TLG 1599 001 :: PHILO :: Belopoeica

PHILO Mech.
(Byzantius: 3–2 B.C.)

Belopoeica

Source: Diels, H., Schramm, E. (eds.), Philons Belopoiika [Abhandlungen der preussischen Akademie der Wissenschaften, Philosoph.–hist. Kl., no. 16] Berlin: Reimer, 1919: 7–68.

= Mathematica syntaxis, liber 4

Citation: Thevenot page — (line)

T

ἘΚ ΤΩΝ ΦΙΛΩΝΟΣ ΒΕΛΟΠΟΙΙΚΩΝ
ΛΟΓΟΣ Δ.

49

1. Φίλων Ἀρίστωνι χαίρειν· τὸ μὲν ἀνώτε‐ ρον ἀποσταλὲν πρὸς σὲ βιβλίον περιεῖχεν ἡμῖν τὰ λιμενοποιικά· νῦν δὲ καθήκει λέγειν, καθότι τὴν ἐξ ἀρχῆς διάταξιν ἐποιησάμεθα
5πρὸς σέ, περὶ τῶν βελοποιικῶν, ὑπὸ δέ τινων ὀργανοποιικῶν καλουμένων. εἰ μὲν οὖν συνέβαι‐ νεν ὁμοίᾳ μεθόδῳ κεχρῆσθαι πάντας τοὺς πρό‐ τερον πεπραγματευμένους περὶ τοῦ μέρους τού‐ του, τάχα ἂν οὐθενὸς ἄλλου προσεδεόμεθα πλὴν
10τοῦ τὰς συντάξεις τῶν ὀργάνων ὁμολόγους οὔσας ἐμφανίζειν. ἐπεὶ δὲ διηνεγμένους ὁρῶμεν οὐ μόνον ἐν ταῖς πρὸς ἄλληλα τῶν μερῶν ἀναλο‐ γίαις, ἀλλὰ καὶ ἐν τῷ πρώτῳ καὶ ἡγουμένῳ στοι‐ χείῳ, λέγω δὲ τῷ τὸν τόνον μέλλοντι δέχε‐
14σθαι τρή‐
15ματι, καλῶς ἔχον ἐστὶν περὶ μὲν τῶν ἀρχαίων παρεῖναι, τὰς δὲ τῶν ὕστερον παραδεδομένας
16
μεθό‐ δους περὶ τῆς καθόλου τέχνης δυναμένας ἐπὶ
17
τῶν ἔργων τὰ δέοντα ποιήσειν ταύτας ἐμφανίζειν.
18
2. ὅτι μὲν οὖν συμβαίνει δυσθεώρητόν τι τοῖς πολλοῖς καὶ ἀτέκμαρτον
19ἔχειν τὴν
20τέχνην, ὑπολαμβάνω μὴ ἀγνοεῖν σε· πολλοὶ γοῦν ἐνστησάμενοι κατασκευὴν ὀργάνων ἰσομεγεθῶν καὶ χρησάμενοι τῇ τε αὐτῇ συντάξει καὶ ξύλοις

50

ὁμοίοις καὶ σιδήρῳ τῷ ἴσῳ οὐδὲ τὸν σταθμὸν αὐτὸν μεταβάλλοντες, τὰ μὲν μακροβολοῦντα καὶ εὔτονα
ταῖς πληγαῖς ἐποίησαν, τὰ δὲ καθυστεροῦντα τῶν εἰρημένων· καὶ ἐρωτηθέντες, διὰ τί τοῦτο7
5συνέβη, τὴν αἰτίαν οὐκ εἶχον εἰπεῖν· ὥστε τὴν ὑπὸ Πολυκλείτου τοῦ ἀνδριαντοποιοῦ ῥηθεῖσαν φωνὴν οἰκείαν εἶναι τῷ μέλλοντι λέγεσθαι· τὸ γὰρ εὖ παρὰ μικρὸν διὰ πολλῶν ἀριθμῶν ἔφη γί‐ νεσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ ταύτης
9τῆς τέ‐
10χνης συμβαίνει διὰ πολλῶν ἀριθμῶν συντελου‐ μένων τῶν ἔργων μικρὰν ἐν τοῖς κατὰ μέρος παρέκ‐ βασιν ποιησαμένους μέγα συγκεφαλαιοῦν ἐπὶ πέρας ἁμάρτημα· διό φημι δεῖν προσέχον‐ τας μεταφέρειν τὴν ἀπὸ τῶν ἐπιτετευγμένων ὀργά‐
15νων σύνταξιν ἐπὶ τὴν ἰδίαν κατασκευήν, μάλι‐ στα δέ, ὅταν τις εἰς μεῖζον μέγεθος αὔξων τοῦτο βούληται ποιεῖν καὶ ὅταν εἰς ἔλασσον συναιρῶν. καὶ περὶ μὲν τούτων μὴ ἀγνοήσειν ὑπο‐ λαμβάνομεν 〈τοὺς χρωμέν〉ους τῇ ῥηθείσῃ συμ‐
19βουλίᾳ· περὶ δὲ
20τῶν ἐξ ἀρχῆς ῥητέον.
20
3. ἐπεὶ φὰρ τῶν ἀρχαίων τινὲς ηὕρισκον στοιχεῖον ὑπάρχον καὶ ἀρχὴν καὶ μέτρον τῆς τῶν ὀργάνων κατασκευῆς τὴν τοῦ τρήμα‐
22
τος διά‐ μετρον· ταύτην δ’ ἔδει μὴ ἀπὸ τύχης μηδὲ εἰ‐ κῇ λαμβάνεσθαι, μεθόδῳ δέ τινι ἑστηκυίᾳ καὶ ἐπὶ
25πάντων τῶν μεγεθῶν δυναμένῃ τὸ ἀνὰ λόγον
25
ὁμοίως ποιεῖν. οὐκ ἄλλως δὲ ἦν ταύτην λαβεῖν, ἀλλὰ ἐκ πείρας αὔξοντάς τε καὶ συναιροῦντας τὸν τοῦ τρήματος κύκλον. τούς γ’ οὖν ἀρχαίους μὴ
ἐπὶ πέρας ἀγαγεῖν ὡς λέγω μηδὲ συνστήσασθαι8
30τὸ μέγεθος, οὐκ ἐκ πολλῶν ἔργων τῆς πείρας γεγενημένης, ἀκμὴν δὲ ζητουμένου τοῦ πράγ‐ ματος· τοὺς δὲ ὕστερον ἔκ τε τῶν πρότερον ἡμαρτημένων θεωροῦντας καὶ ἐκ τῶν μετὰ ταῦτα πειραζομένων ἐπιβλέποντας εἰς ἑστηκὸς στοιχεῖον
35ἀγαγεῖν τὴν ἀρχὴν καὶ ἐπίστασιν τῆς κατα‐ σκευῆς, λέγω δὲ τοῦ κύκλου τὴν διάμετρον τοῦ τὸν τόνον δεχομένου. τοῦτο δὲ συμβαίνει ποιῆσαι τοὺς ἐν Ἀλεξανδρείᾳ τεχνίτας πρῴην με‐ γάλην ἐσχηκότας χορηγίαν διὰ τὸ φιλοδό‐
40ξων καὶ φιλοτέχνων ἐπειλῆφθαι βασιλέων. ὅτι γὰρ οὐ πάντα δυνατὸν τῷ λόγῳ καὶ ταῖς ἐκ τῶν μηχανημάτων μεθόδοις λαμβάνεσθαι, πολλὰ δὲ καὶ διὰ τῆς πείρας εὑρίσκεται, φανερὸν μὲν καὶ ἐξ ἄλλων πλειόνων ἐστίν, οὐχ ἥκιστα δὲ καὶ
45ἀπὸ τοῦ μέλλοντος λέγεσθαι.
45
4. τοὺς γὰρ τῶν οἰ‐ κοδομικῶν ἔργων ῥυθμοὺς οὐ δυνατὸν ἦν ἐξ ἀρχῆς συστήσασθαι μὴ πρότερον πείρας προσ‐ αχθείσης, καθ’ ὅτι καὶ δῆλόν ἐστιν ἐκ τῶν ἀρ‐ χαίων καθ’ ὑπερβολὴν ἀτεχνῶν οὐ μόνον

50

(50)

κατὰ τὴν οἰκοδομίαν, ἀλλὰ καὶ ἐν ταῖς κατὰ μέ‐ ρος εἰδοποιίαις. μετετέθη οὖν ἐπὶ τὸ δέον οὐ

51

διὰ μιᾶς οὐδὲ τῆς τυχούσης πείρας. τι‐ νὰ δὲ τῶν κατὰ μέρος ἐν αὐτοῖς ὑπαρ‐ χόντων ἰσοπαχῆ τε ὄντα καὶ ὀρθὰ ἐδόκει μήτε ἰσοπαχῆ μήτε ὀρθὰ εἶναι διὰ τὸ
5ψεύδεσθαι τὴν ὄψιν ἐπὶ τῶν τοιούτων μὴ τὸ ἴσον ἔχουσαν ἀπόστημα· διὰ [τὸ] τῆς πεί‐ ρας οὖν προστιθέντες τοῖς ὄγκοις καὶ ἀφαι‐ ροῦντες καὶ μύουρα ποιοῦντες καὶ παντὶ
τρόπῳ πειράζοντες κατέστησαν ὁμόλογα τῇ9
10ὁράσει καὶ εὔρυθμα φαινόμενα· τοῦτο γὰρ ἦν τὸ προκείμενον ἐν ἐκείνῃ τῇ τέχνη.
11
5. τῆς δὲ βελοποιικῆς ὅρος ἐστὶν τὸ μακρὰν ἀποστέλ‐ λειν τὸ βέλος εὔτονον τὴν πληγὴν ἔχον, περὶ οὗ καὶ τὴν πεῖραν συνέβαινε γίνε‐
15σθαι καὶ τὴν πλείστην ζήτησιν. ἱστορήσο‐ μεν οὖν σοι, καθότι καὶ αὐτοὶ παρειλήφαμεν ἔν τε Ἀλεξανδρείᾳ συσταθέντες ἐπὶ πλεῖον τοῖς περὶ τὰ τοιαῦτα καταγινομένοις τεχνί‐ ταις, καὶ ἐν Ῥόδῳ γνωσθέντες οὐκ ὀλίγοις
20ἀρχιτέκτοσι καὶ παρὰ τούτοις κατανοήσαν‐ τες τὰ μάλιστα τῶν ὀργάνων εὐδοκιμοῦντα σύνεγγυς πίπτοντα τῇ μελλούσῃ μεθόδῳ λέ‐ γεσθαι οὕτως.
23
6. τὸ τοῦ λίθου βάρος, πρὸς 〈ὃ〉 ἂν δέῃ τὸ ὄργανον συστήσασθαι, εἰς μονάδας ἀγα‐
25γεῖν καὶ τοῦ συναχθέντος πλήθους ὅσων 〈ἂν ᾖ〉 μονάδων ἡ 〈κυβικὴ〉 πλευρά, τοσούτων
26
δακτύλων τὴν τοῦ τρήματος διάμετρον ποιεῖν προσθέν‐ τα ἔτι τὸ δέκατον μέρος τῆς εὑρεθεί‐ σης πλευρᾶς· ἐὰν δὲ μὴ ἔχῃ ῥητὴν
30πλευρὰν τὸ βάρος, 〈τὸ〉 ὡς ἔγγιστα λαμβάνειν, καὶ ἐὰν μὲν ὑπεράγῃ, τὸ δέκατον μέρος ἐ‐ λασσοῦν πειρᾶσθαι [τῶ ὡς ἔγγιστα] τῷ κατὰ λό‐ γον, ἐὰν δὲ ἀπολείπῃ, προσθέντα τὸ δέ‐ κατον προσαναπληροῦν. εἰσὶ δ’ αἱ μεθό‐
35δῳ τοιαύτῃ γινόμεναι διάμετροι τρη‐ μάτων τοῦ μὲν δεκαμναίου δακτύλων ια, τοῦ δὲ πεντεκαιδεκαμναίου δακτύλων ιβ ἡ‐ μίσους καὶ τετάρτου, τοῦ δὲ εἰκοσαμναίου
δακτύλων ιδ [ἡμίσους τετάρτου],10
40τοῦ δὲ τριακονταμναίου δακτύλων ιε 𐅵 δ, τοῦ
40
δὲ πεν‐ τηκονταμναίου δακτύλων ιη ἡμίσους τετάρτου, τοῦ δὲ ταλαντιαίου δακτύλων κα, τοῦ δὲ πενθημιταλαντιαίου δακτύλων κε, τοῦ δὲ τριταλαντιαίου δακτύλων κζ· ἡ μὲν 〈οὖν〉
45τοῦ κύκλου διάμετρος τοῦ μέλλοντος τὸν τό‐
45
νον δέ‐ χεσθαι ταύτῃ τῇ μεθόδῳ λαμβάνεται.
46
7. ἔστιν δὲ καὶ ἀφ’ ἑνὸς ἀριθμοῦ τῶν εἰρημένων τοῦ ἐλαχίστου συστησάμενον τὴν διάμετρον τοῖς εἰρημένοις, λέγω δὲ τοῦ δεκαμναίου,

51

(50)

τὰς λοιπὰς συνίστασθαι διαμέτρους ὀργανι‐ κῶς, κατὰ τὸν τοῦ κύβου διπλασιασμόν, ὡς

52

ἐν τῷ πρώτῳ βιβλίῳ δεδηλώκαμεν· καὶ νῦν δὲ οὐκ ὀκνήσομεν ὑπογράψαι. ἐπεὶ γὰρ ἡ τοῦ δεκαμναίου διάμετρός ἐστιν ἀπαρτιζομένη τοῖς ἀριθμοῖς τοῖς κατὰ τὴν κυβικὴν πλευρὰν (τὰ
5γὰρ δεκάκις 〈ἑκατὸν〉 χίλια, ὧν γίγνονται τῆς
5
πλευρᾶς δάκτυλοι ι, τοῦ δεκάτου προστεθέντος ια)· ἔστω γάρ τις εὐθεῖα δεδομένη τῆς διαμέτρου, ἧς λόγου χάριν δεῖ εὑρεῖν διπλασίονα κύβῳ, ἡ Α· διπλασίον’ οὖν ταύτης ἐθέμην αὐτῇ πρὸς ὀρθὰς
11
10τὴν Β, καὶ ἀπ’ ἄκρας τῆς Β ἐξέβαλον πρὸς ὀρθὰς ἄλλην τὴν Γ ἄπειρον, καὶ κατήγαγον ἀπὸ τῆς
11
γωνίας, ἐφ’ ἧς Θ, εὐθεῖαν τὴν Κ, καὶ διεῖλον αὐτὴν δίχα καὶ ἔστω τὸ διαιροῦν σημεῖον κατὰ τὸ Κ, κέντρῳ
13
δὴ χρη‐ σάμενος τῷ Κ, διαστήματι δὲ τῷ ΚΘ, περιέγρα‐
15ψα ἡμικύκλιον, ἐρχόμενον καὶ διὰ τῆς Ζ γωνίας· καὶ λαβών τι κανόνιον ὀρθῶς εἰργασμένον ἐπιζευγνύω τέμνων τε τὰς γραμμὰς ἀμφοτέρας καὶ τη‐ ρῶν τὸ ἓν μέρος τοῦ κανονίου ἐπὶ τῆς γωνίας, ἐφ’ ἧς Ζ· ἔστω δὲ τὸ κανόνιον, ἐφ’ οὗ τὸ Ζ. πε‐
19ριάγων οὖν
20τὸ κανόνιον συντηρῶν αὐτοῦ τὸ ἓν μέρος ἐφαπτό‐
μενον τῆς 〈Ζ〉 γωνίας, καὶ περιάγων, ἕως ἄν μοι γέ‐ νηται τοῦ κανονίου τὸ ἀπὸ τῆς συναφῆς μέρος, ἐφ’ ἧς Γ, ἐπὶ τὴν τῆς περιφερείας συναφὴν πῖπτον, ἐφ’ ἧς Η [ζ], ἴσον τῷ ἀπὸ τῆς συναφῆς,12
15ἐφ’ ἧς τὸ Δ, ἐπὶ τὴν γωνίαν πίπτοντι, ἐφ’ ἧς Ζ. καὶ ἔσται διπλασίων κύβῳ ἡ μὲν ΔΕ τῆς ΕΖ, ἡ δὲ ΘΓ τῆς ΕΔ, ἡ δὲ ΘΖ τῆς ΘΓ.
17
ἡ μὲν οὖν τοῦ κύκλου διάμετρος τοῦ μέλλοντος τὸν τό‐ νον δέχεσθαι ταύτῃ τῇ μεθόδῳ λαμβάνεται.
308. τὸ δὲ τοῦ περιτρήτου σχῆμα ῥομβοειδὲς
30
ὑπάρ‐ χον καὶ οὐκ ὀρθογώνιον, ἔτι δὲ καὶ τὰς δύο πλευρὰς οὐκ εὐθείας ἔχον ἀλλὰ περιαγεῖς οὐκ εἰκῇ καταγραπτέον, ἀλλὰ καὶ τοῦτο με‐ θόδῳ τινί· δεῖ οὖν εἴς τι ἐπίπεδον ἀστρα‐
35βὲς καὶ ὁμαλὸν ἀκριβῶς ὑπάρχον καρ‐ κίνον λαβόντας κύκλον περιγράψαι μὴ δια‐ φερόμενον, ἡλίκος ἂν ᾖ τῷ μεγέθει, καὶ ἀγα‐ γόντας ἐν αὐτῷ διάμετρον, τὴν τοῦ ἑνὸς ἡ‐ μικυκλίου περιφέρειαν διελεῖν εἰς μέρη ια,
40καὶ ἀπὸ τῆς διαμέτρου τέσσαρα μέρη λα‐ βόντας εὐθεῖαν ἀγαγεῖν ἐπὶ τὸ κέντρον, καὶ ἔσται 〈ἡ〉 ὀξεῖα γωνία τοῦ περιτρήτου. μετενέγκας οὖν ἐπὶ τὸν ἀναγραφέα τὴν ἐκ τοῦ κύ‐ κλου γωνίαν, τὸ [δὲ] τοῦ περιτρήτου μῆκος καὶ
45πλάτος καὶ ὕψος ποιήσεις τὰ μέτρα λαμβά‐ νων ἀπὸ τῆς τοῦ τρήματος διαμέτρου, καθότι ἐν τῇ συντάξει γέγραπται.
479. συνίστανται δέ τι‐
νες καὶ ἄλλως· ἐπὶ γὰρ τῆς σανίδος, ἐξ ἧς τὸν ἀναγραφέα ποιήσασθαι 〈ἔμελλον〉, διαγώνιον13
49εὐθεῖαν

52

(50)

ἐξεβάλοντο (ἔστω δ’ αὕτη ἡ ΑΒ) καὶ τὸ μῆ‐ κος τὸ ὑπάρχον τῷ περιτρήτῳ λαβόντες ἐκ

