TLG 1599 002 :: PHILO :: Parasceuastica et poliorcetica PHILO Mech. Parasceuastica et poliorcetica
Citation: Thevenot page — (line) | ||
79(T) | I. | |
T | Φίλων Ἀρίστωνι χαίρειν. | |
---|---|---|
1 | (1) Πρῶτον μὲν δεῖ τοὺς οἰκοδομοῦντας πύργους ὀρύξαντας μέ‐ χρι πέτρας ἢ ὕδατος ἤ τινος ἐδάφους ἀσφαλοῦς τοῦτον ἀποστερεώσαντας τὸν τόπον ὡς μάλιστα | |
4 | τιθέ‐ | |
5 | ναι τοὺς θεμελίους ἐν γύψῳ, ἵνα μὴ ἔνδον | |
5 | τῶν θεμε‐ δίων οἱ τοῖχοι ῥηγνύωνται μηδ’ ὑπορύττηται τὰ τείχη· (2) δεύτερον δὲ τοὺς πύργους οἰκοδομεῖν | |
7 | κατὰ τοὺς ἁρμόττοντας τόπους, τοὺς μὲν [ἀντὶ τῶν στρογ‐ | |
8 | γύλων] ἔξωθεν περιφερεῖς, ἔνδον δ’ ἔχοντας ἐπιφάνειαν | |
10 | οἵα γένοιτ’ ἂν κυλίνδρου τμηθέντος κατὰ τὴν βάσιν δίχα· (3) τοὺς δὲ ἑξαγώνους καὶ πενταγώνους | |
11 | καὶ τετρα‐ γώνους κατασκευάζοντας ἐκτιθέντας κατὰ μίαν γω‐ | |
νίαν, ἵνα ἀλλήλοις ἀμύνωσιν ἐκ τῶν πλαγίων [Omitted graphic marker]ἀφιεμένων τῶν βελῶν εἰς τὰ προσαγόμενα μη‐ | ||
15 | χανήματα καὶ ἵνα μήθ’ ὑπὸ τῶν κριῶν μήθ’ ὑπὸ τῶν πετροβόλων τυπτόμενοι μηδὲν πάσχωσιν· | |
16 | (4) αἱ μὲν γὰρ γινόμεναι κατὰ τὰς πλευρὰς καταφοραὶ τῶν πληγῶν ἰσχυραί, αἱ δὲ περὶ τὴν ἐκκειμένην γωνίαν περικλώμεναι παντελῶς ἀσθενεῖς ἔσονται. | |
20 | (5) ἁρμόσει δέ πως τοὺς περιφερεῖς καὶ τοὺς | |
20 | τετρα‐ γώνους ὥσπερ νῦν οἰκοδομοῦνται τίθεσθαι· (6) τοὺς | |
21 | δὲ κατὰ τοὺς πυ‐ λεῶνας ἑξαγώνους δεῖ συντελεῖν, ἵν’ αἵ τε γω‐ νίαι ἧττον θραύωνται καὶ μὴ παραπίπτοντα τὰ βέλη καὶ συμφερόμενα ἅπαντα πρὸς τὰς ἐξόδους συν‐ | |
25 | τρίβῃ τὰς πύλας καὶ δυσεκπορεύτους κατασκευάζῃ, τάς τε ἐπιτάσεις τῶν βελῶν ἔχῃς πανταχόθεν. | |
26 | (7) ἐὰν δὲ | |
80 | πλινθίνους οἰκοδομῇς, τετραγώνους δεῖ ποιεῖν καὶ προεκτιθέναι μικρὸν κατ’ ὀξεῖαν γωνίαν, κα‐ | |
τὰ κύκλου τμῆμα συνάπτοντας τοῖς μεσοπυρ‐ [Omitted graphic marker]γίοις, ὥστε ἀπαρτίζειν αὐτῶν τὴν βάσιν τῷ | ||
5 | πέρατι τῶν μεταπυργίων. (8) ἵνα δὲ μὴ λαμβάνω‐ σιν κατάκρουσιν μηδ’ ἡντιναοῦν ἐκ πληγῆς μηδ’ ἡστινοσοῦν, ἐν μολίβῳ καὶ σιδήρῳ καὶ γύψῳ τῶν ἐσχάτων λίθων πρὸς ἀλλήλους δε‐ θέντων. 〈...〉 πρὸς τὸ τοὺς πετροβόλους | |
9 | παραφόρους | |
10 | γινομένους μὴ δύνασθαι τὰς ἐπάλξεις ἀπο‐ κόπτειν. | |
11 | (9) τὰ δὲ μεταπύργια ἐπικαμπίους ἔχον‐ τα ἐκ τῶν πλαγίων τοίχους, οἳ ἀπὸ μέσων τῶν πύργων ἀχθέντες τὸ μὲν πλάτος ἐχέτωσαν δί‐ πηχυ, ἵνα μὴ οἱ ἐκπορευόμενοι τιτρώσκωνται | |
15 | μηδὲ κατὰ τὰς διόδους τὰ βέλη φερόμενα τὰς | |
πυλίδας ἐκκόπτῃ. | ||
16 | [Omitted graphic marker](10) ἀπεχέτω δὲ τὸ τεῖχος ἀπὸ τῶν οἰκῶν ἑξήκοντα πήχεις, ἵνα ῥᾳδίως ᾗ παρα‐ φέρειν τοὺς λίθους καὶ πάροδον ἔχῃς τοῖς βοηθοῦ‐ σιν καὶ ταφρείαν ἔνδοθεν ἱκανήν, ἐάν τι δέῃ. | |
19 | (11) τὰ | |
20 | δὲ πλάτη ποιητέον τῶν τοίχων οὐκ ἔλαττον ἢ δέκα πηχῶν, τιθέντας καὶ τοὺς λίθους ὀρθίους ἐν γύψῳ, μάλιστα μὲν ἐκ κραταιοῦ λίθου τὰ | |
ἐπικαιρότατα τῶν μεταπυργίων συντελοῦντας, εἰ δὲ μή, ὀξεῖς· ὡς ἥκιστα γὰρ πείσεται ὑπὸ τῶν | ||
25 | λιθοβόλων. (12) μὴ ἐλάσσω δὲ τῷ ὕψει οἰκοδομεί‐ σθω ἢ εἰκοσιπήχη, ἵνα αἱ πρὸς αὐτὰ κλίμακες προσαγόμεναι μὴ ἐξικνῶνται [τοῖς τείχε‐ σιν]. | |
28 | (13) ἐμβλητέον δέ ἐστιν εἰς τὰ τείχη καὶ τοὺς πύργους ξύλα δρύινα διὰ τέλους συνεχῆ διὰ | |
30 | τεττάρων πηχῶν, ἵνα ὑπὸ τῶν λιθοβόλων ἐὰν κατά τι πονέσῃ, ῥᾳδίως ἐπισκευάζωμεν αὐτά. (14) ποιεῖται δὲ τὰ μὲν κατάστεγα καὶ ἐπάλξεις ἔχον‐ τα, οἷα ἂν συμφέρῃ. | |
33 | (15) τινὰ δὲ τῶν μεταπυργίων συντελεῖται ἐν τοῖς ἁρμόζουσι τόποις ἐπάλ‐ | |
35 | ξεις μὲν ἔχοντα, παρόδους δὲ οὔ, ἀλλ’ ἀπὸ τῶν ἐνῳκοδομημένων ἰκρίων τοῖς τοίχοις ἐπιβο‐ λὰς ξύλοις καὶ σανίσιν ἔχοντα, ἵνα κατὰ τὰς γι‐ | |
νομένας πολιορκίας λαμβάνωνται 〈καὶ〉 ὅταν δέῃ ἐ‐[Omitted graphic marker] φοδεύειν ἢ διακινδυνεύειν ἐπ’ αὐτῶν μηδὲν ἡμᾶς | ||
40 | κωλύῃ, καὶ πάλιν ἀφελοῦσι τὰ ξύλα ὅταν ἁρ‐ μόττῃ, βραχεῖά τις φυλακὴ καταλείπηται· (16) κυ‐ ριεύσαντες γὰρ αὐτῶν οἱ πολέμιοι ἢ πάλιν ἀπίασιν, οὐ δυνάμενοι εἰς τὴν πόλιν παρεμπεσεῖν, ἢ βρα‐ χύν τινα χρόνον ἐπὰν μείνωσιν, ὑπὸ τῶν βελῶν | |
45 | τυπτόμενοι ἀπολοῦνται. (17) τινὰ δὲ καθάπερ | |
45 | ἐν Ῥό‐ δῳ εἰς ψαλίδας συγκλειόμενα 〈...〉 πλάτη τε ἔχου‐ σιν αἱ πάροδοι ἑπταπήχη καὶ κάτωθεν φυλακτή‐ ρια ἑπτάκλινα, ὧν οἱ τοῖχοι οἱ μὲν ὀρθοὶ ἔσον‐ ται δεκαπήχεις τῷ τε μήκει καὶ τῷ πάχει· (18) οἱ δὲ | |
80(50) | πλάγιοι μῆκος μὲν ἔχουσιν τὸ ἴσον τοῖς ὀρθοῖς, πλάτος δὲ τρίπηχυ. (19) οὕτω δὲ καὶ οἰκο‐ | |
51 | δομηθέντων | |
81 | τό τε ἀνάλωμα ἔλαττον ἔσται, καὶ οἱ μὲν δεκαπή‐ χεις ὑπὸ τῶν λιθοβόλων οὐθὲν πείσονται, οἱ δὲ τρι‐ | |
πήχεις τὸ πάχος ὄντες ἐάν τι πάσχωσιν ὑπὸ τῶν πληγῶν, ταχὺ ἀποστερεώσομεν τὸ φυλακτή‐ | ||
5 | ριον τοῦτο. (20) ὡσαύτως δὲ καὶ τοὺς πύργους οἰκο‐ | |
6 | δομήσομεν ἐκ λίθων οἵων εἰρήκαμεν, τιθέντες ὀρθίους αὐτοὺς ἐν γύψῳ καὶ τὰ πλάτη τῶν τοίχων οὐκ ἐλάττω ποιοῦντες ἢ δεκαπήχη καὶ καταλι‐ | |
10 | πόντες θυρίδας ἐκ τῶν πλαγίων τοίχων ἔξω‐ θεν στενὰς καὶ ἔσωθεν εὐρείας, ἐκ δὲ τοῦ μέ‐[Omitted graphic marker] σου στενὰς καὶ καταξύρους ἐκ τοῦ κάτωθεν μέ‐ ρους, ἵνα μὴ τιτρώσκωνται οἱ ἔνδον καὶ παρα‐ | |
13 | 〈φόρων〉 γινομένων 〈τῶν〉 βελῶν ἀφιῶσι τούς τε καταπάλτας | |
15 | καὶ τοὺς πετροβόλους οὖ προαιροῦνται. (21) δεῖ | |
15 | 〈δὲ〉 εἶναι τὰς θυρίδας τοῖς ἀφιεμένοις καταπάλταις καὶ πετροβόλοις ἐν 〈τοῖς τοίχοισ〉 τῶν πύργων, ἐν | |
17 | οἷς αἱ βελοστάσεις ἐκ τοῦ ἐδάφους κατασκευασθήσονται, ἵνα τὰ προσ‐ αγόμενα μηχανήματα ἐάν τε πρός τινα τῶν 〈μετα‐〉 | |
20 | πυργίων ἐξ ἐναντίας προσάγηται, ἐάν τε ἐπί | |
20 | τινα τῶν ἐκκειμένων πύργων ἐπιστρέφῃ, συνεργοῦντες ἀλλήλοις 〈ἀμύνωσιν〉 οἱ πύργοι φερομένων τῶν | |
22 | λιθοβόλων ἐκ τῶν πλαγίων τοίχων [καὶ τῶν μεταπυργίων], ἐν οἷς αἱ θυρίδες κατασκευάζονται οἵας εἰρή‐ | |
25 | καμεν. | |
25 | (22) 〈...〉 καὶ τοξικαὶ αἱ μὲν πλάγιαι αἱ δὲ ὀρ‐ θαὶ ἔξω τὰ στενὰ ἔχουσαι, ὅπως ἂν τούς τε πλη‐ σιάζοντας τραυματίζωσι καὶ καταγνύωσι τὰς προστιθεμένας δοκίδας καὶ τὰ μηχανήματα, αὐ‐ τοὶ δὲ μηδὲν δεινὸν πάσχωσι· (23) σεσιδηρωμένας | |
30 | γὰρ καὶ ἀμφιπλεύρους τὰς θυρίδας αὐτῶν ποιή‐ σομεν, ἵνα μὴ συντρίβωνται ὑπὸ τῶν λιθο‐ βόλων· (24) ἔτι δὲ οὐ ῥᾳδίως τὰ τῶν ἐναντίων βέ‐ λη εἰς τὰ πλάγια τὴν ἔφιξιν ποιήσονται. (25) τοιαύτης δ’ οὔσης τῆς τοιχοποιίας τῶν | |
34 | πύργων | |
35 | τὰς διόδους ὡς μεγίστας καὶ ψαλιδοειδεῖς ποιή‐ σομεν πρὸς τὸ ῥᾳδίως τοὺς πετροβόλους εἰσφέ‐ ρειν καὶ μεταφέρειν ὅταν δέῃ. (26) δεῖ δὲ | |
37 | τοὺς μὲν κατὰ τὰς εἰσαγωγὰς πύργους τῶν μηχανημάτων ὑψη‐ λοὺς καὶ ἰσχυροὺς οἰκοδομεῖν, τοὺς δὲ ἄλλους ὄσον | |
40 | κλίμακι 〈μὴ〉 προσικέσθαι· (27) οἱ γὰρ ἄγαν | |
40 | ὑψηλοὶ δυσ‐ χρηστότεροί εἰσιν καὶ θᾶσσον ὑπὸ τῶν πετροβόλων τυπτόμενοι καταπίπτουσιν οὐ δυνάμενοι τὰ βά‐ ρη φέρειν. (28) ὥστε μᾶλλον σπουδαστέον | |
43 | ἐστὶν αὐτῶν τοὺς τοίχους. παχυτέρους [ποιεῖν] καὶ αὐτοὺς | |
44 | ποιεῖν καὶ τὴν | |
45 | εἰς τὰ ὕψη δαπάνην γινομένην εἰς ταῦτα | |
ἀναλίσκειν. (29) ἐν δὲ τοῖς μεταπυργίοις πᾶσι καὶ τοῖς | ||
47 | πύργοις καθ’ ὃ ἂν αἱ πληγαὶ μάλιστα γίνωνται τῶν λιθοβό‐ λων, λίθοι ὡς σκληρότατοι ἐκτίθενται προ‐ | |
81(50) | έχοντες ὅσον σπιθαμὴν καὶ διεστηκότες ἀπ’ ἀλ‐ λήλων τοσοῦτον, ὥστε εἰς τὴν ἀνὰ μέσον χώραν | |
82 | ταλαντιαῖον πετροβόλον μὴ παραδέχεσθαι, ἵνα μὴ ὑπ’ αὐτῶν τὰ τείχη μηδὲν πάσχῃ. (30) τῶν | |
2 | δὲ τειχέων ἁπάντων αἱ ἐκθέσεις καὶ ἐγκλίσεις καὶ τὰ ἐπικάμ‐ πια καὶ αἱ 〈εὐρυχω〉ρίαι ἁρμοττόντως τοῖς ὑπάρ‐ | |
4 | χουσι | |
5 | τόποις λαμβάνονται· (31) 〈...〉 καὶ λίθοι ἀρ‐ | |
5 | γομέτωποι πε‐ πελεκημένοι ἐπὶ μῆκος τίθενται. | |
6 | (32) καὶ κάτωθεν τῶν τειχῶν καὶ τῶν προτειχισμάτων ὡς μεγίστοις καὶ πλείστοις βέλεσιν αἱ βελοστάσεις κατασκευά‐ ζονται, αἱ μὲν [ὀρυκταὶ] ἐπίπεδοι [καὶ κατώρυχοι], αἱ | |
10 | δὲ ὑπόγειοι πρὸς τὸ εὐρυχωρίαν ἔχειν πολλὴν καὶ τοὺς ἀφιέντας μὴ τιτρώσκεσθαι καὶ αὐτοὺς ἀδήλους τοὺς ἐναντίους τραυματίζειν, καὶ ὅταν οἱ πολέμιοι πλησιάζωσι, μὴ ἀχρείους γίνεσθαι τοὺς καταπελ‐ ταφέτας ἀδυνατοῦντας καταστρέφειν. | |
14 | (33) ἔτι δὲ πυ‐ | |
15 | λίδες πολλαὶ καταλείπονται ἐκ τῶν πλαγίων πρὸς τὸ ῥᾳδίως ἐπεξέρχεσθαι [ἢ] καὶ πάλιν ἀποχωροῦν‐ τας γυμνὰ μὴ φαίνειν ἐπ’ ἀσπίδα ποιουμένους τὴν μεταστροφήν, καὶ τὸν ἐξεληλυθότα λόχον κατὰ | |
18 | τὴν πρώ‐ την πυλίδα κατὰ τὴν δευτέραν συντελοῦντα | |
19 | τὴν εἴ‐ | |
20 | σοδον, ὁμοίως δὲ καὶ τοὺς ἄλλους πάντας | |
20 | οὕτω ποιου‐ μένους τὰς ἀποχωρήσεις. (34) τῶν δὲ πυ‐ | |
21 | λίδων αἱ μὲν σκολιαί, αἱ δὲ κλίσιν ποιοῦνται. (35) πρὸ πασῶν δὲ αὐτῶν οἰκοδομήματα κατασκευάζεται, ἵνα δυσ‐ έμπρηστοί τε ὦσι καὶ ὑπὸ τῶν πετροβόλων μὴ | |
25 | συντρίβωνται καὶ οἱ πολέμιοι μὴ πλησιάσωσιν αὐταῖς, ἐκ δὲ τῆς πόλεως ὅταν μέλλωσιν ἐπε‐ ξιέναι τινές, μὴ συμφανὲς ᾖ τοῖς πολεμίοις. (36) αἱ δὲ ὀρυττόμεναι τάφροι, ἐὰν μὴ | |
28 | ὕπομβρος ᾖ ὁ τόπος, κατάξηροί τε καὶ ὑπόνομοι κατὰ τοὺς | |
