TLG 1591 003 :: PHILISTUS :: Fragmenta

PHILISTUS Hist.
(Syracusanus: 5–4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1853: 185–192.

  • frr. 1–64
  • frr. 47, 48a–b, 57 verba Latina solum

Citation: Fragment — (line)

t1-64

ΙΣΤΟΡΙΑΙ.

t1-6

LIBER PRIMUS.

1

Theon. Progymn.: Ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κωκαλὸν τὸν Σι‐ κανῶν βασιλέα, Ἔφορος μὲν ἐν τῇ ζʹ, Φίλιστος δὲ ἐν τῆ πρώτῃ.

2

Dionys. H. A. R. I, 22: Τὸ μὲν οὖν Σι‐ κελικὸν γένος οὕτως ἐξέλιπεν Ἰταλίαν, ὡς μὲν Ἑλ‐ λάνικός φησι, τρίτῃ γενεᾷ πρότερον τῶν Τρωϊκῶν, Ἀλκυόνης ἱερωμένης ἐν Ἄργει κατὰ τὸ ἕκτον καὶ
5εἰκοστὸν ἔτος. Δύο γὰρ ποιεῖ στόλους Ἰταλικοὺς δια‐ βάντας εἰς Σικελίαν ... ὡς δὲ Φίλιστος ὁ Συρακούσιος ἔγραψε, χρόνος μὲν τῆς διαβάσεως ἦν ἔτος ὀγδοηκο‐ στὸν πρὸ τοῦ Τρωϊκοῦ πολέμου· ἔθνος δὲ τὸ διακομι‐ σθὲν ἐξ Ἰταλίας, οὔτε Σικελῶν, οὔτε Αὐσόνων, οὔτ’
10Ἐλύμων, ἀλλὰ Λιγύων, ἄγοντος αὐτοὺς Σικελοῦ· τοῦτον δ’ εἶναί φησιν υἱὸν Ἰταλοῦ, καὶ τοὺς ἀνθρώπους ἐπὶ τούτου δυναστεύοντος, ὀνομασθῆναι Σικελούς. Ἐξαναστῆναι δὲ ἐκ τῆς ἑαυτῶν τοὺς Λίγυας ὑπό τε Ὀμβρικῶν καὶ Πελασγῶν.

3

Diod. Sic. V. 6: Περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῇ πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος μὲν γὰρ φησὶν, ἐξ Ἰβηρίας αὐτοὺς
5ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικα‐ νοῦ ποταμοῦ κατ’ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας. Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι. Πολλὰς δὲ αὐτοῦ φέροντος ἀπο‐
10δείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγού‐ μεθα περὶ τούτων διεξιέναι.

4

Steph. Byz.: Μακτώριον, πόλις Σικελίας· Φίλιστος πρώτῳ, ἣν ἔκτισε μόνην. Τὸ ἐθνικὸν, Μακτωρῖνος.

5

Idem: Ὕκκαρον, πόλις Σικελίας, ὡς Φίλιστος Σι‐ κελικῶν πρώτῳ. Ἀπολλόδωρος δ’ ἐν δευτέρῳ Χρονι‐ κῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκκαρα. Μέμνηται τῆς λέξεως καὶ Θουκυδίδης. Ὕκκαρα δὲ πόλισμά ἐστι τῆς
5Σικελίας, ἔνθεν φασὶ γενέσθαι καὶ Λαΐδα τὴν ἑταί‐
ραν, etc.185

6

Steph. Byz.: Δύμη, πόλις Ἀχαΐας, ἐσχάτη πρὸς δύσιν, ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν·
Εἰς Δύμην ἀπιόντα τὴν Ἀχαϊκήν. Καὶ Δύμη ἡ χώρα πάλαι ἐκαλεῖτο, ἡ δὲ πόλις
5Στρατός. Ὕστερον δὲ καὶ ἡ πόλις καὶ ἡ χώρα Δύμη ἐκλήθησαν. Λέγεται καὶ πληθυντικῶς, ὡς Ἀπολλό‐ δωρος. .... Ὁ πολίτης Δυμαῖος· Ἔφορος κδʹ. «Πα‐ ραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες ...» καὶ Παυσανίας
10ζʹ· «Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ σταδίου μὲν ἀνελομένῳ νίκην.» Καὶ Φίλιστος Σικελικῶν αʹ· «Ἐπὶ τῆς Ὀλυμ‐ πιάδος, καθ’ ἣν ὁ Οἰβώτας [ὁ Δυμαῖος] ἐνίκα στάδιον.»

t7-16

LIBER SECUNDUS.