53

τῆς συντάξεως καὶ ἀπομετρήσαντες ἐπὶ τῆς εὐθείας ἐξεβάλοντο ἀπὸ τῶν σημείων ἄλλας εὐ‐ θείας πρὸς ὀρθὰς τῇ ΑΒ, τὴν ΑΓ καὶ τὴν ΒΔ, καὶ οὕτω τὸν τορνίσκον λαβόντες καὶ δια‐
5στήσαντες, ὡς ἂν [ἐν] ἑκάστοις φαίνηται τὸ τῶν
5
περια‐ γῶν πλευρῶν κύρτωμα ποιεῖν, περιέγραψαν τὰς πλευράς, τήν τε ΑΔ καὶ τὴν ΒΓ, συμ‐ μετρίᾳ τοῦ ὀργάνου. τρήματος οὖν μέγεθος καὶ σχῆμα περιτρήτου τούτῳ τῷ τρόπῳ παραλαμ‐
10βάνεται.
10
10. ἡ δὲ τοῦ τρήματος διάμετρος μέ‐ τρον ἐστὶ πάντων τῶν κατὰ μέρος ὑπαρχόντων ἐν τῷ ὀργάνῳ. οἷον τὸ μὲν περίτρητον ἐκ μέ‐ σου μετρούμενον μῆκος λαμβάνει τρημάτων δύο ἥμισυ καὶ τέταρτον, τὸ δὲ ὕψος διαμέτρου
15μιᾶς· ἡ δὲ χοινικὶς μῆκος μὲν ἔχει διαμέ‐ τρων δύο, τὸ δὲ πλάτος ἴσον τῷ τοῦ περι‐ τρήτου πλάτει, τὸ δὲ ὕψος διαιρεθείσης τῆς διαμέτρου εἰς μέρη δ τούτων τὰ γ·
καὶ τοῦ τριβέως πάχος διαμέτρου μέρος14
20πέμπτον· παραστάτου δὲ ὕψος γίνεται χωρὶς τόρμων διαμέτρων ε καὶ 𐅵, πλάτος δὲ διαμέτρου μιᾶς καὶ τρίτου μέρους καὶ ἔτι τετάρτου, πάχος δὲ διαμέτρου 𐅵 καὶ ϛ καὶ ἔτι τῷ ἑκκαιδεκάτῳ μέρει ἔλασσον, ὑπο‐
25θέματος δὲ τοῦ ὑπὸ τὸ περίτρητον ὕψος δια‐ μέτρου μέρος δ, ὥστε τὸ πᾶν τοῦ ἡμιτονίου ὕψος συναγόμενον γίνεται χωρὶς ἐπιζυγίδων διαμέτρων θ· μάλιστα γὰρ τοῦτο τὸ μέγε‐ θος ἔφασαν ἐκ τῆς πείρας εὐαρμοστεῖν καὶ
30μήτε βραχυτονεῖν μήτε ὑπεράγον τῷ μήκει φαίνεσθαι, μέσην δέ τινα καὶ ἑστηκυῖαν τάξιν ἔ‐ χειν· τὰ μὲν γὰρ μακροτονώτερα τούτων μα‐ κροβολεῖν καὶ εὐκατάγωγα εἶναι, ταῖς δὲ πληγαῖς ὑπάρχειν ἀσθενῆ καὶ ἄπρακτα, τὰ δὲ βρα‐
35χυτονώτερα δυσκατάγωγά τε εἶναι καὶ μὴ λίαν μακροβολεῖν, τούς τε ἀγκῶνας πυκνὰ πονεῖν τῶν τοιούτων ὀργάνων. τῆς δὲ ἐπιζυγίδος τὸ μὲν πάχος ἀρκεῖν γενόμενον τοῦ πέμπτου μέ‐ ρους τῆς διαμέτρου, τὸ δὲ πλάτος διπλά‐
40σιον τοῦ πάχους· τοῦ δὲ ἀγκῶνος μῆκος συμ‐ μετρότατον ἔφασαν εἶναι διαμέτρων ϛ γι‐ νόμενον. καὶ γὰρ τούτων τοὺς μὲν βραχυτέ‐ ρους δυσκαταγώγους τε γίνεσθαι 〈καὶ μὴ δύνα‐
σθαι〉 τὸν λί‐
45θον ἐπὶ πολὺν τόπον παραπέμπειν, τοὺς
45δὲ μακροτέρους εὐκαταγώγους μὲν εἶναι, μὴ κατακρατουμένους δὲ ὑπὸ τοῦ τόνου τὴν ἐξα‐ ποστολὴν ὁμοίως ἀσθενῆ καὶ τούτους ποιεῖσθαι. διὸ ἐκέλευσαν ἔργῳ τὴν πεῖραν εἰληφό‐ τες τῷ προειρημένῳ μεγέθει χρᾶσθαι· τὸ δὲ

53

(50)

πλάτος αὐτοῦ ποιεῖν ἥμισυ διαμέτρου, καὶ πάχος τὸ ἴσον.
511. τὸ δὲ τῆς νευρᾶς μῆκος15

54

διπλάσιον καὶ ἔτι δεκατημορίῳ τοῦ 〈τοῦ〉 ἀγκῶνος μήκους πλέον· τῆς δὲ τραπέζης τὸ μῆ‐ κος διαμέτρων ἐννέα, τὴν δὲ σανίδα τὴν ἐν 〈τῇ〉 τραπέζῃ τὸ πάχος ἀρκεῖν ἔχουσαν δια‐
5μέτρου τὸ ὄγδοον μέρος, τὰ δὲ ἐπιπήγ‐ ματα τῆς τραπέζης ποιεῖν πλάτος καὶ πάχος ἔχοντα τῆς κλιμακίδος· τῶν δὲ κα‐ νόνων τὸ μὲν μῆκος ἁρμόζον τοῖς ἡμι‐ τονίοις, πλάτος δὲ διαμέτρου ἥμισυ, προσ‐
10τιθέντα ἔτι καὶ τὸ ὀκτωκαιδέκατον μέ‐ ρος· πάχος δὲ διαμέτρου ἥμισυ, ἀπο‐ λεῖπον τῷ ὀκτωκαιδεκάτῳ μέρει· τῆς δὲ κλιμακίδος τὸ μῆκος εὐαρμοστεῖν μάλιστα ἔ‐ φασαν δέκα καὶ ἐννέα διαμέτρων γε‐
15νόμενον, καὶ πλάτος τὸ ἐντὸς διαμέ‐ τρου μιᾶς καὶ ἔτι πέμπτου μέρους· τοῖς δὲ σκέλεσιν αὐτῆς πλάτος μὲν διδόναι διαμέτρου τέταρτον μέρος, ὕψος δὲ ὅ‐ λης διαμέτρου· καὶ διαπήγματα ἐμβάλ‐
20λειν τιθέντα διὰ τεσσάρων διαμέτρων, πλά‐ τος ἔχοντα τῆς διαμέτρου τὸ τρίτον μέ‐ ρος, πάχος δὲ ἕκτον μέρος· ποιεῖν δὲ καὶ τὰ πτερύγια, δι’ ὧν τὸ χελώνιον ἄγε‐ ται, μῆκος μὲν ἔχοντα τὸ ἴσον τῇ κλι‐
25μακίδι, πλάτος δὲ διαμέτρου τέταρτον μέ‐ ρος, πάχος δὲ ὀκτωκαιδέκατον μέρος τῆς διαμέτρου· καὶ χελωνίου μῆκος μὲν ποιεῖν σύμμετρον, πλάτος δὲ ἁρμοστὸν τῇ κλιμα‐ κί〈δι〉. καὶ τῶν μὲν ξυλίνων τὰ μέτρα ταῖς
30εἰρημέναις ἀναλογίαις λαμβάνοντα μὴ δια‐ μαρτεῖν.
31
12. σιδήρου δὲ ἔφασαν εἰργασμένου λαμβάνειν τὸ ὀρθῶς συνδεθὲν ὄργανον [συνθέν] ταῖς ἐπιζυγίσι καὶ τοῖς ὑποθέμασι περὶ εἴκοσι καὶ πέντε σταθμοὺς πρὸς τὸν λίθον·
16
35τὸ δὲ τοῦ τόνου πλῆθος μὴ ὡρισμένον εἶναι· δεῖν μέντοι ἐπιμελῶς ἐξαρτύειν [καὶ] ὡς πλεῖστον πειρωμένους ἐμβάλλειν, ὡς οὐ μι‐ κρᾶς παρὰ τοῦτο γινομένης διαφορᾶς· ἔχειν δ’ ἂν συμμέτρως μάλιστα περὶ εἴκοσι καὶ πέντε
40γινόμενον σταθμοὺς πρὸς τὸν λίθον· τῆς δὲ τροχιᾶς τὴν τοῦ πάχους διάμετρον ποιεῖν τὸ τέταρτον τῆς τοῦ τρήματος διαμέτρου, προστιθέντα καὶ τὸ δωδέκατον ἔτι μέρος, ἐκτείνειν δὲ αὐτήν, ὅταν ἐξαρτύηται τὸ ὄρ‐
45γανον, ἕως ἂν τοῦ πάχους ἀναιρεθῇ τὸ τρί‐ τον μέρος· καὶ σκοπεῖν περιστομίδα περιτι‐ θέντα ἔχουσαν τὸ ῥηθὲν διάστημα. καὶ τὰ μὲν λιθοβολικὰ τῶν ὀργάνων ἔλεγον δεῖν τούτῳ τῷ τρόπῳ συνίστασθαι, τὰ δ’ ὀξυ‐

54

(50)

βελῆ, καθότι μέλλομεν δηλοῦν· ὑπο‐
στησάμενον ἑαυτῷ μῆκος πηλίκον βούλει τὸ τοῦ17

55

βέλους, διελεῖν ἐννέα μέρη, καὶ ἑνὸς ποιεῖν τὴν τοῦ τρήματος διάμετρον, τῇ δὲ διαμέτρῳ πάλιν καὶ ἐπὶ τούτων μέ‐ τρῳ χρᾶσθαι πρὸς πάντα τὰ κατὰ μέρος
5ἐν τῷ ὀργάνῳ γινόμενα. καὶ τὸ μὲν περί‐ τρητον ποιεῖν μῆκος ἔχον διαμέτρων ϛ𐅵, πλάτος ἐκ μέσου μετρούμενον διαμέτρων δύο, ἐκ δὲ τῶν ἄκρων διαμέτρου μιᾶς καὶ ἡμισείας, πάχος τρήματος ἑνός· τοὺς δὲ
10παραστάτας μῆκος μὲν ἔχοντας ποιεῖν χωρὶς τόρμων τρημάτων γ𐅵, 〈πλάτος δὲ τρήματος α𐅵
11
πάχος δὲ ἡμίσους τρή‐ ματος καὶ ἔτι ὀγδόου· τοὺς δὲ μεσοστάτας μῆκος ἔχοντας ἴσον τῷ παραστάτῃ, πλάτος δὲ οἷον 〈β〉 διαμέτρων, πάχος δὲ τρήματος τέταρτον καὶ
14ὄγδοον·
15τοὺς δὲ ἀγκῶνας ποιεῖν διαμέτρων ζ· τῆς δὲ σύριγγος τὸ μῆκος δεῖν εὐαρμοστεῖν ιϛ μά‐ λιστα γινόμενον διαμέτρων. καὶ περὶ μὲν τῶν συντάξεων ἐπὶ τοσοῦτον εἰρήσθω. 13. δεῖ δὲ καὶ μέθοδόν τινα ὑπάρχειν, ἐὰν ἀπὸ
20παραδειγματίου μικροῦ βουλώμεθα τέλειον ποιῆσαι, τίνι λόγῳ μετοίσομεν τὰ ἀνάλογα πάντα ἀκριβῶς· ὁμοίως δὲ καὶ ἐὰν ἀπὸ μείζονος εἰς ἔλαττον συνελεῖν θέλωμεν εὐαρεστηθέντες τῇ συντάξει. ἐὰν μὲν γὰρ καθ’ ἕκαστον μέρος
25πολλαπλασιάζοντες τῷ καρκίνῳ μεταφέρωμεν ἀπὸ τοῦ τρήματος, δύσεργόν τε καθ’ ὑπερβο‐ λὴν ἔσται καὶ βραδὺ καὶ οὐ λίαν ἀκριβές. δεῖ
οὖν 〈οὕ〉τω μεταφέρειν. ἔστω τὸ παραδειγμάτιον ὁπηλίκον ποτ’ οὖν. ἐὰν οὖν ἀπὸ τού〈του〉18
29βουλώμεθα
30τέλειον ποιῆσαι, λόγου χάριν τρισπίθαμον, δεῖ τῷ τοῦ παραδειγματίου βέλει κανόνιον ἴ‐ σον ἀκριβῶς τῷ μήκει ποιῆσαι, τὸ δὲ κανό‐ νιον εἰς ἴσα μέρη διελεῖν ϛ, τὸ δὲ ἓν μέ‐ ρος αὐτῶν εἰς ἄλλα μέρη δ, καὶ τὸ ἓν τῶν
35τεσσάρων εἰς ἄλλα δ, καὶ γραμμὰς καθ’ ἕκαστον σημεῖον ἐκβάλλειν πρὸς ὀρθὰς τῇ τοῦ κανονίου πλευρᾷ. ἔσται οὖν τὸ κα‐ νόνιον τοῦτο πῆχυς τοῦ παραδειγματίου διῃ‐ ρημένος εἰς παλαιστὰς καὶ δακτύλους καὶ
40τεταρτημόρια δακτύλου· δεῖ δὲ ὁμοίως καὶ τῷ τρισπιθάμῳ βέλει κανόνιον ἴσον τῷ μήκει ποιῆσαι καὶ ὁμοίως διελέσθαι, ὡς καὶ τὸ μικρὸν ἕτερον διῃρέθη. καὶ οὕτως, ὅ‐ ταν τὸ τέλειον κατασκευάζωμεν καὶ βου‐
45λώμεθα τὸ καθ’ ἓν μέγεθος τῶν ἐκ τοῦ μικροῦ μεταφέρειν, τὸ μὲν παραδειγμάτιον τῷ μικρῷ μήκει καταμετρήσαντες συνήσο‐ μεν τὰ μεγέθη, καὶ οὕτως τὸ τέλειον ὁμοίως τῷ μεγάλῳ μετροῦντες κατασκευάσομεν

55

(50)

τοῖς ὁμωνύμοις μεγέθεσι, καὶ ἔσται πάν‐ τα ἀνὰ λόγον ηὐξημένα ταχὺ καὶ ἀκριβῶς.

56

14. ὡσαύτως δὲ καί, ἐὰν δίπηχυ βουλώμεθα κα‐ τασκευάσαι, δίπηχυ ποιήσαντες τὸ κανόνιον ὁ‐ μοίως διελούμεθα ὡς πῆχυν καὶ ἀπὸ τούτου τὴν κατασκευὴν ποιησόμεθα, καὶ ἐὰν ἡμισπίθαμον
5ἢ ἄλλο ὁπηλίκον ποτ’ οὖν καὶ ἂν ἄλογον ἔχον τοῦ βέλους τὸ μῆκος ἐπιτάξῃ τις παραφέρειν
ἀπὸ τοῦ παραδειγματαρίου, καθ’ ἓν μέγεθος ἀ‐ διαπτώτως μετοίσομεν· τῇ δὲ αὐτῇ μεθόδῳ καὶ τὰ ἀπὸ τῶν μειζόνων ἐπὶ τὰ ἐλάσσονα μετοί‐19
10σομεν· τῇ δ’ αὐτῇ μεθόδῳ καὶ ἐπ’ ἄλλων πλειόνων [ᾗ] χρησόμεθα, καθότι δεδηλώκαμεν ἐν τῷ περὶ τῆς εἰσαγωγῆς βιβλίῳ, πρώτῳ δὲ ὑπάρχοντι τῆς Μηχανικῆς συντάξεως.
13
ἐπεὶ οὖν δεδηλώκαμέν σοι τάς τε μεθόδους τῆς τέ‐
15χνης καὶ τὰς ἐξητασμένας συντάξεις τῶν ὀργάνων, καὶ τίνι τρόπῳ δεῖ μεταφέρειν εὐκόπως καὶ ἀσφαλῶς τὰς ἀπὸ τῶν παραδειγματίων συντάξεις ἐπὶ τὰ μεί‐ ζονα καὶ τὰς ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ ἐλάσσονα, καλῶς ἔχειν ὑπολαμβάνομεν, καὶ 〈τὸ〉 διὰ τοῦ
19σφηνὸς
20ἐντεινόμενον ὀξυβελὲς ὄργανον λέγειν τὸ
20
εὑρημένον μὲν ὑφ’ ἡμῶν, κρεῖσσον δὲ δοκοῦν τῶν ὑπαρχόντων πρότερον, τό τε χαλκέντονον τὸ ὑπὸ Κτησιβίου παραδειχθέν, οὐ μόνον ξένην ἔχον διάθεσιν, ἀλλὰ καὶ ἐν τοῖς κατὰ τὴν χρείαν δυνάμενον εὐδοκιμεῖν.
2515. συμβήσεται δέ σοι διὰ τῆς λεγομένης
25
κατασκευῆς καὶ τῶν περὶ αὐτὰ δηλουμένων ἀποδείξεων μὴ μό‐ νον τὴν διαφορὰν τῶν ὀργάνων ἐπιγνῶναι,
27
†πολλὰ δὲ καὶ τῶν μεγίστην τεχνῶν χρησίμων σὺν σφηνὸς ἐν‐ τεινόμενον, περὶ ὃ τὴν πλείστην ποιοῦνται φιλο‐
30τιμίαν καὶ τοῦ παντὸς ἀλλάσσονται. δύναται γὰρ μακροβολεῖν· δεύτερον δὲ ἰσχυρὸν καὶ εὐσθενὲς ἐν
τοῖς ἀγῶσι διαμένει· πρὸς δὲ τούτοις εὐκατα‐ σκεύαστόν τέ ἐστιν καὶ οὐ πολλῆς δεόμενον20
33
ψηλαφίας· εἶτα εὐεξάρτυτον ὑπάρχει καὶ εὐσύνθετον,
35ὁμοίως δέ, ὅταν χρείαν ἔχωμεν, εὐδιαίρετον· πρὸς δὲ τούτοις καὶ τὴν ὄψιν οὐθὲν καταδεεστέραν τῶν ἄλλων ἔχει, καὶ ἐπὶ πᾶσι δαπάνην ἐλάσσονα ποιεῖ. τὰ μὲν οὖν κεφάλαια ταῦτ’ ἐστίν· κρίνω δ’ ἀναγκαῖον εἶναι, μέλλων ἐκφέρειν τὸν ἀπολογι‐
40σμὸν περὶ τοῦ γένους καὶ τῆς κατασκευῆς τῶν ἰδίων ὀργάνων, πρότερον προενέγκασθαι τὰ ἐν τοῖς ἀρχαίοις ὄντα δύσχρηστα καὶ ἀσθενῆ, καὶ δυσ‐ εργίαν μὲν οὐ τὴν τυχοῦσαν ἐπὶ τῆς κατα‐ σκευῆς παρέχοντα, δυσκολίαν δὲ μεγάλην ἐπὶ
45τῆς ἐξαρτύσεως, δι’ ὃ συμβαίνει τὴν μὲν κατα‐ σκευὴν αὐτῶν γίνεσθαι κακόπαθόν τε καὶ πολυδάπανον, ἐν δὲ ταῖς ἐπειγούσαις χρείαις εὐτελῆ φαίνεσθαι διὰ τὸ μὴ δύνασθαι τὸν συνεχῆ τόνον ὑπομένειν. τοῦτο δὲ οὐκ ἀλό‐

56

(50)

γως δοκεῖ μοι συμβαίνειν.