29 | ἁρμότ‐ | |
30 | τοντας τόπους γίνονται, ἵνα ὅταν συγχύνωνται, | |
30 | πάντα τὰ ἐμβαλλόμενα μεθ’ ἡμέραν [τὰ δὲ] νυκτὸς ὑπεξά‐ γηται πάλιν ὑπὸ τῶν ἔνδον πολιορκουμένων. | |
32 | (37) αἱ δὲ χαρακώσεις ἔξω τῆς 〈τάφρου τῆσ〉 προσ〈εχῶς τὴν | |
33 | παρέκτασιν παρὰ〉 τὸ τείχισμα λαμβανού‐ σης ὄρθιαι πᾶσαι συντελοῦνται παρὰ 〈...... πρὸσ〉 | |
34 | τὸ τὸν χά‐ | |
35 | ρακα δυσυπέρβατον καὶ δυσδιάσπαστον γενέσθαι· δυσυπέρβατον μὲν διὰ τὸ μηδαμῶς μήτε 〈κλί‐ | |
36 | μαξιν μήτε〉 ὑπέρ‐ βασιν ἔχειν τοῖς σκέλεσι· δυσδιάσπαστον δὲ διὰ τὸ καὶ ἑλκόμενον στάσιν ἔχειν καὶ ὑπὸ τῶν γινομένων τοῖς καλῳδίοις ἐνάψεων πρότερον ἂν συντρι‐ | |
40 | βῆναι τὸν κάλων, ὅπερ γένοιτο ἄν, ἢ ἑλκυσθῆναι τὸν σκόλοπα τελέως. (38) τίθενται δὲ [καὶ] | |
41 | εἰς τὸ στάδιον οἱ μέσοι τοῖς μεγέθεσιν ὄντες χάρακες ͵αχ. (39) ἑτέρα δέ τίς ἐστιν πυργοποιία ταύτης | |
43 | οὐθὲν χείρων ἐκ τῶν ἡμικυκλίων συνισταμένη, ὡς τὰ | |
45 | κοῖλα πρὸς τοὺς πολεμίους φαίνεσθαι· (40) ἐν ᾗ τὰ πέρατα τῶν τμημάτων δεῖ συνάπτειν τοῖς πύρ‐ γοις, ὥστε ἀπαρτίζειν ταῖς γωνίαις αὐτῶν καὶ λαμ‐ βάνειν ἀπ’ ἀλλήλων διάστημα τῆς ἔξω περιφε‐ ρείας ὅσον ἂν ᾖ τὸ πλάτος τοῦ ἔσω τοίχου τῆς βά‐ | |
82(50) | σεως. (41) ἁπάντων δὲ τὰς δοκοὺς ἐπὶ | |
82(50) | τοὺς ὀρθοὺς τοίχους ἐπιθετέον ἐστίν, ἵνα ἐάνπερ ὁ πρὸς τοὺς | |
83 | πολεμίους καθήκων τοῖχος τυπτόμενος πέσῃ, μέ‐ | |
νωσιν αἱ ὀροφαὶ καὶ δυνώμεθα πάλιν οἰκοδο‐ μεῖν αὐτούς. (42) ποιητέον δὲ καὶ 〈παρα〉‐ | ||
3 | θυρίδας παρ’ αὐτούς, ὥστε μήτε ψιλὰ τοὺς ἐκπορευομένους φαίνειν | |
5 | μήτε ὑπὸ τῶν λιθοβόλων αὐτὰς ἐκκόπτεσθαι. (43) τὴν δὲ ἄλλην οἰκοδομίαν ἀκολούθως τοῖς πρό‐ τερον δεδηλωμένοις κατασκευαστέον· | |
7 | (44) ταύτῃ δὲ 〈ἡ〉 πριονωτὴ παραπλήσιος οὖσα τυγχάνει, ἣν Πο‐ λύειδόν φασιν εὑρεῖν τὸν μηχανοποιὸν ἐν τῇ Με‐ | |
9 | 〈γαλοπόλεως περιτειχίσει· μάλιστα δὲ αὐτῇ χρῆσθαι | |
10 | δεῖ κα〉τά τινας τῶν ἐπικαίρων τόπων, παρ’ οἷς | |
10 | καὶ πύρ‐ γους οἰκοδομεῖν πενταγώνους κατὰ τὰ διαλείμ‐ ματα τῶν μεσοπυργίων, ἀφ’ ὧν, καθάπερ εἴρη‐ ται πρότερον, δοκῶν ἐπιβληθεισῶν ταῦτα τὰ κα‐ τασκευάσματα ἔσται. | |
15 | (45) παρὰ δὲ ταύτην ἄλλην τινὲς τειχοποιίαν δοκιμάζουσιν, ἐν ᾗ μικρὸν ἐκκλίνοντα τὰ μετα‐ πύργια ᾠκοδόμηται ἑκατὸν πηχῶν τὸ μῆκος, τὸ δὲ πάχος ιβ, τὸ δὲ ὕψος ἓξ ὀργυιῶν· (46) τὸ δὲ πρὸς τοὺς πολεμίους καθῆκον τοιχόκρανον | |
20 | δεῖ μείουρον διπλοῦν κατασκευάζειν, ἵνα ὑπὸ τῶν λιθοβόλων τυπτόμενον μηδὲν πάσχῃ, ἀπέ‐ χον θάτερον θατέρου πήχεις ὀκτώ, ἐπ’ ἔλαττον δὲ δώδεκα· (47) 〈τῶν δ’〉 ἄνωθεν εἰς ψαλίδας | |
23 | συγκλεισθέν‐ των ἢ δοκῶν ἐπιτεθεισῶν οἰκοδομεῖται φυλακτή‐ | |
25 | ρια· ἐπὶ δὲ τῶν διεξόδων πυλίδες ἐπιτίθενται. | |
25 | (48) κατὰ δὲ τὸ μέσον αὐτῶν πύργοι [βάρεις] οἰκοδομοῦν‐ ται κατὰ τοὺς ἐπικαίρους τόπους πεντάγωνοι. | |
27 | (49) συμ‐ βαίνει οὖν τῇ μὲν γίνεσθαι διπλοῦν 〈τὸ〉 τεῖχος, τῇ δὲ πύργοις πεφυλαγμένον, ὥστε μηδὲν δει‐ | |
30 | νὸν πάσχειν· (50) τάς τε γὰρ προστιθεμένας | |
30 | δοκίδας | |
καὶ τὰ προσαγόμενα μηχανήματα καὶ τὰς προσῳκοδομημένας στοὰς ἐκ τοῦ πλαγίου τυ‐ πτομένας τοῖς λιθοβόλοις καὶ κριοῖς τὰς μὲν συντρίβειν, τὰς δὲ ῥᾳδίως καταβάλλειν (51) καὶ | ||
35 | τοὺς ὑπορύττοντας καὶ τοὺς ὑπ’ αὐτοῖς ὄντας εὐχερῶς ἀπολεῖν, ἔτι δὲ βρόχους περιβάλλον‐ τας περὶ τοὺς κριοὺς ῥᾳδίως καθέξειν ἢ κυ‐ ριεύσειν αὐτῶν· (52) τούς τε προσερχομένους εἰς τὸ τεῖχος εἰς τὰ ψιλὰ τυπτήσειν καὶ αὐτοὺς | |
40 | εὐχερῶς ὑπεξελεύσεσθαι καὶ πάλιν τὰς ἀποχωρήσεις ἀσφαλῶς ποιήσεσθαι μὴ διδόν‐ τας τὰ ψιλὰ τοῖς πολεμίοις. (53) ταῦτα δὲ πάντα συμβήσεται καὶ ἐν ταῖς ἄλλαις τειχοποιίαις. (54) δεῖ 〈δὲ〉 τὰ προτειχίσματα αὐτῶν ὡς ἰσχυ‐ | |
44 | ρότατα ποιεῖν | |
45 | τὸν αὐτὸν τρόπον τοῖς τείχεσιν οἰκοδομοῦντας· τὰς δ’ ἄλλας οἰκοδομίας καὶ τὰς χαρακώσεις οἵας πρότερον εἰρήκαμεν ποιητέον. | |
47 | (55) εὐχερεστά‐ τη δέ ἐστι τειχοποιία καὶ ἀσφάλειαν ἱκανὴν ἔ‐ | |
χουσα, ἐν ᾗ τὰ μεταπύργια λοξὰ οἰκοδομεῖται· | ||
83(50) | (56) καὶ πύργοι ἐν αὐτῇ κατασκευάζονται τὴν μὲν ὀξεῖαν, τὴν δὲ ἀμβλεῖαν γωνίαν ποιοῦντες τὰς | |
84 | προσηκούσας πρὸς τὸ τεῖχος· (57) οὕτω γὰρ οἰκοδο‐ μηθέντες κἂν προσαγομένων τῶν μηχανημά‐ των ἀλλήλοις ἀμύνειν δύναιντο. (58) τὸν | |
3 | αὐτὸν δὲ τρό‐ πον καὶ ἐν τοῖς στρατοπέδοις τειχοποιητέον | |
4 | ἐστίν, ἐὰν | |
5 | προσδέχηται πολιορκίαν τινά. | |
5 | (59) ἐν δὲ ταῖς ἀρχαίαις τειχοποιίαις δεῖ τοὺς πύργους προεκτι‐ θέναι κατὰ μίαν γωνίαν, τὰ δὲ μεσοπύργια οἰκοδο‐ μεῖν καθάπερ ἐν Ῥόδῳ κατεσκεύασται. (60) τῶν δὲ ἐπάλξεων τὰς μὲν ὑποστάσεις δεῖ ποιεῖν τριῶν[Omitted graphic marker] | |
10 | πλινθίων, ἵνα ὑπὲρ αὐτῶν βάλλειν δύνωνται τοῖς προβόλοις οἱ φύλακες τοὺς πλησιάζοντας τῷ προτειχίσματι· αἱ δ’ ἐργωδῶς ἀποκόπτονται. (61) πρὸ δὲ τῶν τετραγώνων πύργων προ‐ | |
13 | οικοδομεῖν δεῖ [Omitted graphic marker]τριγώνους ἄλλους συνεχεῖς καὶ στερεοὺς ἀπὸ ἰσο‐ | |
15 | πλεύρου τριγώνου, ἵνα περὶ τὴν ἐκκειμένην γω‐ νίαν στερεὰν καὶ ἰσχυρὰν οὖσαν οἱ λιθοβόλοι πα‐ ράφοροι γινόμενοι μὴ καταβάλλωσι τοὺς πύρ‐ γους. | |
18 | (62) τοῖς δὲ πύργοις τὰ μεταπύργια οὐ δεῖ | |
18 | συναγα‐ γεῖν· ἀνίσων γὰρ ὄντων τῶν βαρῶν οὐχὶ αἱ αὐ‐ | |
20 | ταὶ ἐνδέσεις τοῖς θεμελίοις καὶ ταῖς πλίνθοις | |
20 | γίνονται κατά τε τοὺς πύργους καὶ 〈τὰ〉 μεταπύργια. | |
21 | (63) τούτων δὲ συμβαινόντων ῥήξεις ἐν τοῖς τείχεσιν ἔσονται· καὶ ἐὰν πέσῃ τῶν μεταπυργίων, ἐπισπάσεται τοὺς τοίχους τῶν πύργων. | |
24 | (64) ἐργάσασθαι δὲ δεῖ τοὺς λίθους | |
25 | τῶν ἡμικυλινδρικῶν πύργων τὴν ἔξωθεν περιφέ‐ ρειαν καταμετρήσαντα καὶ πρὸς αὐτὴν ἐμβολεῖς ξυλίνους κατασκευασάμενον διαδοῦναι τοῖς λι‐ θουργοῖς, ἵνα εὐεργῶς καὶ ταχὺ ἐργάζωνται· | |
28 | (65) καὶ ἔ‐ σονται οὕτως συνεχῶς οἰκοδομούμενοι μάλιστ’ | |
30 | ἰσχυροὶ διὰ τὸ τὴν οἰκοδομίαν αὐτῶν τοιαύτην γίνεσθαι καὶ διὰ 〈τὸ〉 τῶν πετροβόλων τὰς πλη‐ γὰς παραφόρους συμβαίνειν καὶ μὴ εἴκειν τοὺς λίθους μηθέν· ἔξωθεν γὰρ εὐρύτεροι ἢ ἔνδοθέν εἰ‐[Omitted graphic marker] σιν. (66) δεῖ δὲ τοὺς γωνιαίους καὶ τοὺς | |
34 | ἔξωθεν τιθεμένους | |
35 | λίθους ὡς μεγίστους καὶ παχυτάτους καὶ ἀκρο‐ | |
35 | τόμους εἶναι. (67) τῶν δὲ [βαρῶν καὶ τῶν] πύργων | |
36 | πάντων κά‐ τωθεν παρὰ τὰς γωνίας τοίχους ἁπτομένους ἄκρων τῶν γωνιῶν προοικοδομεῖν, ἵνα ὑπόστασιν ἔχωσιν οἱ κινδυνεύοντες· (68) καὶ προτειχίσματα περὶ | |
39 | αὐτοὺς | |
40 | καὶ χάρακα κατασκευάζειν, ἵνα ἐὰν προτείχισμα πέσῃ καὶ ἐντὸς αὐτοῦ γένωνται οἱ πολέμιοι, μὴ ὑπορύττωσιν αὐτοὺς προστιθέντες τὰς δοκίδας. (69) ὀρυκτέαι δέ εἰσιν ἐν πάσαις ταῖς τειχο‐ | |
43 | ποιίαις οὐκ ἐλάττους τριῶν τάφρων, ὧν δεῖ τὴν μὲν | |
45 | πρώτην ἀπέχειν ἀπὸ τοῦ τείχους πλέθρον, τὴν δὲ δευτέραν ἀπ’ αὐτῆς πήχεις μ, τὴν δὲ τρίτην ἴσον ἀπὸ τῆς δευτέρας. (70) ἀνὰ μέσον δὲ | |
47 | τῶν δια‐ στημάτων ἐπὶ εἴκοσι ὀκτὼ πήχεις τὸ πλάτος σκόλοπας καταπῆξαι καὶ ὀρύγματα ποιῆσαι καὶ | |
84(50) | παλίουρον φυτεῦσαι, ἵνα τῷ ταλαντιαίῳ πετροβόλῳ | |
θέσιν μὴ ἔχωσιν, ἐὰν τῆς πρώτης τάφρου κρατή‐ | ||
85 | σωσιν οἱ πολέμιοι· (71) δώδεκα γάρ ἐστι πηχῶν τοῦ ταλαντιαίου πετροβόλου ἡ σύριγξ, ἡ δὲ σκυ‐ τάλη δ πηχῶν, ὥστε παράστασιν οὐχ ἕξει τοῖς περιάγουσι τὸν ὄνον. (72) ποιητέον δ’ ἐστὶ | |
5 | τὰς τάφρους ὡς βαθυτάτας καὶ μὴ ἔλαττον τὸ εὖρος ἑβδομήκοντα πήχεων· (73) τοσούτων | |
6 | καὶ τοιού‐ των τάφρων ὀρυχθεισῶν οὔτε χωσθήσεταί 〈τισ〉 τα‐ χέως, ὅ τε ταλαντιαῖος πετροβόλος, ὅς ἐστι σφο‐ δρότατος, ἢ οὐκ ἀφίξεται πρὸς τὸ τεῖχος | |
10 | ἢ ἔκλυτος ὢν ἀντιτυπτήσει, αἵ τε στοαὶ οὐ πλη‐ σιάσουσι τῇ πόλει, ὅ τε κριός, ἐάν τινες αὐ‐ τῶν χωσθῶσιν, οὐ δυνήσεται τύπτειν τοὺς πύρ‐ γους (74) ὀρύττοντας δὲ δεῖ τὰς τάφρους τῆς μὲν πρώτης τὴν ἀναβολὴν ποιεῖσθαι τοῦ χοῦ | |
15 | πρὸ τοῦ τείχους, τῶν δὲ ἄλλων εἰς τὰ δια‐ στήματα ἀνὰ μέσον, ἵνα ὅ τε χάραξ ἀσφα‐ λῶς τίθηται καὶ ὕψος λαμβάνοντα τὰ δια‐ στήματα ἀσφάλειαν παρέχηται τῷ προτειχίσ‐ ματι καὶ τῷ τείχει· (75) θετέος δέ ἐστι πρὸ τῆς | |
20 | δευτέρας καὶ τῆς τρίτης ἄνευ προτειχισμάτων ὁ χάραξ, ἵνα ὑπόστασιν τοῖς ἐναντίοις μὴ ἔχῃ. (76) πρὸ δὲ τῆς ἐσχάτης τάφρου συναγαγόν‐ | |
22 | τας πα‐ ρά τε τῶν πολιτῶν καὶ δημοσίᾳ κεράμια ὀρθὰ καὶ κενὰ δεῖ κατορύττειν, σάξαντας τὰ στό‐ | |
25 | ματα φύκει· ἄσηπτον γάρ ἐστι· μετὰ δὲ ταῦ‐ τα γῆν ἄνωθεν ἐπιβάλλειν, ὥστε τοὺς μὲν ἀν‐ θρώπους μηθὲν πάσχειν δεινὸν ἐπ’ αὐτῶν βα‐ δίζοντας, τὰς δὲ προαγομένας χελώνας καὶ μηχανήματα ἐπ’ αὐτῶν καταδύνειν. (77) πολ‐ | |
30 | λαχοῦ δὲ ὀρυκτέον καὶ τέλματα, περὶ ἃ πα‐ λίουρον δεῖ φυτεύειν, ἵνα ὡς μάλιστα δυσχέ‐ ρεια γίνηται. (78) καταλείπειν δὲ τὰς τάφρους ὀ‐ ρύσσοντας ὀρθῶς ἐχούσας ὁδοὺς ἁμαξηλάτους ἱκανάς, ἵνα κομίζειν εἰς τὴν πόλιν ὅσα προ‐ | |
35 | σῆκον ἐκ τῆς χώρας δυνώμεθα. | |
