TLG 1578 001 :: PHAENIAS :: Fragmenta

PHAENIAS Phil., vel Phanias
(Eresius: 4 B.C.)

Fragmenta

Source: Wehrli, F. (ed.), Phainias von Eresos. Chamaileon. Praxiphanes [Die Schule des Aristoteles, vol. 9, 2nd edn.] Basel: Schwabe, 1969: 10–21.

  • Logica: fr. 8
  • Πρὸς Διόδωρον: fr. 9
  • Πρὸς τοὺς σοφιστάς: fr. 10
  • Περὶ τῶν ἐν Σικελίᾳ τυράννων: frr. 11–13
  • Τυράννων ἀναίρεσις ἐκ τιμωρίας: frr. 14–16
  • Πρυτάνεις Ἐρεσίων: frr. 17a–19
  • Historica: frr. 20–29
  • Περὶ τῶν Σωκρατικῶν: frr. 30–31
  • Περὶ ποιητῶν: frr. 32–33
  • Mirabilia: frr. 34–35
  • Περὶ φυτῶν (= φυτικά): frr. 37–48, 50
  • Fragmentum dubium: fr. 51

Citation: Fragment — (line)

8

Philoponus In Aristotelis Categorias comment., Prooemium p. 7, 16 Busse (cf. Eudemus fr. 7): τρεῖς γὰρ ἀφορμαὶ γεγόνασι τοῦ νοθεύεσθαι τὰ συγγράμματα τοῦ Ἀριστοτέλους· μία μὲν ὁμωνυμία 〈τῶν συγγραφέων〉 κτλ. ..., δευτέρα δὲ ἡ τῶν συγγραμμάτων ὁμωνυμία· οἱ γὰρ μαθηταὶ αὐτοῦ Εὔδημος καὶ
5Φανίας καὶ Θεόφραστος κατὰ ζῆλον τοῦ διδασκάλου γεγράφασι κατηγορίας καὶ περὶ ἑρμηνείας καὶ ἀναλυτικά· ἡ δὲ τρίτη τοιαύτη ἐστί.

9

Alexander In Aristotelis Metaphysica A 9 (990 b 15) comment. p. 84, 16 Hayduck: λέγει δὲ Φανίας ἐν τῶ πρὸς Διόδωρον Πολύξενον τὸν σο‐ φιστὴν τὸν τρίτον ἄνθρωπον εἰσάγειν λέγοντα· „εἰ κατὰ μετοχήν τε καὶ μετουσίαν τῆς ἰδέας καὶ τοῦ αὐτοανθρώπου ὁ ἄνθρωπός ἐστι, δεῖ τινα εἶναι ἄνθρωπον, ὃς
5πρὸς τὴν ἰδέαν ἕξει τὸ εἶναι. οὔτε δὲ ὁ αὐτοάνθρωπος, ὅ ἐστιν ἰδέα, κατὰ μετο‐ χὴν ἰδέας, οὔτε ὁ τὶς ἄνθρωπος· λείπεται ἄλλον τινὰ εἶναι τρίτον ἄνθρωπον τὸν πρὸς τὴν ἰδέαν τὸ εἶναι ἔχοντα.“

10

Athenaeus 638 b: καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, περὶ ὧν φησι Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς πρὸς τοὺς σοφιστὰς γράφων οὕτως: „Τελένικος ὁ Βυζάντιος, ἔτι δὲ Ἀργᾶς ποιηταὶ μοχθηρῶν ὄντες νόμων πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα τῆς ποιήσεως εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος
5νόμων οὐδὲ κατὰ μικρὸν ἠδύναντο ἐπιψαῦσαι.“

11

Athenaeus 231 e: καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη. καὶ πρὸ τῆς τούτου
βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέ‐ σιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν (F Gr Hist 115 F 193).10
5ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ’ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ’ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ’ Ἱέρωνος τὰ ὅμοια. λέγει δ’ οὕτως ὁ Θεό‐ πομπος· „ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ
10ἀνδριᾶσιν ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. Λακεδαιμόνιοι 〈μὲν〉 οὖν χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἐπηρώτων τὸν θεὸν παρ’ οὗ χρυσίον πρίαιντο. ὁ δ’ αὐτοῖς ἀνεῖλεν παρὰ Κροῖσον τὸν Λυδὸν πορευθέντας ὠνεῖσθαι παρ’ ἐκείνου. καὶ οἱ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. Ἱέρων δ’ ὁ
15Συρακόσιος βουλόμενος ἀναθεῖναι τῷ θεῷ τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφ‐ θου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητή‐ σοντας εἰς τὴν Ἑλλάδα· οἵτινες μόλις ποτ’ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύ‐ σαντες εὗρον παρ’ Ἀρχιτέλει τῷ Κορινθίῳ, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους. ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ Ἱέρωνος ὅσον
20ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠδύνατο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ’ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας.“ ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων, ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ’ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν·
25
θάησαί μ’· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ
ἦν, ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ·
καί μ’ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων·
νῦν δέ με Λητοίδου θεῖον ἔχει δάπεδον. ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων·
30χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα· καί μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς· Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.