56

(50)

16. ἐπεὶ γὰρ τὸν μα‐ κροβολεῖν μέλλοντα δεῖ πειρᾶσθαι τόνον ὡς

57

πλεῖστον ἐμβάλλειν (τὴν γὰρ δύναμιν οὐ μόνον
1
ἡμεῖς ἐν τούτῳ μάλιστα νομίζομεν εἶναι, καὶ οἱ ἄλλοι δὲ πάν‐ τες, ὁ δὲ τόνος διὰ τῶν τρημάτων διεκπίπτει
3
τῶν τοῦ περιτρήτου), τὸν οὖν μέλλοντα πλείονα τόνον
4ἐμβάλ‐
5λειν ἀναγκαῖον ἔσται μείζονα τρήματα τὰ τοῦ περι‐ τρήτου ποιεῖν (ἄλλως γὰρ οὐ χωρήσει τόνον πλείω), ὥστε λεπτὰς παντελῶς τὰς περιεχούσας ὀφρῦς καταλειπομένας εὐλόγως ἀσθενεῖς γίνεσθαι. τὸ μὲν γὰρ περίτρητον ποιῆσαι πλατύτερον οὐ δυνατόν·
10παρεκβήσεται γὰρ τὴν τοῦ μεγέθους σύνταξιν.
10
διὸ πει‐ ρῶνται σιδηρᾶς κανονίδας ὑποτιθέναι· λεπτῶν δὲ καὶ τῶν κανονίδων διὰ τὸν τόπον καὶ ἀσθενῶν
21
12
γινομέ‐ νων, τεινομένων τῶν τόνων ἐν ταῖς συνεχέσιν
13
ἀγω‐ γαῖς, συμβαίνει κάμψιν αὐτῶν λαμβανουσῶν εὐκό‐
15πως τὸν ὑπεράνω τόπον τοῦ περιτρήτου συντρί‐
15
βεσθαι. ἔτι δὲ τῶν τόρμων αἱ ἀνατρήσεις αἱ τῶν πα‐
16
ραστατῶν καὶ μεσοστατῶν, γινόμεναι παρ’ αὐτὰ τὰ κενώματα τῶν κύκλων οὐ μικρὰν ἀσθένειαν παρέχουσι· πρὸς δὲ τούτοις τὰ τρυπήματα τῶν κοινωμάτων πυκνὰ καὶ
20πλάγια διεκπίπτοντα καὶ γινόμενα παράλλη‐ λα τοῖς κενώμασι σαθρὸν ποιεῖ τὸ ἔργον· μικραῖς γὰρ παντελῶς συνέχεται τὰ ὅλα τοῦ ξύλου κουραῖς. διὸ πολλὰ τῶν περιτρήτων οὐδὲ τὸν τῆς κα‐
23
τασκευῆς ὑπομείναντα τόνον συνετρίβη. λάβε γὰρ περίτρη‐
25τον πρὸ ὀφθαλμῶν, κεχωρισμένον τοῦ πλινθίου καὶ μήπω συνηλωμένον μηδὲ κεκοσμημένον, ποίαν τινά σοι τὴν ὄψιν ἀποδώσει, κεκενωμένον καὶ
27
διαυγα‐ ζόμενον πάντοθεν καὶ καταπεπυκνωμένον τοῖς πε‐ ριέχουσι τοὺς κύκλους τρήμασι· θεώρει δὲ προσεπι‐
30λελογισμένως, ἡλίκην αὐτὸ δεῖ βίαν ὑπομένειν· οὕ‐ τως γὰρ εὐκαταφρόνητον φανεῖταί σοι τὸ σχῆμα.
31
ὅθεν ἀσθενοῦς ὄντος τοῦ σχήματος διὰ τὰ προειρημένα πειρῶνται ψαλίδας σιδηρᾶς περὶ τοὺς κροτάφους περικάμπτοντες συνηλοῦν, καὶ τοῖς ὑποθέμασι,
35καθὸ λέγω, χρῆσθαι, καὶ τὰς πλινθίδας τὰς ὑπὸ τὰς χοινικίδας στερεωτέρας ὑποτιθέναι, καὶ τοιούτοις
36
τισὶν ἀνασῴζειν παραβοηθήμασι, δαπάνην ἔχουσιν ἱκα‐
νὴν καὶ χρόνου πλῆθος ἐν τῇ κατασκευῇ συχνόν. 17. τούτων δ’ ὑπαρχόντων τοιούτων λάβωμεν22
39πάλιν τὰ
40περὶ τὴν ἐξάρτυσιν αὐτοῖς συναντῶντα δύσχρηστα. πρῶτον μὲν γὰρ συμβαίνει τὴν ἔντασιν πολυχρόνιον γίνεσθαι τοῦ τόνου στραγγαλουμένου διὰ τὸ καθ’
42
ἓν μὲν κῶλον αὐτοῦ τείνεσθαι, καθ’ ἑκάστην δὲ τάσιν ὅλον διὰ τῶν χοινικίδων διεκμηρύεσθαι, περί τε τὰς ἀπο‐
45λήψεις κακοπαθεῖν αὐτὸν καὶ περὶ τοὺς ὀνίσκους [καὶ] τοὺς τοῦ ἐντονίου πιεζόμενον καὶ θραυόμενον
46
διόλου. πρὸς δὲ τούτοις τὴν ἔντασιν τῶν ὀργάνων μὴ
47
δυνατὸν δι’ ἑαυτῶν εἶναι τείνεσθαι, προσδεῖσθαι δὲ ἄλλων ὀρ‐ γάνων πολλῷ μειζόνων τῶν καλουμένων ἐν‐
49τονίων.

57

(50)

πολλάκις δὲ καιροὺς εἶναι τοιούτους, ἐν οἷς

57

(50)

καταπαλ‐ τῶν μὲν συμβαίνει ἀναγκαίαν χρείαν γίνεσθαι, ῥα‐

58

γέντων δὲ τῶν τόνων ἤ τινων ἄλλων Πονεσάντων
1
τὴν μετεξάρτυσιν μηδενὶ τρόπῳ δύνασθαι ποιήσασθαι διὰ τὸ καθυστερεῖν τῶν ἀνωτέρω δηλωθέντων
3
ἐντονίων· τοῦτο δὲ γίνεται οὐκ ὀλιγάκις μὲν ἐν ταῖς πεζικαῖς
5στρατείαις, ἐπὶ πολὺ δὲ καὶ ἐν ταῖς ναυτικαῖς.
5
18. ἐξακο‐ λουθεῖ δὲ καὶ ἄλλο τι δύσχρηστον παντελῶς καὶ
6
ἄτε‐ χνον καὶ λυμαινόμενον τὸ μῆκος τῆς τοξείας·
7
ἐν γὰρ ταῖς τοξείαις καὶ ταῖς πυκναῖς καταγωγαῖς χά‐ λασμα λαβὼν ὁ τόνος ἐπιτάσεως πάλιν προσ‐
10δεῖται. τὸ γὰρ τῆς τοξείας μῆκος ἀπολήγει διὰ τὴν γεγενημένην ἄνεσιν. συμβαίνει οὖν βουλομένους ἐπιτείνειν αὐτὸν εἰς ὀρθὸν μὲν μὴ δύνασθαι μη‐
δὲ κατ’ εὐθεῖαν διδόναι τὴν ἐπέντασιν, ἐπιστρέ‐ φοντας δὲ τοῦτο ποιεῖν διδόντας παρὰ φύσιν23
14〈πλείονα〉 τῆς
15καθηκούσης ἐπιστροφῆς, ὑπολαμβάνοντας μὲν βοηθεῖν, μέγα δὲ λυμαινομένους τὴν τάσιν καὶ ποιοῦντας, λέγω, τὴν τοξείαν βραδυτέραν καὶ ἀσθενεστέραν ταῖς πληγαῖς, ἀτόνου τοῦ ὀργά‐ νου γινομένου διὰ τὸ τοὺς στήμονας εἰς πυκνὴν
20ἕλικα ἀνάγεσθαι καὶ πλάγιον γεγονότα 〈τὸν τόνον〉
20
τοῦ βιαίου καὶ εὐτόνου 〈τοῦ〉 κατὰ φύσιν ἐστερῆσθαι διὰ
21
τὴν ὑπερά‐ γουσαν ἐπιστροφήν. ὁ γὰρ τοιοῦτος ἐν μὲν ταῖς ἀγωγαῖς δυσέπακτος καὶ βίαιός ἐστιν, ἐν δὲ ταῖς ἀφέσεσιν ἀσθενὴς καὶ ἄτονος, ὡς ἂν τῆς πλεο‐
25ναζούσης ἐπιστροφῆς ἐς τὴν ἐθίζουσαν τάξιν καὶ ἀνειμένην ἀναχωρούσης, τὸ δ’ ἐξ ἀρχῆς εἰς ὀρθὸν πάλιν ἐντεῖναι τὸν τόνον μεγάλης
27
ἀσχολίας προσδεῖται καὶ οὐ τηλικαύτην προσάξει ὠφέλειαν, ἡλίκον βλάψεις τοὺς τόνους ἐκλύων καθ’ ἕν
30τε διεκμηρυόμενος κῶλον καὶ πάλιν ταὐτὸ ποιῶν 〈ὅπερ〉 ἐπὶ τῆς ἐντάσεως. ὅθεν ἀπογνόντες
31
οἱ πλεῖστοι χρῶνται τοιούτοις ὑπάρχουσιν, οἵοις ἀνώτερον εἰ‐
32
ρήκαμεν. 19. ἃ μὲν οὖν ἄν τις καταιτιάσαιτο τῶν ὑπαρ‐ χόντων ὀργάνων, ἐπὶ κεφαλαίου ταῦτ’ ἐστίν. τὰ
35δὲ κατὰ μέρος ἐπὶ τῆς ὄψεως αὐτῶν μάλιστ’ ἄν τις ἐπιδεῖξαι δύναιτο. πλὴν μέντοι ἐγκωμιαστέον ἐστὶν τοὺς ἐξ ἀρχῆς εὑρόντας τὴν τῶνδε τῶν ὀρ‐ γάνων κατασκευήν· καὶ γὰρ τοῦ πράγματος καὶ
τοῦ σχήματος ἀρχηγοὶ γεγόνασι, κατὰ πάντων τε24
40τῶν· ἄλλων βελῶν ὑπερβολὴν εὗρον μήκει τε τοξείας καὶ βάρει τῶν βαλλομένων, λέγω δὲ οἷον κατά τε τόξου καὶ ἀκοντίου καὶ σφενδό‐ νης. καὶ γὰρ τὸ μὲν ἐξ ἀρχῆς ἐπινοῆσαί τι καὶ τὸ κατὰ τὴν ἐπίνοιαν ἐξεργάσασθαι
45μείζονος φύσεώς ἐστιν· τὸ δὲ εἰς διόρθωσιν ἢ μετάθεσιν ἀγαγεῖν τὸ ὑπάρχον εὐχερέστε‐ ρον εἶναι δοκεῖ· πλὴν πολλῶν σφόδρα ἐτῶν διελη‐ λυθότων, ἀφ’ οὗ τὴν σύνταξιν εὑρῆσθαι τήνδε
48
συμ‐ βαίνει, καὶ πολλῶν γεγονότων, ὅπερ εἰκός, καὶ

58

(50)

μηχανικῶν καὶ βελοποιῶν, 〈ἀπίθανον ἄν τις φαίη〉

58

(50)

μηθένα τετολμηκέναι παρεκβῆναι τὴν ὑποκειμένην μέθοδον.
5120. πρῶτοι

59

δ’ ἡμεῖς τοῦτο ποιήσαντες πολλὰ παραδεδώκα‐ μεν εὔχρηστα, περὶ ὧν τὴν ἐπίγνωσιν ἕξεις διὰ τῶν μελλόντων λέγεσθαι. ποιησόμεθα δὲ καὶ ἀπο‐
3
λογισμὸν κατὰ τὴν τῶν κεφαλαίων ἔκθεσιν περὶ τοῦ πρώ‐
5του πρῶτον λέγοντες.
5
ἦν δὲ ἡμῖν ἡγούμενον περὶ τοῦ μακρο‐ βολεῖν. φημὶ δὴ τοὺς κατασκευασθέντας κατα‐ πάλτας διὰ τῆς παρ’ ἡμῶν παραδιδομένης μεθό‐ δου κατὰ μέγεθος ἕκαστον συμβαλλόμενον πρὸς τὸ ἀρχαῖον τοξεύειν μείζονα· λέγω δὲ τρισπιθάμου
10μὲν πρὸς τὸ τρισπίθαμον συμβαλλομένου, διπή‐
χους δὲ πρὸς δίπηχυ, πενθημισπιθάμου δὲ πρὸς τὴν ὁμοίαν σύνταξιν. ἐμφανιοῦμεν δέ σοι τὸ προειρημένον γινόμενον, ὡς ἡμεῖς φαμεν, συνι‐ στάντες διά τε τῶν μηχανικῶν ἀποδείξεων καὶ25
15τῶν φυσικῶν λόγων, οἷς εὖ ποιήσεις προσσχὼν καὶ πάνυ ἑαυτὸν ἐπιστήσας.
16
21. ἐπεὶ γὰρ οἱ μείζονες κύ‐ κλοι κρατοῦσιν τῶν ἐλασσόνων τῶν περὶ ταὐτὸ κέν‐ τρον κειμένων, καθάπερ ἐν τοῖς Μοχλικοῖς ἀπε‐ δείξαμεν, διὰ δὲ τὸ ὅμοιον καὶ τοῖς μοχλοῖς ῥᾷον
20κινοῦσι τὰ βάρη, ὅταν ὡς ἐγγύτατα τοῦ βάρους τὸ ὑπομόχλιον θῶσιν (ἔχει γὰρ τὴν τοῦ κέντρου τά‐ ξιν), προσαγόμενον οὖν πρὸς τὸ βάρος [δὲ] ἐλασσοῖ κύκλον, δι’ οὗ τὴν εὐκινησίαν συμβαίνει γίνε‐
23
σθαι· τὸ αὐτὸ δὴ νοητέον ἐστὶ καὶ περὶ τὸ ὄργανον. ὁ γὰρ
25ἀγκών ἐστι μοχλὸς ἀντεστραμμένος· ὑπομό‐ χλιον μὲν γὰρ γίνεται τὸ ἓν μέρος αὐτοῦ, ἡ δὲ τοξῖτις νευρὰ τὸ βάρος, ἥτις ἐξ ἄκρου τοῦ ἀγκῶνος ἐχομένη τὸ βάρος ἐξαποστέλλει. ἐὰν οὖν τις τὸν τόνον ὅτι πλεῖστον ἀπ’ ἀλλήλων διαστήσας ἀπὸ τῆς
30πτέρνης θῇ, δῆλον ὅτι τὸ μὲν ὑπομόχλιον ἔγ‐ γιον ἔσται τοῦ βάρους, ἡ δὲ δύναμις μακροτέ‐ ραν ἀπὸ τοῦ ὑπομοχλίου· τούτου δὲ γενομένου
32
συμβή‐ σεται τὴν ἐξαποστολὴν τοῦ βέλους σφοδρὰν καὶ βίαιον γίνεσθαι.
3422. ὁρῶν οὖν ἐν τοῖς προϋπάρ‐26
35χουσιν ὀργάνοις καταλλήλους πίπτοντας τοὺς τό‐ νους, καὶ νοοῦντας μὲν τοὺς πλείστους 〈τῶν〉 ἀρχι‐ τεκτόνων, ὅτι τὸ λυμαινόμενον τὴν τοξείαν τοῦτό ἐστιν, ἀδυνατοῦντας δὲ μεταθεῖναι διὰ τὸ φυσικῶς ἐν τῇ συντάξει τοῦτον ὑπάρχειν τὸν
40τρόπον καὶ ἄλλως ἂν μὴ δύνασθαι μεταχθῆναι, ἐπειράθην καὶ διὰ τοῦτο καὶ διὰ τὰ λοιπὰ τὰ προσόντα τῇ συντάξει δύσχρηστα μεταθεῖναι τὸ σχῆμα καὶ τὴν ὅλην διάθεσιν, ὅπως ὃν ἐγὼ βού‐ λομαι τρόπον ἐν πᾶσιν ἀναστραφῶ μηδενὸς ἐμ‐
45ποδίζοντος ἡμῖν. τοῦτο μὲν οὖν μέγιστόν ἐστι
45
τῶν εὑρη‐ μένων ἐν τῇδε τῇ συντάξει, τοὺς τόνους μὴ
46
καταλλή‐ λους, ἀλλὰ παραλλήλους πίπτειν, καὶ τοῦτο μάλιστα ἀναγκάζει μακροβολεῖν. ἔστιν δὲ καὶ ἄλλα πλείω
48
συνενερ‐ γοῦντα, ἃ διὰ τῶν ἐχομένων παραδείξομεν.

59

(50)

23. δεύτερον δ’ ἡμῖν ἐξέκειτο περὶ τῆς ἰσχύος αὐτῶν καὶ τοῦ μένειν ἐν τοῖς ἔργοις

60

ἀπαθέστερα τῶν ἄλλων. δηλώσομεν οὖν καὶ
1
περὶ τού‐ των συντόμως, ἐάνπερ προσέχῃς ἡμῖν. ἐπὶ γὰρ τὰ τρήματα τῶν περιτρήτων χοινικίδες ἐφαρμόζονται χαλκαῖ, μέσαι δ’ ἐπ’ αὐταῖς αἱ καλούμεναι τί‐
5θενται ἐπιζυγίδες σιδηραῖ, περὶ ἃς ὁ τόνος καμ‐ φθεὶς τείνεται δι’ ὅλου τοῦ πλινθίου. τὰς οὖν27
6
ἐπι‐ ζυγίδας οὐ δύνανται κατὰ κρόταφον πλάτος ἐχούσας ἐμβάλλειν· ἂν γὰρ αὐξήσωσι τὸ πλάτος τῶν ἐπιζυγίδων, συνελοῦσι τὴν τῶν χοινικίδων
10χώραν, συναιρεθείσης δὲ τῆς χώρας ἐλάσσων ὁ τό‐ νος ἐμβληθήσεται· μὴ δυναμένης οὖν κατὰ τὸ δηλωθὲν τῆς ἐπιζυγίδος πλάτος λαβεῖν, ἀλλ’ ὑπαρχούσης κατὰ κρόταφον στενῆς συμβαίνει τὸν τόνον τεινόμενον καθ’ ἓν κῶλον μετὰ βίας πολλῆς
15περὶ στενὴν καὶ σιδηρᾶν ῥάχιν συντριβόμενον ἀχρειοῦσθαι· τοῦτο δὲ γίνεται μάλιστα συμφανές, ὅταν πολυχρονιώτατον ὄργανον ἐκλυθῇ. δια‐ πίπτουσι γὰρ ἐξαιρεθέντες οἱ σύνεγγυς κείμενοι τόνοι τῆς ἐπιζυγίδος· πολλάκις δὲ καὶ τὰς ἐ‐
20πιζυγίδας συμβαίνει κατάγνυσθαι στενὰς οὔσας, ἐὰν τὸ τυχὸν σίνος ἐν τῇ χαλκείᾳ λάβωσιν· καὶ μὴν οὐδὲ θεραπείας ὁ τόνος δύναται τυχεῖν ὁ περὶ τὸν τόπον ὢν τοῦτον σεσαγμένος ἐν ταῖς χοινικίσι μετὰ πολλῆς βίας, ὅ τε περικείμενος ἰὸς λυμαίνε‐
25ται δι’ ὅλου συνοικουρῶν, ὥστε καὶ τοὺς τό‐
25
νους καὶ τὰ περίτρητα ναυαγεῖν περὶ τὸν τῶν χοινικίδων τό‐ πον.
27
24. ὁρῶν οὖν μεγάλην γινομένην σύγχυσιν περὶ τὰ περίτρητα καὶ οὐ δυνάμενα βοηθείας εὐσθε‐ νοῦς τυχεῖν, ἐπειράθην ἐκ τῆς συντάξεως αὐτὰ
30τὸ παράπαν ἀφελεῖν, ὅπως καταζυγίδας τε, ἡλίκας ἂν βουλώμεθα τοῖς πάχεσι καὶ τοῖς πλάτεσιν, ὑπο‐ τιθῶμεν, καὶ τόνου πλῆθος, ὅσον ἂν ἡμῖν δοκῇ,
32
τοσοῦτον ἐμβάλλωμεν, τήν τε τῶν χοινικίδων κατα‐
28
33
σκευὴν διὰ τὴν [τῶν] εἰρημένην δυσχρηστίαν περιῃρήκα‐
34μεν. ἐκ‐
35τενοῦμεν δὲ τοὺς τόνους 〈περὶ κανόνας πρινί‐
νουσ〉 ἔχοντας πάχος ἐν τῷ διπήχει οὐκ ἔλασσον δακτύλων δ, περι‐ φερεῖς ἄνωθεν εἰργασμένους πρὸς τὸ μὴ γίνεσθαι σύντριψιν περὶ σιδηρᾶς καὶ στενὰς κλωμένων
40ἐπιζυγίδας, ἀλλ’ ἵνα καθίζωσι περὶ πλατὺν καὶ
40μαλακὸν τόπον· ὑπὸ δὲ τοὺς κανόνας ὑποθήσομεν καταζυγίδας σιδηρᾶς πλάτος μὲν ἐχούσας ἴσον τοῖς κανόσι, πάχος δὲ οὐκ ἔλασσον ἐν τῷ
42
διπήχει δα‐ κτύλων γ. περιῃρηκότες οὖν ἐκ τῆς κατασκευῆς τὸ παραδειχθὲν ἀσθενέστατον καὶ περὶ τοῦ τό‐
44νου πε‐
45φροντικότες, ὅπως μηθὲν δεινὸν πάσχῃ μήτε κλώ‐ μενος μήτε σασσόμενος καὶ ἔχων πλησιάζοντα τὸν ἰόν, τάς τε καταζυγίδας εὐπαλάμους καὶ ἀσυντρί‐ πτους πεποιηκότες, παραδεδείχαμεν ἰσχυρά τε ὑ‐ πάρχοντα τὰ ὄργανα καὶ μένοντα ἐν ταῖς τοξεί‐
49αις ἀ‐

60

(50)

παθέστερα παρὰ πολὺ τῶν ἄλλων.