35 | (79) 〈.....〉 χρήσιμοι δέ [Omitted graphic marker]εἰσι καὶ οἱ τρίβολοι, οἷς ἀλοῶσι, καὶ αἱ ἀγκυ‐ ρωτοὶ δοκίδες καὶ οἱ χηλωτοὶ κοπεῖς πρὸς τὸ κωλύειν καὶ ἐκτραχηλίζειν τὰς προστιθεμένας κλί‐ μακας. (80) δεῖ δὲ καὶ μηχανήματα ὑπότροχα | |
39 | ὑπάρχειν, | |
40 | μάλιστα μὲν β, εἰ δὲ μή γε ἕν, ἵνα ῥᾳδίως παρα‐ γένηται οὗ ἂν αὐτῶν γίνηται χρεία 〈...〉 | |
41 | (81) κατασκευαστέον δὲ καὶ παρόδους καὶ διόδους ἀσφαλεῖς ἐπὶ τὰς | |
42 | παρα‐ βοηθείας τοῦ χάρακος, ἵνα μὴ οἱ πολέμιοι ἐπὶ | |
τὰ χείλη στήσαντες τῆς τάφρου τοὺς πετροβόλους | ||
45 | ἐρύματι χρῶνται 〈αὐτῇ〉 καὶ τοῖς πολεμίοις μὴ | |
45 | ᾖ χρή‐ σιμος, ἡμῖν δὲ ἡ ταφρεία. | |
46 | (82) σπουδαστέον δ’ ἐστὶν ὡς μά‐ λιστα περὶ τὰ προτειχίσματα καὶ τὰς τάφρους καὶ τὰς χαρακώσεις· ὑπὸ γὰρ τῶν λιθοβόλων καὶ στοῶν ῥᾳδίως ἁλίσκεται τὰ τείχη. (83) περὶ οὖν | |
49 | ταῦτα | |
85(50) | φιλοτιμητέον ἐστίν, ἵνα ὡς ἰσχυρότατα 〈ᾖ τὰ〉 προ‐ τειχίσματα καὶ αἱ χαρακώσεις, καὶ αἱ τάφροι | |
86 | ὡς πλεῖσται καὶ βαθύταται γίνωνται· τού‐ των γὰρ ἁρμοζομένων οὐθὲν ἂν πάθοι δεινὸν | |
2 | ἡ πόλις. (84) ὀρθῶς δ’ ἔχει τὰς τειχοποιίας ποιεῖσθαι προορῶντα τοὺς τόπους· ἄλλη γὰρ ἄλλῃ ἁρ‐ | |
5 | μόττει, οἷον ἡ μὲν μαιανδρώδης τῇ πεδινῇ· | |
5 | ἡ δὲ ἐκ τῶν ἡμικυκλίων καὶ πριονωτή, ὅταν ὁ τόπος ᾖ σκολιός, ὃν ἔσω δεῖ περιλαβεῖν· ἡ δὲ διπλῆ, ὅταν κόλπους καὶ ἀναχωρήσεις ἔχῃ, τὸ πόλισμα ὅπου δεῖ κτισθῆναι· ἡ δὲ λοξὰ τὰ μεσοπύρ‐ | |
10 | για ἔχουσα τοῖς τριγώνοις εἴδεσιν· ἡ δ’ ἀρ‐ χαία τοῖς περιφερέσι χωρίοις. | |
11 | (85) εὐλαβητέον τ’ ἐστὶν ἐν πάσαις ταῖς πυργοποιίαις, ἵνα κατὰ μη‐ θὲν τὸ τεῖχος ἀμφίβολον οἰκοδομῆται. (86) δεῖ | |
13 | δὲ καὶ τῶν ἀγαθῶν ἀνδρῶν τοὺς τάφους καὶ πολυάν‐ | |
15 | δρια πύργους κατασκευάζειν, ἵνα ἥ τε πόλις ἀ‐ σφαλεστέρα γίνηται καὶ οἱ μὲν δι’ ἀρετὴν | |
16 | 〈ἀριστεύσαντεσ〉, οἱ δ’ ὑπὲρ τῆς πατρίδος τελευτήσαντες ἐν αὐτῇ | |
τῇ πατρίδι καλῶς ὦσι τεθαμμένοι. (87) τούτων δὲ ὧν δεδηλώκαμεν πασῶν τῶν πυργοποιιῶν ἐν | ||
20 | αὐτῷ σοι τῷ βιβλίῳ τὰ σχήματα γέγραπται, σαφέστερον ἵνα καταμάθῃς. | |
21 | II. | |
21 | Ὀρθῶς δὲ ἔχει δη‐ μοσίᾳ καὶ κατὰ τὰς ἰδίας οἰκίας ἀποκεῖσθαι 〈καὶ〉 ἄλλα τῶν ἀσήπτων, οἷον κάχρυ καὶ τὸν ἐν τοῖς δράγ‐ μασι πυρὸν καὶ ἐρεβίνθους καὶ θέρμους καὶ | |
25 | ἱππάκην καὶ ὀρόβους καὶ σήσαμον καὶ μήκωνας πρὸς τὰς τῶν φαρμάκων συνθέσεις, ἔτι δὲ κέγ‐ χρον· πρὸς δὲ τοὺς φοινικικοὺς ἄρτους (2) καὶ | |
27 | παρὰ τοῖς εὐπόροις τῶν πολιτῶν κρέα κρεμαστὰ 〈ἢ〉 συγ‐ κείμενα ἐν οἰνηρᾷ τρυγίᾳ. ἄλλα δὲ ἡλισμένα· | |
30 | πρός τε γὰρ τροφὴν καὶ ἰσχὺν οὐ μικρὰν συμ‐ βαλεῖται καὶ αὐτάρκειαν παρέξεται πᾶσαν οὐδὲν ἀρτύσεως οὐδ’ ἁλὸς προσδεόμενα· (3) καὶ ἀράκους μάλιστα μὲν πεφωσμένους, εἰ δὲ μή, ὡς ἔχει. ἄλλους 〈δ’〉 ἐν ἀμόργῳ πεφυραμένους· οὕτω γὰρ | |
35 | ἄσηπτον γίνεται· (4) καὶ ἥπατα ἔξω τῶν ὑείων | |
35 | ἔχοντα τὴν χολὴν ἡλισμένα καὶ ἐξηραμμένα ἐν σκιᾷ· ἀπαθέστερα γὰρ οὕτω διαμένει. (5) συνάγειν δὲ ταῦτα δεῖ παρὰ τῶν μαγείρων καὶ τῶν ἰδιω‐ τῶν ψηφίσματι περιβάλλοντας. | |
39 | (6) τὰς δὲ κριθὰς δεῖ | |
40 | καὶ τοὺς πυροὺς 〈φυλάσσειν〉 ὡς βέλτιστα καθά‐ | |
40 | ραντας καὶ σιροὺς ὡς βαθυτάτους ὑπαιθρίους ὀρύξαντας | |
καὶ τούτων τὸ ἔδαφος ἀλείψαντας ὅσον ἐπὶ [Omitted graphic marker]τέσσαρας δακτύλους τὸ βάθος πηλῷ διειργασμένῳ καὶ ἠχυρωμένῳ καὶ κύκλῳ περιαλείψαντας | ||
45 | ἀμόργῳ· (7) ἔστω δὲ τὰ μὲν δύο μέρη χνοῦ, τὸ δὲ ἓν ἄμμου εἰς τὸν πηλὸν ἐμβεβλη‐ μένα (8) ἐν τούτοις καλῶς ἔχει θησαυρίζειν, ἂν ὡς μάλιστα ξηρανθῶσιν. (9) ἐμβληθέντος δὲ τοῦ σίτου δεῖ ὄξους κεράμιον ὡς δριμυτάτου εἰς | |
86(50) | τὸν μέσον ἄχρι τοῦ τραχήλου κατορύξαι· καὶ περιβαλόντα ἄνωθεν 〈ἐν〉 κωνοειδεῖ σχήματι | |
51 | πλίνθους | |
87 | καταλεῖψαι πηλῷ· οὕτω γὰρ ἄσηπτος γίνεται. (10) τίθεται δὲ καὶ ἄλλον τρόπον ἐν ὑπε‐ | |
2 | ρῴοις δια‐ ληλειμμένοις ἐν ἀμόργῳ τοὺς τοίχους καὶ τὸ ἔ‐ δαφος, καὶ τὰς θυρίδας ἔχουσι καὶ διεκπνοὰς | |
5 | πλείους ἐστραμμένας πρὸς βορρᾶν καὶ πεφραγ‐ μένας δικτύοις, ἵνα μήθ’ ὑπὸ τῶν ὀρνίθων κατεσθίηται μήτε θηρία ἐγγίγνηται· ὁ πυρὸς | |
7 | 〈δ’ οὐ〉 σήπεται τεθέντος ὡσαύτως ὄξους. (11) ἐὰν δὲ ξύλων σπανίζωμεν, δεῖ τοὺς | |
9 | σιτοβο‐ | |
10 | [Omitted graphic marker]λῶνας οἰκοδομεῖν οὕτως· ὅταν ὑποβαλώμεθα τοὺς θεμελίους τοῦ οἰκοδομουμένου οἴκου, λαβεῖν τὸ ἥμισυ τοῦ πλάτους 〈καὶ〉 τοσούτου ὕψους ἡμι‐ | |
12 | κύκλιον ποιῆ‐ σαι (12) καὶ πρὸς τοῦτο δεῖ 〈διὰ〉 τριῶν πηχῶν | |
13 | οἰκοδο‐ μεῖν ἐφ’ ἑκατέρου τοῦ τοίχου ἁψῖδας πλινθίνας· | |
15 | ἔστω δὲ πλάτη αὐτῶν 〈...〉 δύο πλίνθων ἐπι‐ | |
15 | τεθεισῶν ἐπὶ τῶν θεμελίων τὰς ἁψῖδας ἐξῆχθαι δεῖ ὅ‐ σον πῆχυν τῷ μήκει· 〈...〉 τῷ δὲ πλάτει δίπηχυ ποιητέον. (13) τοῦτο δὲ ἔστω ξεστῶν λίθων ἢ | |
18 | συγκρου‐ στῶν ὡς μεγίστων, ἵνα δύνηται τὰ βάρη φέ‐ | |
20 | ρειν. (14) ὅταν δὲ συναχθῶσιν αἱ ἁψῖδες, ἐπὶ | |
20 | τῶν θε‐ μελίων ὀρθοὺς οἰκοδομῆσαι τοίχους· (15) τὸ δ’ | |
21 | ἀνὰ μέσον διάστημα τῶν τοίχων καὶ ἁψίδων πλίνθοις ἀποπλη‐ ρῶσαι, ὥστε τετράγωνον γενέσθαι τὸ οἰκοδόμημα ἴσον τὸ ὕψος ταῖς ἁψῖσιν ἔχον. (16) εἶτα εἰς τὰ ἀνὰ | |
25 | μέσον τῶν ἁψίδων διαστήματα στρωτῆρας ἐπι‐ | |
25 | βαλεῖν τοὺς ἰσχυροτάτους καὶ ἄνωθεν κάλαμον καὶ κατα‐ λεῖψαι ὡς βέλτιστα· (17) καὶ ἐπὶ τούτοις ἐάν τε | |
27 | βούλῃ σιτοβολῶνα οἰκοδομῆσαι, τὴν ἄνω ὀροφὴν δοκοὺς διαθεὶς καὶ στρωτῆρας ἐπιβαλὼν κεράμωσον καὶ | |
29 | κατά‐ | |
30 | λειψον ὡς βέλτιστα· (18) ἂν δὲ μὴ οἰκοδομῇς, | |
30 | συνεχῆ τὴν οἰκοδομίαν ὤσπερ καμάρας ποιεῖν καὶ οὐθὲν στρωτήρων προσδεήσεται. | |
32 | (19) ἵνα δέ σοι εὔρυθμα γί‐ νηται τὰ οἰκοδομήματα ἔχοντα σύμμετρον τὸ ὕψος τῷ μεγέθει, τοὺς θεμελίους ὑποβαλόμενος ὁπη‐ | |
35 | λίκους ἂν βουληθῇς, [τούτοις ἴσον] λάμβανε τὸ | |
35 | ὕψος τῶν ἁψίδων ἀπὸ τῶν θεμελίων ὅσον εἰρήκαμεν (20) 〈...〉 ἐὰν δὲ προέλῃ μήτε μονόλιθον εἶναι τὸ ὑπέρθυρον μήτε ξύλινον, μὴ ἐμπρησθῇ, | |
ποιήσας τὴν εἴσοδον ὁπηλίκην βούλει ἐξοικο‐ | ||
40 | [Omitted graphic marker]δόμησον πλίνθοις· (21) εἶτ’ ἄνωθεν τιθεὶς ξε‐ στοὺς λίθους ἔγκλισιν ἔχοντας τοὺς μὲν εἰς ἀριστερὰ τοὺς δὲ εἰς δεξιά, ἔπειτα ἐκ τοῦ μέσου κατάκλεισον ἄνωθεν μὲν λίθῳ εὐ‐ ρεῖ, κάτωθεν δὲ στενῷ ἐναρμόσας ὥσπερ σφῆ‐ | |
45 | να· (22) τοῦτο δὲ ποιήσας ἔξελε τὰς εἰς τὴν δίοδον ἐμβληθείσας πλίνθους· μενεῖ γὰρ ἀσφα‐ λῶς. (23) χρήσιμον δὲ τοῦτο καὶ ἐν ταῖς πυργο‐ ποιίαις, ἀντὶ τῶν ψαλίδων ἐάν τις βούλη‐ ται οὕτως κατασκευάζειν τὰς πυλίδας. (24) τοὺς | |
87(50) | μὲν οὖν σιτοβολῶνας οὕτω κατασκευαστέον ἐστίν. | |
51 | (25) τυγχάνει δὲ τοῦ σίτου ἀπαθέστερος ὁ σπα‐ | |
88 | ρεὶς καλῶς εἰς κατειργασμένην γῆν καὶ θε‐ | |
ρισθεὶς ξηρὸς καὶ μείνας ἐν τοῖς δράγμα‐ σιν ὡς πλεῖστον χρόνον. (26) γίνεται δὲ καὶ | ||
3 | ἄλλως ἄσηπτος, ἐὰν ἐκ τῆς καλάμης ὠλένας ποιή‐ | |
5 | σας κύκλῳ περὶ τοὺς σιροὺς περιτείνῃς αὐτούς, εἶτ’ ἀργιλώδει πηλῷ διαπάττων ἐμβάλῃς τὸν σῖτον 〈ἢ〉 ἥπατα ἐλάφου ξηρὰ κατατεμὼν μικρὰ ἐμβάλῃς· (27) μάλιστα δὲ ἄσηπτον διαφυ‐ λάττει τὸν πυρὸν καὶ κριθὴν καὶ τὰ ὄσπρια, ἐὰν | |
10 | συγκόψας τὸν τῆς τήλεως καρπὸν διὰ πετρῶν εἰς τοὺς σιροὺς ἀποτιθῇ τοὺς εἰρημένους καρπούς, ἢ τὴν κόνυζαν ἢ τὴν ὀρίγανον ὡς ἔχει διαμίσγων ἐν τοῖς σιροῖς θησαυρίζῃς τὰ ὄσπρια· (28) κἂν οὔρῳ ἔξωθεν ἐπιρρύτους ποιήσῃς | |
15 | τοὺς σιτοβολῶνας, διαφυλάττουσιν ἀφθάρτους τοὺς καρπούς. | |
16 | (29) δεῖ δὲ τὰ τοιαῦτα οἰκοδομήματα καὶ χώνας ἔχειν ἐν μέσαις ταῖς ὀροφαῖς, ἵνα ἐὰν βουλώμεθα, βάλληται καὶ κατακομίζη‐ ται ῥᾳδίως καταρρέων ὁ σῖτος εἰς τὸ κάτω | |
20 | οἴκημα. (30) τίθεσθαι δὲ προσήκει μὴ ἔλαττον | |
εἰς ἐνιαυτὸν τὸν σῖτον τὴν πόλιν· ἀγοράζειν δὲ δεῖ ὅταν εὐωνότατος ᾖ καὶ διελθόντος τοῦ χρόνου τὸν μὲν παλαιὸν ἀναλίσκειν, νέον δὲ ἄλλον τίθεσθαι πρὸς τὰς γινομένας πολιορ‐ | ||
25 | κίας καὶ τὰς συμβαινούσας σιτοδείας. | |
25 | (31) χρή‐ σιμον δέ ἐστι καὶ σκίλλας καὶ βολβοὺς ἐν ταῖς οἰκίαις ἀποτίθεσθαι καὶ φυτεύειν ἐν τῇ πόλει καὶ κύκλῳ περὶ τὸ τεῖχος, ἵνα κατασκευαζο‐ μένου τοῦ Ἐπιμενιδείου φαρμάκου μηθὲν ἡμῶν | |
30 | πάσχωσιν οἱ πολῖται κατὰ τὰς συμβαινούσας σι‐ τοδείας. (32) συντίθεται δὲ τὸ λελεγμένον φάρ‐ μακον κατὰ τρόπον ἀφεψηθείσης 〈σκίλλης | |
32 | καὶ πλυθείσης ὕδατι καὶ ξηρανθείσησ〉 κατακο‐ πείσης 〈τε〉 ὡς λεπτότατα καὶ μετὰ ταῦτα παρα‐ μιχθέντος εἰς αὐτὴν σησάμου μὲν τοῦ | |
35 | πέμπτου μέρους, μήκωνος ὡς πεντεκαιδεκάτου· καὶ πάντων τούτων λεανθέντων ἐν τῷ αὐτῷ, ὡς βελτίστῳ μέλιτι φυράσαντα διελεῖν ὅσον εἰς ἐλαίας τὰς μεγίστας γινομένας· (33) καὶ τούτων ἓν μὲν περὶ δευτέραν ὥραν, ἓν δὲ περὶ δε‐ | |
40 | κάτην ἀναλίσκων τις οὐθὲν ἀπὸ λιμοῦ πάθοι | |
40 | ἂν δεινόν. (34) ἔστι δὲ καὶ ἄλλο παραπλήσιόν τι τού‐ | |
τῳ φάρμακον, ὃ δεῖ συντιθέναι τοῦτον τὸν τρό‐ πον· (35) λαβεῖν σησάμου Ἀττικὸν ἡμίεκτον | ||
43 | καὶ μέ‐ λιτος ἡμίχουν καὶ ἐλαίου κοτύλην καὶ χοίνικα | |
45 | ἀμυγδάλων γλυκέων λελεπισμένων, φρύ‐ ξαντα τὸν σήσαμον καὶ τὰ ἀμύγδαλα κατα‐ λέσαι καὶ σεῖσαι· (36) εἶτα τὰς σκίλλας περι‐ | |