7

Idem: Ἐρύκη, Σικελικὴ πολίς. Φίλιστος Σικε‐ λικῶν δευτέρῳ.

8

Dionys. H. Epist. ad Pomp. de Histor. § 5: Ἡ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτι‐ στός ἐστι, καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπ’ αὐτοῦ σχηματιζομένας· οἷον ἐν ἀρχῇ τῆς
5δευτέρας τῶν περὶ Σικελίας· «Συρακούσιοι δὲ παρα‐ λαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους, πλὴν Γελώων, ἀθροίσαντες (Γελῶοι δὲ Συρακουσίοις οὐκ ἔφασαν πολεμήσειν)· Συρακούσιοι δὲ πυνθανόμενοι Καμαρι‐
10ναίους τὸν Ὑρμινὸν διαβάντας ...» Ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται.

9

Steph. Byz.: Ἰαιθία, πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Ἰαιθῖνος.

10

Idem: Καίκινον, χωρίον Ἰταλικόν. Φίλιστος δευ‐ τέρῳ Σικελικῶν.

11

Idem: Μόργυνα, πόλις Σικελῶν. Φίλιστος δευ‐ τέρῳ.

12

Idem: Ἐλαυία, φρούριον Σικελίας. Φίλιστος βʹ.

13

Idem: Ἐρβησσὸς, Σικελίας πόλις. Τὸ ἐθνικὸν Ἐρβησσινός. Φίλιστος Σικελικῶν βʹ.

14

Idem: Ἐργέτιον, πόλις Σικελίας. Φίλιστος Σι‐ κελικῶν δευτέρῳ.

15

Pollux Onom. X, 166: Ἐκαλεῖτο δὲ καὶ λαμ‐ πτὴρ ὁ λυχνοῦχος. Ἐν γοῦν τῷ δευτέρῳ τῶν Φιλίστου βιβλίων εἴρηται, «καὶ τὰς νύκτας ἐπαίρεσθαι λαμ‐ πτῆρας ἀντιπεφραγμένους·» ὑποδηλοῖ δὲ τὸν ἐκ κέ‐
5ρατος φανόν.186

16

Theon. Progymn.: Πρῶτον μὲν ἁπάντων χρὴ τὸν διδάσκαλον ἑκάστου γυμνάσματος εὖ ἔχοντα accedere, οἷον χρείας μὲν, ὁποία ἐστὶν ἡ παρὰ Πλάτωνι ἐν τῷ πρώτῳ τῆς Πολιτείας ... μύθου
5δὲ, ὁποῖός ἐστι παρὰ Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου· ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ.

t17-20

LIBER TERTIUS.

17

Schol. Pindar. Ol. V, 19: Φίλιστος δὲ ἐν τῇ τρίτῃ φησὶν, ὅτι Γέλων Καμαρίναν κατέστρεψεν· Ἱπ‐ ποκράτης δὲ, πολεμῶν Συρακουσίοις καὶ πολλοὺς αἰχμαλώτους λαβὼν, ὑπὲρ τοῦ ἀποδοῦναι τούτους
5ἔλαβε τὴν Καμαρίναν καὶ συνῴκισεν αὐτήν.

18

Steph. Byz.: Λίχινδος, πόλις Σικελική. Φίλιστος Σικελικῶν τρίτῳ.

19

Idem: Ξουθία, πόλις Σικελίας. Φίλιστος τρίτῳ Σικελικῶν.

20

Idem: Θερμὰ, χωρίον Σικελίας. Φίλιστος τρίτῳ.

t21-22

LIBER QUARTUS.

21

Idem: Ὀμφάκη, πόλις Σικελίας. Φίλιστος Σικε‐ λικῶν τετάρτῳ. Τὸ ἐθνικὸν Ὀμφακαῖος, etc.