60

(50)

25. τρίτον δὲ ἐπηγγει‐ λάμεθα παραδείξειν εὐκατασκεύαστα καὶ οὐ πολλῆς

61

προσδεόμενα ψηλαφίας. σύνες οὖν καὶ τοῦτο ὑπάρχον, οἷον λέγω· παρὰ πᾶσι γὰρ τοῖς τὸ γέ‐ νος μεταχειριζομένοις ὁμολογεῖται πλείστην ἔ‐
χειν ἀσχολίαν καὶ ψηλαφίαν ἡ τοῦ περιτρήτου29
5καὶ τῶν χοινικίδων κατασκευὴ καὶ ἡ δέσις· τού‐ των οὖν πάντων περιῃρημένων εἰκότως εὐκα‐ τασκευαστότερά τέ ἐστι τῶν ὑπαρχόντων καὶ δα‐ πάνην ἐλάσσονα ἔχοντα.
8
26. τέταρτον δ’ ἦν ἡμῖν τὸ περὶ τὴν ἐξάρτυσιν ὑποκείμενον, περὶ οὗ
10ῥητέον ἐξ ἀρχῆς. φημὶ γὰρ ἐξαρτύσειν, ἐν ὅσῳ ἓν τῶν ἄλλων ὀργάνων ἐξαρτύεται διὰ τοῦ ἐντονίου, ἐγὼ τοῖς ἴσοις ὑπουργοῖς 〈μὴ〉 χρησάμε‐ νος ἐντονίῳ, περιτιθεὶς δὲ τὸν τόνον ἀπὸ χειρὸς ἀπαθῆ, προσάγων οὔτε κέστρας οὔτε ῥαφίδας
15οὔτε ἀπολάβιον οὔτε ἄλλο τοιοῦτον οὐθέν, δι’ ὦν εἴωθεν ὁ τόνος βλάπτεσθαι· καὶ οὐ καθ’ ἕνα τῶν στημόνων ἐκτενεῖν ὑπαγόμενος ἀφρά‐ κτους καὶ οὐχ ὁμοτόνους τῇ τάσει, ἀλλὰ περι‐ θεὶς τοὺς στήμονας ἅπαντας ἀπὸ χειρὸς τότε ἅ‐
20μα ἐκτενεῖν ἴσως καὶ ὁμοτονούντως ἀλλήλοις, χρώμενος πρὸς τὴν ἔντασιν βίᾳ τῇ μεγίστῃ δε‐ δειγμένῃ διὰ τῶν Μοχλικῶν, ἐπιστροφήν τε δώσειν τὴν ὑπάρχουσαν κατὰ φύσιν κρατίστην, μένουσαν δι’ ὅλου καὶ μεταπεσεῖν οὐθενὶ τρόπῳ δυναμένην.
2527. ἐπεὶ δὲ καὶ ἐν ταῖς συνεχέσι τοξείαις συμ‐
25
βαίνει, καθότι δεδηλώκαμεν, ἀνέσεις γίνεσθαι τοῦ τό‐
26νου διὰ
τὰς πυκνὰς καταγωγάς, ἐπεντενεῖν παραχρῆμα μὴ ἐπιστροφὴν διδούς (τοῦτο μὲν γὰρ ἐδείξαμεν βλαβερὸν ὑπάρχον), ἀλλὰ κατὰ φύσιν εἰς ὀρθὸν ἐν‐30
30τείνων τοὺς στήμονας πάντας ἅμα, καθάπερ ἐξαρ‐ τυόμενοι τὴν ἀρχὴν ἐξετάθησαν. ἡ μὲν γὰρ πλείων ἐπιστροφὴ τῆς καθηκούσης ὅτι μεγάλα κακὰ ἀ‐ περγάζεται, καὶ παρὰ τοῖς ἄλλοις πᾶσιν ὁμολογεῖται, καὶ ἡμεῖς δὲ ἐν τοῖς ἀνώτερον ἀπεδείξαμεν σαφῶς,
35φημὶ δὲ καὶ εἰς θέσιν πολυχρόνιον ἀποκαταστήσειν ἐκλύσας καὶ ἐξελὼν ἐκ τῶν ὀργάνων τοὺς τό‐
36
νους πρὸς τὸ δύνασθαι λιπάναντας αὐτοὺς καὶ θέντας ἐν ἐλύ‐ τρῳ τηρεῖν· τὸ γὰρ ἔλαιον τρέφει τὸ νεῦρον,
38
ὅταν εἰς ἄνεσιν ἔλθῃ· ταθὲν δὲ οὐκέτι προσδεήσεται λί‐
40πους, ἀλλὰ καὶ τοῦ συμπεπομένου πρότερον ἐκ‐ θλίβει τὸ πλεῖστον. ἐκλύσω δὲ τὸ ὄργανον οὐ πλείονι χρόνῳ μιᾶς ὥρας. τὰ μὲν οὖν περὶ τὴν ἐξάρτυσιν ταῦτ’ ἐστίν. 28. πέμπτον δ’ ἦν ἡμῖν τὸ περὶ τῆς ὄψεως αὐ‐
45τῶν προκείμενον· καὶ γὰρ ταύτην ἐφήσαμεν μὴ ἥσσονα τῶν ἀρχαίων αὐτὰ ἕξειν. σύριγγα μὲν οὖν καὶ βάσιν καὶ χελώνιον, ἔτι δὲ ὀνίσκον καὶ σκυ‐ τάλας ποιοῦμεν ὅμοια τοῖς ὑποκειμένοις, λέγω δὲ τοῖς ἀρχαίοις, εἰ μή τι μικρὰ παρεκβαίνον‐

61

(50)

τες τὰ κατὰ τὴν ἀγωγήν· δεῖ γὰρ αὐτὴν ὀχυ‐ ρωτέραν ὑπάρχειν, τῶν ὅλων ἰσχυρῶν καὶ

62

εὐτόνων γεγενημένων. λοιπὸν τὰ περὶ τὸ πλιν‐ θίον τῇ ὄψει διαλλάσσειν. νόησον οὖν τῶν ἀρ‐ χαίων ὁρᾶν τι πλινθίον, καὶ τοὺς μὲν παραστά‐ τας καὶ τοὺς μεσοστάτας [καὶ] τοῖς παρ’ ἡμῖν
5ὁμοίους ὑπάρχειν, ἀντὶ δὲ τοῦ περιτρήτου παρ’ ἡμῖν ἐπικεῖσθαί τι καθάπερ ἐπιστύλιον, ὀρθὰς ἐξ ἀμφοτέρων ἔχον τὰς μακρὰς πλευράς (ἐπὶ μὲν γὰρ τῶν ἄλλων περιαγὴς ἡ μία γίνεται)· τοῦτο δὲ ἔστω ἢ πτελέϊνον ἢ μελέϊνον ἢ οἷον ἄν τις31
10ἕληται ποιεῖν τῆς ὄψεως ἕνεκεν, ὕψος τῷ πε‐ ριτρήτῳ ἴσον, καὶ ἐπάνω τούτου περιτρέχειν κυμάτιον πύξινον διπλοῦν· τοῦτο δὲ τὸ σχῆμα καλύμματος ἕνεκεν ὑπάρχειν μηθὲν συμπο‐ νοῦν· καὶ γὰρ ἀφαιρεῖσθαι δύναται περο‐
15νίων τινῶν λυθέντων, ὅταν θέλωμεν· νόει δὲ καὶ τὰς μέσας χώρας τῶν παραστατῶν καὶ μεσοστα‐ τῶν ἐμπεφραγμένας οὔσας, ὥστε τὸν μὲν τόνον κρύπτεσθαι καὶ μηδαμόθεν αὐτὸν ἐκ τῶν ἔμ‐ προσθεν βλάπτεσθαι, τὸ δὲ πλινθίον μήτε
20χοινικίδας μήτε ὑποχοινικίδας μήτε κατα‐ κλεῖδας ἐπικειμένας ἔχον [βλάπτεσθαι] μήτε ἄλλην τραχύτητα μηδεμίαν ποιοῦν, ἀφελὲς δὲ φαινόμενον καλὴν τὴν ὅρασιν ἀποδιδόναι. προφανῆ δέ σοι καὶ τὴν ὄψιν αὐτοῦ θήσομεν ἐπ’
25ἐσχάτῳ σχηματογραφήσαντες.
25
29. λοιπὸν ἡμῖν λεί‐ πεται περὶ τοῦ ἀναλώματος ἀποδοῦναι· καὶ γὰρ τοῦτο ἐφήσαμεν ἔλασσον ποιήσειν. ἔστιν δὲ
27καὶ εὐα‐
πόδεικτον πάνυ· περιέσταλται γὰρ ἡμῖν πᾶν τὸ τῆς δέσεως τῶν περιτρήτων καὶ [τὸ] τῶν32
29χοινικίδων,
30ὅ ἐστιν τοῦ διπήχους οὐκ ἔλασσον δραχμῶν ὀγδοήκοντα· καίτοι γε καὶ εἰ δεκαπλοῦν ἐποιοῦ‐ μεν τὸ ἀνάλωμα, πολλῷ μᾶλλον αἱρετώτερ’ ἂν ταῦτ’ ἦν τῶν ἀρχαίων· τὸ γὰρ μακροβολεῖν τοῦ παντὸς ἄξιον διαφόρου. πεποιημένος οὖν τὸν
35ἀπολογισμὸν περὶ πάντων ὅσα δοκεῖν σαφῶς καὶ παραδεδειχὼς τά τε περὶ τοὺς ἀρχαίους καταπάλτας ὄντα δυσχερῆ καὶ τὰ δι’ ἡμῶν εἰς μετάθεσιν ἠγμένα, πειράσομαι διὰ τῶν ἑξῆς τὴν κατασκευὴν αὐτῶν σοι δη‐
40λῶσαι.
40 30. τὰ μὲν οὖν περὶ τὴν σύριγγα καὶ τὴν βάσιν καὶ τὸ χελώνιον εἴρηται, διότι τοῖς αὐ‐ τοῖς χρηστέον· αὐτὸ δὲ τὸ πλινθίον μετατίθε‐ μεν· ἐν γὰρ τούτῳ τὰ ὅλα τοῦ μακροβολεῖν κεῖται. δεδηλώκαμεν δὲ καὶ περὶ τῶν περιτρήτων,
45φάμενοι μὴ συμπαραλαμβάνειν αὐτὰ εἰς [αὐ]τὴν κατασκευήν, ὅθεν ταῦτα μὲν κατὰ τὸ παρὸν παρήσω· παραστάτας δὲ πρῶτον ἐργα‐ σόμεθα πλάτος μὲν καὶ πάχος ἔχοντας τὸ ἴσον τοῖς ἀρχαίοις, μήκει δὲ μείζονας. μὴ ὑπο‐

62

(50)

λάβῃς δέ, διότι μείζονας τῷ μήκει ποιοῦν‐ τες παρεκβησόμεθα τὴν τοῦ μεγέθους σύν‐

63

ταξιν· μάθε δ’ οὕτως· τῶν [σύνταξιν] γὰρ ἀρχαίων ὀργάνων, ὅσα κατὰ τὴν αὐτὴν σύνταξιν πεποίη‐
ται, τοῦ τρισπιθάμου τὸ πλινθίον μῆκος μὲν ἔχει συμμετρουμένων τῶν περιτρήτων παλαι‐33
5στὰς ε δακτύλους γ, πλάτος δὲ συμμε‐ τρουμένων πάλιν τῶν παραστατῶν παλαιστὰς γ καὶ δακτύλους β· ἔπεισι δ’ αἱ χοινικίδες ἐπὶ τῶν περιτρήτων ἐπιτείνουσαι τὸν τόνον. ἡμεῖς δὲ χοινικίδας οὐκ ἐπιτίθεμεν, ποιήσομεν δὲ ὑψη‐
10λότερον τὸ πλινθίον τῷ τῶν χοινικίδων ὕψει· ἡ γὰρ σύνταξίς ἐστι πρὸς τὸ μῆκος τοῦ τόνου· τὸ γὰρ πλινθίον πρὸς τὸ τοῦ τόνου μῆκός ἐστι συντεταγμένον, οὐχ ὁ τόνος πρὸς τὸ τοῦ πλιν‐ θίου μῆκος (ἀρχὴ γὰρ καὶ ἡγούμενον ὁ τόνος·
15τοῦ γὰρ τρήματος τοῦ δεχομένου τὸν τόνον ἡ διάμετρος πάντων μέτρον μόνον ἐστί), καὶ ἡμεῖς μὲν ποιοῦντες ὑψηλότερον, πρὸς τὸ τούτου μῆ‐ κος συντασσόμεθα· τὰ γὰρ τῶν χοινικίδων κα‐ τὰ τὸ ὕψος 〈τοῦ〉 τόνου προσκατατάσσομεν. εἰ
20δὲ ἴσον τοῖς ὑπάρχουσι πλινθίοις ποιήσομεν, τῷ τῶν χοινικίδων ὕψει 〈συστελοῦμεν τὸν τόνον〉·
21
ὅθεν ἔστωσαν ὕψος ἔ‐ χοντες οἱ παραστάται παλαιστῶν ζ καὶ δα‐ κτύλου·
23 31. παρεκτεινέτωσαν δ’ ἐξ ἑκατέρου μέ‐ ρους καθάπερ διτορμίαν ἐν παρεπιτομῇ πε‐
25ποιημένην· ἔστω δὲ τὸ μὲν ἔμπροσθεν μέτω‐ πον κυρτὴν ἔχον, τὸ δ’ ὄπισθεν αὐτοῦ κοί‐ λην καὶ ὁμοίως συμπεριαγῆ τῇ ἐκτὸς πε‐ ποιημένην, καθάπερ γὰρ καὶ τῶν ἀρχαίων ὀρ‐ γάνων τὰ πλεῖστα πεποίηται. ἔστω δὲ ὑπὸ τὴν
30ὄψιν κείμενος ὁ παραστάτης τῷ σχήματι ὑπάρ‐ χων ὁ ὑπογεγραμμένος, ἐφ’ οὗ τὸ Α· καὶ
νοείσθω τὸ μὲν ῥηθὲν αὐτοῦ μῆκος τὸ ἀπὸ τῆς [Omitted graphic marker]γραμμῆς ἕως ἐπὶ τὴν γραμμήν, ἐφ’ ὧν τὰ Α Β. αἱ δὲ γραμμαὶ ὑπαρχέτωσαν αἱ παρε‐34
35πιτομαὶ ὑπερτρέχουσαι καὶ ὑπαρχέτωσαν κατά τε τὸ ὄπισθεν καὶ ἔμπροσθεν μέρος, βάθος δ’ ἔστω τῆς παρεπιτομῆς δακτύλου μέρη τρία· τὰ δ’ ὑπὲρ τὴν γραμμὴν ὑπεραίροντα ἐφήσαμεν εἶναι καθάπερ διτορμίαν τὰ ἐφ’
40ὧν τὰ Γ. ἐχέτω δὲ πλάτος ὁ μὲν πα‐ ραστάτης παρὰ τὰς ἐπιτομὰς ἐπιμετρούμενος δακτύλων ζ καὶ ἡμιδακτυλίου· ἐκ μέ‐ σου δὲ κατὰ τὸ κύρτωμα δακτύλων ἑπτὰ καὶ δύο τρίτων, πάχος δ’ ἐχέτω δακτύλων
45τριῶν καὶ ἡμίσους. ἐχέτω δὲ ἐπὶ τῆς ἔμ‐ προσθεν τῆς κυρτῆς λεπίδα νωτιαίαν ἐπικει‐ μένην πλάτος ἔχουσαν σύμμετρον, καὶ ἥλους διειμένους διά τε τῆς λεπίδος καὶ τοῦ πα‐ ραστάτου κατὰ τὰς εὐθείας, ἐφ’ ὧν τὰ Δ· καὶ ἐκ

63

(50)

τῆς ἐντὸς ἐπιτεθεισῶν ἐφηλίδων συγκεκοινώσθω,
καθάπερ εἴθισται. περὶ δὲ τὸ ἄνω μέρος35

64

καὶ τὸ κάτω μέρος παρὰ τὴν ἐπιτομὴν ψαλίδες ἐπιτεθεῖσαι ὑπὸ τὸ ὄπισθεν περιβαίνουσαι συνη‐ λωθήτωσαν κοινωματίοις ἐλάσσοσιν· ἔστω δὲ ἡ ψαλὶς ἐφ’ ὧν τὰ Θ. ὁ μὲν οὖν παραστάτης λα‐
5βέτω ταύτην τὴν σύνταξιν.
5
32. οἱ δὲ μεσοστάται ἐπὶ μὲν τῶν ἀρχαίων διεστηκότες ἀπ’ ἀλλήλων τίθενται,
6
καὶ σμικρὸν διαπηγμάτιον λαβόντες τὴν μὲν κάτω χώ‐ ραν ἀφορίζουσι τῷ τῆς σύριγγος τόρμῳ, τὸ δὲ ἄνω δίοπτρα γίνεται. ἡμεῖς δ’ οὕτω ποιοῦμεν·
9πάχος[Omitted graphic marker]
10προσδίδομεν τοῖς μεσοστάταις τοσοῦτον, ὥστε συν‐ τεθέντας καὶ ἑαυτῶν ψαύοντας συμπληροῦν πᾶν τὸ πρόσθεν ῥηθὲν διάστημα τῶν μεσοστατῶν πρὸς τὸ τὴν δίοπτραν ποιεῖν καὶ τὴν τῶν τόρμων
13
χώραν· ἐρ‐ γασθέντες δὲ σύναρμοι συντίθενται, καὶ οὕτως
14ἥ τε
15δίοπτρα διεκόπη καὶ ἡ χώρα 〈τῷ〉 τῆς σύριγγος
15
τόρμῳ. νόει δὲ τὸ σχῆμα συντεθέντων αὐτῶν ὁρᾶν τὸ ἐφ’ οὗ τὰ Α· ἔστω δὲ ἡ δίοπτρα μὲν ἐφ’ ἧς τὸ Γ, ὁ δὲ ἁρμὸς ὁ τῆς συμβολῆς ὁ Δ. ὅπως δὲ πρὸς ἀλλήλους μένωσι, καὶ γόμφοις μὲν συλ‐
36
20λαμβάνονται καὶ ἥλοις δὲ διίενται διὰ τῆς στερεᾶς καὶ συγκοινοῦνται· ἔχει δὲ καὶ παρεπιτομὴν
21
ἐξ ἴσου τοῖς παραστάταις κατὰ τὸ μέτωπον καὶ τὸ ὄπισθεν βάθος ἔχουσαν τὸ αὐτό. νόει δὲ ταύτας εἶναι
23
κατὰ τὰς γραμμὰς ἐφ’ ὧν Ε.
25ὑπόλαβε δὲ καὶ τὸ προειρημένον σχῆμα κατὰ κρόταφον θεωρεῖν· καὶ ἔστω τὸ ἐφ’ οὗ τὸ Ζ. ἐχέ‐ τω οὖν ἐκτομὰς πεποιημένας ἐξ ἑκατέ‐ ρου μέρους τὰς ἐφ’ ὧν Η, ἕως κατὰ τὴν ἐπιτομὴν πιπτούσας ἀκριβῶς, ἐχούσας δὲ
30πλάτος δακτύλων β· ἀπέχεις οὗν καὶ τὴν τῶν μεσοστατῶν κατασκευήν.
3133. τὰς δὲ κατα‐[Omitted graphic marker]