47 | λεπίσαν‐ τα καὶ τὰς ῥίζας καὶ τὰ πέταλα ἀποτεμόντα καὶ διελόντα μικρὰ εἰς θυίαν ἐμβαλόντα τρῖ‐ | |
88(50) | ψαι ὡς λειότατα· (37) μετὰ δὲ ταῦτα τῶν τετριμ‐ μένων σκιλλῶν 〈ἴσον〉 τῷ μέλιτι τρῖψαι ὁμαλῶς | |
89 | ἅμα τῷ ἐλαίῳ καὶ ἐγχέαντας εἰς χύτραν ἑψεῖν ἐπιθέντας ἐπ’ ἀνθρακιᾶς· (38) ὅταν δὲ ἄρ‐ | |
2 | ξηται ζεῖν παρεμβαλόντα τοῦ σησάμου καὶ τῶν ἀμυγδάλων ἅμα ξύλῳ διακινεῖν μέχρις ἂν ἅπαντα ἐμ‐ | |
5 | βληθῇ· (39) ὅταν δὲ γένηται στερεὸν ἰσχυρῶς, | |
5 | ἀφελόντα διελεῖν ὅσον εἰς ψωμοὺς μικρούς, καὶ ἕνα πρωί, ἕνα δείλης ἀναλίσκων ἄν τις ἱκανὴν ἔχοι τρο‐ φήν. (40) τυγχάνει δὲ καὶ πρὸς τὰς στρατιὰς | |
8 | ἱκανὸν τοῦτο 〈τὸ〉 φάρμακον· ἡδὺ γάρ ἐστι καὶ πλήσμιον καὶ δίψαν | |
10 | οὐκ ἐμποιεῖ. | |
10 | (41) συντίθεται δὲ βρῶμα καὶ ἐκ τοῦ τῆς μο‐ λόχης καὶ ἐκ τοῦ τῆς σκίλλης καρποῦ, ἴσων | |
11 | μιχθέντων τούτων καὶ ἐν ὅλμῳ κοπέντων καὶ μετὰ ταῦτα | |
12 | καὶ μέ‐ λιτι ἑφθῷ φυραθέντων, καὶ τῶν ἴσων ψωμῶν τοῖς εἰρημένοις διδομένων τροφὴν ἱκανὴν παρέχεται | |
15 | τοῖς πολιορκουμένοις. (42) ἐσθίεται δὲ καὶ ἡ | |
15 | σκίλλα καὶ ἀ‐ φεψηθεῖσα καὶ ὁμοίως τῷ βολβῷ σκευασθεῖσα καὶ ἐγκρυφθεῖσα καὶ ὀπτηθεῖσα καλῶς, εἶτα 〈...〉 | |
17 | περιλη‐ φθεῖσα· καὶ σὺν τῷ ὀροβίνῳ ἀλεύρῳ ἐν τῷ αὐτῷ κοπεῖσα πίνεται ἐν οἴνῳ κεκραμένῳ ὅσον τρισὶ | |
20 | κοτύλαις καὶ μέλιτι, καὶ ἐν αὐτῷ τῷ οἴνῳ διατηχ‐ θεῖσα οὕτως, ὥστε γίνεσθαι τὸ πάχος ὡς κυκεῶνα· (43) τοῦτον δὲ τὸν τρόπον προσφερομένη τρο‐ | |
22 | φὴν ἱκανὴν παρέχει καὶ κάθαρσιν διὰ τῶν οὔρων οὐκ ἄτοπον ἀπεργάζεται. (44) γίνεται δὲ καὶ ἐξ αὐτῆς ἄρτος | |
24 | τρὶς ἀ‐ | |
25 | φεψηθείσης 〈καὶ τριβείσησ〉 λείας καὶ μιχθείσης | |
25 | τρίτῳ μέρει σται‐ τὸς τροφὴν ἰσχυρὰν παρέχεται τοῦτον τὸν τρό‐ | |
26 | πον θεραπευ‐ θεῖσα. (45) ὡσαύτως δὲ καὶ τὰ σῦκα μετὰ τῶν γι‐ γάρτων καὶ τῆς σταφίδος κοπέντα καὶ εἰς παλα‐ θίδια διαμερισθέντα καὶ μαράθῳ διαχρισθέντα | |
30 | χρήσιμα πρὸς πολιορκίαν ὡς ἐνδέχεται μά‐ λιστα γίνεται. | |
31 | (46) παρέχεται δὲ τροφὴν οὐθενὸς χεί‐ ρω καὶ τὰ κρέα σφοδρῶς ἑψηθέντα καὶ διατα‐ κέντα καὶ βουτύρῳ καὶ μέλιτι μιχθέντα, καὶ ἐγ‐ χυθεὶς πᾶς ὁ ἐξ αὐτῶν γινόμενος ζωμὸς εἰς | |
35 | ἀγγεῖα καθαρά. | |
35 | (47) χρήσιμος δ’ ἐστὶ καὶ αἰγίλωψ ἑψηθεὶς ἐπὶ τέφρας μαλακῆς ἐν χύτρᾳ καινῇ ἐλαίῳ χρισθείσῃ· τροφήν τε γὰρ παρέχει καὶ δυσεντερίαν ἰᾶται. | |
38 | (48) συμφέρει δὲ καὶ κηπία ἐν ταῖς ἰδίαις οἰκίαις καὶ ἐν ταῖς ἀκροπόλεσιν καὶ | |
40 | ἔν τε τοῖς 〈ἄλσεσι καὶ〉 τεμένεσι τῶν θεῶν κα‐ | |
40 | τασκευάζειν ὑγείας | |
ἕνεκεν καὶ ἐάν τις συμβαίνῃ πολιορκία· φυτευ‐ θεισῶν γὰρ συκεῶν καὶ φοινίκων, ἐὰν ἡ πόλις φέρῃ, καὶ σπαρείσης τῆς Ἰνδικῆς καὶ Ἑλληνικῆς κο‐ λοκύνθης καὶ ἄρων καὶ κράμβης καὶ θρίδακος | ||
45 | καὶ τῶν ἄλλων λαχάνων οὐ μικρὰν παρέχεται ἐπικουρίαν. | |
46 | (49) δεῖ δὲ παρασκευάζεσθαι πρὸς τὰς πολιορκίας ὅπλα καὶ σίδηρον καὶ χαλκὸν καὶ πλίν‐ θους καὶ λίθους χρησίμους πρὸς τὴν οἰκοδομίαν καὶ βέλη καὶ πετροβόλους καὶ ὀξυβελεῖς κα‐ | |
89(50) | ταπάλτας καὶ μηχανοποιὸν καὶ ἄνδρας, οἳ χρήσιμοι τοῖς ὀργάνοις ἔσονται, καὶ κοφίνους | |
90 | καὶ δικέλλας καὶ ἄμας καὶ ἁμάξας καὶ ἀξίνας καὶ σκαφεῖα. (50) δεδοκιμάσθω δὲ ταῦτα πάντα κατ’ | |
2 | εἰ‐ ρήνην ἐν ταῖς 〈οὐ〉 χρείαις, ἵνα μὴ κατὰ πόλε‐ | |
3 | μον ἐν ταῖς συμ‐ βαινούσαις χρείαις συντριβόμενα ἀχρεῖα γένη‐ | |
5 | ται. | |
5 | (51) πρὸς δὲ τούτοις φορμοὺς δεῖ ὑπάρχειν ἐν τῇ πόλει ὡς ἰσχυροτάτους καὶ πλείστους πρὸς τὸ | |
6 | ἐάν τι πέσῃ τοῦ τείχους τοὺς κινδυνεύοντας ἐμπιπλάν‐ | |
7 | τας αὐτοὺς ταχὺ παρασκευάζειν ἀσφάλειαν αὑτοῖς· | |
8 | (52) χωρὶς δὲ τούτων βύρσας καὶ πίσσαν καὶ μόλιβον καὶ | |
10 | θεῖον καὶ σχοινία παχέα καὶ λεπτὰ καὶ χάρακα καὶ φῦκος καὶ στυππίον καὶ οἶνον καὶ ἔλαιον καὶ ὄξος | |
11 | καὶ σπειράματα καὶ ξύλα καύσιμα [ὡς πλεῖστα] καὶ ναυ‐ πηγήσιμα ὡς πλεῖστα στρογγύλα καὶ τετράγωνα καὶ κώπας καὶ φοινικίνας σανίδας καὶ δᾷδας· (53) καὶ | |
14 | τὸ Ἀ‐ | |
15 | ραβικὸν φάρμακον καὶ κογχύλιον τὸ ἐν τῇ λίμνῃ γιγνόμενον, ἣ ἀπέχει ἀπὸ Ἄκης πεντήκοντα στα‐ | |
δίους, καὶ ἰξόν, καὶ σαλαμάνδρας καὶ ἰὸν ἐχέων καὶ ἀσπίδων καὶ ναπτάλιον 〈ὃ〉 ἐν Βαβυλῶνι γίνεται | ||
18 | καὶ ἰχθυηρὸν ἔλαιον πρὸς τὸ φθείρειν πολεμίων ἐπι‐ | |
20 | πορευομένων τὰ ὕδατα, κἂν προελώμεθα κατὰ | |
20 | τοὺς γινομένους κινδύνους [πρὸς] τὰ μηχανήματα ἐμπι‐ πράναι καὶ ἀλείφειν τὰ βέλη, ἵνα φόβον καὶ φθορὰν ταχεῖαν παρασκευάζῃ τοῖς τιτρωσκομένοις καὶ | |
23 | προσ‐ βάλλουσι πρὸς τὸ τεῖχος. | |
24 | (54) ἐὰν δὲ σαπρὰ γένηται τὰ | |
25 | ὕδατα, κρίθινον ἐμβάλλειν δεῖ θερμὸν 〈ἢ〉 εἰς | |
25 | τοὺς δύο χοέας ὄξους βελτίστου ὅσον κύαθον ζέσαντος | |
26 | ἐγχέαι καὶ μετ’ οὐ πολὺν χρόνον χρήσιμα γίνεται. (55) δεῖ δὲ καὶ τρυπητῆρα χαλκοῦν ἢ κερα‐ | |
28 | μεοῦν | |
κατασκευάσαι μὴ ἔλασσον ἢ τέσσαρας χωροῦντα | ||
29 | μετρητάς, ἐν ᾧ 〈παρασκευάσαντί τε φελλὸν καὶ | |
29 | ἐμπήξαντι βακτηρίαν, ἣ τριδάκτυλα ἴσα μέρη | |
30 | διαιρεῖται, καὶ〉 διαγράψαντι ἐν ταῖς μοί‐ ραις ἔσται γεγραμμένα τάδε· νῆες σῖτος ξύλα ὅπλα στρατιῶται καὶ ἄλλο ἐάν τι θέλῃς γράψαι τῶν κατὰ πολιορκίαν ἢ κατἄ〈λλην τινα | |
33 | χρείαν〉 παρα‐ σκευαζομένων καὶ ἐκλειπόντων· (56) τούτων | |
34 | δὲ γε‐ | |
35 | γραμμένων κἀκ τετρυπημένου τοῦ τρυπητῆρος ὕδατος ἐκχυθέντος σημαίνειν τῆς νυκτὸς κατὰ τὰς πυρσείας εἰς ὃ ἂν προαιρῇ στρατόπεδον ἢ πό‐ λιν ἢ φυλακτήριον, ὥστε ἐκ διαδοχῆς ἐφι‐ κνεῖσθαι ὅπερ οἱ πυρσοὶ δυνατοί εἰσιν σημαίνειν, | |
40 | τίνος δέονται οἱ πολιορκούμενοι· (57) δεῖ δὲ | |
40 | ἐν τοῖς προειρημένοις τόποις ὁμοίους καὶ ἴσα ἔχοντας τρυπήματα [καὶ] ἄλλους τρυπητῆρας εἶναι τὰς αὐτὰς ἐπιγραφὰς ἔχοντας τῶν ὀνομάτων ἐν ταῖς αὐταῖς μοίραις, ἵνα αἰσθάνῃ, τίνα χρείαν ἔ‐ | |
45 | χουσιν οἱ πολιορκούμενοι συνθέματος αὐτοῖς ὄντος. III. | |
46 | (1) Τούτων δὲ παρεσκευασμένων πρὸ τῆς μελλούσης γενέσθαι προσβολῆς ἐφιστάναι δεῖ τὰ βέλη πάντα κατὰ τοὺς προσήκοντας ἑκά‐ στῳ τόπους. | |
49 | (2) 〈...〉 καὶ φείδεσθαι τῶν στρατιωτῶν καὶ τῶν | |
90(50) | πολιτῶν ὡς μάλιστα κατὰ τοὺς γινομένους κιν‐ δύνους καὶ μὴ ἐπιτρέπειν αὐτοῖς ἐμπηδῶσιν εἰ‐ | |
91 | κῇ τραυματίζεσθαι, ἵνα ὅταν ᾖ χρεία ἔ‐ χῃς τοὺς κινδυνεύοντας ἐν τοῖς καθήκουσι καιροῖς. | |
3 | (3) 〈...〉. μετὰ δὲ ταῦτα 〈πρὸσ〉 τοὺς [μὲν] | |
3 | πετροβό‐ λους ὀρθῶς ἔχει τὰς ἐκ τῶν φοινίκων σανί‐ | |
5 | δας συνδήσαντας κατακρεμάσαι πρὸ τοῦ τεί‐ χους (ἰσχυραὶ γάρ εἰσι καὶ δυσέμπρηστοι), ἔ‐ πειτα μαλάγματα πρὸ αὐτῶν〈, ᾗ〉 ἀλλήλαις ἐπι‐ βάλλονται, ἵνα μὴ αἱ συναρτήσεις αὐτῶν δια‐ κόπτωνται ὑπὸ τῶν βελῶν· (4) ἢ ἐκ τῶν σχοινίων | |
10 | πλέξαντας δίκτυα καὶ φύκους ἐμπλήσαντας κατασπᾶν. (5) ἄνωθεν δ’ ἐκ τῶν ἐκκειμένων ξύλων αἱ ὁρμιστηρίαι δέδενται τῶν σανίδων καὶ τῶν μα‐ λαγμάτων· δέρρεις δὲ δεῖ πρὸ αὐτῶν κατα‐ πετάσαι, ἵνα μὴ ὑπὸ τῶν βελῶν οἱ δεσμοὶ ἀπο‐ | |
15 | κόπτωνται. (6) ἀνθιστάναι δὲ χρήσιμον πρὸς | |
15 | ἕκαστον αὐτῶν δύο δεκαμναίους λιθοβόλους, οὓς δεῖ μετα‐ φέρειν οὗ ἂν καὶ οἱ πολέμιοι κινῶσί τινα τῶν | |
17 | πετροβό‐ λων, ἵνα ἂν δύνῃ ἀνταφεὶς συντρίψῃς πατάξας τὸ | |
ὄργανον. | ||
20 | (7) πρὸς δὲ τὰς μεταλλεύσεις ὀρυκτέον ἐστὶν | |
20 | ἀνὰ μέσον τοῦ τείχους καὶ προτειχίσματος ἱκανὴν τάφρον ἰσηλίκην κατὰ βάθος τῶν θεμελίων τῷ κατὰ γῆς, ἵνα φανεροὶ γινόμενοι οἱ ὑπορύττοντες ῥᾳδίως διαφθαρῶσι καὶ μηκέτι τῷ τείχει πλησιάζωσιν. | |
25 | (8) πρὸς δὲ τὰς στοὰς καὶ τὰ μηχανήματα 〈εἰσ〉 σωλῆνα ἀπὸ τοῦ ἔνδοθεν μηχανήματος ἢ πύργου ἐκταθέντα ἐμβάλλειν ἔσω τριταλάν‐ τους λίθους· (9) ἐπ’ ἐσχάτῳ δὲ ὁ σωλὴν | |
28 | ἐχέτω ἑκα‐ τέρωθεν γιγγλυμωτὰς σανίδας συγκλειομένας | |
30 | καλῳδίοις, ὧν χαλασθέντων καὶ πιεσθεισῶν τῶν σανίδων ὀλισθηρὸς 〈ὁ λίθοσ〉 ἐπιπεσεῖται ἐπὶ | |
31 | τὰς στοάς· καὶ πάλιν τῶν καλῳδίων συγκλεισθέντων [ὅλος ὁ λίθος] ταὐτὸ ἔσται· | |
33 | (10) ὡσαύτως δὲ ἀπὸ τῶν μη‐ χανημάτων καὶ ἀπὸ κεραιῶν λίθους μεγίστους | |
35 | ἀφιέντας καὶ τοῖς πετροβόλοις ἄνω βάλλοντας τοῖς παλιντόνοις καὶ τοῖς μοναγκῶσι, διὰ δὲ τῶν κατα‐ ξύρων θυρίδων τῶν ταλαντιαίων λίθων κάτω ἀ‐ φιέντας πειρᾶσθαι διακόπτειν τὰς ὀροφάς· (11) ἐκ δὲ τῶν ἐπὶ τῇ στέγῃ κειμένων κατὰ μέτωπον τύ‐ | |
39 | πτοντας 〈ἢ〉 | |
40 | ἐκ τῶν πλαγίων καταβάλλειν αὐτάς. (12) ἐὰν | |
40 | δὲ ὦσιν ἐκ γέρρων πεποιημέναι, καὶ τοὺς πυροφόρους εἰς αὐ‐ τὰς ἀφεῖναι· καιρὸν δὲ λαβὼν ἐκπέμψας στρα‐ τιώτας ἔμπρησον. (13) ἐὰν δὲ ὦσιν ὀρυκταί, | |
43 | ὕδωρ θα‐ λάσσης ἄνες εἰς αὐτὰς τοῖς περιάκτοις τροχοῖς | |
45 | 〈ἢ〉 ἐὰν ἄλλον τινὰ δύνῃ τρόπον, καὶ τῷ | |
45 | ἐνετῆρι καὶ τοῖς πετροβόλοις ἄνωθεν τύπτοντας κελεύειν δια‐ κόπτειν τὰς ὀροφὰς αὐτῶν. | |
47 | (14) πρὸς δὲ τὰ μηχανή‐ ματα ὅταν ἐγγὺς ᾖ, καὶ τοὺς κριοὺς καὶ τὰς ἐπιβά‐ θρας πρῶτον μὲν κατὰ τοῦτον τὸν τρόπον | |
49 | ἐπᾶραι τὸ | |
91(50) | τεῖχος 〈μὴ〉 καθελόντας τοὺς προϋπάρχοντας | |