22

Idem: Ὕβλαι, τρεῖς πόλεις Σικελίας. Ἡ μείζων, ἧς οἱ πολῖται Ὑβλαῖοι. Ἡ μικρὰ, ἧς οἱ πολῖται Γα‐ λεῶται, Μεγαρεῖς. Ἡ δὲ ἐλάττων, Ἥρα καλεῖται. Ἔστι καὶ πόλις Ἰταλίας. Τὴν δὲ Ὕβλαν, ἀπὸ Ὕβλου
5τοῦ βασιλέως. Διὰ τοῦτο πολλὰς Ὕβλας καλεῖσθαι, τῶν Σικελῶν πόλεων. Τοὺς ἐνοικοῦντας Μεγαρέας ἐκάλουν. Μία δὲ τῶν Ὑβλῶν Τίελλα καλεῖται, ὡς Φίλιστος τετάρτῳ Σικελικῶν.

t23-24

LIBER QUINTUS.

23

Idem: Αἰθάλη, νῆσος Τυρσηνῶν. Ἑκαταῖος Εὐ‐ ρώπῃ. Ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν, τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δὲ ἐν εʹ Σι‐ κελικῶν Αἰθαλίαν αὐτὴν καλεῖ, καὶ Ἡρωδιανὸς καὶ
5Ὦρος.187

24

Steph. Byz.: Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς, μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐ‐ τοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον. Τὸ ἐθνικὸν
5Μοτυαῖος. Μοτύλαι, Σικελίας φρούριον, περὶ τὴν Μοτύην. Φίλιστος Σικελικῶν πέμπτῳ. Τὸ ἐθνικὸν Μοτυλαῖος.

t25-28

LIBER SEXTUS.

25

Idem: Δάσκων, Σικελίας χωρίον. Φίλιστος ἕκτῃ Σικελικῶν· «Τὸ Πλημμύριον καὶ τὸν Δάσκωνα.»

26

Idem: Ἰέται, φρούριον Σικελίας, θηλυκῶς. Φί‐ λιστος ἕκτῃ. Τὸ ἐθνικὸν, Ἰεταῖος, καὶ Ἰεταία.

27

Idem: Νακόνη, ὡς Ἀλκόνη, πόλις Σικελίας. Τὸ ἐθνικὸν Νακοναῖος. Φίλιστος ἕκτῳ Σικελικῶν.

28

Pollux Onom. X, 42: Τὰ δὲ στρώματα, ἐπιβλή‐ ματα, περιβόλαια, ἐφεστρίδες, χλαῖναι, τάπιδες, ξυ‐ στίδες· τάχα δὲ καὶ περιστρώματα. Εἴρηται γὰρ παρά τε Φιλίστου ἐν τῇ ἕκτῃ, καὶ ἐν τῇ Σιμύλου Μεγαρικῇ.

t29

LIBER SEPTIMUS.

29

Steph. Byz.: Ταρχία, πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν.

t30-34

LIBER OCTAVUS.

30

Idem: Ἐλβέστιοι, ἔθνος Λιβύης. Φίλιστος ηʹ· «Περὶ δὲ τοὺς Λίβυας ἐκτ* Εὐρώπης Ἐλβέστιοι καὶ Μαστιηνοί.»

31

Idem: Ἀρβέλη, πόλις Σικελίας. Τὸ ἐθνικὸν Ἀρβε‐ λαῖος. Φίλιστος Σικελικῶν ὀγδόῃ.

32

Idem: Ταύακα, πόλις Σικελίας. Φίλιστος ὀγδόῳ.

33

Idem: Μίμαλκες, ἔθνος Λιβυκόν. Φίλιστος Σικε‐ λικῶν ὀγδόῳ. Id.: Ἐρεβίδαι, μέρος Λωτοφάγων. Φίλιστος ὀγδόῳ.

34

Theon. Progymn.: Ἔχομεν καὶ παρὰ Φι‐ λίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρασκευὴν τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου, καὶ τῶν ὅπλων καὶ τῶν νεῶν, καὶ τῶν ὀργάνων τὴν ποίησιν.

t35-37

LIBER NONUS.

35

Stephan. Byz.: Τίσσαι, χωρίον Σικελίας. Φί‐ λιστος ἐννάτῳ.

36

Idem: Ἄργυρος, πόλις. Φίλιστος ἐννάτῃ.