65

ζυγίδας δεῖ διατεινούσας ἐπ’ ἀμφότερα τὰ μέρη χαλκεῦσαι ἐχούσας μῆκος μὲν παλαιστῶν ε δα‐ κτύλου καὶ ἡμιδακτυλίου, πλάτος δὲ δακτύλων β, πάχος δὲ κατὰ τὴν χώραν τὴν ὑπὸ τὸν
4τόνον πί‐
5πτουσαν δακτύλων β𐅵. ἀπειλήφθω δὲ ἀπὸ μὲν τῶν ἄκρων τῆς καταζυγίδος ἐξ ἑκα‐
6
τέρου μέ‐ ρους γένειον μῆκος ἔχον ὅσον τὸ πάχος ἐστὶν
37
7
τοῦ παρα‐ στάτου· τὸ δὲ γένειον μικρὸν ὑπαμβὲς ἔστω. καὶ πάλιν κατὰ τὴν τῶν μεσοστατῶν χώραν ὁμοίως
9ἀπει‐
10λήφθω σχῆμά τι οἷον τὸ ὑπογεγραμμένον. ἔστω δὲ τὰ ῥηθέντα ἐξ ἄκρου γένεια ἐφ’ ὧν τὰ Θ, αἱ δὲ κατὰ τοὺς τόνους καταλειπόμεναι χῶραι (πίπτουσι δὲ ἀνὰ μέσον τῶν διαστημάτων τῶν τε παραστα‐ τῶν καὶ μεσοστατῶν) αἱ Λ· λελεασμένας
15δὲ καὶ περιφερεῖς αὐτὰς κάτωθεν οὔσας νόει πρὸς τὸ μὴ ψαύειν τῶν τόνων. τούτων οὖν ὑπαρχόν‐ των ὑπόλαβε τῶν μεσοστατῶν σχῆμα γεγονὸς ἐκκεῖσθαι τὸ ἐφ’ οὗ τὸ Α, καὶ τὰς δηλωθείσας καταζυγίδας ἐξ ἑκατέρου μέρους ἐπικειμένας
20ἐν ταῖς ἐκκοπαῖς εἶναι· νόει δὲ καὶ κανόνας
20
τινὰς ὑπάρ‐ χειν εἰργασμένους β πρινίνους, πλάτος μὲν καὶ μῆκος τὸ ἴσον ἔχοντας ταῖς καταζυγίσιν, πάχος δὲ τριῶν 〈καὶ〉 ἡμιδακτυλίου, καὶ τούτους ἐπικει‐ μένους εἶναι ἐπὶ τῶν καταζυγίδων, τὴν ὑπεροχὴν
25τὴν κατὰ τὸν τόνον ἐκ τοῦ. ἄνωθεν μέρους λε‐ λεασμένην ἔχοντας· καλείσθωσαν δ’ ἡμῖν οἱ προειρημένοι κανόνες ἐπιζυγίδες.
27
34. νόησον δὲ καὶ ἀνὰ μέσον τῆς καταζυγίδος καὶ ἐπιζυγίδος ὑπο‐
38
28
κειμένους σφῆνας πρινίνους καὶ αὐτοὺς ὄντας εὐμήκεις καὶ μὴ
30αἰφνίδιον τὴν συναγωγὴν ἀλλὰ ἀγομένην ἔχοντας καὶ εἰς ὀξὺ σφόδρα καταλήγουσαν. ἔστωσαν δὲ
31
κατα‐ ζυγίδες μὲν αἱ Β, ἐπιζυγίδες δὲ αἱ Γ, σφῆνες δὲ οἱ Δ· τούτων δὲ οὕτως συντεθέντων περίθου τὸ
33
μήρυ‐ μα τοῦ τόνου, καὶ τὴν ἀρχὴν αὐτοῦ λαβὼν
34ἀνένεγκε ἐπὶ[Omitted graphic marker]
35τὴν ἐνιζυγίδα τὴν ἄνω, καὶ τρυπήματος ὑπάρ‐
35
χοντος ἐν αὐτῇ παρὰ τὴν ἐσχάτην χώραν τοῦ τόνου τὴν
36
ἀρχὴν διείρας ἄφαψον εὐρυτέρου τοῦ τρήματος ὄντος κά‐ τωθεν, ὅπως μὴ ὑπερέχῃ τὸ ἅμμα. καὶ περὶ ταῦτα περιμηρύου τοὺς τόνους ἀπὸ χειρὸς ἑξῆς περιτιθεὶς
40καὶ σάσσων καὶ σφυρίῳ τινὶ ξυλίνῳ προσκρούων πρὸς τὸ συνερείδοντα καλῶς τὸν τόνον τεθῆναι· πληρωθέντος δὲ τοῦ πρώτου δόμου πάλιν
42
ἄλλον ἐ‐ πάνω τὸν αὐτὸν τρόπον ἐπιμηρύου, καὶ πάλιν
43
ὁμοίως, ἕως ἂν καταχρήσῃ πᾶν τὸ μῆκος τοῦ τόνου· καὶ
44οὕτως39
45ὑπόλαβε τὴν ἀρχὴν ὑποθεὶς ὑπὸ πάντας 〈τοὺσ〉 τοῦ τόνου στήμονας παρεκτείνας παρὰ τὴν ἐπιζυ‐
46
γίδα· πε‐ ριμήρυσαι δὲ καὶ ἐκ τοῦ ἄλλου μέρους τὸν ἄλλον
47
τόνον ὁμοίως. εἶτ’ ἔμβαλε τοὺς σφῆνας τοὺς ἑκατέρας πλευρᾶς, ἕως ἐπ’ ἄκρον αὐτοὺς ἑλκύσῃς, ὅπως ὁ

65

(50)

τόνος πᾶς ὁμοίως χάλασμα σχῇ.

65

(50)

35. τοῦτο δὲ πράξας λάβε τὸν ἀγκῶνα καὶ τὸ ἄκρον αὐτοῦ τὸ τὴν
51τοξῖτιν δεχό‐

66

μενον δίωσον διὰ μέσου τοῦ μηρύματος καὶ ἐπίσπα‐ σαι, ἕως τοῦ τὴν πτέρναν εἰς τὴν ὑποπτερνίδα
2
τὴν ἐν τῷ μεσοστάτῃ πεποιημένην 〈ἐμπεσεῖν〉. ἔστω δὲ
3
αὕτη τοσοῦτον ἔχου‐ σα βάθος, ὥστε τὸν ἀγκῶνα μήτε προεστάναι μήτε[Omitted graphic marker]
5προσπίπτειν λίαν· νόει δὲ τὴν ὑποπτερνίδα οὖσαν, ὡς λέγω, τὴν ἐφ’ ἧς τὸ Μ. ποιήσας δὲ τὸ ῥηθὲν
6
καὶ κατα‐ στήσας τὸν ἀγκῶνα, πάλιν ὁμοίως καὶ τὸν ἄλλον
7ἀγκῶνα
κατάστησον. εἶθ’ οὕτως προσάξεις καὶ τοὺς παρα‐ στάτας καὶ ὑπερείσεις αὐτοὺς ταῖς καταζυγίσιν.40
9καταστη‐
10σάμενος δὲ τὸ πλινθίον οὕτως σφῦραν σύμμετρον λαβὼν εἰσέλαυνε τοὺς σφῆνας ἐναλλὰξ ἕκαστον τύπτων πραέως, ἕως ἂν εἰσπέμψῃς αὐτοὺς με‐ τρίως, καὶ τὸ τηνικάδε θεὶς ἐπὶ κρόταφον τὸ πλιν‐ θίον ἐπὶ στερεοῦ τινος ὑποθέματος τύπτε μείζονι
15σφύρᾳ καὶ εἰσώθει τοὺς σφῆνας· ὅταν δὲ ἱκανῶς εἰσεληλυθέναι σοι δοκῶσιν, ἐπιθεὶς ἐπὶ τὴν σύριγ‐ γα καὶ ἐνδήσας τὴν τοξῖτιν, ὡς εἴθισται, καὶ
17
ἐκτείνας αὐτὴν κάταγε δὶς ἢ τρίς, μὴ ἀποσχάζων ἀλλ’ ἀνιεὶς πραέως διαλείπων, ἕως 〈τοῦ〉 τοὺς τόνους
19αὐτοῖς
20συνδιδόναι, καὶ πάλιν καθελὼν καὶ ἐπὶ κρόταφον θεὶς ἔλαυνε τοὺς σφῆνας· τοῦτο δὲ ποίει,
21
ἕως ἄν σε τὸ μῆκος τῆς τοξείας ἐκτίνῃ, καὶ οὕτως ἀπότε‐ με πρίονι τὸ ὑπερέχον τῶν σφηνῶν παρὰ τὴν ἐπι‐ τομὴν τῶν παραστατῶν.
2436. Τὸ μὲν οὖν πλινθίον οὕτως
25ἐργασθὲν καὶ ἐξαρτυσθὲν ἕτοιμα τὰ πρὸς τὴν τοξείαν λαμβάνει· γίνεται δὲ τῇ ὄψει μικρῷ ἀ‐ πρεπέστερον· ἀκέφαλον γὰρ ὁρᾶται, ὡς ἔχει. ὅπως οὖν τῇ τε ὄψει φαίνηται καλὸν καὶ ὁ τόνος, συγ‐ καλυφθεὶς ἅμ’ ἔχῃ σκέπην, ἐξ
30ἑκατέρου μέρους γίνεται κάλυμμα κατασκευα‐ σθὲν ὃν τρόπον μέλλομεν λέγειν· πλινθίον
31
πήγνυται ἐκ σανίδων πτελεΐνων ἢ μελεΐνων, ἢ οἵων ἄν τις
ἕληται τῆς ὄψεως ἕνεκεν καὶ ἰσχύος ἅμα, πάχος ἐχουσῶν δακτυλιαῖον, πλάτος δὲ τοσοῦτον, ὥστε41
35συγκαλύπτειν τὰ περὶ τοὺς σφῆνας· πήγνυται δὲ καὶ κρυπτοῖς πελεκίνοις, ὥστε τὰς ἐκτὸς γωνίας ἐπ’ ὄνυχος συμβεβλημένας ἔχειν· τὸ δὲ πλινθίον γίνεται τηλικοῦτον, ὥστε περιλαβεῖν κύκλῳ τοὺς μεσοστάτας καὶ παραστάτας, παρεμβαῖνον εἰς
40τὴν ἐπιτομὴν αὐτῶν, καὶ ἐπάνωθεν αὐτῶν κά‐ λυμμα λαμβάνει κυμάτιον πύξινον ἔχον δι‐ πλοῦν κύκλῳ περιτρέχον· καὶ οὕτως ἐκ τῶν πλα‐ γίων ἐπιπερονᾶται πρὸς τοὺς παραστάτας περό‐ ναις σιδηραῖς ἢ χαλκαῖς πομφολυγωταῖς. περι‐
45τεθὲν οὖν τὸ ῥηθὲν ἐξ ἑκατέρου μέρους κάλυμμα τήν τε ὄψιν ἀποδίδωσι καλὴν καὶ τὰ περὶ τοὺς σφῆνας καλύπτει καὶ τὸν τόνον σκεπάζει. τὰ δ’ ἐμ‐ φράγματα ταῖς μέσαις χώραις τῶν παραστατῶν
48
καὶ με‐ σοστατῶν ἄν τε βούλῃ λεῖα ποιεῖν, οὐθὲν διοίσει

66

(50)

(σκέπης γὰρ ἕνεκεν τῆς τῶν τόνων ἐμβάλλεται),

66

(50)

ἐάν τε καὶ τῆς ὄψεως στοχαζόμενος θέλῃς οὔλων τε ξύλων αὐτὰ

67

ποιεῖν καὶ πύξινον περιτρέχον κυμάτιον περιτιθέ‐ ναι, καὶ τοῦτ’ ἐκποιήσει.
2
37. τὴν μὲν οὖν κατασκευὴν λαμβάνει καὶ τὴν ἐξάρτυσιν ταύτην· ἐὰν δὲ ἐπιτεῖναί ποτε βουλώμεθα, δεῖ προκαθηγητῆρα
5κατεσκευασμένον σιδηροῦν ὑπάρχειν· ὁ δὲ προ‐ καθηγητήρ ἐστιν ὅμοιος ἐμβολεῦσιν, οὓς οἱ
6
〈περὶ〉 τὰ νομίσματα ἔχοντες κόπτουσι, πλὴν ὅτι τετρά‐ γωνον αὐτοῦ πεποίηται καὶ σφηνοειδὲς τὸ στό‐
42
8
μα. ὅ‐ ταν οὖν ἐπιτεῖναι βούλῃ, περιελόντα δεῖ τὰ κα‐
10λύμματα θεῖναι τὸ πλινθίον ἐπὶ κρόταφον ὑπο‐ θέντα τι ὑπόθεμα στερεόν, καὶ οὕτως ἐπὶ τὴν τοῦ σφηνὸς κουρὰν τὴν ἠκροτομημένην ἐπιθέντα τὸ τοῦ προκαθηγητῆρος στόμα κρατεῖν τοῦ στε‐
13
λεοῦ· εἶτα ἄλλον τῇ σφύρᾳ τύπτειν, ἕως ἂν εἰσε‐
15λάσῃ ὅσον δακτύλους δύο, καὶ οὕτως τὸν μὲν προκαθηγητῆρα ἐξελεῖν διακρούσαντα ἐκ τῶν πλαγίων· ἀπειργασμένον δὲ σφῆνα ἁρμοστὸν ἔ‐ χοντα στόμα εἰς τὴν χώραν μὴ λίαν μα‐ κρόν, καθότι ἦσαν οἱ ἐξ ἀρχῆς πεποιημένοι, σύμ‐
20μετρον δέ, ἐπιθέντα ἐλαύνειν, ἕως ἂν ἡ τοξεία
20
ποιή‐ σῃ τὸ δέον, καὶ πάλιν ἀκροτομήσαντα τοὺς σφῆ‐ νας 〈τὰ〉 καλύμματα περιθεῖναι. ἔσται δὲ καὶ
22
τὰ τῶν σφηνῶν ἀκρότομα φυλαχθέντα χρήσιμα πρὸς τὰς ἐπεντάσεις· ἁρμόσει γὰρ εἰς τὰς χώρας.
2438. τὴν
25μὲν οὖν ἐπέντασιν τῷδε 〈τῷ〉 τρόπῳ ποιη‐ τέον· ἐὰν δὲ παῦσαι θέλωμεν καὶ τὸν τόνον περιε‐ λόντες, καθότι εἴπομεν, θεῖναι, δεῖ τὸ τῶν ἐπιζυ‐ γίδων καὶ τὸ τῶν σφηνῶν ὑπεριδεῖν ἀναλωμά‐ τιον (τοῦτο δέ ἐστι τελέως μικρόν)· διατε‐
29μεῖν γὰρ
30δεῖ πριονίῳ τὴν ἐπιζυγίδα καὶ τοὺς σφῆνας παρ’ αὐτὸν τὸν τόνον, καθ’ ἃ προσερείδει τῷ παραστά‐ τῃ, καὶ τὰ μὲν μέσα ἔκτομα ἐξελεῖν, ἀντίσφη‐ να δὲ ποιήσαντα καὶ ἀντιθέντα τῷ σφηνὶ τύπτειν τῇ σφύρᾳ καὶ ἐξελάσαι τοὺς σφῆνας.43
35καὶ οὕτως χάλασμα λαβόντων τῶν τόνων τούς τε ἀγκῶνας ἐξαιρεῖν καὶ τὰ τῶν τόνων μηρύμα‐ τα περιελεῖν ὄντα ἄφθαρτα καὶ ἀσινῆ καὶ λι‐ πάναντας εἰς ἐξέλικτρον ξύλινον συντιθέναι. καὶ τὴν μὲν 〈τοῦ〉 διὰ τοῦ σφηνὸς ἐντεινομένου
40κατασκευὴν τάς τε καθηκούσας ἀποδείξεις δε‐ δηλώκαμεν, καὶ διὰ πλειόνων μὲν ἴσως λόγων, διὰ πάσης δὲ ἀκριβείας. 39. τοῦ δὲ χαλκοτόνου παρειλήφαμεν εὑ‐
43
ρετὴν μέν, ὡς καὶ ἀνώτερόν σοι δεδηλώκαμεν, Κτησίβιον
45τὸν ἐν Ἀλεξανδρείᾳ γεγονότα· προσπεσόντος δὲ καὶ ἡμῖν τοῦ προβλήματος, τῆς δὲ κατασκευῆς οὔπω διαδεδομένης, καλῶς ἔχειν ὑπελάβο‐ μεν καὶ αὐτοὶ ζητῆσαι καὶ ἐπὶ πέρας αὐτοῦ τὴν κατασκευὴν ἀγαγεῖν, ὅθεν πολὺ διαλλάσσον

67

(50)

γέγονε 〈τὸ〉 τοῦ παρ’ ἡμῖν ὑπάρχοντος ὀργάνου σχῆμα πρὸς τὴν ὑπ’ ἐχείνου συντεθεῖσαν κα‐