91(50) | προμα‐ | |
χῶνας, ἀλλ’ ἐπ’ αὐτῶν τὴν οἰκοδόμησιν πεποιημέ‐ | ||
92 | νους καὶ ἄλλους ἄνωθεν κατασκευάσαντας κατά‐ στεγον ποιῆσαι ταύτῃ τὸ τεῖχος, ὅπως ἂν ὑπάρ‐ χωσί τε διπλοῖ πρὸς τὴν χρείαν 〈καὶ〉 ὅπως, ἐὰν | |
3 | [πρὸς] τὴν ἐπιβάθραν ἐπιβάλλωσι, κάτωθεν ῥᾳδίως διὰ | |
5 | τῶν προμαχώνων ἐμπρήσωμεν αὐτήν, ἄν τε τοὺς ἄνωθεν προμαχῶνας ἀποκόπτωσι, κριοὺς καὶ βρό‐ χους προσάγοντες ἐκ τῶν κατὰ τοὺς 〈κάτω〉 | |
7 | προμαχῶνας ὄν‐ των διαστημάτων εὐχερῶς 〈πα〉τάξωμεν αὐ‐ | |
8 | τούς· (15) ἐκ‐ τρυπήσαντες 〈δὲ〉 [αὐτοὺς] ταύτῃ καὶ τὸ τεῖχος | |
9 | κατὰ τοὺς | |
10 | ἁρμόζοντας τόπους, κορμοὺς κατασκευάζωμεν | |
10 | κατὰ τὰς θυρίδας περιτρέχοντας καὶ τῷ κριῷ τῷ ἀν‐ τισκευασθέντι τούτοις τύπτοντες ἄνωθεν τῆς ἐσχάρας τὸ μηχάνημα καὶ τὸν κριὸν καὶ τὸ τρύπανον καὶ τὸν κόρακα καὶ ὃ ἂν προσάγωσι, συντρίβωμεν | |
15 | ἀχαλέπως· (16) αἱ δὲ περιφερεῖς δοκοὶ τούτων | |
15 | ἕνεκα πλάγιαι παρὰ τὰ ἐκτρυπήματα τίθενται, ἵν’ εὐχερῶς ὁ κριὸς ἔξωθέν τε καὶ πάλιν ἔσωθεν παρα‐ λαμβάνηται περιτρεχόντων τῶν κορμῶν τὴν | |
18 | κίνησιν ὁποίαν οὖν νοεῖς. (17) κατασκευαστέα τέ ἐστιν | |
19 | αὐτῷ κριόστα‐ | |
20 | σις ὡς ἀσφαλεστάτη πρὸς τὸ τοὺς ὠθοῦντας αὐτοὺς καλῶς βεβηκότας ὡς σφοδρότατα συντελεῖν τὰς πληγάς. | |
22 | (18) ἀντοικοδομητέον τέ ἐστι καὶ ταύτῃ | |
22 | τρίγωνον τεῖχος 〈ἔσω〉 τὸ ἔμβολον ἔχον, δι’ οὗ θυρίδες | |
23 | ἑκατέρωθέν [Omitted graphic marker]εἰσιν οὐκ ὀλίγαι ποιητέαι πρὸς τὸ ἐὰν πέσῃ τὸ | |
25 | μεταπύργιον ταύτῃ τοὺς βαδίζοντας ἔσωθεν τραυ‐ ματίζεσθαι εἰς τὰ πλάγια ὑπό τε τῶν βελῶν καὶ τῶν στρατιωτῶν, ἔτι δὲ ὑπὸ τῶν πολιτῶν. (19) δεῖ | |
27 | δὲ καὶ βάλλειν ἐκ τῶν καρβατίνων λίθοις ὡς μεγίστοις τοὺς πλησιάζοντας τῷ τείχει. | |
29 | (20) ἐὰν δέ τι τοῦ τείχους | |
30 | ἢ τῶν πύργων ἁλίσκηται, ἀποσπαστέον τέ ἐστιν τὴν ταχίστην τὰς πρώτας ὀροφὰς καὶ τὰς καθαι‐ | |
ρέσεις ἀναιρετέον ἀποικοδομήσαντα τὰς ἑκα‐ τέρωθεν οὔσας 〈πυλίδασ〉 τῶν πύργων· (21) τὰς | ||
33 | δὲ πρὸς τὰ μεσοπύργια ἔσωθεν ὑπαρχούσας καταλειπτέον, | |
35 | ἵνα ἔχωμεν τοῖς πύργοις ταύτῃ βοηθοῦντες κτεί‐ νειν τοὺς βιαζομένους αὐτούς. (22) τούτου δὲ | |
36 | γενομένου ταχὺ πάντες ἀπολοῦνται οἱ ἀναβάντες ἐπὶ τοὺς πύργους ἢ τὸ μεταπύργιον [τὸ] τυπτόμενοι | |
38 | τοῖς βέλεσι καὶ οὐκ ἔχοντες οὐδαμῆ ἀποχωρῆσαι ἀλλ’ | |
40 | ἢ εἰς τὸ ὀπίσω πάλιν ἐργωδῶς. | |
40 | (23) ἐπιθετέον δέ ἐστι καὶ ταῖς καθηκούσαις πρὸς τὸ τεῖχος οἰκίαις προ‐ μαχῶνας καὶ τοῖς ἀμφόδοις ἑκατέρωθεν πύλας κατασκευαστέον καὶ ἐκ τῶν πλαγίων τοίχων ὀπὰς ποιητέον, δι’ ὧν τοῖς τε ἀκοντίοις καὶ ταῖς ζιβύναις | |
45 | καὶ τοῖς βουπόροις ὀβελίσκοις ἔσται τύπτειν εἰς τὰ πλάγια τοὺς εἰς τὰ ἄμφοδα βιαζομένους· (24) καὶ τὰς ἑσταμένας οἰκίας πρὸς τοῖς εὐρυχώροις καὶ τοῖς ἀμ‐ φόδοις ἐγγιζούσας ὁμοίως κατασκευαστέον ἐστίν. (25) καὶ κατὰ τὰς τιμήσεις τῶν οἰκιῶν ἀφοριστέον | |
49 | ἐστίν, | |
92(50) | ὅσας τε λόγχας καὶ τοξεύματα πρωσῆκον εἶναι καὶ λίθους μεγάλους καὶ χειροπληθεῖς καθ’ ἑκάστην | |
93 | οἰκίαν· 26 δημοσίᾳ τε εἰς ἕκαστον ἄμφοδον | |
1 | δοτέον ἐστὶν λιθοβόλον δέκα μνῶν καὶ καταπάλτας δύο τρι‐ σπιθάμους· (27)· καὶ τοῖς μὴ κεκτημένοις ὅπλα | |
3 | μηδὲ δυ‐ ναμένοις [καὶ μὴ δυναμένους] κατασκευάσασθαι | |
4 | δημοσίᾳ δοτέον ἐστίν. | |
5 | (28) ἐκκοιτίας τε καὶ ἐφοδείας τὰς προση‐ | |
5 | κούσας ποιητέον, 〈ἐν〉 αἷς χρήσονται ξυλίνοις λαμπτῆρσιν, ἵνα ὑπὸ | |
6 | τοὺς πό‐ δας μόνον φαίνωνται καὶ μὴ καταφανεῖς ποιῶσι τοὺς ἐφοδεύοντας τοῖς ὑπεναντίοις. (29) τούτοις δὲ | |
8 | καὶ τοῖς ἀμ‐ φοδάρχαις συνθήματα καὶ ὑποσυνθήματα παρὰ | |
10 | τῶν στρατηγῶν δίδοσθαι δεῖ, τὸ μὲν φωνῆεν, τὸ | |
10 | δὲ ἄφω‐ νον· (30) δεῖ δὲ κεκλεῖσθαι τὰς πύλας καθάπερ | |
11 | καὶ τὰς τῆς πόλεως καὶ τὰς τῶν ἀμφόδων, ἵν’ ἐάν τινες τῶν | |
12 | πολε‐ μίων νυκτὸς ἢ ἡμέρας ἐμβαλόντες εἰς τὴν πόλιν παρεμπέσωσιν καὶ καταλάβωνταί τινας τόπους, | |
15 | πρῶτον μὲν τοῖς καταπάλταις καὶ τοῖς λιθοβόλοις, ἔτι δὲ 〈τοῖσ〉 τοξεύμασι καὶ τοῖς λίθοις πάντοθεν | |
16 | τυπτόμε‐ νοι κακὰ πάθωσιν, μετὰ δὲ ταῦτα ἐκφοιτῶσι καὶ βοηθῶσιν οἱ πολῖται καὶ στρατιῶται ἐκ τῶν ἐκκοι‐ τιῶν καὶ τῶν ἀμφόδων συντεταγμένοι καὶ ἡγεμόνας | |
20 | ἔχοντες ἐπιτιθῶνταί 〈τε〉 τοῖς πολεμίοις ὅταν ὑπο‐ λαμβάνωσι καιρὸν εἶναι, καὶ ἐάν τι διασφάλλωνται, ἔχωσιν εἰς ἀσφαλὲς ἀποχωρεῖν ἐχόντων τῶν ἀμ‐ φόδων πύλας· (31) οἵ τε παῖδες καὶ αἱ δοῦλαι καὶ αἱ γυναῖκες καὶ αἱ παρθένοι τύπτωσιν ἀπὸ τῶν | |
25 | στεγῶν καὶ πάντες ὦσι κατὰ τὴν πόλιν ἐνεργοί. | |
25 | (32) ὀρθῶς δ’ ἔχει καὶ κατά τινας τόπους ἔνδοθεν ἀντιτα‐ | |
φρεύειν καὶ κρύπτειν τὰς τάφρους, ἵνα ἐὰν πεσόντος τοῦ τείχους εἰσβιάζωνται οἱ πολέμιοι, πολλοὶ δι’ ἄγνοιαν αὐτῶν φθείρωνται. (33) δεῖ δὲ καὶ τὴν | ||
29 | ταχίστην | |
30 | καθ’ ὃ ἂν πέσῃ τὸ τεῖχος χάρακα θεμένους καὶ φορμοὺς γῆς ἐμπλήσαντας προτείχισμα κατα‐ σκευάσαι. | |
32 | (34) καὶ οἷς ἂν ἀπιστῇς τῶν στρατιωτῶν ἢ τῶν πολιτῶν, ὀρθῶς ἔχει μεταλλάσσειν αὐτῶν τὰς ἐκκοιτίας καὶ τὰς φυλακὰς καὶ μὴ εἰδέναι αὐτούς, | |
35 | καθ’ ὃν τόπον φυλάξουσι τὸ τεῖχος, ἵνα μὴ δύ‐ νωνται προδοῦναι τοῖς πολεμίοις τὴν πόλιν. (35) με‐ ταλλακτέον δέ ποτ’ ἐστὶ καὶ τὰ συνθήματα, ἵνα ἐὰν τῶν ἔνδοθέν τις κακουργῶν τὸ σύνθημα δῷ τοῖς πολεμίοις ἢ αὐτοὶ 〈ἑαυτοὺσ〉 νυκτὸς | |
39 | ὑποτάξαντες τῷ | |
40 | τείχει λάβωσιν, ἀχρεῖον αὐτοῖς ᾖ γενομένης τῆς μεταλλαγῆς. (36) τὰ 〈δ’〉 ὑποσυνθήματα ἄφωνα δί‐ δοται πρὸς τούτῳ 〈ἵνα〉 κἂν ἀκούσωσιν οἱ πολέμιοι | |
42 | τὸ σύν‐ θημα, καταφανεῖς γίνωνται οἱ λάθρα ἐπὶ τὸ τεῖχος ἀναβάντες. (37) ἔστι δὲ τὰ ὑποσυνθήματα | |
44 | τοιαῦτα· | |
45 | ἀπαιτήσαντος δεῖ τὸ σύνθημα ἀφελέσθαι τὴν καυσίαν ἢ τὸν πῖλον ἢ τὴν περικεφαλαίαν ἐὰν ἔχῃ ᾖ πρόκωπον τὸ ἐγχειρίδιον ποιῆσαι ἢ τὴν δεξιὰν ἐμβαλεῖν ἢ τῆς χλαμύδος ἐπιλαβέσθαι. (38) ξένα δὲ καὶ διπλᾶ δοτέον ἐστὶ τὰ συνθήματα, ἵν’ | |
93(50) | ἐργωδῶς οἱ πολέμιοι καταμανθάνωσιν αὐτά, ἐὰν [δὲ] ἐξάκουστον ἀπὸ τοῦ τείχους τι γένη‐ | |
ται. | ||
94 | (39) 〈...〉 καὶ αὐτῶν τὰς δοκίδας καὶ τὰς προστιθε‐ μένας κλίμακας ἐκ τοῦ πλαγίου τύπτοντας τοῖς λιθοβόλοις ῥᾴδιόν ἐστι συντρίβειν καὶ ἀπορ‐ ρίπτειν ἀπὸ τοῦ τείχους, ἢ τῇ νάφθᾳ, ἐὰν ἔχῃς, | |
5 | ῥάναντα καὶ λαμπάδας ἄνωθεν ἐμβαλόντα κατακαῦσαι· (40) ὡσαύτως δὲ καὶ τὰς χελώνας | |
6 | καὶ τὰ μηχανήματα ὅταν ἐγγὺς γένηται τοῦ τειχίσματος ἐμ‐ πιπράναι. (41) ἀφετέον δέ ἐστιν ὡς αὐτὰ καὶ πυ‐ ροφόρους ὡς πλείστους καὶ τριβόλους καιομένους | |
10 | στιππύω περιειλι〈γμένους. | |
10 | (42) .... χρη〉στέον δέ ἐστι καὶ ταῖς πάλιν προ‐ δοσίαις καὶ ταῖς γινομέναις νυκτὸς καὶ ἡμέρας ἐπι‐ θέσεσιν ὅταν λάβῃς καιρόν· (43) οὕτως γὰρ ἂν | |
12 | τάχιστα κατατυχὼν λύσαις πολιορκίαν. | |
13 | (44) ἐν δὲ ταῖς ἐμπρή‐ σεσι τῶν μηχανημάτων καὶ τῶν χελωνῶν 〈καὶ〉 ταῖς | |
15 | συμβαινούσαις ἐπιθέσεσι δεῖ τοὺς ὁπλίτας καὶ τοὺς ψιλούς, ὅσοι ἂν μὴ ἐπὶ τῶν τειχῶν ὦσι χρήσιμοι, πάντας διεσκευασμένους ἐν τῷ προτειχίσματι ἑτοίμους εἶναι, ἵνα ταχὺ καὶ εὐ‐ τάκτως ποιῶσι τὸ προσταττόμενον τῷ στρατη‐ | |
20 | γῷ. | |
20 | (45) τοὺς δὲ γινομένους τραυματίας τῶν ξένων ἐπιμελῶς θεραπεύειν πάντα τὰ δέοντα παρα‐ σκευάζοντας, καὶ ὅσοι ἂν μὴ ἔχωσιν αὐτῶν τοὺς θεραπεύοντας, εἰς τὰς τῶν πολιτῶν οἰκίας | |
διδόναι· (46) καὶ ὅσοι ἂν ἄνδρες ἀγαθοὶ γίνωνται, | ||
25 | ἀναβιβάζειν 〈καὶ〉 χώραν καὶ ἡγεμονίαν διδόναι | |
25 | καὶ στε‐ φανοῦν· (47) καὶ ἐάν τινες τελευτήσωσιν, θάπτειν ὡς λαμπρότατα δημοσίᾳ, καὶ ἐὰν καταλίπωσιν ἑαυτῶν τέκνα ἢ γυναῖκας, πολυωρεῖν μὴ παρέρ‐ γως· (48) μάλιστα γὰρ οὕτως εὔνοοι γινόμενοι τοῖς | |
30 | στρατηγοῖς καὶ τοῖς πολίταις ἄριστα ἂν κιν‐ δυνεύσειαν. (49) ἐὰν δὲ ὁ τόπος καθ’ ὃν προσβάλλουσι, κα‐ τάντης ᾖ, ἀφετέον ἐστὶ τοὺς τροχοὺς δρέπανα ἔχοντας ἢ λίθους μεγάλους· (50) οὕτω γὰρ ἂν τά‐ | |
35 | χιστα καὶ πλείστους διαφθείραις τῶν ἐναντίων. (51) ἐὰν δὲ ἐκ θαλάσσης ἡ προσαγωγὴ συν‐ τελῆται, κατὰ τὰς ἀποβάσεις θύρας τε κρυ‐ πτὰς ἥλους ἐχούσας δεῖ τιθέναι καὶ τριβό‐ | |
λους καὶ σιδηροῦς καὶ πυξίνους διασπείρειν καὶ | ||
40 | [Omitted graphic marker]ἀποχαρακοῦν τοὺς εὐεπιβάτους τόπους. (52) τὰ δὲ στόματα τῶν λιμένων φράττειν ἱμητοῖς κλείθροις, ἐν οἷς 〈χῶναί〉 εἰσι περιτρέχουσαι καὶ | |
42 | στρογ‐ γύλαι, σιδηροῦς δὲ κόλπους ἔχουσαι· (53) ἢ ἐσχά‐ ρας ἐπὶ τοῦ τόπου τίθεσθαι καὶ λίθους ὡσεὶ | |
45 | χιαστοὺς καὶ μεγίστους ἐπιβάλλειν, ἐν οἷς 〈ἐμ‐ | |
45 | πήγνυσθαι〉 τοὺς καθαρμόττοντας σταυροὺς λοξοὺς σεσιδη‐ ρωμένους, ἐπαλλάττοντας ἀλλήλοις καὶ συν‐ δεδεμένους, οὐχ ὑπερέχοντας τῆς θαλάσσης ἀλλ’ ὅσον παλαιστὴν ἀπολείποντας· (54) ἢ πλοῖα | |
94(50) | ἐναντία 〈ὁρμίζεται〉 πολεμιστήρια ὅπλα ἔχοντα, | |
94(50) | εἰ δὲ | |
μή, λέμβοι καὶ ὧν ἂν ἔχῃς τὰ πλεῖστα προσ‐ | ||
95 | ορμισθέντα πρὸς ἄλληλα συναναρτᾶται καὶ συμ‐ βολαὶ κατασκευάζονται αὐτοῖς δοκῶν παχεῶν τε‐ τραγώνων πρὸ τῆς πρῴρας τεθεισῶν, καὶ τούτων | |