37

Idem: Κύπη, Σικελίας φρούριον. Φίλιστος Σικε‐
λικῶν ἐννάτῳ.188

t38

LIBER DECIMUS.

38

Idem: Λογγώνη, Σικελίας πόλις. Ὁ πολίτης Λογ‐ γωναῖος. Φίλιστος δεκάτῳ.

t39-42

LIBER UNDECIMUS.

39

Idem: Τύρσητα, πόλις Σαυνιτῶν. Φίλιστος ἑν‐ δεκάτῳ.

40

Idem: Μυστία, πόλις Σαυνιτῶν. Φίλιστος ἑν‐ δεκάτῳ. Οἱ οἰκήτορες Μυστιανοί, ὡς τῆς Ὠστίας Ὠστιανοί.

41

Idem: Νουκρία, πόλις Τυρσηνίας. Φίλιστος ιαʹ, καὶ ιεʹ.

42a

Theon Progymn.: Ἔχομεν ... καὶ παρὰ Φιλίστῳ ..... ἐν ... τῇ ιαʹ τὰ περὶ τὴν ἐκφορὰν καὶ τῆς πυρᾶς τὴν ποικιλίαν.

42b

Plutarch. V. Pelopid. c. 34: Ἐκείνων δὲ τῶν ταφῶν οὐ δοκοῦσιν ἕτεραι λαμπρότεραι γενέσθαι, τοῖς τὸ λαμπρὸν οὐκ ἐν ἐλέφαντι καὶ χρυσῷ καὶ πορφύραις εἶναι νομίζουσιν,
5ὥσπερ Φίλιστος ὑμνῶν καὶ θαυμάζων τὴν Διονυσίου ταφὴν, οἷον τραγῳδίας μεγάλης, τῆς τυραννίδος ἐξό‐ διον θεατρικὸν γενομένην.

t43

LIBER DUODECIMUS.

43

Stephan. Byz.: Κραστὸς, πόλις Σικελίας τῶν Σι‐ κανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Ἐκ ταύτης ἦν Ἐπίχαρμος ὁ κωμικὸς καὶ Λαῒς ἡ ἑταίρα, ὡς Νεάνθης ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν. Ἔχει δὲ ἡ πόλις
5εὐπρεπεστάτας γυναῖκας, ὡς Φιλήμων. Ἀπίων δὲ, ὅτι μόνος Πολέμων ἔφη τὴν Λαΐδα Κορινθίαν.

t44-64

FRAGMENTA INCERTA.

44

Plin. H. N. VIII, 61: Memorat et Pyrrhum Gelonis tyranni canem Philistus.

45

Schol Pind. Pyth. I, 112: Δεινομένης ..... Ἱέρωνος υἱὸς ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς, κατὰ Φίλιστον καὶ Τίμαιον.

46a

Pausan. I, 29, 9: Μετὰ δὲ τοὺς ἀποθανόντας ἐν Κορίνθῳ, στήλην ἐπὶ τοῖσδε ἑστάναι τὴν αὐτὴν σημαίνει τὰ ἐλεγεῖα, τοῖς μὲν ἐν Εὐβοίᾳ τε καὶ Χίῳ τελευτήσασι· τοὺς δὲ ἐπὶ τοῖς ἐσχάτοις τῆς
5Ἀσιανῆς ἠπείρου διαφθαρῆναι δηλοῖ, τοὺς δὲ ἐν Σι‐ κελίᾳ. Γεγραμμένοι δέ εἰσιν οἵ τε στρατηγοὶ πλὴν Νι‐ κίου, καὶ τῶν στρατιωτῶν ὁμοῦ τοῖς ἀστοῖς Πλαταιεῖς. Νικίας δὲ ἐπὶ τῷδε παρείθη· γράφω δὲ οὐδὲν διάφορα ἢ Φίλιστος, ὃς ἔφη Δημοσθένην μὲν σπονδὰς ποιή‐
10σασθαι τοῖς ἄλλοις, πλὴν αὐτοῦ, καὶ ὡς ἡλίσκετο, αὑ‐ τὸν ἐπιχειρεῖν ἀποκτεῖναι, Νικίᾳ δὲ τὴν παράδοσιν
ἐθελοντῇ γενέσθαι. Τούτων εἵνεκα οὐκ ἐνεγράφη Νι‐ κίας τῇ στήλῃ, καταγνωσθεὶς αἰχμάλωτος ἐθελοντὴς εἶναι καὶ οὐκ ἀνὴρ πολέμῳ πρέπων.189