68

τασκευήν, ἐξ ὧν διεσάφουν ἡμῖν τινες τῶν
1
παρ’ αὐτῷ περιέργως τεθεαμένων· ὑποστησάμενος οὖν ποιή‐ σομαι τὸν λόγον σοι περὶ τῆς ἡμετέρας κατα‐
3
σκευῆς. 40. βάσις μὲν οὖν καὶ συρίγγιον καὶ χελώνιον
4καὶ χεὶρ44
5ἡ κατάγουσα τὴν τοξῖτιν ὅ τε ὀνίσκος καὶ ἡ κατά‐ κλεις καὶ 〈αἱ〉 σκυτάλαι καὶ τὰ ἄλλα πάντα καὶ
6
ἐπὶ τού‐ του κατεσκεύασται τοῖς ἄλλοις ὀξυβελέσιν ὁ‐ μοίως· τὸ δὲ πλινθίον ἄλλο λαμβάνει σχῆμα. μέλ‐ λοντες οὖν περὶ τῆς τῶν τόνων ἰδιότητος
9ἀπαγγελεῖν
10καλῶς ἔχειν ὑπελαμβάνομεν καὶ ἐπὶ τούτου πρῶτον ἐπισκέψασθαι περὶ τῶν ἀρχαίων ὀργάνων καὶ συμβαλεῖν, τίς ἐστιν ἡ αἰτία τοῦ μακρὰν
12
ἀποστέλ‐ λειν δύνασθαι τὸ βέλος, μὴ περὶ μικρὰς αἰτίας τὴν θεωρίαν ποιούμενοι καθάπερ ἀνώτερον δεδηλώ‐
15καμεν. περὶ τὸ μακροτονεῖν ἢ συναιρεῖν τὸ μῆκος τῶν τόνων ἢ τοὺς ἀγκῶνας ἐπεκτείνειν ἢ συστέλ‐
16
λειν ἢ προσεστηκότας ἢ ἀναπεπτωκότας μᾶλλον ποιεῖν ἢ τὴν τῶν νεύρων ἢ τριχὸς ἀρετήν· ταῦτα μὲν
18
γὰρ καὶ προεζήτηται, καθάπερ εἶπον ἐν τοῖς πρότερον,
20καὶ ἐν μέσῳ κείμενα κοινὰ πᾶσιν ὑπάρχει πολ‐ λάκις ἤδη καὶ παντοδαπῶς πεπειραμένα· νῦν δὲ ὁλοσχερῆ τινα δεῖ τὴν ἐπίσκεψιν περὶ τῶν
22
καθόλου ποιήσασθαι μέλλοντας δὴ καὶ προσάγειν ὁλο‐
23
σχερές τι θεώρημα καὶ ἴδιον τῇ διαθέσει καὶ πολὺ παρηλ‐
25λαγμένον τῶν πρότερον.
25
41. ὅλη 〈μὲν〉 οὖν ἡ τῶν ἀγκώνων βία παραίτιος γίνεται τοῦ μακρὰν φέρεσθαι βέλος· αὕτη δὲ διὰ τῶν τόνων αὔξεται. σκε‐
27
πτέον τοί‐ νυν, ποία τίς ἐστιν 〈ἡ〉 περὶ τοὺς τόνους
28
ὑπάρχουσα διάθεσις· ἔστω δ’ ἡμῖν ἐπὶ τοῦ παρόντος ἡ ζήτησις
30καὶ ὁ περὶ ταύτην ἐσόμενος λόγος περὶ τῶν ὀξυβε‐ λῶν ὀργάνων. πρῶτον οὖν, ἐπεὶ παραίτιός ἐστιν45
31
ὁ τόνος τῆς τοῦ ἀγκῶνος βίας, ἡ δὲ τοῦ ἀγκῶνος βία
32
τῆς τοῦ βέλους ἀποστολῆς, φροντιστέον ἐστὶ τῶν τόνων.
33
οὐκοῦν ὁ ἀγκών ἐστιν ἐν μέσῳ τῷ τόνῳ· τὸ μὲν ἡμιτόνιον
35αὐτοῦ ἐπιπίπτει κατὰ τὴν πτέρναν τοῦ ἀγκῶνος ἐν τῷ ἐκτὸς μέρει τοῦ πλινθίου καὶ βιάζεται τὴν πτέρναν εἰς τὰ ἐντός, τὸ δὲ ἄλλο ἡμιτόνιον παραλλὰξ ἀνὰ τὸν ἀγκῶνα. λέγω οὖν, ὅτι 〈ὁ〉
38
τάχιστα δυνάμενος τῶν ἀγκώνων ἀναπίπτειν μακρότατα
40τὸ βέλος ἀποστελεῖ· ἡ γὰρ ὀξυτάτη φορὰ τῆς τοξί‐ τιδος ταχυτάτην ἐνεργάζεται τῷ βέλει κίνησιν, ὥστε ἐν ἴσῳ χρόνῳ πλείονα τόπον ἐνεχθῆναι διὰ τὸ συνεχὲς τῆς φορᾶς. πότερ’ οὖν, καθάπερ εἰ‐ ρήκασιν οἱ πλεῖστοι, καὶ ἡμεῖς δὲ ἀρτίως εἴπομεν,
45συμβαίνει τῇ τοῦ ἀγκῶνος ἀναπτώσει τὴν βίαν
45
ἐξ ἀμ‐ φοτέρων γίνεσθαι τῶν ἡμιτονίων, ἢ μόνον ἐκ
46
τοῦ ἑνός; τοῦτο δὲ σαφῶς εἰδήσομεν ἐπιστήσαντες αὑτούς· πάνυ γὰρ χρήσιμον ἔσται πρὸς τὸν ἐνεστῶτα λόγον. οὐκοῦν πρὸς μὲν τὴν τῆς τοξίτιδος καταγω‐
49γὴν ὁρῶ‐

68

(50)

μεν ἀμφότερα σαφῶς ἀντιπράσσοντα τὰ ἡμιτό‐ νια· διὸ καὶ τοὺς ἀγκῶνας συμβαίνει πολλάκις τρίβε‐

69

σθαι δύο δυνάμεις ἀνακινοῦντας· ἔν τε τῷ σχά‐ σματι τὴν τοξῖτιν ἅμα συμβαίνει ἀμφοτέρας τὰς τῶν ἡμιτονίων δυνάμεις κινεῖν ἰσοταχεῖς αὑταῖς συνυπαρχούσας διὰ τὸ ἐξ ἴσων καὶ ὁμοίων δυ‐
5νάμεων συνεστάναι. οὐκ ἂν οὖν πρὸς τὸ τάχος τοῦ ἀγκῶνος ἡ μία συμβάλλοιτο δύναμις, εἰ μὴ μείζων εἴη τῆς ἄλλης· οὕτω γὰρ ἂν κατα‐ κρατοίη τῆς ἐλάσσονος καὶ ἐπισυνάπτοι τῷ τά‐ χει. δειχθείη γὰρ ἂν τὸ λεγόμενον σαφῶς ὑπάρ‐46
10χον, οἷον ἡμεῖς φαμεν, καὶ ἐκ τοῦ μέλλοντος ὑπο‐ δείγματος λέγεσθαι.
11
42. ἐὰν γάρ τις λαβὼν δύο βάρη, ὅμοια τῷ γένει καὶ τῷ σχήματι, τὸ μὲν μνα‐ ϊαῖον, τὸ δ’ ἄλλο δίμνουν, ἅμα ἀφ’ ὕψους ἀ‐ φῇ φέρεσθαι, λέγω, ὅτι τὸ δίμνουν παρὰ πολὺ τά‐
15χιον οἰσθήσεται· καὶ ἐπὶ τῶν ἄλλων δὲ βαρῶν ὁ αὐτὸς ὑπάρχει λόγος, ὥστε ἀνὰ λόγον ἀεὶ τὸ μεῖζον τοῦ ἐλάσσονος [ὡς] τάχιον φέρεσθαι, εἴθ’ ὅτι τὸ μεῖζον βάρος, καθάπερ φασί τινες τῶν φυ‐ σικῶν, μᾶλλον ἐκρομβεῖν δύναται καὶ δια‐
20στέλλειν τὸν ἀέρα, εἴθ’ ὅτι τῷ μείζονι βάρει καὶ ῥοπὴ πλείων παγέπεται, 〈ἡ〉 δὲ πλείων ῥοπὴ μᾶλ‐ λον αὔξει τὴν κατὰ κάθετον φοράν. πάλιν, ὅτι γίνεται τὸ ῥηθέν, ἐὰν δύο βάρη λαβὼν μναϊαῖα καὶ συνθεὶς ἔπειτα καὶ συναιωρήσας ὡς δυνατὸν
24〈ἅμα〉
25τις ἀφῇ φέρεσθαι· λέγω δή, ὅτι ταχύτερον οἰσθή‐ σεται πάλιν τὸ δίμνουν βάρος ἢ τὰ δύο αὑτοῖς συγκείμενα μναϊαῖα βάρη· βραδύτερον δέ, κἂν τρία καὶ ἔτι πλείονα συντεθῇ, ταὐτὸ ποιήσει.
φανερὸν οὖν γίνεται καὶ ἐκ τούτου, διότι πλειόνων47
30δυνάμεων ἐπὶ τὸ αὐτὸ συντεθεισῶν, ἴσων δὲ αὑ‐ ταῖς οὐσῶν, οὐθὲν ἡ φορὰ κατὰ κοινὸν μᾶλλον
31
αὔξεται τῆς ὑποκειμένης φυσικῶς τῷ ἑνὶ μόνον βάρει. τού‐ των δὴ τοιούτων ὑπαρχόντων ἐδείχθη σαφῶς τὸ ἓν ἡμιτόνιον μηθὲν συνεργοῦν τῇ τοῦ ἀγκῶνος
35φορᾷ διὰ τὸ ἰσοταχὲς τῷ ἄλλῳ· καλῶς οὖν ἔχον ἐκρίθη τὸ περιελεῖν καὶ μετᾶραι τὸ μηθὲν ὠφελεῖν δυνάμενον τὴν τοῦ ὀργάνου δύνα‐
37
μιν· νευ‐ γίνων μὲν οὖν ὄντων τῶν τόνων καὶ ἐχόντων
38
τὴν ὁμοίαν τοῖς πρότερον τάσιν, οὐκ ἐνδεχόμενον τὸ ἓν τῶν
40ἡμιτονίων περιελεῖν· πῶς γὰρ ἔτι ὁ ἀγκὼν
40
ἠδύνατο ὑπὸ τοῦ μόνου κρατεῖσθαι; προσεδεῖτο δὲ
41
ἄλλης μεθόδου πρὸς τὸ καὶ αὐξῆσαι δύνασθαι τὴν τοῦ ἑνὸς ἡμιτονίου δύναμιν τοῦ προσηρεισμένου πρὸς τὴν τοῦ ἀγκῶνος πτέρναν, καὶ τὸ ἄλλο
45περιελεῖν ἡμιτόνιον τὸ εἰς μὲν τὴν ἀποστολὴν τοῦ βέλους μηθὲν συμβάλλεσθαι δυνάμενον, εἰς δὲ τὴν καταγωγὴν ἀντιπρᾶσσον, καὶ δυσ‐ εργίαν 〈παρέχον πολλήν· ἐξηῦρον οὖν ἄλλην
48σύνταξιν〉 τὴν μέλλουσαν λέγεσθαι.
48
43. κατεσκευά‐ σθησαν γὰρ εἰς τὸν τρισπίθαμον καταπάλτην

69

(50)

λεπίδες χαλκαῖ. καὶ εἶχον μὲν τὴν προσηγορίαν
ταύτην, ἦσαν δ’ αἱ λεπίδες ἐλάσματα χαλκᾶ, μῆ‐48

70

κος μὲν ἔχοντα 〈παλαιστὰς δ δάκτυλον α〉, πλά‐
1τος δὲ 〈δακτύλους β καὶ ἡμιδακτύ‐
1
λιον〉, πάχος δὲ 〈ἡμιδακτύλιον〉· αὗται δὲ ἐχωνεύθησαν μὲν χαλκοῦ παρασκευασθέντος ἐρυθροῦ ὡς χρηστοτάτου καὶ κεκαθαρμένου καλῶς καὶ ἀποπτηθέντος πλεονάκις, εἶθ’ οὕτως εἰς τὴν
5μνᾶν μιχθέντος κασσιτέρου ὁλκῆς δραχμαὶ γ, καὶ τούτου κεκαθαρμένου καὶ ἀπωπτημένου
6
περισσῶς· εἶτ’ ἐγχυθεισῶν καὶ ἐλασθεισῶν τῶν λεπίδων καὶ λα‐ βουσῶν τὰ δηλωθέντα μέτρα, οὕτω καμπὴν ἐδώ‐ καμεν αὐταῖς πραεῖαν πρὸς ἐμβολέα ξύλινον·
10καὶ μετὰ ταῦτα ἐκροτήσαμεν αὐτὰς ψυχρὰς συνεχῶς καὶ πολὺν χρόνον, τηροῦντες ἰσοπα‐
11
χεῖς καὶ ὀρθὰς κατὰ κρόταφον καὶ κατὰ πλάτος εὐστρα‐
12
βεῖς καὶ ἁρμοζούσας πάντοθεν πρὸς τὸν ἐμβολέα. μετὰ δὲ ταῦτα κατὰ ζεῦγος αὐτὰς συνεθήκαμεν τὰ κοῖλα
15πρὸς ἄλληλα συζεύξαντες καὶ τὰ ἄκρα ῥινή‐ σαντες εἰς ὄνυχα καὶ τόρμοις εἰς ἄλληλα συζεύ‐ ξαντες.
1744. ἰσχὺν μὲν οὖν ἐλάμβανον αἱ λεπίδες
17
διὰ τὴν τοῦ χαλκοῦ κρᾶσιν· ὁ γὰρ λευκότατος καὶ καθα‐ ρώτατος χωνευθεὶς καὶ εἰς τὸ δυνατὸν μηδενὸς με‐
20τασχὼν ἰσχυρός τε καὶ ὁλκὸς καὶ νευρώδης ἐστίν·
20ἐκρο‐
τοῦντο δὲ ψυχραὶ συνεχῶς καὶ πολὺν χρόνον πρὸς 〈τὸ〉 τὴν ἐπιφάνειαν αὐτῶν πυκνωθεῖσαν εὐτο‐49
22
νίαν πα‐ ρασχεῖν. ἀμφίκυρτοι γὰρ συνερεισθεῖσαι, καθὰ λέγο‐ μεν, παρὰ τὴν τοῦ ἀγκῶνος παρετίθεντο πτέρναν,
24ὁ δὲ
25ἀγκὼν τὴν πτέρναν εἶχεν ἐπηρεισμένην ἐπὶ τῶν
25
λεπί‐ δων· αὐτὸς δὲ ἐπολεύετο περὶ ὀχέα σιδηροῦν παρα‐ κείμενον ἐκτὸς τῆς τοῦ ἀγκῶνος ἐπιφανείας καὶ
27
συνε‐ χόμενον ἐν τῷ πλινθίῳ κατὰ τὰ ἄκρα σιδηροῖς δε‐ σμοῖς, οἳ καὶ τὰς λεπίδας ἅμα περιεῖχον κύκλῳ
30πρὸς τὸ μὴ πονέσαι τὸ πλινθίον. [καὶ] κατὰ τὴν
30
ἐπιφά‐ νειαν δὲ τοῦ ἀγκῶνος δακτύλιος χαλκοῦς
31
προσέκειτο, καὶ πρὸς τὸν ἀγκῶνα προσκεκοινωμένος ἦν, δι’ οὗ διέτρεχεν ὁ σιδηροῦς ὀχεὺς πρὸς [κε] τὸ κισσό‐
33
φυλλον παρεκτείνων ἐξ αὐτοῦ διὰ τοῦτο.
3445. τῆς οὖν δεδηλω‐
35μένης διασκευῆς ὑπαρχούσης συνέβαινε κατα‐ γομένης τῆς τοξίτιδος τὸν ἀγκῶνα πολευό‐50
36
μενον περὶ τὸν ὀχέα τὸν σιδηροῦν θλίβειν τῇ πτέρνῃ τὴν
37
μίαν τῶν λεπίδων· καὶ κατὰ τὸ κυρτὸν μέρος πιεζομένη
38
καὶ κατὰ τὰ ἄκρα προσηρεισμένη τῇ ἄλλῃ λεπίδι δι’ αὑτῆς
40τε ἀπωρθοῦτο καὶ τὴν ἄλλην ἀπώρθου· προσκείμε‐ νον γὰρ ἦν καὶ τὸ τῆς ἄλλης μέσον πρὸς τῷ πλινθίῳ καὶ πρὸς τοῖς περιέχουσιν αὐτὴν σιδηροῖς δεσμοῖς· ἐν μὲν 〈οὖν〉 τῇ καταγωγῇ, καθότι δεδηλώκα‐
43
μεν, ἀναγ‐ καῖον ἦν ἀπορθοῦσθαι τὰς λεπίδας διὰ τὸ αὑταῖς
45συνηρεῖσθαι, ἐν δὲ τῷ σχασθῆναι πάλιν ἐπὶ τὴν ὁμοίαν τοῦ σχήματος ἀποκαθίστασθαι τάξιν· διὸ καὶ συνέβαινε μετὰ βίας πολλῆς διισταμένας αὐτὰς ἀ‐ πομοχλεύειν τὴν τοῦ ἀγκῶνος πτέρναν.
48
46. τάχα μὲν οὖν καὶ σοὶ δόξει τὸ εἰρημένον ἄπιστον εἶναι, καθάπερ
49καὶ ἄλ‐

70

(50)

λοις πλείοσιν· οὐ γὰρ φάσκουσι δυνατὸν εἶναι καμ‐ πὴν ἐχούσας τὰς λεπίδας καὶ ὑπὸ τῆς τοῦ ἀγκῶνος

71

βίας ἀπορθωθείσας μὴ οὐκ ὀρθὰς εἰς τὸ λοιπὸν διαμένειν, ἀλλ’ ἀποκαθίστασθαι πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐταῖς καμπήν· περὶ μὲν γὰρ τὴν τῶν κεράτων φύσιν τὸ τοιοῦτον ὑπάρχειν
5καὶ περί τινα τῶν ξύλων (καὶ τὰ τόξα τοιούτων γίνεσθαι), τὸν δὲ χαλκὸν ἰσχυρὸν μὲν εἶναι φύσει
6
καὶ σκλη‐ ρίαν καὶ τόνον ἔχειν, καθάπερ καὶ τὸν σίδηρον, καμ‐
φθέντα μέντοι ὑπό τινος βίας εἰς τὸν μετὰ ταῦτα διαμένειν τὴν καμπὴν ἔχοντα καὶ μὴ δύνασθαι51
10ἑαυτῷ πάλιν ἀπορθοῦσθαι. συγγνώμη οὖν ἔστω αὐτοῖς τοῦ ἐπὶ ταύτην τὴν δόξαν φέρεσθαι
11
〈μὴ〉 προϊ‐ στορηκόσι τὰ κατὰ μέρος. ὤφθη γὰρ ἡ τῶν προει‐ ρημένων λεπίδων ἐργασία διὰ τῶν Κελτικῶν καὶ Ἱσπανῶν καλουμένων μαχαιρῶν. ταύτας γὰρ ὅταν
15βούλωνται δοκιμάζειν εἰ χρησταί εἰσιν, ἐπιλα‐ βόμενοι τῇ μὲν δεξιᾷ χειρὶ τῆς λαβῆς, τῇ δὲ ἄλλῃ τοῦ ἄκρου τῆς μαχαίρας καὶ ἐπὶ τὴν κεφαλὴν θέντες πλαγίαν αὐτὴν κατάγουσιν ἐξ ἑκατέρου μέρους, ἕως ἂν τῶν ὤμων ἅψωνται,
20μετὰ δὲ ταῦτα ἀνῆκαν ὀξέως ἀπάραντες ἀμφο‐
20τέρας τὰς χεῖρας· ἡ δὲ ἀφεθεῖσα ἀπορθοῦται πάλιν καὶ οὕτως ἐπὶ τὸν ἐξ ἀρχῆς ῥυθμὸν ἀπο‐ καθίσταται, ὥστε μηδεμίαν ἔννοιαν καμπῆς ἔχειν· καὶ ταῦτα πλεονάκις ποιούντων ὀρθαὶ διαμέ‐ νουσιν.
2447. ἐξητάζετο οὖν, τίς ἐστιν ἡ αἰτία, δι’ ἣν κατ‐
25ευτονεῖν οὕτως συμβαίνει τὰς μαχαίρας ταύ‐ τας· ζητοῦντες δὲ ηὕρισκον πρῶτον μὲν τὸν
26
σίδηρον καθαρὸν ὑπάρχοντα καθ’ ὑπερβολήν, εἶτα εἰργασμένον ἐκ πυρὸς οὕτως, ὥστε μήτε δι‐ πλόην μήτ’ ἄλλο σίνος ἐν αὐτῷ μηδὲν ὑπάρ‐
30χειν, ὄντα δὲ καὶ τὸν σίδηρον τῷ γένει μήτε κατά‐ σκληρον λίαν μήτε μαλακόν, μέσον δέ τινα· μετὰ δὲ ταῦτα κεκροτημένας ψυχρὰς αὐτὰς νεανικὰς ὑπάρχειν· τουτὶ γὰρ εἶναι τὸ τὴν εὐτονίαν ποιοῦν. κροτεῖσθαι μέντοι μὴ μεγάλαις σφύ‐
35ραις μήτε ἰσχυραῖς πληγαῖς· τὴν γὰρ βίαιον καὶ πλαγίαν πληγὴν τόν τε ῥυθμὸν διαστρέφειν καὶ κατὰ βάθος ἱκνουμένην ἀποσκληρύνειν λίαν,
37
ὥστε τὰς οὕτω κεκροτημένας, εἴ τις ἐπιβάλλοιτο κάμ‐ πτειν, ἤτοι [ἐν τῷ] μὴ ἐνδιδόναι τὸ παράπαν, ἢ
52
40βιασθείσας συντρίβεσθαι διὰ τὸ πάντα τὸν τόπον τὸν πακτωθέντα ὑπὸ τῆς πληγῆς πυκνὸν ὑπάρ‐ χειν. αἱ μὲν οὖν πυρώσεις τόν τε σίδηρον καὶ
42
χαλκὸν μαλακύνουσιν ἀραιουμένων τῶν σωμάτων, ὥς φασιν, αἱ δὲ ψύξεις καὶ κροτήσεις σκληρύνουσιν·
45ἀμφότερα γὰρ αἴτια γίνεται τοῦ πυκνοῦσθαι τὰ σώματα συντρεχόντων τῶν μορίων πρὸς ἄλληλα καὶ τῆς τοῦ κενοῦ περιπλοκῆς αἰρομένης. ἐκρο‐ τοῦμεν οὖν ψυχρὰς τὰς λεπίδας κατὰ ἀμφότερα τὰ μέρη, καὶ οὕτως τὰς ἐπιφανείας αὐτῶν συνέβαινε

