντος. | 57 | |
3 | Καὶ τόδε Φωκυλίδου· τί πλέον, γένος εὐγενὲς εἶναι, οἷς’ οὔτ’ ἐν μύθοις’ ἕπεται χάρις οὔτ’ ἐνὶ βουλῆι; | |
4 | Καὶ τόδε Φωκυλίδου· πόλις ἐν σκοπέλωι κατὰ κόσμον οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης. | |
5 | Καὶ τόδε Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρωι φροντίζειν, ἅσς’ ἂν περιγογγύζωσι πολῖται. | |
6 | 〈Καὶ τόδε Φωκυλίδεω·〉 χρήστης κακοῦ ἔμμεναι ἀνδρός φεύγειν, μή σέ γ’ ἀνιήσηι παρὰ καιρὸν ἀπαιτέων. | |
7 | Χρηίζων πλούτου μελέτην ἔχε πίονος ἀγροῦ· | |
ἀγρὸν γάρ τε λέγουσιν Ἀμαλθείης κέρας εἶναι. | 58 | |
8 | Νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη φρήν ἀνδράσιν· ἡσυχίη δ’ ἀρετὴ〈ν〉 διζημένωι ἐσθλή. | |
9 | Δίζησθαι βιοτήν, ἀρετὴν δ’, ὅταν ἦι βίος ἤδη. | |
10 | ἐν δὲ δικαιοσύνηι συλλήβδην πᾶς’ ἀρετή ’στιν. | |
11 | Πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες σὺν κόσμωι στείχοντες, ἐλαφρόν〈ο〉οί περ ἐόντες. | |
12 | Πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι. | |
13 | Πόλλ’ ἀέκοντα παθεῖν διζήμενον ἔμμεναι ἐσθλόν. | 59 |
14 | χρὴ δ’ ἐν συμποσίωι κυλίκων περινισομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. | |
15 | χρὴ παῖδ’ ἔτ’ ἐόντα καλὰ διδάσκειν ἔργα. | |
16 | ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι· οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι, | |
17 | Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα, τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι. οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δ’ ἄρα τιμῶ, | |
τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ. | 60 |