46b

Plutarch. V. Nic. c. 28: Δημοσθένην δὲ καὶ Νι‐ κίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ τῶν Συρακου‐ σίων καταλευσθέντας (scr. κελευσθέντας), ὡς Φίλι‐ στος ἔγραψε καὶ Θουκυδίδης, ἀλλ’ Ἑρμοκράτους
5πέμψαντος, ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ δι’ ἑνὸς τῶν φυλάκων παρέντος (sic scr. pro παρέντων), αὐτοὺς δι’ ἑαυτῶν ἀποθανεῖν.

47

Cic. Div. I, 20: Dionysii mater, ejus qui Syra‐ cusiorum tyrannus fuit, ut scriptum apud Phili‐ stum est, et doctum hominem, et diligentem, et aequalem temporum illorum, quum praegnans hunc
5Dionysium alvo contineret, somniavit, se peperisse Satyriscum. Hinc interpretes portentorum, qui Ga‐ leotae tum in Sicilia nominabantur, responderunt (ut ait Philistus), eum, quem illa peperisset, cla‐ rissimum Graeciae diuturna cum fortuna fore.

48a

Plin. H. N. VIII, 64: Phylarchus refert, Centa‐ retum e Galatis, in proelio occiso Antiocho, poti‐ tum equo ejus conscendisse ovantem. At illum in‐ dignatione accensum, domitis frenis, ne regi posset,
5praecipitem in abrupta isse, exanimatumque una. Philistus a Dionysio relictum in coeno haerentem, ut sese evellisset, secutum uestigia domini, exa‐ mine apum jubae inhaerente; eoque ostento tyran‐ nidem a Dionysio occupatam.

48b

Cic. Divin. I, 33: Facta conjectura etiam in Dionysio est paullo ante, quam regnare coepit: qui quum per agrum Leontinum iter faciens, equum ipse demisisset in flumen, summersus equus vora‐
5ginibus non exstitit: quem quum maxima contentio‐ ne non potuisset extrahere, discessit, ut ait Phili‐ stus, aegre ferens. Quum aliquantulum progressus esset, subito exaudivit hinnitum, respexitque et equum alacrem laetus aspexit, cujus in juba exa‐
10men apum consederat. Quod ostentum habuit hanc uim, ut Dionysius paucis post diebus regnare coeperit.

49

Pausan. V, 23, 5: Πρὸς δὲ τῷ ἅρματι τῷ Γέλωνος Ζεὺς ἔστηκεν ἀρχαῖος, ἔχων σκῆ‐ πτρον· Ὑβλαίων δέ φασιν εἶναι ἀνάθημα. Αἱ δὲ ἦσαν ἐν Σικελίᾳ πόλεις αἱ Ὕβλαι, Γερεᾶτις ἐπίκλησιν,
5τὴν δὲ, ὥσπερ γε καὶ ἦν, ἐκάλουν μείζονα. Ἔχουσι δὲ καὶ κατ’ ἐμὲ ἔτι τὰ ὀνόματα. Ἐν τῇ Καταναίᾳ δὲ ἡ μὲν ἔρημος ἐς ἅπαν, ἡ δὲ κώμη τε Καταναίων ἡ Γερεᾶτις, καὶ ἱερόν σφισιν Ὑβλαίας ἐστὶ θεοῦ, παρὰ Σικελιω‐ τῶν ἔχον τιμάς. Παρὰ τούτων δὲ κομισθῆναι τὸ ἄγαλ‐
10μα ἐς Ὀλύμπιον ἡγοῦμαι. Τεράτων γὰρ σφᾶς καὶ ἐνυπνίων Φίλιστος ὁ Ἀρχομενίδου φησὶν ἐξηγητὰς εἶναι, καὶ μάλιστα εὐσεβείᾳ τῶν ἐν Σικελίᾳ βαρβά‐ ρων προσκεῖσθαι.