71

(50)

σκληρὰς γίνεσθαι, τὸ δὲ μέσον διαμένειν μα‐

71

(50)

λακὸν διὰ τὸ μὴ διικνεῖσθαι τὴν πληγὴν κατὰ

71

(50)

βάθος ἐλαφρὰν οὖσαν. καθάπερ οὖν ἐκ τριῶν σωμάτων ἐγίνοντο συγκείμεναι, δύο μὲν σκληρῶν, ἑνὸς δὲ μέσου μαλακωτέρου· διὸ καὶ τὴν εὐτονίαν αὐ‐
53ταῖς

72

συνέβαινεν ὑπάρχειν, καθὼς ἀνώτερον ἀπε‐ δείχθη. περὶ μὲν οὖν τῶν χαλκοτόνων καὶ τῆς περὶ αὐτὰ γινομένης κατασκευῆς ἐπὶ τοσοῦτον εἰρήσθω, μὴ καὶ μακρότερον ἐξενεχθέντες λά‐
5θωμεν παρεκβαίνοντες εἰς τοὺς φυσικοὺς ἐπὶ πλεῖον λόγους.
6
48. ἔτι δέ σοι βραχέα προσεμφα‐ νιοῦμεν περὶ τῆς εὐχρηστίας αὐτῶν· πρῶτον μὲν γάρ ἐστιν ἡ κατασκευὴ τῶν δεδηλωμένων παρὰ πολὺ τῶν ἄλλων εὐκοπωτέρα διὰ τὸ μήτε πε‐
10ρίτρητα μήτε χοινικίδας μήτε δεσμοὺς σιδη‐ ροῦς πολλοὺς καὶ ποικίλους ἔχειν, ἀλλ’ ἀφελῆ τι‐
να καὶ λιτὴν καὶ εὔκοπον εἶναι τὴν κατασκευὴν αὐτῶν. πρὸς δὲ τούτοις ἰσχυρά τέ ἐστι καὶ ἄ‐ φθαρτα μᾶλλον τῶν ἄλλων ὡς ἂν οὐ διὰ νεύρων53
15ἀλλὰ διὰ χαλκοῦ τὴν ἐξάρτυσιν ἔχοντα. τὸ δὲ μέγιστον καὶ πρωτεῦον, μακροβολεῖ τε καὶ ταῖς πληγαῖς ἐστιν εὔτονα, ἔν τε ταῖς ὑπαίθροις χρείαις καὶ ἐν ταῖς ναυτικαῖς στρατείαις ἀπαθῆ διαμένει διὰ τὸ μήτε βραχέντα αὐτὰ μήτε
20νοτισθέντα μηδὲν δεινὸν πάσχειν· τῷ δὲ νεύρῳ πᾶν τὸ τοιοῦτόν ἐστι πολέμιον· οὐ γὰρ οἷόν τε νοτισθέντων τῶν τόνων ἢ βραχέντων μὴ φθείρε‐ σθαι τὰ ὄργανα. πολλάκις δὲ 〈συμβαίνει〉 καὶ
23
τὰ φυλασ‐ σόμενα περισσῶς στεγνοῖς τόποις διὰ τὴν τοῦ ἀέρος
25μεταβολὴν χείρονα αὑτῶν παρὰ πολὺ γίνεσθαι. ὁ δὲ χαλκὸς ἔν τε τοῖς τοιούτοις ἐστὶν ἄφθαρ‐
26
τος καὶ ἐν ταῖς χρείαις ἀπαθὴς διαμένει διὰ τὸ μήτε ῥήγ‐ νυσθαι μήτε ἐπέκτασιν λαμβάνειν· δύναται δὲ μετὰ τὴν χρείαν εὐκόπως ἐξαιρεθεὶς ὁ τόνος ἐκ τοῦ
30πλινθίου τίθεσθαι εἰς ἔλυτρον ἐμβληθείς· καὶ τοὺς ἀγκῶνας δὲ ἔστιν εὐκόπως ἐξελεῖν τῶν ὀχέων
31
ἐξελκυ‐ σθέντων, ὥστε κατὰ πᾶν μέρος καὶ εὐσταλὲς καὶ εὐ‐ σύνθετον εἶναι καὶ ἐν ταῖς ὁδοιπορίαις εὔφορτον. τὸ μὲν οὖν ὑφ’ ἡμῶν διασκευασθὲν χαλκότονον
35ὄργανον τὴν εἰρημένην ἔχει διάθεσιν. 49. ὕστερον δ’ ἡμῖν ἀνήγγειλάν τινες τῶν
36
περιεργότε‐ ρον τὸ τοῦ Κτησιβίου τεθεαμένων καὶ ἔφασαν
37
πλείοσι λεπίσιν συγκειμέναις κατὰ συζυγίαν πρὸς ἀλλήλας μοχλεύεσθαι τοὺς ἀγκῶνας. ἐδόκει οὖν ἡμῖν ὁ Κτη‐
40σίβιος ἔν γε τούτῳ διημαρτηκέναι, ὑπολαβὼν
πλείονας δυνάμεις ἰσοταχεῖς τε καὶ ὁμοίας οὔσας ἑαυταῖς κατὰ τὴν ἰσχὺν ζευχθείσας ἐπὶ τὸ54
42
αὐτὸ ποιή‐ σειν ἐνεργεστέραν τὴν βίαν. ἀποδέδεικται μὲν
43
οὖν καὶ ἐν τοῖς ἀνώτερον περὶ τοῦ μέρους τούτου, καὶ νῦν
45δὲ οὐκ ὀκνήσομεν ἐπὶ ποσὸν εἰπεῖν. φαμὲν γὰρ, 〈ὅτι〉 οὔτε, ἐὰν ἀγκῶνάς τις πλείονας ἐνθῇ τῷ
46
ὀργάνῳ διὰ τοῦ ἴσου τόνου καὶ τῆς ὁμοίας τάσεως μοχλευ‐
47
ομένους συζεύξας πρὸς ἀλλήλους καὶ εἰς τοὺς ἡγουμένους ἐνδήσας τοὺς τὴν τοξῖτιν ἔχοντας, αὐξήσειν
49δύναται

72

(50)

τὴν βίαν διὰ τὸ καὶ ἐκλύεσθαι τὴν μίαν ὑπὸ τῶν ἄλλων, οὔτ’ ἂν ἐπὶ τοῦ χαλκοτόνου λεπίδας

73

συνθῇ πλείονας, καθάπερ ἔχει τὸ σχῆμα τὸ ὑπο‐ γεγραμμένον· ἔστωσαν γὰρ αἱ τῶν λεπίδων συζυ‐ γίαι ἐφ’ ὧν τὰ Α.[Omitted graphic marker] 50. δεῖ γὰρ τὸ ἐπισπῶν μόνον ἢ τὸ
4διορθοῦν ἰσχυ‐
5ρότερον εἶναι τοῦ ἐπισπωμένου καὶ διορθουμένου, ὅπως διὰ τὴν ἰσχὺν κατάσχῃ· μὴ γὰρ κατασχόν, ὁμοίαν δ’ ἔχον τὴν ἀνάπτωσιν, πῶς ἂν βιάσαιτό
τι μᾶλλον τὸ ἰσοταχῶς αὑτῷ φερόμενον; ὥστε ἐπὶ τῶν τοιούτων λανθάνουσι τὴν μὲν τοξείαν55
10μηθὲν ὠφελοῦντες (γίνεται γὰρ ἡ αὔξησις κατὰ τὸ τάχος τοῦ ἀγκῶνος), τὴν δὲ καταγωγὴν αὐτῶν βίαιον ποιοῦντες· αἱ γὰρ πολλαὶ δυνάμεις, ἰσο‐ ταχεῖς δ’ οὖσαι, ὅταν αὑταῖς συζευχθῶσιν, ἐπι‐ σπώμεναι μὲν ἅπασαι τὴν ἀντίβασιν ποιοῦνται
15κατὰ τὴν ὑπάρχουσαν αὐταῖς δύναμιν, ὥστε
15
πολλὴν τῆς βίας ἄθροισιν γενέσθαι· ἀναπίπτουσαι δὲ ὡς οὐθὲν ἀλλήλων τῷ τάχει διαφέρουσαι πᾶσαι ἅμα φέρονται. πῶς οὖν δυνατόν ἐστιν προσλαμ‐ βάνειν τάχος τὴν μίαν τούτων μόνην, ἔχουσαν
20καὶ αὐτὴν τὸ ὅμοιον τάχος; ἐπεὶ οὕτω καὶ τοῖς πλέουσιν, ἐὰν ἰσοταχῆ πλοῖα ὑπάρχῃ τρία, τὸ δὲ ἓν τούτων ἕλκηται ὑπὸ τῶν β, φερόμενον καὶ αὐτὸ τῷ ὁμοίῳ τάχει τοῖς ἕλκουσιν, τάχιον τῶν ἄλλων πλεύσει· οὐδὲ γάρ, ἐὰν ἀφῶσι τὸ δέ‐
25μα, μᾶλλόν τι ἀπολειφθήσεται τὸ ἴσον ἔχον τά‐ χος, ὥστε καὶ διὰ τούτου σαφῶς ἀποδείκνυσθαι τὸ προκείμενον οἷον λέγομεν. διό φημι δεῖν μίαν συζυγίαν ὑφ’ ἕκαστον τῶν ἀγκώνων ὑπο‐ τιθέναι, ταύτην δὲ ὡς ἰσχυροτάτην καὶ εὐτονωτά‐
30την διὰ τῆς ἐργασίας καὶ τῆς τοῦ χαλκοῦ κρά‐ σεως ποιεῖν, ὡς γέγραπται. καὶ περὶ μὲν τοῦ χαλ‐
κοτόνου τοσαῦτα εἰρήσθω. 51. Διονύσιος δέ τις Ἀλεξανδρεὺς κατε‐56
33
σκεύασεν 〈ἐν〉 Ῥόδῳ τὸν καλούμενον πολυβόλον κατα‐
34πάλτην
35ἰδίαν τινὰ καὶ πάνυ ποικίλην ἔχοντα κατα‐ σκευήν, περὶ ἧς σοι γράψομεν ἐμφανίζοντες τὰ κατὰ μέρος μετὰ τῆς ἐνδεχομένης ἀκρι‐ βείας. εἶχεν οὖν τὸ εἰσενεχθὲν σκορπίδιον ὑπ’
40αὐτοῦ τὸ μὲν μέγεθος οὐ πολὺ μεῖζον πηχυαίου, τρισπιθάμου δὲ οὐ πολλῷ καταδεέστερον, βέ‐ λος δ’ ἔβαλλεν μῆκος πήχεος καὶ δακτύ‐ λου· τὰ βέλη δ’ ἦν ἀχήλωτα καὶ τρίπτε‐ ρα ἐπτερωμένα. εἰς δὲ τῆν σύριγγα ἐνε‐
45βάλλετο ἀθρόα βέλη ὅς’ οὖν τινα ἦν καὶ ὅτ’ [ἂν] ἀνενεχθείη τὸ χελώνιον, ἡ χεὶρ αὐτὴ δι’ ἑαυτῆς ἐπαιρομένη τῆς τοξίτιδος ἐπελαμβάνετο καὶ ὑπὸ τῆς σχαστηρίας αὐτομάτη κατεκλείετο, ὅτε δὲ καταχθείη ἡ χεὶρ ἔχουσα τὴν το‐

73

(50)

ξῖτιν, ἓν τῶν βελῶν ἐνέπιπτεν ἐπιτοξίτιδι καὶ προσκαταχθέντος μικρὸν ἐσχά‐

74

ζετο αὐτόματον· καὶ ἀεὶ ὁμοίως ἐποίει τοῦτο, ἕως πάντα ἐκτοξεύσειε τὰ βέλη. καὶ πάλιν ἄλλα βέ‐ λη ἀθρόα ἐνεβάλλετο, ὥστε τὸν τοξεύοντα
3
ἐπιθέν‐ τα τὰ βέλη μηθὲν ἄλλο λειτουργεῖν πλὴν τοῦ
5κατάγειν τὸ χελώνιον, περιάγοντα ταῖς σκυ‐ τάλαις τὸν ὀνίσκον ἐναλλάξ, ὥστε πάνυ57
6
σύντομον γίνεσθαι τὴν τοξείαν.
7
52. ἦν δὲ κατεσκευασμένον οὕ‐ τως· ὀρθοστάτης ἐποιεῖτο ἔχων στυλίδα ἑξά‐ γωνον, ἧς κατὰ τὰς πλευρὰς ἐν ἴσοις διαστήμασιν
10ἦν κανόνια γ προσπεπηγότα, ἐφ’ ὧν ἐφεστήκει ἡ στυλὶς 〈ὡς ἐπ’〉 ἐπιπέδου· τὰ γὰρ κανόνια ἦν
11
κάτωθεν ὑπο‐ διαπεπηγότα· ἦν δὲ καὶ διαπήγμασι πρὸς αὑτὰ συνειλημμένα τὰ κανόνια, καθάπερ οἱ τρίπο‐ δες ἐν τοῖς ὑποτρίποσιν· ἐπὶ δὲ τοῦ ὀρθοστάτου
15καρχήσιον ἦν εὔμηκες πεποιημένον, ἐν ᾧ ἡ σύ‐ ριγξ ἐπολεύετο· ἡ γὰρ σύριγξ εἶχεν μῆκος μὲν σύμμετρον, ὥς ἐστιν εἰθισμένον, πάχος δὲ
17
ὡς δα‐ κτύλων ϛ, πλάτος δὲ ε, τὸ δὲ βάθος ὡς δακτύλων γ· εἶχεν δὲ καὶ ἐμβόλιον ἐν αὑτῇ
20ξύλινον ἁρμοστὸν τῷ πλάτει καὶ τῷ ὕψει ἀνα‐ πληροῦν τὴν σύριγγα, μῆκος δὲ μικρῷ μεῖζον ἢ ὅσον ἡ τοξῖτις κατήγετο· ἦν δὲ τὸ ἐμβόλιον
22
τοῦτο διώστρα πεποιημένη, ὥστε διωθεῖσθαι διὰ τῆς σύ‐
ριγγος· ἐν δὲ ταύτῃ τῇ διώστρᾳ ἦν [τε] ἡ χεὶρ58
25ἐνηρμοσμένη χαλκῆ δίχηλος πεποιημένη. ἦν δὲ μεμηχανημένον, ὥστε αὐτομάτην τε τῆς τοξί‐ τιδος ἐπιλαμβάνεσθαι καὶ κατακλείεσθαι τὴν σχα‐ στηρίαν καὶ πάλιν καταχθείσης ἀποσχάζεσθαι,
28
τόνδε τὸν τρόπον.
2953. ἦν γὰρ ἡ χεὶρ ἐν τῇ διώστρᾳ καθηρ‐
30μοσμένη, καθάπερ ἐπὶ τῶν ἄλλων καταπαλ‐ τῶν ἐν τοῖς χελωνίοις, πλὴν ὅτι ταπεινὴ ἦν ἡ χεὶρ καὶ ἡ κατακλείουσα σχαστηρία ὑπερεῖχεν μικρὸν κατὰ τὸ ἓν μέρος, ὡς εἴθισται, ἐκ δὲ τοῦ ἑτέρου μέρους οὐθὲν ὑπερεῖχεν. ὅτε οὖν ἔδει
35τὴν τοξῖτιν καταχθῆναι, ἀνωθεῖτο ἡ διώστρα ὑπερέχουσα καὶ διὰ τοῦ πλινθίου τὸ πλεονάζον προωθεῖτο ἔξω· ὅτε δὲ ὑπῆλθεν ἡ χεὶρ τὴν νευράν, κατανενευκυῖα τὸ τηνικάδε συνῄει 〈τῷ〉 ὑ‐[Omitted graphic marker] ποκειμένῳ κάτωθεν 〈νεύρῳ〉 καθάπερ σφηνὶ
39χαλκῷ ᾧ
40προσβᾶσα 〈ἀν〉ένευεν· ἀνανευσάσης δὲ αὐτῆς τὸ ὑπερέχον τῆς σχαστηρίας προσερεισθὲν πρός τινα τόρμον ὑπερέχοντα χαλκοῦν παρήχθη καὶ κατέ‐ κλεισεν αὐτήν, ὥστε καταγομένην ἕξειν τὴν τοξῖ‐
τιν οὖσαν κατακεκλεισμένην· ὅτε δὲ καταχθείη59
45ἐπὶ τὸν τεταγμένον τόπον τὸν πληροῦντα τὴν διάστασιν τοῦ βέλους καὶ τὸ βέλος ἐπιτεθείη αὐτόματον, εἶτα προσκαταχθείη μικρὸν πά‐ λιν πρός τινα ὑπερέχοντα τόρμον χαλ‐ κοῦν, τἀναντία προσκόψαν τὸ ὑπερέχον τῆς

74

(50)

σχαστηρίας ἀπέσχασεν τὴν χεῖρα· ἡ 〈μὲν〉 οὖν

74

(50)

