TLG 1590 002 :: PHILIPPUS :: Fragmenta PHILIPPUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 475. frr. 1–4 Citation: Fragment — (line) | ||
t1-4 | ΚΑΡΙΚΑ. | |
1 | Athenaeus VI: Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ Περὶ Καρῶν καὶ Λελέγων συγγράμματι κατα‐ λέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θεττα‐ λικοὺς πενέστας, καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς | |
5 | οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν. | |
---|---|---|
2 | Strabo XIV: Οὐ γάρ ἐστιν (sc. Τραχυ‐ τάτη ἡ γλῶττα τῶν Καρῶν)· ἀλλὰ καὶ πλεῖστα Ἑλ‐ ληνικὰ ὀνόματα ἔχει καταμεμιγμένα, ὥς φησι Φίλιπ‐ πος ὁ τὰ Καρικὰ γράψας. | |
3 | Schol. Eurip. Rhes. 505.: [Κακῷ δὲ μερμέρῳ.] Μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ Τερμέρου, ἵν’ ᾖ παρὰ τὴν παροιμίαν· Τερμέρια κακά, ὑπὲρ ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμ‐ | |
5 | ματί φησιν οὕτως· «Τέρμερον καὶ Λύκον Λέλεγας γε‐ νέσθαι θηριώδεις τὴν φύσιν· τοῦτον δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπ’ αὐτοῦ Τέρμερον ὠνομάσθαι. Τούτους δέ φασι πρώτους λῃστεῦσαι, καὶ οὐ μόνον τὰ περὶ Καρίαν, ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς | |
10 | Κῶ ἐκπλεῖν.» | |
4 | Plutarch. Alex. 46: Χάρης ὁ εἰσαγγελεὺς καὶ Πτολεμαῖος καὶ Ἀντικλείδης καὶ Φίλων ὁ Θηβαῖος καὶ Φίλιππος ὁ Θεαγγελεὺς, πρὸς δὲ τούτοις Ἑκαταῖος ὁ Ἐρετριεὺς καὶ Φίλιππος ὁ Χαλκιδεὺς καὶ Δοῦρις | |
5 | ὁ Σάμιος πλάσμα φασὶ γεγονέναι τοῦτο. | 475 |