50

Euseb. Can. Chron. nr. 804: Τούτῳ τῷ ἔτει Καρχηδόνα φησὶ Φίλιστος κτι‐ σθῆναι ὑπὸ Ἐζώρου καὶ Καρχηδόνος τῶν Τυρίων.

51

Clemens Alex. Strom.:
Ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυ‐ ρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἐν διαφό‐190
5ροις τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψο‐ μαι. Σόλωνος δὲ ποιήσαντος· Τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται, ἄντικρυς ὁ Θέογνις γράφει· Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.
10Ὅθεν καὶ ὁ Θουκυδίδης (III, 39) ἐν ταῖς ἱστορίαις· «Εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων, φησὶν, οἷς ἂν μάλιστα καὶ δι’ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι.» Καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται, ὧδε λέγων· «Τὰ δὲ πολλὰ κατὰ λόγον
15τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα [παρὰ δόξαν] καὶ κακοπραγίαν· εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.»

52

Stephan. Byz.: Ἀμβρακία, πόλις Θεσπρωτίας, ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος, ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρὸς, περὶ ἧς Φιλέας. Τὸ ἐθνικὸν Ἀμβρακιεὺς, καὶ Ἀμβρακιώτης.
5Φίλιστος δὲ Ἀμβρακῖνός φησι Σικελικῷ τύπῳ.

53

Idem: Ἀρτεμίσιον, πόλις Οἰνώτρων ἐν μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Ὁ πολίτης Ἀρτεμισιάτης. Φί‐ λιστος δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως Δωρικῶς. Ἔστι καὶ πόλις Εὐβοίας.

54

Idem: Νώνυμνα, πόλις Σικελίας. Ὁ πολίτης Νω‐ νυμναῖος, ὡς Φίλιστος.

55

Idem: Τρίκαλον, καὶ Τρίκαλα οὐδετέρως, πόλις Σικελίας. Φίλιστος.

56

Hesych.: Βουβάρτις, νεὼς ὄνομα, παρὰ Φιλίστῳ.

57

Schol. Germanic. 1559, 4: Quum Liber a Junone insania objecta fugeret ad occursus Dodonaei Jovis, ejusque in templo respon‐ sa peteret, ut Philistus refert, magni imbres cum
5grandine orti sunt ea parte, qua transmissurus erat. Asinis e contrario transeuntibus per aquas, in uno ex his sedens et ipse transvectus est, sine periculo et ab insania liberatus.

58a

Apostol. Proverb. Cent. I: [Ἀδδηφάγον πεντηκόντορον] Φίλιστος.

58b

Harpocrat.: Ἀδδηφάγους τριήρεις Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος. Καὶ ἀδδηφάγον πεντηκόντορον Φίλιστος.

59

Συναγωγ. Λέξ. χρ.: Ἀποθήκην, ἀντὶ
τοῦ ἀποστροφήν. Φίλιστος.191

60

Pollux Onom. II, 154: Καὶ διὰ χειρὸς ἔχειν τὴν πόλιν, καὶ αὐτοχειρία, αὐτοχειρὶ, αὐτόχειρ ἐργάτης. Τὸ γὰρ παρὰ Φιλίστῳ αὐτοχειρίσαντες παμμίαρον.

61

Hesych.: Μεσηρεύειν, τὸ μηδετέροις συμμαχεῖν. Φίλιστος.

62

Pollux Onom. II, 111: Ἀπὸ φωνῆς φώνημα, μεγαλόφωνος, εὔφωνος, ἄφωνος, ἔμφωνος. Φίλιστος καὶ δίφωνον λέγει.

63

Idem VII, 168: Βαλανείῳ δ’ ἂν καὶ ἡ πυρία ἕποιτο. Εἴρηκε δ’ Ἡρόδοτος (IV, 75)· πυρία Ἑλλη‐ νική. Φίλιστος δὲ λουτρὰ καὶ πυριάματα.

64

Choeroboscus In Theodosium ap. Bekker. Anecd: Ἄδρυξ Ἄδρυκος, πόλις Συρακου‐ σίων, ἀρσενικῶς λεγομένη. «Ἔφυγον εἰς τὸν Ἄδρυκα,»
Φίλιππος (sic) ὁ ἱστορικός φησιν.192