καταγω‐ γὴ τῆς τοξίτιδος καὶ ἡ ἀπόσχασις οὕτως ἐγί‐

75

νετο. 54. τῶν δὲ βελῶν ἅμα πολλῶν ἐμβλη‐
1
θέντων ἐπὶ τὴν ἐπιτοξῖτιν ἐπετίθετο τόνδε τὸν τρόπον· ἦν
2
ὑπὲρ τὴν δεδηλωμένην σύριγγα ἄλλη σύριγξ πεποιημένη, μῆκος μὲν καὶ πλάτος ἔχουσα ἴσον τῇ ἄλλῃ,
4τὸ δὲ βά‐
5θος ὡς δακτύλων θ. αὕτη δὲ ὑπερέκειτο ἄνω‐
5
θεν τῆς δεδηλωμένης σύριγγος διοχὴν ἔχουσα ἀπ’ αὐτῆς ὅσον δακτυλιαίαν, ὅπως ἡ τοξῖτις χώραν ἔχῃ δια‐ τρέχειν· συνείχετο δὲ πρὸς τὴν κάτω σύριγγα κατά τε τὸ ἄκρον, καθ’ ὃν τόπον ὁ ὀνίσκος ἦν ὁ κατάγων
10τὴν χεῖρα, καὶ κατὰ τὸ εἰς τὸ πλινθίον πῖπτον
10
μέρος, καὶ εἰς τὸ πλινθίον ἐμβεβήκει διὰ τῶν μεσοστατῶν καὶ διὰ τοῦ περιτρήτου διέχουσα ἕως ἐπὶ τὴν ἔμπροσθεν ἐπιφάνειαν τοῦ πλινθίου. ἦν γὰρ τὸ ἄνω περίτρητον εἰς δύο μέρη διῃρημένον, 〈τὸ δὲ
14πλινθίον〉 κα‐
15θάπερ καὶ τὰ ἄλλα πλινθία γίνεται, καὶ χοι‐ νικίδας καὶ ἐπιζυγίδας καὶ ἀγκῶνας καὶ τό‐ νον καὶ πάντα ὁμοίως ἔχον.
17
55. ἐνεβάλλετο οὖν ἀ‐ θρόα τὰ βέλη, καθὰ δεδηλώκαμεν, εἰς τὴν ἐπάνω σύριγγα· ἐνέπιπτεν δὲ εἰς τὴν κάτωθεν
60
20ἐπὶ τὸν καθήκοντα τόπον οὕτως. ἦν ἡ σύριγξ ἔχουσα κύλινδρον ἀπαρτίζοντα τῷ πάχει πρὸς τὸ πλάτος τῆς σύριγγος κείμενον παρὰ τὸ κάτω μέρος, μῆκος δὲ ἔχοντα ἡλίκον τόπον ἡ χεὶρ κατήγετο, καὶ ἔτι μικρῷ μείζονα. εἶχεν δὲ ὁ κύ‐
25λινδρος κεκοιλασμένην ἐν αὑτῷ χώραν, ὥστε χω‐ ρεῖν βέλος ἕν· καὶ πεσόντος τοῦ βέλους εἰς τὴν χώραν διὰ τὸ τὴν σύριγγα συνηγμένην εἶναι κάτωθεν τὴν τὰ βέλη φέρουσαν, ὅτ’ ἐπάνω
28
στραφείη τὸ ἐν τῷ κυλίνδρῳ κοίλασμα, ἐνέπιπτεν ἓν τῶν βε‐
30λῶν, περιστραφέντος δὲ τοῦ κυλίνδρου καὶ γενο‐ μένου κάτω τοῦ κοιλάσματος, ἐξέπιπτεν τὸ βέλος ἐκ τοῦ κυλίνδρου καὶ ἔπιπτεν ἐπὶ τὴν διώ‐
32
στραν ἔχου‐ σαν ἐν αὑτῇ χώραν βραχὺ κεκοιλασμένην, κα‐ θάπερ ἐπιτοξίτιδα, καὶ τὸ ἄκρον τοῦ βέλους
34ὑπάρχον
35ἀχήλωτον διὰ τῆς χειρὸς διπλῆς οὔσης ἐτίθετο πα‐ ρὰ τὴν τοξῖτιν, μικρὸν ἀφεστηκός, ὅσον ἀποσχα‐
36
σθείσης τῆς τοξίτιδος πληγὲν προωσθῆναι· ἐγίνετο δὲ
37
ἀχήλω‐ τον, ἴνα, ὡς ἄν ποτε ἀντεστραμμένον πέσῃ τὸ
38
βέλος, ὁμοίως ὑπὸ τῆς τοξίτιδος τύπτηται.
3956. ὁ δὲ κύλινδρος κα‐
40ταγομένης καὶ ἀναγομένης τῆς χειρὸς ἐπεστρέ‐
40
φετο οὕ‐ τως· εἶχεν γὰρ ὁ κύλινδρος σωληνίδιον ἐν αὑτῷ πλατὺ πεποιημένον, εἰς ὃ ἐνηρμόζετο τορμίον χαλκοῦν ἀνειμένον ἐκ τῆς διώστρας, ὃ παραγενό‐
μενον ἐπέστρεφεν ἐφ’ ἑκάτερα τὸν κύλινδρον ὀχού‐61
45[Omitted graphic marker]μενον ἐν κνώδαξιν· ἔστω δὲ κύλινδρος μέν,
45
ἐφ’ οὗ Α, σωλήνιον δέ, ἐφ’ οὗ τὸ Β.
46
57. τὴν δὲ καταγωγίδα οὐκ εἶχε νευρίνην, ἀλλ’ ἔχοντος τοῦ ὀνίσκου τὰς ὑπεροχὰς
47
τὰς ἐξ ἑκατέρου μέρους ἀπειργασμένας πενταγώνους πε‐ ποιημένας, ἦν πλινθία πρίνινα σιδηρόδετα, συν‐

75

(50)

τετορμωμένα δὲ αὑτοῖς καὶ περόναις συνεχόμενα

75

(50)

〈ἃ〉 πε‐ ριεπτύσσετο περὶ τὸν ὀνίσκον· ἑκατέρωθεν δὲ
51τῆς σύριγγος

76

ἦν ταῦτα, καθάπερ εἴωθεν εἰς ἀγωγὴν ἐπὶ τῶν ἄλλων τίθεσθαι, καὶ προσείληπτο τῇ διώστρᾳ σε‐ σιδηρωμένα λεπίσιν τὰ ἄκρα περόνῃ κεφαλωτῇ, ἥτις ἐν τῷ περονίῳ κατελαμβάνετο· εἶχον δ’ αἱ
5πλινθίδες 〈τορμία〉 τινὰ παραβεβηκότα εἰς τὴν διο‐ χὴν τῶν συρίγγων· ὅσον δὲ παρενέβαινεν, ἦν περὶ τὸν ὀνίσκον κεκοιλασμένον ἐν τῷ πλα‐ γίῳ τῆς σύριγγος, ὅπως ἑλισσόμεναι περὶ τὸν ἄξονα χώραν ἔχωσιν· ἡ δὲ καταγωγὶς περιε‐
10βέβλητο περὶ τὸν ὀνίσκον οὕτως, ὥστε ἐκ μὲν τοῦ ἄνω μέρους ἐπισπώμενον ἐφ’ ἑαυτὸν τὰς σκυτάλας ἀνάγειν τὴν χεῖρα, ἐκ δὲ τοῦ κάτω μέρους ἐπισπώμενον τἀναντία κατά‐ γειν καὶ ἐκτοξεύειν.
1458. Πρὸ δὲ τοῦ ἐκτοξεύειν προε‐62
15λαμβάνετο 〈ὁ〉 σκοπὸς οὕτως. ἦν ἐκ τοῦ κιονίου πεποιημένη ἀντηρὶς καθάπερ κανόνιον· ὅ‐ ταν δὲ ὁ ὑπηρέτης ἀπὸ τῆς ἀντηρίδος κατακλίνας τὴν ἀναπαυστηρίαν 〈ἣν〉 προσήρειδεν πρὸς τὸ κάτω μέρος τῆς σύριγγος, καθ’ ὅ τι ἐστὶν
20ὁ ὀνίσκος, οὔσης τινὸς ὑπὸ γαστέρα παρα‐ γωγίδος ἐν τῇ σύριγγι· ὅταν οὖν καταστήσῃ τοῦτο ἐπὶ τὸν σκοπὸν ἐπάρας, ὃν βούλεται, ἀπέ‐ κλεισεν τὴν ἀναπαυστηρίαν χειρολάβῃ τινὶ ὑπερ‐
23
εχούσῃ, δι’ ἧς ἐδόκει μοι σφήν τις παράγεσθαι ἢ ἀξο‐
25νίσκος ἔκτορνος ὁ ἀποσφηνῶν τὴν ἀντηρίδα· μετὰ βίας γὰρ πολλῆς ὑποπιέζει〈ν ἔδει〉 τὴν
26
χειρολά‐ βην. ἦν δὲ κατὰ χεῖρα πάνυ καθαρίως εἰργα‐ σμένα τὰ ξύλινα καὶ τῷ σιδήρῳ δεδεμένα σφόδρα, καὶ εὐτονίαν εἶχεν πλείονα ἢ ὅσον
29ἦν δέον
30[καθῆκον]· ἐτόξευεν δὲ τὸ μέγιστον μικρῷ
30
πλεῖον στα‐ δίου.
3159. ἡ μὲν οὖν περὶ τὸν πολυβόλον κατα‐
31
πάλτην διάθεσις τοιαύτη τις ἦν σκευωρία, φιλότεχνον μὲν καὶ οὐκ εὐεύρετον ἔχουσα τάξιν, οὐ μέντοι γε εἰς ἀξιόλογον χρείαν πίπτουσα. δεῖ γάρ, περὶ
35οὗ πλεονάκις εἰρήκαμεν, τὴν πλείστην ποιεῖσθαι ζήτησιν πρὸς τὸ μακροβολεῖν καὶ τὰ πρὸς ἰσχὺν ἀνήκοντα τῶν ὀργάνων ἐξιχνεύειν· ἐν δὲ τῇ προειρημένῃ μεθόδῳ περὶ μὲν τούτων οὐδὲν ὁρῶ
πεπραγμένον, ὅπως δὲ πλειόνων ἅμα βελῶν63
40ἐμβληθέντων καθ’ ἓν ἐκτοξεύηται συντόμως· τοῦτο δέ ἐστιν δυσχρηστίας μᾶλλον ἢ εὐχρη‐
41
στίας, ἔ‐ χον οὐ μικρὰν κατηγορίαν. πρῶτον μὲν γὰρ οὐχ ἑστηκώς ἐστιν ὁ σκοπός, ἀλλὰ μεταχωρεῖν δυνάμενος· τίς ἂν οὖν βούλοιτο εἰκῇ πλείο‐
45να ἐκβάλλειν βέλη; καὶ γὰρ τὸ λεγόμενον, ὡς εἰς ὄχλον ἐστὶν χρήσιμον βάλλειν, τοὺς μὲν
46
πολλοὺς τάχ’ ἂν πείσειεν, εὑρεθήσεται δὲ ἀδόκιμον ὑπάρ‐ χον. οἰσθήσεται γὰρ οὐ σποράδην τὰ βέλη, τῆς διό‐ πτρας ἐφ’ ἕνα σκοπὸν σταθείσης καὶ καθ’ ἓν τμῆ‐

76

(50)

μα κύκλου τὴν φορὰν ποιησαμένης σύνεγγυς, καὶ οὐ πολὺ κεχωρισμένην τὴν πτῶσιν ποιήσεται· τῶν
51δὲ καθ’

77

ἓν βαλλομένων τὴν σχάσιν ποιησόμεθα, καθ’ ὃν ἂν καιρὸν δοκῶμεν τὸν σκοπὸν ἀκριβῶς εἰληφέναι, καὶ τοῖς πλείστοις βέλεσιν ἐνεργοῖς χρησόμεθα. εἰκῇ δὲ καὶ ἄπρακτα πολλὰ βέλη συντρί‐
5ψαντες τοῖς πολεμίοις καθ’ αὑτῶν 〈ὅπλα παρ〉έξο‐
5
μεν. ἀλλ’ ἐρεῖ τις, ὅτι ἀχηλώτοις αὐτοῖς οὖσιν μὴ δυνήσεσθαι τοὺς πολεμίους χρήσασθαι· μέγα γὰρ τὸ πρᾶγμα χηλῶσαι καὶ πολλῆς ἀσχολίας δεόμενον. 60. ὑπάρχοντος οὖν, οἵου λέγομεν, τοῦ
9ὀργάνου, τὴν
10κατασκευὴν ὁμοίως ἐκρίναμεν ἀξίαν ἀναγρα‐ φῆς εἶναι διὰ τὸ μὴ ἀμηχάνως τὸ καθ’ ἓν αὐ‐
τῷ πεποιῆσθαι. βραχέα τ’ οὖν καὶ κεφαλαιωδῶς προειπόντες καὶ περὶ τοῦ κληθέντος ἀεροτόνου καταπάλτου, λιθοβόλου δ’ ὄντος, ἐπ’ ἄλλο μέ‐64
15ρος τῆς τέχνης ἐπανάξομεν. καὶ τοῦτο δὲ
15
τὸ ὄρ‐ γανον εὑρέθη μὲν ὑπὸ Κτησιβίου, μηχανικὴν δὲ πάνυ καὶ φυσικὴν εἶχε διάθεσιν. συνιδὼν γὰρ ἐν τοῖς λεγομένοις πνευματικοῖς θεωρήμασιν τοῖς καὶ ὑφ’ ἡμῶν μετὰ ταῦτα ῥηθησομένοις
20ἰσχυρὸν ὑπάρχοντα καὶ εὔτονον καὶ εὐκίνητον
20
τὸν ἀέρα καθ’ ὑπερβολήν, ἔτι δὲ καὶ εἰς ἀγγεῖον ἰσχυρὸν ὅταν συγκλεισθῇ, δυνάμενον πίλη‐ σιν ἐπιδέχεσθαι καὶ πάλιν διάστασιν ταχεῖαν εἰς τὸ ἴσον πληρούμενον μέγεθος τοῦ ἀγγείου, εὖ
24ἐνόησεν
25ἔμπειρος ὢν τῶν μηχανικῶν, διότι μεγάλην εὐ‐ τονίαν καὶ ὀξυτάτην φορὰν ἡ κίνησις αὕτη δύ‐ ναται τοῖς ἀγκῶσι παρασκευάσαι· διὸ κατεσκεύα‐ σεν ἀγγεία τοῖς μὲν σχήμασιν ὅμοια πυξίσιν ἰα‐ τρικαῖς μὴ ἐχούσαις πώματα, ἐξ ἐλατοῦ μὲν
30χαλκοῦ πρὸς τὸ εὔτονα καὶ ἰσχυρὰ ὑπάρχειν, προποιηθέντα δὲ κήρινα καὶ χωνευθέντα πρὸς τὸ πάχος λαβεῖν. καὶ τοῦ ἐντὸς μέρους αὐτῶν
32
τορ‐ νευθέντος [δὲ] δι’ ὀργάνου, καὶ τὴν ἐπιφάνειαν ὁ‐ μαλὴν καὶ ὀρθὴν πρὸς κανόνα καὶ λείαν ἐργα‐
35σθέντος, καὶ οὕτως ἐμβληθέντος τοῦ τυμπανίου χαλκοῦ διεκτρέχειν δυναμένου καὶ τὴν περι‐ φέρειαν προσερείδοντος καὶ αὐτὴν εἰργασμέ‐ νην ὁμαλὴν καὶ λείαν, ὥστε τὸν ἐξ ἀμφοτέρων συνεχόμενον ἁρμὸν οὕτως ἔχειν, ὥστε μὴ διη‐
40θεῖσθαι ῥεῦμα δι’ αὐτοῦ τὴν πᾶσαν λαβὸν βίαν
40
***〉 61. μὴ θαυμάσῃς δὲ μηδὲ διαπορήσῃς, εἰ
65
41
δυνατὸν οὕτως χειρουργηθῆναι· καὶ γὰρ ἐπὶ τῆς σύριγγος τῆς κρουομένης ταῖς χερσίν, ἣν λέγομεν ὕδραυλιν, ἡ φῦσα τὸ πνεῦμα εἰς τὸν ἐν τῷ ὕδατι πνιγέα
45παραπέμπουσα ἦν χαλκῆ καὶ ὁμοίως εἰρ‐ γασμένη τοῖς προειρημένοις ἀγγείοις. ἐπεδείκνυτο δὲ ἡμῖν ὁ Κτησίβιος παραδεικνύων τήν τε τοῦ ἀέρος φύσιν, ὡς ἰσχυρὰν ἔχει καὶ ὀξεῖαν κίνη‐
48
σιν, καὶ ἅμα τὴν περὶ τὰ ἀγγεῖα ὑπάρχουσαν χειρουργίαν

77

(50)

τὰ τὸν ἀέρα συνέχοντα, περιθεὶς κολλητήριον τε‐ κτονικὸν περὶ τὸ ἀγγεῖον καὶ πρόθεμα ἐπιθεὶς τῷ[Omitted graphic marker]

78

κυκλίσκῳ, καὶ σφηνὶ καὶ σφύρᾳ εἰσωθῶν τὸ τυμπάνιον μετὰ βίας μεγίστης. ἦν δὲ ὁρᾶν μικρὰν μὲν ἔνδοσιν ποιούμενον τὸ τυμπάνιον, ὅτε δὲ ἅπαξ ὁ ἀπειλημμένος ἀὴρ ἔσω πιλη‐
5θείη, μηκέτι εἶκον μηδὲ ἐκ τῆς ἰσχυροτάτης πληγῆς πρὸς τὸν σφῆνα· καὶ βίας προσαχθεί‐ σης ἐκκρουσθέντος τε τοῦ σφηνός, καὶ τὸ τυμ‐ πάνιον ἐξήλλετο μετὰ βίας πολλῆς ἐκ τοῦ66
8
ἀγγείου. πολλάκις δὲ συνέβαινεν καὶ πῦρ συνεκπίπ‐
9τειν διὰ
10τὴν ὀξύτητα τῆς φορᾶς παράτριψιν λαβόντος τοῦ ἀέρος πρὸς τὸ τεῦχος.
11
62. τοιαῦτα οὖν δύο κατα‐ σκευάσας ἀγγεῖα, καθ’ ὅτι εἴπομεν, ὅμοια πυξίσιν καὶ τὸ σχῆμα τῶν περιτρήτων οἰκεῖον ποιήσας
13
τοῖς ὑπο‐ κειμένοις ἐνέδησ〈εν〉 ἐπ’ αὐτὰ ὀχυρῶς τοῖς τε ξυ‐
15λίνοις περιπήγμασι καὶ σιδηραῖς ψαλίσιν καὶ δε‐ σμοῖς περιλαμβάνων, οὐ μόνον τῆς ἰσχύος, ἀλλὰ
16
καὶ τῆς ὄψεως στοχαζόμενος, ὅπως ὀργανικὴ φαίνηται· καὶ οὕτως ταῖς πτέρναις τῶν ἀγκώνων περιθεὶς σιδηρᾶ περιπτέρνια καμπὴν ἔχοντα πραεῖαν προσή‐
20ρεισε τοῖς τυμπάνοις· ὁμοίως δ’ ἦσαν 〈οἱ〉
20
ἀγκῶνες πο‐ λευόμενοι τοῖς ἐν τῷ χαλκεντόνῳ ῥηθεῖσι περὶ σιδηροῦς ὀχεῖς δακτυλίοις συνεχόμενοι· ποιή‐
22
σας δὲ τὰ προειρημένα καὶ τὴν τοξῖτιν ἐντείνας καὶ
23
τὴν σφεν‐ δόνην καταρτίσας κατῆγεν, ὡς εἰθισμένον ἐστὶν καὶ
25ἐπὶ τῶν ἄλλων ὀργάνων· καταγομένης δὲ τῆς
25
τοξίτι‐ δος συνέβαινεν τοὺς ἀγκῶνας προσερείδοντας τοῖς τυμπάνοις τὰς πτέρνας εἰσωθεῖν αὐτά, τὸν δὲ ἀέρα τὸν ἀπειλημμένον τοῖς ἀγγείοις πιλούμενον, ὡς εἴ‐ ρηκα, καὶ πυκνούμενον νεανικῶς ποιεῖσθαι τὴν
29ὄρεξιν67
30ἔχοντα τὴν κατὰ φύσιν ὑπάρχουσαν αὐτῷ κατά‐
30
στασιν. ἐμβληθέντος οὖν τοῦ λίθου καὶ σχασθείσης τῆς
31
χειρὸς μετὰ μεγάλης εὐτονίας ἀναπίπτοντες οἱ ἀγκῶνες ἐξώ‐ θουν τὸν λίθον καὶ μῆκός τι τῆς τοξείας πάνυ
33
εὐδόκι‐ μον ἐποίουν.
34εἰρηκότες οὖν σοι καὶ τὴν περὶ τῶν
35ἀεροτόνων ὀργάνων ὑπάρχουσαν διάθεσιν καὶ τοῦτο πεποιηκότες, ἵνα μηδὲν ἀνιστόρητον ὑπάρ‐ χειν δόξῃ, καλῶς ἔχειν ὑπελάβομεν τὰ μὲν περὶ τῶν βελοποιικῶν λόγων καταπαῦσαι,
μεταβῆναι δὲ ἐπ’ ἄλλο μέρος τῆς μηχανικῆς.68