3 | συγγομ‐ φωθεισῶν καὶ συνδεθεισῶν εἰς τὸ αὐτό, καὶ ἐπ’ | |
5 | ἄκρῳ ἐμβόλου περὶ αὐτὰ καθαρμοσθέντος. | |
5 | (55) πα‐ ρὰ πάντα τὰ εἰρημένα κλεῖθρα καὶ ζεύγματα καὶ πλοῖα ἀκάτια παρορμείτω πίσσαν καὶ θεῖον καὶ τριβόλους ἔχοντα στιππύῳ περιειλιγμένους· | |
8 | καὶ ἐν ταῖς ὁλκάσι ταῦτα καὶ 〈τὰ τοιαῦτα〉 ἐνέστω. | |
9 | (56) καὶ ἐπὶ τοῦ στόματος | |
10 | [καὶ ἐφ’] ἑκατέρωθεν ἐφεστάτω πετροβόλος εἰκοσα‐ μναῖος, ἵνα ὅταν βιάζωνται τῶν μικρῶν τινες εἰς τὸν λιμένα, ἐμπρησθῶσιν ἢ περὶ τοὺς ἐμβό‐ λους περιπαγεῖσαι διαφθαρῶσι〈ν ἢ〉 καταπον‐ τισθῶσιν τυπτόμεναι τοῖς τε μολιβοῖς ἀμφορεῦσι | |
15 | καὶ τοῖς πετροβόλοις. (57) ἐὰν δὲ μέγα τι τὸ διά‐ στημα ᾖ, καὶ πύργος ἐν μέσῳ σταθήτω, ἐν ᾧ πετροβόλος ἔστω τριακοντάμνους· (58) πρὸς δὲ τὰ προσαγόμενα 〈μηχανήματα〉 καὶ τὰς προσπλεού‐ | |
18 | σας ναῦς μάλιστα δεῖ χρᾶσθαι τοῖς πετροβόλοις καὶ τοῖς | |
20 | πυροφόροις καὶ τοῖς δορυβόλοις. | |
20 | (59) ἐὰν δὲ ἀγχι‐ βαθεῖς τόποι τῶν τειχῶν ὦσι, προσχώματα κατα‐ σκευαστέα ἐστίν, ἵνα μήτε προσαγωγὴν ἔχῃ ταύτῃ μήτε τῶν μεγάλων σκαφίων ἔμβολος εἰς τὸ τεῖχος ἐμβάλῃ ἢ ἐπιβάθρας ἐπιθέντες κα‐ | |
25 | ταλάβωνταί τινα πύργον. (60) δεῖ δὲ καὶ νυ‐ | |
25 | κτός, ὅταν ᾖ χειμών, τὰς ἀγκύρας τῶν ἐφορμουσῶν νηῶν κελεύειν τοὺς κολυμβῶντας ὑποτέμνειν καὶ τὰ ἐ‐ δάφη αὐτῶν ἐκτρυπᾶν· (61) μάλιστα δὲ οὕτω κω‐ λύσομεν τοὺς ἐναντίους ἐφορμίζειν. (62) τὰ δ’ | |
29 | ἄλλα | |
30 | πάντα χρήσιμα ἐν ταῖς τοιαύταις προσβολαῖς ὅσα καὶ πρὸς τὰς ἐκ τῆς ἠπείρου γινομένας προσαγωγάς. | |
32 | (63) ἐὰν δὲ μακρᾶς οὔσης τῆς πόλεως ἀμ‐ φίβολον ᾖ τι τοῦ τείχους, διοικοδομητέον ἐστὶ | |
33 | τοίχῳ ἢ δέρρει ἢ αὐλαίαις διαφρακτέον, ἵνα μὴ τι‐ | |
35 | τρώσκωνται ἐκ τοῦ ὄπισθεν οἱ ἐπὶ τοῦ τείχους ὄντες. | |
36 | (64) ἐπειδὰν δὲ τῷ προσαγομένῳ μηχανή‐ | |
36 | ματι ὁδοποιηθῇ, πέτρους ὡς μεγίστους προρρίπτειν ἐκ τῶν πετροβόλων, μὴ στρογγύλους, ἵνα μὴ δύνωνται τὴν ἑλέπολιν προσάγειν. (65) χρήσιμα | |
40 | δ’ ἐστὶ καὶ τὰ προκαταρτιζόμενα παχέα ἀμφίβληστρα ἐκ τοῦ λίνου πρὸς τοὺς κατὰ τὰς κλίμακας 〈καὶ〉 διὰ τῶν διαβαθρῶν ἐπὶ τὰ τείχη ἀναβαίνοντας· ὅταν γὰρ ἐπιρριφῇ αὐτοῖς, ῥᾳδίως συνθέοντος ὑποχείριοι γίνονται. (66) καὶ τὰ | |
45 | ἀγκιστρωτὰ ἐμβόλια· ἀπὸ γὰρ τῶν καλῳδίων εὖ ἐξακοντιζόμενα καὶ ἄνωθεν ἐμβαλλόμενα, ὅταν ἐμπαγῇ εἰς τὰ μαλάγματα καὶ τὰς ῥυτὰς σανίδας 〈καὶ ἀνασ〉πάσῃ τὰ καλῴδια, πολλὰ | |
48 | ἀπο‐ σπᾶν αὐτῶν δύναται. | |
49 | (67) πάντων δὲ μάλιστα δεῖ | |
95(50) | σπουδάζειν περὶ τοὺς τριακονταμναίους πετρο‐ βόλους καὶ τοὺς χρωμένους τοῖς ὀργάνοις τού‐ | |
96 | τοις καὶ τὰς βελοστάσεις αὐτῶν, ἵνα ὦσιν ὡς βέλτιστα πεποιημέναι· (68) τῶν γὰρ λιθοβόλων οὕ‐ τως εὖ πεποιημένων καὶ τῶν βελοστάσεων ἐπὶ τῶν ἐπικαίρων τόπων κατὰ τρόπον ἐπε‐ | |
5 | σκευασμένων καὶ τῶν χρησομένων αὐτοῖς ἐν‐ τέχνων ὅντων οὔτ’ ἂν [γερροχελώνη] μηχάνη‐ μα οὔτ’ αὖ στοὰ οὔτε χελώνη ῥᾳδίως προσαχθείη· (69) ἐὰν δὲ πλησιάσῃ τῷ τέλει, οὐκ ἂν ὑποκινήσειεν οὐθὲν ὑπὸ τούτων τυ‐ | |
10 | πτόμενα· (70) συμμεμέτρηται δὲ ταῦτα καὶ σφο‐ δρότατα ταῦτ’ ἐστὶ πρὸς τὰς πληγὰς τὰ βέ‐ λη· (71) ὥστε τούτων ἐνεργούντων μηθὲν ἂν δει‐ νὸν κατὰ τὰς γινομένας προσβολὰς τὴν πόλιν παθεῖν. | |
15 | (72) δεῖ δὲ καὶ ἰατροὺς χαριεστάτους ἔνδον | |
15 | εἶναι ἐμπείρους τραυμάτων καὶ βελῶν ἐξαιρέσεως, ἔχοντας φάρμακα καὶ ὄργανα τὰ προσή‐ κοντα, καὶ τὴν πόλιν χορηγεῖν κηρωτὴν καὶ μέλι καὶ ἐπιδέσμους καὶ σπληνία, ἵνα μὴ | |
20 | παραπολλύωνται οἱ στρατιῶται τραυματίαι γενό‐ μενοι, ἀλλὰ ταχὺ ὑγιαζόμενοι χρήσιμοι γίνωνται ἐν ταῖς ὕστερον γινομέναις συμβο‐ λαῖς προθύμως κινδυνεύοντες διὰ τὰς γε‐ νομένας θεραπείας αὐτοῖς καὶ χορηγίας· (73) πολ‐ | |
24 | λά‐ | |
25 | κις δὲ καὶ ταῦτα τῆς πόλεως ἐπὶ σωτηρίᾳ γίνεται. IV. | |
27 | (1) πρὸς μὲν οὖν πολιορκίαν οὕτω δεῖ παρα‐ σκευάζεσθαι. | |
28 | (2) τὸν μέλλοντα λήψεσθαι τὰς πόλεις ἐὰν προέληται 〈ῥᾳδίως λαβεῖν〉, δεῖ μάλιστα μὲν | |
29 | ἑορτῆς οὔσης | |
30 | ἣν ἄγουσιν ἔξω τῶν πυλῶν, εἰ δὲ μή, ἀμητοῦ 〈ἢ〉 τρυγητοῦ ὄντος τὴν ἐπίθεσιν ποιεῖσθαι. (3) πλεί‐ | |
31 | στους γὰρ ἔξω τῆς πόλεως ἀπολαβὼν ἀνθρώπους ῥᾳδιέστατ’ ἂν λάβοις τὸ ἄστυ· (4) εἰ δὲ μή, | |
33 | νυκτός, χει‐ μῶνος ὄντος ἢ μεθυόντων τῶν πολεμίων ἔν | |
35 | τινι δημοτελεῖ ἑορτῇ κλίμακας ἑτοίμους ἔχον‐ τας λάθρα πλησιάσαντας τῷ τείχει τῶν πύργων τινὰς καταλαβέσθαι. (5) ἐὰν δὲ ἀποτύχῃς τούτου, ἐὰν μὲν ἐπιθαλάσσιος ᾗ ἡ πόλις, περιχαρακῶσαί τε ἐκ θαλάσσης εἰς θά‐ | |
40 | λασσαν, καὶ ἐὰν ἔχῃς σκάφας μακράς, ἐπὶ τοῦ λιμένος ἐφορμεῖν, ἵνα εἰσπλέῃ μηθέν. ἐὰν δὲ μηδ’ οὕτως ἡ πόλις ᾖ ἐκτισμένη, (6) βαλόμενος τὸ στρατόπεδον ἔξω βέλους ἐπὶ | |
τοὺς ἀσφαλεστάτους τόπους, περιχαρακώσας κύ‐ | ||
45 | κλῳ ὡς ἂν ᾗ δυνατόν, εἶτα φύλακας κατα‐ στήσας ποιοῦ τὴν πολιορκίαν, πρῶτον μὲν κήρυγμα ποιησάμενος μηθένα φθείρειν ἢ προ‐ νομεύειν. δεύτερον δὲ λογισάμενος εἰς τάγματα ἢ ἐπαρχίας διαδώσεις τὰ γεώργια· (7) καὶ οἱ στρα‐ | |
96(50) | τιῶται πάντα τὰ δέοντα ἕξουσιν καὶ οἱ πολῖ‐ ται θᾶττον ὃ βουλόμεθα ποιήσουσιν ἀφθάρτων | |
97 | τῶν κτημάτων ὄντων. (8) μετὰ δὲ ταῦτα περὶ τὴν πόλιν ὅσα ἐστὶν ἣ ἀσφάλειαν 〈τοῖσ〉 ἔνδον ἔχον‐ τα ἢ ὠφέλειαν τὰ μὲν κατασκάψαντας τὰ δὲ ἐκκόψαντας καὶ τὰ ὕδατα τὰ ἔσω | |
5 | ῥέοντα ἀποστρέψαντα (οὕτω γὰρ [ἂν] μάλιστα δειλωθήσονται καὶ σὺ τοῖς ὀργάνοις ὡς βού‐ λει χρήσῃ), εἰτ’ ἐὰν ᾖ ποταμὸς πλησίον, ἐπὶ τὸ τεῖχος 〈ἐφεῖναι.〉 ἵνα ἐὰν δύνῃ πεσόντος | |
8 | μεταπυργίου τινὸς ἢ πύργου κατάσχῃς τὴν πόλιν. (9) ἐὰν | |
9 | δὲ μὴ | |
10 | τοῦτο δύνῃ, τότε τὰ βέλη ἐπιστήσας πάντα καὶ ἐπικηρύξας τῷ πρώτῳ ἀναβάντι ἐπὶ τὸ τεῖ‐ χος καὶ δευτέρῳ καὶ τρίτῳ δώσειν τὰ καλῶς ἔ‐ χοντα χρήματα, κατὰ τοὺς ἀσθενεστάτους τόπους ἀπὸ κλιμάκων καὶ προστιθεμένων δοκίδων τὴν | |
15 | πρώτην ποίησαι προσβολήν, ἵνα καταφόβων ὄντων ἔτι τῶν ἔνδον καὶ ἀπείρων πολιορκίας, | |
κατὰ κράτος λάβῃς τὴν πόλιν ἢ διαγνῷς τὸ πλῆθος τῶν μαχομένων ἢ τὰς ψυχὰς αὐτῶν πῶς τε διάκεινται πρὸς τοὺς κινδύνους. (10) ταῦ‐ | ||
20 | τα δὲ ποιήσας ἂν μή σοι προσέχωσιν, ἔπαλ‐ ξιν ἐπὶ τοῦ χάρακος θέμενος καὶ τάφρον περὶ τὸ στρατόπεδον περιβαλόμενος διπλῆν τά τε μηχανήματα ἵστα ὑπότροχα καὶ πε‐ ρίακτα κατασκευάζων καὶ φοινικίνας σανίδας | |
25 | ἔχοντα, ἵνα μὴ συντρίβωνται· καὶ τὰς στοὰς οἰ‐ κοδομεῖν καὶ τοὺς ἐπιτηδείους τόπους ὑπορύτ‐ τειν, ἐὰν μὴ ὕπομβρος ᾖ ὁ τόπος, ἢ χε‐ λώνας κατασκευασάμενος χωστρίδας τὰς τά‐ φρους χώννυε τὴν χώραν μὴ φθείρων· ὕστερον | |
30 | γάρ, ἐὰν συμφέρῃ, τοῦτο ἔσται σοι ποιῆσαι. | |
30 | (11) ἐὰν δὲ μὴ δύνῃ χῶσαι διὰ τὸ βαθείας καὶ εὐρείας εἶναι, χελώνην δεῖ προθέμενον χωστρίδα σχε‐ δίαν ζευγνύοντα προσαγαγεῖν οὗ βούλεται τοὺς στρατιώτας. | |
34 | (12) ποιοῦ δὲ καὶ κηρύγματα τῶν | |
35 | πολεμίων ἀκουόντων τοιαῦτα· 〈τοῖς μηνύσασιν〉 | |
35 | ὁπλίσεις τε σι‐ δήρων ὑπορυκτικῶν καὶ μηχανημάτων στάσεις καὶ τὰ τούτοις ἀκόλουθα, καὶ ἐὰν ἀποκτείνας τις ἢ τῶν μηχανοποιῶν τινὰς ἢ τῶν ὄντων ἐπὶ τῶν βελῶν ἀξιολόγων ἢ 〈ἐάν τισ〉 τῶν ἐνδόξων | |
39 | ἐναντιου‐ | |
40 | μένων τοῖς πράγμασι παραγίνηται πρὸς αὑ‐ τούς, τιμήσειν καὶ χρήματα δώσειν· (13) καὶ | |
41 | τὸν μὲν δοῦλον ἐλεύθερον ἂν ἀφεῖναι, τὸν δὲ στρατιώτην ἀναβιβάσειν, τὸν δὲ ὁπλίτην μέτοικον στεφανώ‐ σειν, καὶ δώσειν δωρεὰς τὰς κατ’ ἀξίαν τοῦ | |
45 | πραχθέντος ἔργου· (14) τὰ γὰρ τοιαῦτα κηρύγμα‐ τα μάλιστά πως εἴωθε τῶν ἐναντίων τὰς διανοίας 〈ταράττειν〉 καὶ τοὺς μετοίκους καὶ | |
47 | τοὺς οἰ‐ κέτας ποιεῖν μηκέθ’ ὁπλίζειν καὶ διδόναι τὰ καλῶς ἔχοντα ἐπιτήδεια· (15) τούτων δὲ γι‐ | |
97(50) | νομένων ἐλάττους οἱ κινδυνεύοντες ἔσονται καὶ πλείονα σῖτα ἀναλώσουσιν καὶ τάχα | |
98 | στάσις τις ἔσται ἐν τῇ πόλει. (16) τοὺς δ’ ἀ‐ χρείους ὄντας ἐὰν παραγίνωνται, μὴ προσδέ‐ χου, ἵνα τροφὴ τῶν πολιορκουμένων θᾶτ‐ τον ἀναλίσκηται. | |
4 | (17) ταῦτα δὲ πάντα ὅταν | |
5 | συντελέσῃς, ὁδοποιήσας καὶ φαλαγγώσας τὰς προσαγωγὰς τοῖς μηχανήμασι τὴν ταχί‐ στην αὐτὰ πειρῶ προσάγειν φράξας ταῖς φοινικίναις σανίσι καὶ σιδηραῖς λεπίσι καὶ μαλάγμασι καὶ χολέδραις, ἄνωθεν κατα‐ | |
10 | σκευάσας, καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυ‐ βελεῖς ἐπιστήσας, καὶ πρὸς τοὺς ἐκείνων λιθο‐ βόλους δύο δεκαμναίους πρὸς ἕκαστον καὶ πεν‐ τασπίθαμον ἀντιστήσας. (18) μὴ φανερὸς δὲ γίνου καθ’ ὃ ποιήσῃ τὴν προσαγωγήν, ἀλλὰ κατ’ | |
15 | ἄλλους μὲν προδείκνυε τόπους, κατ’ ἄλλους δὲ πρόσαγε τὰ μηχανήματα, ἵνα διαμαρτά‐ νωσι ταῖς παρασκευαῖς οἱ πολιορκούμενοι. (19) πρὸ | |
δὲ τῶν κινδυνευόντων στρατιωτῶν προφερέ‐ σθωσαν γερροχελῶναι ὡς πλεῖσται, ἵν’ εὐχερῶς | ||
20 | ἐντεῦθεν ἐκπηδῶντες κινδυνεύσωσιν. (20) αὐ‐ | |
20 | τὸς δὲ μάλιστα ἐν τοῖς ἀσφαλεστάτοις ἐρύμασιν ὢν καὶ μάλιστα εὐλαβοῦ παραβοηθεῖν, προστάσσων ἐάν που [δέος] δέῃ καὶ συνθεωρῶν, ἔτι τί ποιητέον ἐστίν. | |
24 | (21) ὡσαύτως δὲ καὶ ἐκ θαλάσσης | |
25 | ἐὰν 〈ποιῇ τὴν〉 προσαγωγήν, ἐπί τε τῶν ὁλκάδων καὶ τῶν λέμβων στήσας μηχανήματα πρόσαγε· (22) καὶ διασκάψας ταῖς μεγίσταις σκαφίσι τὸ κλεῖ‐ θρον τοῦ λιμένος, ἐὰν ἔχῃς καταφράκτους ναῦς, ποίησαι τὴν προσβολὴν τοῖς ἐμπειροτάτοις | |
30 | οὖσι καὶ δυναμένοις κινδυνεύειν καὶ μάλιστα κατὰ θάλασσαν. (23) τὴν δὲ διάσπασιν τοῦ | |
31 | φράγματος καὶ τῶν κλείθρων ἢ ταῖς ἐμβολαῖς τῶν νηῶν ποιητέον ἐστὶν ἢ ταῖς ἐνάψεσι τῶν ἀγκυρῶν 〈ὀ〉νεύοντα ἐκ τῶν προσαχθεισῶν ὁλκάδων. | |
34 | (24) ὅταν | |
35 | δὲ προσαχθῇ τὰ μηχανήματα παρακαλέσας τοὺς στρατιώτας καὶ τὴν αὐτὴν ἐπικήρυξιν τῇ προτέρᾳ συντελέσας ποιοῦ τὴν προσβολὴν πάντοθεν τῆς πόλεως καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἐὰν ἔφαλον ᾖ τι τοῦ τείχους, ἵνα | |
40 | φόβον τε ὡς πλεῖστον παρασκευάσῃς καὶ δια‐ σπάσης εἰς πολλὰ τοὺς ἔνδοθεν κινδυνεύον‐ τας· (25) ἐνεργῆ δέ σοι τὰ βέλη πάντα ἔστω καὶ οἱ κριοὶ καὶ τὰ τρύπανα καὶ οἱ κόρακες καὶ αἱ ἐπιβάθραι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς | |
45 | τοὺς προσήκοντας τόπους· (26) καὶ ποιοῦ τὴν | |
45 | προσ‐ βολὴν ἐκ διαδοχῆς τῶν στρατιωτῶν μηθένα παραλιπών, ἵνα ἀκμάζοντες ἀεὶ κινδυνεύσωσιν; | |
47 | 〈ὥστε〉 ἰσχυρὰν ἀεὶ καὶ συνεχῆ γίνεσθαι· (27) καὶ θό‐ | |
48 | ρυβον πο‐ λὺν ποιεῖν καὶ σάλπιγγας ἀνίεσθαι κατὰ τὰ | |
98(50) | ἰσχυρότατα τῆς πόλεως, ἵνα ὑπολαμβάνοντες ἁλίσκεσθαι ταύτῃ τὸ τεῖχος ἀπὸ τῶν μεταπυργίων | |
99 | μετὰ τῶν ἄλλων φύγωσιν, 〈σὺ δ’〉 ἐκεῖ περι‐ | |
1 | σπάσας ὡς πλείστους τῶν ἔνδοθεν κατὰ ἅλωσιν χειρώσῃ τὴν πόλιν. (28) αὐτὸς δὲ ὅπως μὴ διακινδυνεύσῃς· οὐ‐ θὲν γὰρ ἂν ἀπεργάσαιο τηλικοῦτον τῷ ἰδίῳ σώ‐ | |
5 | ματι, ὅσον ἂν βλάψαις παθών 〈τι〉 πάντα τὰ πρά‐ γματα. | |
6 | (29) 〈...〉 ποιητέον δ’ ἐστὶν καὶ ἐμβολὰς | |
6 | εἰς τὰ με‐ ταπύργια τῷ ἀχρειοτάτῳ τῶν μεγάλων σκα‐ φῶν, ἐὰν ᾖ τόπος ἀγχιβαθὴς καὶ προβλῆτας ἔχων κακαὶ τὸ τεῖχος κατὰ ταῦτ’ ᾖ ἀσθενὲς καὶ ἁ‐ | |
10 | λώσιμον, ἐὰν πέσῃ. (30) Δεῖ δὲ καὶ ταῖς ὑπορύξεσι τῶν τειχῶν λα‐ θραίοις χρᾶσθαι καθάπερ καὶ νῦν χρῶνται 〈οἱ〉 μεταλλεύοντες· (31) ἐὰν δὲ ἀντιμεταλ‐ | |
13 | λευόντων τῶν ἔνδοθεν συντρηθῇ ἢ εἰς λεπτὸν συνέλθῃ | |
15 | τὸ ὄρυγμα, χρηστέον ἐστὶ τοῖς βουπόροις καὶ τοῖς | |
γαισοῖς καὶ ταῖς ζιβύναις καὶ τοῖς τρισπι‐ θάμοις καταπάλταις καὶ τοῖς διμναίοις πε‐ τροβόλοις· (32) καὶ καπνιστέον τοὺς ἐν τοῖς μετάλ‐ λοις ὄντας· (33) κοινὰ δέ ἐστιν ἀμφοτέρων | ||
19 | ταῦτα καὶ | |
20 | τῶν πολιορκουμένων καὶ τῶν πολιορκούντων. (34) ἵνα δὲ μὴ ἐμπίπρηται μήτε τὰ μηχανή‐ ματα μήτε αἱ ἐπιβάθραι μήτε αἱ χελῶναι, ταῖς σιδηραῖς καὶ χαλκαῖς χρηστέον ἐστὶ 〈λεπίσι〉 | |
23 | καὶ ταῖς μο‐[Omitted graphic marker] λιβδαῖς κεραμίσι καὶ τῷ φύκει διερῷ εἰς | |
25 | δίκτυα ἐμβαλόντα καὶ τοῖς σπόγγοις νοτεροῖς καὶ τοῖς κῳδίοις ὄξει βρέξαντα ἢ ὕδατι. (35) ἢ ἰξῷ ἢ τῷ αἵματι τέφραν μίξαντα ἀλείφειν τὰ ξύ‐ λα, ᾗ μάλιστα πῦρ οἴει προσπεσεῖσθαι. (36) ποιοῦνται δὲ αἱ γερροχελῶναι ἐκ τῶν | |
30 | πλεχθέντων γέρρων ἄνωθεν ἐς ὀξεῖαν γω‐ νίαν συγκλεισθέντων πρὸς ἄλληλα, ὡσαύτως δὲ καὶ ἐκ τῶν πρόσθεν· (37) εἶτα βυρσῶν περιτα‐ θεισῶν καὶ δοκίδων κάτωθεν μὲν ἐκ τῶν πλα‐ γίων τετραγώνων συμπαγεισῶν, ἔνδοθεν δὲ | |
35 | στρογγύλων ὑποτεθεισῶν οὐ χαλεπῶς ὑπὸ τῶν στρατιωτῶν προφέρονται διὰ τὸ μηδὲ βάρος ἔχειν πολύ. | |
37 | (38) αἱ δ’ ἐπὶ τῶν λέμβων χελῶναι κατασκευάζονται περιφερεῖς ἄνωθεν ἐκ σανίδων ἰσχυρῶν συμπηγνύμεναι, ὑπόφαυσιν | |
40 | κάτωθεν ἔχουσαι, ὅθεν οἱ λιθοβόλοι ἀφίενται. (39) αἱ δὲ χωστρίδες τὰ μὲν ἄλλα παραπλη‐ | |
41 | σίως· τρο‐ χοὺς δὲ ἔχουσαι 〈κατάφρακτοι καὶ〉 καταστεγεῖς | |
42 | ἔμπροσθεν γίνονται, ἵνα οἱ χωννύοντες ἐξ αὐτῶν τὰς τάφρους μὴ τιτρώσκωνται. (40) αἱ δὲ κριοφόροι οὐδέτερον | |
44 | ἔχουσι | |
45 | τούτων ἐκ τοῦ πρὸς τοὺς ἐναντίους, ὑπότροχοι δὲ ποιοῦνται, καὶ περιφερεῖς οὕτως ἔμπρο‐ σθεν ἐνδέσεις καὶ ἀντίτονα ἔχουσαι 〈... (41) δεῖ δὲ〉 πρὸς τὰ ἐπιρριπτούμενα ἀμφίβληστρα ἢ τοὺς κοντοὺς [τοὺς] πλαγίους παραβάλλειν | |
99(50) | ἢ ταῖς λαμπάσιν ὑφάπτειν αὐτὰ 〈ἢ〉 [ἀντὶ τῶν ἐγ‐ χειριδίων] ξιφοδρέπανα ἔχοντα ἐπικόπτειν· (42) ἔστι | |
100 | δὲ ταῦτα χρήσιμα καὶ πρὸς τὰς ἀναβάσεις καὶ πρὸς τὰς τῶν σκελῶν ὑποτμήσεις· (43) πρὸς δὲ τοὺς ἀφιεμένους τροχοὺς καὶ λίθους τὰς γερροχελώνας ὑφιέναι, πρὸς δὲ τὰ κερά‐ | |
5 | μια καὶ τὰ κρυπτόμενα ὀρύγματα τοῖς σει‐ ρομάσταις χρῆσθαι· (44) πρὸς δὲ τὰς βόθροις | |
6 | ἐπιτιθεμένας θύρας καὶ τοὺς τριβόλους τοὺς καταβαλλο‐ μένους ἐνδρομίδας ἔχοντας ὑποβαίνειν καὶ | |
τὰς μὲν προπειράζοντας ταῖς δικέλλαις ἀνα‐ | ||
10 | σκάπτειν, τοὺς δὲ τοῖς κηπουρικοῖς κτεσὶν ἀνα‐ καθαίρειν· (45) πρὸς δὲ τὰς ὠρυγμένας τάφρους ἐπιβάθρας ἐπιβάλλειν· (46) πρὸς δὲ τοὺς προ‐ βαλλομένους λίθους χεῖρας σιδηρᾶς ἐπιρρι‐ πτοῦντας ὀνεύειν· (47) πρὸς δὲ τοὺς κατακρημνω‐ | |
15 | μένους τριβόλους καὶ δοκίδας καὶ τοὺς προ‐ τιθεμένους φορμοὺς τοῖς δρεπάνοις χρῆσθαι· (48) πρὸς δὲ τοὺς κριοὺς καὶ τὰ δρέπανα καὶ τοὺς κόρακας τοῖς ἐνετῆρσι καὶ ταῖς κεραίαις καὶ τοῖς περιβαλλομένοις βρόχοις καὶ τοῖς λοιποῖς | |
20 | κρίκοις· (49) πρὸς δὲ τοὺς πυροφόρους καὶ τοὺς τρι‐ βόλους τοὺς καιομένους καὶ τὰς λαμπάδας καὶ τὰς ἀνθυπορύξεις τοῖς εἰρημένοις· (50) τὰς δὲ παλιούρους σκάπτοντας εἰς 〈τὸ〉 τὰ τέλματα κατα‐ χωννύναι, τὰς δ’ 〈αἱμασιὰσ〉 ἐκκόπτοντας εἰς τὰς | |
24 | ἐγχώσεις τῶν | |
25 | τάφρων καταχρῆσθαι· | |
25 | (51) πρὸς δὲ τὰς τῶν πετροβό‐ λων εἰς τὰς στοὰς γινομένας πληγὰς πρὸς μὲν τὰς ἄνωθεν ἐπιβάλλειν γέρρα τριπλᾶ καὶ ἐπ’ αὐτὰ φορμοὺς ἐμπιπλῶντα ἀχύρων ἢ φύκους, πρὸς δὲ τὰς ἐκ τῶν πλαγίων προσ‐ | |
30 | χωννύναι τοὺς τοίχους ἄχρι τῶν γέρρων, πρὸς δὲ τὰς ἄλλας πάσας τοῖς μαλάγμασι χρῆ‐ σθαι· (52) πρὸς δὲ τὰ ἐνιέμενα ὕδατα ἐξαγω‐ γίδας ὀρύσσειν· (53) πρὸς δὲ τὰς ἀποτμήσεις τῶν ἀγκυρείων ἐὰν βαθὺς ὁ τόπος, ἁλύσεις, ἐὰν δὲ | |
35 | τεναγώδης, τὰς ἀγκύρας τῶν πλοίων χῶναι κα‐ θέξουσιν· | |
36 | (54) πρὸς δὲ τὰς ἐκτρυπήσεις τῶν νεῶν | |
κύκλῳ φύλακας καταλειπτέον καὶ τὰς σα‐ [Omitted graphic marker]νίδας παρορμιστέον, ἐξ ὧν ἔχοντας τριόδον‐ τας τηρεῖν τοὺς ὑποδενδρυάζοντας· | ||
39 | (55) πρὸς δὲ | |
40 | τὰς ὑποχώσεις καὶ τὰς ἐν τῇ τῇ γινομένας ἀνακαθάρσεις τῶν πιπτόντων λίθων ἀπὸ τῶν τοίχων καὶ τῶν προτειχισμάτων χρήσιμα ἐστιν | |
42 | ἐκ μὲν θαλάσσης 〈τὰ ἀντλητήρια〉 οἷς ἀνακαθαίρουσι | |
43 | τοὺς λιμένας καὶ σιδηραῖ ἁρπάγαι· (56) ἐκ γῆς δέ, ὅταν ὑποτάξω‐ | |
45 | σι πρὸς τὰ πτώματα, αἱ χωστρίδες χελῶναι καὶ οἱ μοχλοὶ καὶ αἱ δίκελλαι καὶ αἱ ἅμαξαι. (57) ἐὰν δέ τινος τῶν μηχανημάτων ἡ πρὸς τοὺς πολεμίους καθήκουσα πλευρὰ πέσῃ, στρέ‐ ψαντας δεῖ πρὸς τοὺς ἐναντίους τὴν ὑγιῆ | |
100(50) | τὴν τετριμμένην ἐπισκευάζειν· (58) πρὸς δὲ τὰ | |
ἄλλα συμπτώματα ἐκ τούτων αὐτῶν δεῖ ἐν‐ | ||
101 | θυμουμένους αἰεί τι μηχανᾶσθαι μὴ ἀνοή‐ τως. | |
2 | (59) καὶ ἐὰν μὲν πολὺν χρόνον μέλλῃς πο‐ λιορκεῖν τὴν πόλιν, δόξαν ἐμποίει τοῖς πολε‐ μίοις ὡς ὀλίγον χρόνον πολιορκήσων, ἵνα δα‐ | |
5 | ψιλῶς ἀναλίσκωσι τὰ πρὸς τὴν τροφὴν ἀνή‐ κοντα καὶ μὴ παρασκευάζωνται πρὸς τὰς ἐσο‐ μένας προσβολὰς μηδὲ βοήθειαν μεταπέμ‐ πωνται· (60) ἐὰν δὲ πολιορκῇς, ὡς πολὺν χρόνον προσκαρτερήσων ἀπείλει, ἵνα φοβηθέντες τὸ | |
10 | μέλλον θᾶττον ἡμῖν συγχωρήσωσιν ὃ βουλόμε‐ θα. | |
11 | (61) πειρῶ δὲ καὶ τὴν ἔνδον οὖσαν λείαν | |
11 | 〈καὶ〉 ἐὰν ὑποζύγιά τινα ᾖ, παρελέσθαι, ἢ ἐξαγοράσαι ὡς ἐλαχίστου μάλιστα δύνῃ, ἢ ἐν ταῖς γινο‐ μέναις ἀνοχαῖς πρόφασίν τινα λαβὼν πιθα‐ | |
15 | νὴν μηκέτι εἰσελάσαι ἄφες μὴ φυ‐ λάσσων τοὺς τόπους τούτων ᾗ ἐξελαύνοντες βοσκήσουσιν, ἀλλ’ ἔασον αὐτοὺς ἔξω νέμειν καὶ ἔπει〈τ’ ἐπιδραμὼν〉 [τὴν ἐνέδραν] ἢ ἐνέδραν | |
18 | κατασκευάσας ἀποτεμόμενος κυρίευσον αὐτῶν· | |
20 | (62) οὐθὲν γὰρ ἀναλίσκει τῶν ἐν τῇ πολιορ‐ κίᾳ χρησίμων ὄντων, ἀλλ’ ἢ ἄχυρον ἢ χόρ‐ τον, οἷς εἰς οὐθὲν ἄλλο, εἰς δὲ τὰ βοσκήματα χρῶνται· (63) πρὸς ὑγίειαν δὲ καὶ τροφὴν μεγάλα συμβάλλεται διά τε τοῦ γάλακτος καὶ κατα‐ | |
25 | κοπέντων καὶ πωλουμένων τῶν κρεῶν· | |
25 | (64) ἔτι δὲ τὰ δέρματα αὐτῶν πρὸς τὰ μηχανήματα καὶ τοὺς κριοὺς καὶ ὅσα ἐστὶ τοιαῦτα χρήσιμα γίνεται. | |
(65) μὴ φείδου δὲ χρημάτων μήτε κατὰ δω‐ ροδοκίαν μήτε κατὰ τὰς ἄλλας δαπάνας· | ||
30 | ἑλὼν γὰρ τὴν πόλιν πολλαπλάσια λή‐ ψῃ. | |
31 | (66) καρβάτιναι δέ σοι οἰκίαι 〈παρασκευασ‐ | |
31 | τέαι〉 καὶ ἐκ τῶν καρβατίνων βάλλοντες καὶ οἱ λιθοβόλοι καὶ οἱ τοξόται καὶ οἱ σφενδονῆται ὡς πλεῖστοι καὶ ἄριστοι κατὰ τὰς προσβολὰς ἔστωσαν | |
35 | ἐνεργοῦντες, ἵνα 〈μὴ〉 τραυματίζωνται· (67) διοί‐ | |
35 | σει γὰρ οὐδὲν ἢ τελευτᾶν ἢ ἀχρείους γίνεσθαι τοὺς κιν‐ δυνεύοντας· (68) καὶ αὐτὸς ἐκτὸς βέλους ὢν ἢ ἀσφαλῶς παραπορευόμενος παρακάλει τοὺς στρατιώτας καὶ τοὺς μὲν ἀγαθοὺς γινομένους ἄν‐ | |
40 | δρας ἐπαίνει τε καὶ τίμα, τοὺς δὲ κακοὺς λοι‐ δόρει τε καὶ κόλαζε· (69) οὕτως γὰρ ἂν ἄριστα κινδυνεύσειαν οἱ στρατιῶται πάντες. | |
42 | (70) ἁλισκο‐ μένης δὲ τῆς πόλεως φοβοῦ μὴ εἰς διαρ‐ παγὴν ὁρμήσαντες οἱ στρατιῶται αὐτοί τε ὑφ’ | |
45 | ἑαυτῶν καὶ ὑπὸ τῶν ἐναντίων παραπόλωνται ἢ πάλιν ἐκβληθῶσιν ἐκ τῆς πόλεως ἢ κα‐ τασχόντες αὑτοῖς δυσμενεῖς καὶ ἀχρείους πρὸς τὰς λειτουργίας καὶ τὰς εἰσφορὰς ποιήσωσι τοὺς πολίτας καὶ γένηται μάταιος ὁ πόνος διαρπα‐ | |
101(50) | σθέντων τῶν χρημάτων καὶ μῖσος ποιησάμενος | |
101(50) | μήτε τὰς σιταρκίας ἔχῃς ἀναδιδόναι τοῖς στρατιώταις | |
102 | μήτε ὠφέλεια μηδ’ ἥτις οὖν σοι γένηται τούτου | |
συμβαίνοντος. (71) καταλαμβάνειν δ’ ἐν ταῖς ἁλώσεσι μά‐ | ||
3 | λιστα δεῖ τὰ τείχη καὶ τὴν ἀκρόπολιν καὶ τὴν ἀγορὰν | |
4 | καὶ τὸ | |
5 | στρατήγιον καὶ ἐάν τις ᾖ ἄλλος τόπος ἰσχυρός· ἐὰν δὲ ἐλάττων ᾖ ἡ δύναμις, [εἰς] τοὺς πύργους | |
6 | καὶ τὸν ἐπικαιρότατον τόπον, ἵνα μὴ πάλιν ἐκπέσῃ τῆς πόλεως. (72) ἐὰν δὲ μὴ δύνῃ πολιορκῶν κατὰ κρά‐ | |
9 | τος λα‐ | |
10 | βεῖν τὴν πόλιν διὰ τὸ ἰσχυρὰν εἶναι αὐτὴν πάν‐ | |
10 | τοθεν, ἐπιχειρητέον ἢ κατὰ 〈κλοπὴν ἢ〉 προδοσίαν ἢ | |
11 | λιμὸν αὐτὴν ἑλεῖν· (73) κατὰ κλοπὴν μὲν νυκτὸς ἢ τὰς σκυ‐ | |
12 | τίνας κλίμακας προσθέντας αἳ ῥάπτονται καθάπερ οἱ ἀσκοὶ καὶ ὑπαλοιφῇ κατὰ τὰς ῥαφὰς ὑποστε‐ | |
15 | γνωθεῖσαι φυσῶνται, εἶτα προστιθέντα ἐπὶ ταῖς | |
15 | στυπ‐ πίναις κλίμαξιν αἳ κατασκευάζονται διὰ πλοκῆς καὶ ῥαφῆς, καὶ πρὸς τὰ πέρατα αὐτῶν ἄγκιστρα προσ‐ άπτοντα, ἵνα ἐπιρριπτουμένων τῶν ἄκρων ἐπι‐ λαμβάνηται τῶν προμαχώνων· (74) ἢ τοῖς σιδη‐ | |
19 | ροῖς πασ‐ | |
20 | σάλοις, οἳ στομωθέντες καὶ ὀξυνθέντες καὶ εἰς | |
20 | τὰς πέ‐ τρας κατὰ τὰς διαφύσεις καὶ εἰς τοὺς λιθίνους | |
21 | τοίχους κατὰ τὰς συμβολὰς καὶ εἰς τοὺς πλινθίνους ἐγ‐ | |
22 | κόπτονται σιδηραῖς σφύραις ὑπὸ τῶν ἀναβαινόντων· (75) 〈ἢ〉 | |
23 | τοῖς ἀγ‐ κίστροις τοῖς σιδηροῖς, ἅπερ ἐπὶ καλῳδίων 〈πρὸς | |
24 | τὰς ἐπάλξεισ〉 ἐπιρρι‐ | |
25 | πτοῦνται ἅμματα ἐχόντων, ὥστε μὴ χαλεπῶς | |
25 | καὶ κατὰ ταῦτα ἔχειν ἀναβαίνειν τοὺς στρατιώτας ἐθισ‐ | |
26 | θέντας, καθάπερ Αἰγύπτιοι ποιοῦσιν αὐτό. | |
27 | (76) κατὰ δὲ [τὴν] προδο‐ σίαν ἢ μεταπεμψάμενός τινα τῶν ἔνδοθεν ὡς δια‐ λεξόμενον περὶ διαλλαγῶν ἢ δι’ ἐπιστολῶν ἀφα‐ | |
29 | νῶν | |
30 | κήρυκας ἢ πρεσβευτὰς εἰσπέμπων καὶ σύμβολα δι‐ δοὺς καὶ χρήματα. (77) γράφονται δ’ αἱ ἐπιστο‐ | |
31 | λαὶ εἰς καυ‐ σίαν καινὴν 〈ἢ〉 εἰς τὸν χρῶτα κηκῖδος θλασθεί‐ | |
32 | σης καὶ ὕ‐ δατι βραχείσης· ξηρανθέντα δὲ τὰ γράμματα ἄ‐ δηλα γίνεται, χαλκοῦ δὲ ἄνθους τριφθέντος ὥσπερ | |
35 | ἐν ὕδατι τὸ μέλαν καὶ ἐν τούτῳ σπόγγου βρα‐ | |
35 | χέντος, ὅταν ἀποσπογγισθῇ τούτῳ, φανερὰ γίνεται. (78) ἢ | |
36 | εἰς ὑ‐ μένα γραφείσης, εἶτα διπλῆς οὔσης τῆς καυσίας εἰς τὸ ἀνὰ μέσον τεθείσης τῆς στεφάνης καὶ ἑτέρας | |
38 | 〈ἐπι〉κολλη‐ θείσης· (79) ἢ ἀνὰ μέσον τῶν ὑποδημάτων τοῦ | |
39 | ἐμβλήματος | |
40 | καὶ τοῦ κασσύματος ῥαφείσης· (80) ἢ εἰς κύστιν | |
40 | ὧν βούλεταί 〈τισ〉 γραφέντων, εἶτα εἰς λήκυθον καινὴν σύμ‐ | |
41 | μετρον τῇ κύστει τεθείσης, εἶτα βρεχθείσης καὶ μετὰ ταῦτα φυσηθείσης καὶ ὑποσταλείσης 〈...〉 πρὸς τὸ ἔσω | |
43 | στόμα κόλλῃ καταλειφθέντος καὶ ἐλαίου ἐγχυθέντος, ἵν’ | |
44 | ἄδη‐ | |
45 | λος ᾖ ἐπιστολὴ γένηται, τοῦτον τὸν τρόπον | |
45 | εἰσπέμπειν· (81) ὁ γὰρ λαβὼν τὴν λήκυθον [τρόπον εἰσ‐ | |
46 | πέμπειν] ῥᾳδίως γνώσεται τὰ γε‐ γραμμένα. (82) πολλοὶ δὲ καὶ ἄλλοι τρόποι εἰσὶ | |
47 | τῶν κρυ‐ φαίως ἀποστελλομένων γραμμάτων, ὡς δηλώσο‐ | |
48 | μεν ἐν τῷ εἴδει τῷ περὶ ἐπιστολῶν τῶν κρυφαίως ἀπο‐ | |
102(50) | στελλομένων. (83) ἐὰν δὲ μὴ καθαιρεθῶσιν ὑπὸ | |
102(50) | τῶν οὕτως πεμπομένων γραμμάτων, ἄλλας πέμπε πρὸς τοὺς | |
103 | ἡγουμένους τῶν πραγμάτων ὑπισχνούμενος δωρεὰς μεγίστας καὶ χρήματα· αἳ καταφανεῖς γινόμεναι τοὺς μὲν στασιάζειν ποιήσουσιν 〈...〉 (84) κατὰ δὲ λιμὸν περιχαρακώσας καὶ τόπον | |
4 | ἰσχυ‐ | |
5 | ρὸν περιτειχίσας τινὰ τῇ πόλει καὶ φύλακας ἀ‐ σφαλεῖς ἐπ’ αὐτῷ κατασκευάσας, οἳ κωλύσουσι μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν μηδὲν εἰσ‐ κομίζεσθαι. (85) ταῦτα δὲ ποιήσας γίνου πρὸς | |
8 | τοῖς ἄλλοις πράγμασι καὶ λήψῃ τὴν πόλιν ἢ τῷ | |
10 | πολέμῳ κατορθώσας ἢ ἐκθλίψας λιμῷ, καὶ οὐθὲν καθυστερήσεις τῶν πράξεων. (86) ἐὰν δὲ βοήθειάν τινα προσδέχῃ παρα‐ | |
12 | σκευά‐ | |
σασθαι τοῖς ἐναντίοις, ἐὰν μὲν καταδεεστέραν δύναμιν ἔχῃς, διάλυσαι τὴν ταχίστην ἐὰν βού‐ | ||
15 | λωνται χρήματα λαβὼν ὡς ὅτι πλεῖστα ἀναζευ‐ γνύων πρὸς τὸ πλησιάσαι τοὺς πολεμίους· (87) ἐὰν | |
16 | δὲ μὴ διδῶσιν, λεηλατήσας καὶ κακώσας τὴν χώραν | |
17 | αὐ‐ τῶν ἀπαλλάττου πρόνοιαν ποιούμενος, ὅπως ἀσφαλῶς ἀπάξεις τὸ στρατόπεδον. (88) ἐὰν δὲ | |
19 | παρα‐ | |
20 | πλησίαν ἢ κρείττω δύναμιν ἔχῃς καὶ κατὰ γῆν προσδέχῃ τοὺς πολεμίους, τῇ χαρακώσει καὶ τῇ | |
21 | τάφρῳ καὶ τῇ τειχοποιίᾳ πάντοθεν ὡς ἀσφαλέστατα παρασκευασάμενος ὑπόμενε, τὴν χρείαν καὶ τὸν χόρτον καὶ τὸν σῖτον καὶ τὸν οἶνον καὶ ὅσα ἄλλα | |
24 | τροφῆς ἐστιν ἐχό‐ | |
25 | μενα πρὸς τὸ στρατόπεδον προσαγόμενος· (89) | |
25 | καὶ τάφρῳ καὶ χάρακι περιβαλὼν αὐτὸ τὰ μὲν ἱκα‐ νὰ κατάλειπε, τὰ δὲ 〈περιττὰ ὄς’ ἂν δύνῃ〉 ἀπό‐ | |
27 | δου, τὰ δὲ ἄλλα τοῖς στρατιώταις εἰς τὰ τάγματα διάδος· (90) τὸν δὲ | |
28 | κατά‐ λοιπον χόρτον καὶ σῖτον ὅσον ἂν μὴ δύνη προσ‐ | |
30 | κομίσαι, 〈τὸν μὲν χόρτον〉 κατάκαυσον· (91) τὸν | |
30 | δὲ σῖτον διάφθειρον τοῖς θανασίμοις φαρμάκοις, ὡσαύτως δὲ καὶ τὰ ὕ‐ δατα, ὅταν ἐγγίσωσιν οἱ πολέμιοι· (92) τίνα δὲ | |
32 | ταῦτά ἐστιν, ἐν τοῖς Παρασκευαστικοῖς ἡμῖν δεδήλωται. (93) διαπραξάμενος δὲ ταῦτα ὡς ἰσχυροτά‐ | |
34 | τους φύ‐ | |
35 | λακας κατάστησον· (94) καὶ τῆς μὲν νυκτὸς ἐκ‐ | |
35 | κοιτίαι γινέσθωσαν, τῆς δ’ ἡμέρας σκόπει ἐν τοῖς ἐπιτηδείοις τόποις· (95) καὶ κατασκόπους ἀπό‐ | |
37 | στελλε βελτίστους καὶ ἔμφρονας, ἵνα μὴ λάθωσι παρελ‐ θόντες τινὲς 〈τὸ〉 τῶν ἐναντίων πλῆθος ἐγγίσαν· | |
39 | (96) καὶ | |
40 | πειρῶ πρῶτον τοὺς στρατηγοὺς ἢ τοὺς ἡγεμόνας φθεῖραι χρήματα διδοὺς καὶ δωρεὰς ὑπισχνού‐ μενος· (97) οὕτως γὰρ ἐὰν κρίνῃ, γίνεται νικᾶν καὶ οὐδέν ἐστιν ἕτερον στρατήγημα τοιοῦτον· | |
43 | (98) καὶ τὰ χρήματα ἐκ τῶν πολιορκουμένων ἔσται τῆς πό‐ | |
45 | λεως ληφθείσης. (99) ἐὰν δὲ μὴ δύνῃ δεκάσαι | |
45 | τοὺς ἡ‐ γουμένους τοῦ στρατοπέδου, ἐνέδρας κατασκευά‐ σας ἢ τόπους ἐπιτηδείους προκαταλαβόμενος ἐπί‐ θου καταστρατοπεδεύουσιν αὐτοῖς νυκτὸς πρὸ | |
48 | τοῦ 〈δίδοσθαι〉 τάφρου ἐπιλαβέσθαι 〈ἢ〉 χάρακα θέσθαι τοῖς βοη‐ | |
103(50) | θοῦσιν· (100) οὗτοι γὰρ οἱ καιροὶ τοὺς ἀντιπάλους χειροῦνται. | |
104 | (101) ἐὰν δὲ κατὰ θάλασσαν μέλλῃς διακιν‐ | |
1 | δυνεύειν, χῶσον ἐὰν ᾖ δυνατὸν τὸ στόμα τοῦ λιμένος· εἰ δὲ μή, φράξον ταῖς ὁλκάσιν 〈ἢ〉 ὅσοις ἂν ἔχῃς ἐπι‐ τηδείοις πρὸς ταῦτα πλοίοις, καὶ παράζευξον | |
5 | σχεδίαν ἐκ τῶν ὑπαρχόντων ξύλων κατα‐ σκευάσας. (102) καὶ τήρει τοὺς φρυκτοὺς μάλιστα τῆς νυκτός, μή σε λάθωσιν οἱ βοηθοῦντες κατὰ τὸ ἐκτὸς τῆς θαλάσσης μέρος τῆς πόλεως παρεμ‐ πεσόντες. (103) ἐὰν δὲ τύχῃς ἔχων μικρῷ κα‐ | |
9 | ταδεεστέ‐ | |
10 | ραν δύναμιν ναυτικήν, ἐπὶ τὰ καταστρώματα | |
λαβόντα τοὺς ἀρίστους καὶ ἐμπειροτάτους τῶν στρα‐ [Omitted graphic marker]τιωτῶν, παραγγείλαντα μήτε ἀκρωτηριάζειν μήτε ἀναβαίνειν ἐπὶ πολεμίαν ναῦν μηδεμίαν, ἀλλὰ τῷ χαλκώματι χρᾶσθαι, ναυμαχητέον | ||
15 | ἐστὶ πρὸς αὐτούς, ποιήσαντα μηνοειδὲς σχῆμα καὶ τὰς ἐπίπλους καὶ τὰς εὐπροσόδους καὶ τὰς ἄριστα πλεούσας τῶν νεῶν ἐπὶ τὰ κέρατα τά‐ ξαντα, τὰ δὲ ἄφρακτα καὶ τὰ ὑπηρετικὰ εἰς μέσον πρὸς τῇ σχεδίᾳ. (104) εἶθ’ ὅταν ἐγγίσωσι, τοῖς | |
20 | πυροφόροις καὶ τοῖς ἡμμένοις τριβόλοις καὶ ταῖς | |
20 | λαμπάσι καὶ τῇ πίσσῃ ἅπτε ἐὰν ἔχῃς· (105) καὶ τοῖς λιθοβόλοις καὶ τοῖς ὀξυβελέσι καὶ τοῖς ἄλλοις βέλεσιν ὡς πλεί‐ στοις χρώμενον κακοῦν δεῖ τοὺς ἐπιβάτας καὶ συντρίβειν καὶ ἐμπιπράναι τὰ τῶν ἐναν‐ | |
25 | τίων σκάφη τύπτοντα ἐκ τῆς γῆς καὶ ἀπὸ τῶν μηχανημάτων καὶ ἀπὸ τῶν ἄλλων πλοίων, κα‐ ταρράξαντα αὐτοὺς ὡς μάλιστα, ἐάν τί που | |
βιάζωνται. (106) ἐὰν δὲ ὑπομένωσιν, ἔξω τὸν κίν‐ δυνον ἀπὸ ἀμφοτέρων ποιούμενον τῶν κερά‐ | ||
30 | των συναγαγόντα. | |
30 | (107) ναυμαχητέον οὕτως ἐστίν· τὰς μὲν πλαγίας λαμβάνων καταδύσεις, τὰς δὲ ἀν‐ τιπρώρους κινδυνευούσας συντρίψεις καὶ ἐμ‐ πρήσεις, καθάπερ εἴρηται· (108) ἐὰν δὲ λάβῃς ἀτά‐[Omitted graphic marker] κτως φερομένας ἢ ἱστιοδρομούσας, ἐπιπλεύσας | |
35 | ἐν τάξει παντὶ τῷ στόλῳ τὰς μὲν ἀμυνομένας πειρῶ καταδύνειν καὶ καταπιμπράναι· (109) τὰς δὲ φευγούσας ὅταν καταλαμβάνῃς, τὰ πηδάλια συντρίβων καὶ τὸν ταρσὸν παρασύρων εἰς τὴν γῆν κάταγε· (110) ἐὰν δὲ μὴ ἔχῃς ναῦς, τῷ πυρὶ | |
39 | καὶ τοῖς | |
40 | βέλεσι χρώμενος κώλυε αὐτοὺς 〈ἀπάλλαξιν〉 | |
40 | ποιήσασθαι· (111) τοῦ‐ τον ἄν τις τὸν τρόπον πολιορκῶν τὰς πόλεις ἂν λαμβάνοι μάλιστα μηθὲν αὐτὸς ἀνήκεστον | |
42 | παθών. |