12

Plutarchus De defectu oraculorum XXII 422 b (Petron Vorsokr.6 16): ἔλεγε δὲ (sc. ὁ ξένος) μήτ’ ἀπείρους μήθ’ ἕνα μήτε πέντε κόσμους, ἀλλὰ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι συντεταγμένους κατὰ
σχῆμα τριγωνοειδές, οὗ πλευρὰν ἑκάστην ἑξήκοντα κόσμους ἔχειν· τριῶν11
5δὲ τῶν λοιπῶν ἕκαστον ἱδρῦσθαι κατὰ γωνίαν, ἅπτεσθαι δὲ τοὺς ἐφεξῆς ἀλλήλων ἀτρέμα περιιόντας ὥσπερ ἐν χορείᾳ· τὸ δ’ ἐντὸς ἐπίπεδον τοῦ τριγώνου κοινὴν ἑστίαν εἶναι πάντων, καλεῖσθαι δὲ πεδίον ἀληθείας, ἐν ᾧ τοὺς λόγους καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα τῶν γεγονότων καὶ τῶν γενησομένων ἀκίνητα κεῖσθαι, καὶ περὶ αὐτὰ τοῦ αἰῶνος ὄντος οἷον ἀπορ‐
10ροὴν ἐπὶ τοὺς κόσμους φέρεσθαι τὸν χρόνον. ὄψιν δὲ τούτων καὶ θέαν ψυχαῖς ἀνθρωπίναις ἅπαξ ἐν ἔτεσι μυρίοις ὑπάρχειν, ἄν γ’ εὖ βιώσωσι· καὶ τῶν ἐνταῦθα τελετῶν τὰς ἀρίστας ἐκείνης ὄνειρον εἶναι τῆς ἐποπτείας καὶ τελετῆς· καὶ τοὺς λόγους ἀναμνήσεως ἕνεκα τῶν ἐκεῖ φιλοσοφεῖσθαι καλῶν ἢ μάτην περαίνεσθαι.
15 ib. XXIII 422 d: ἐλέγχει δ’ αὐτὸν (sc. τὸν ξένον) ὁ τῶν κόσμων ἀριθ‐ μὸς οὐκ ὢν Αἰγύπτιος οὐδ’ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος. αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδ’ οἶδα διασῳζόμενον, Ἵππυς δ’ ὁ Ῥηγῖνος (F Gr Hist 554 F 5), οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος, ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ
20λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δ’ ἀλλήλων κατὰ στοιχεῖον· ὅ τι δὲ τοῦτ’ ἐστί, τὸ κατὰ στοιχεῖον ἅπτεσ‐ θαι, μὴ προσδιασαφῶν μηδ’ ἄλλην τινὰ πιθανότητα προσάπτων.

13

Athenaeus 6 e: Φαινίας δέ φησιν ὅτι Φιλόξενος ὁ Κυθήριος ποιητής, περιπαθὴς ὢν τοῖς ὄψοις, δειπνῶν ποτε παρὰ Διονυσίῳ ὡς εἶδεν ἐκείνῳ μὲν μεγάλην τρῖγλαν παρατεθεῖσαν, ἑαυτῷ δὲ μικράν, ἀναλαβὼν αὐτὴν [εἰς τὰς χεῖρας] πρὸς τὸ οὖς προσήνεγκε. πυθομένου δὲ τοῦ Διονυ‐
5σίου τίνος ἕνεκεν τοῦτο ποιεῖ, εἶπεν ὁ Φιλόξενος ὅτι γράφων τὴν Γαλάτειαν βούλοιτό τινα παρ’ ἐκείνης τῶν κατὰ Νηρέα πυθέσθαι· τὴν δὲ ἠρωτημένην ἀποκεκρίσθαι διότι νεωτέρα οὖσα ἁλοίη· διὸ μὴ παρακολουθεῖν· τὴν δὲ τῷ Διονυσίῳ παρατεθεῖσαν πρεσβυτέραν οὖσαν εἰδέναι πάντα σαφῶς ἃ βού‐ λεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρῖγλαν
10τὴν παρακειμένην αὐτῷ. συνεμέθυε δὲ τῷ Φιλοξένῳ ἡδέως ὁ Διονύσιος. ἐπεὶ δὲ τὴν ἐρωμένην Γαλάτειαν ἐφωράθη διαφθείρων, εἰς τὰς λατομίας ἐνεβλήθη· ἐν αἷς ποιῶν τὸν Κύκλωπα συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὑ‐ τὸν γενόμενον πάθος, τὸν μὲν Διονύσιον Κύκλωπα ὑποστησάμενος, τὴν
δ’ αὐλητρίδα Γαλάτειαν, ἑαυτὸν δ’ Ὀδυσσέα.12

14

Athenaeus 438 c: Φαινίας δὲ ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπαν φησὶ τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον
5οὕτως οἴκαδε ἀπιέναι.

15

Athenaeus 90 e: σωληνισταὶ δ’ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ τυράννων ἀναίρεσις ἐκ τιμωρίας γράφων οὕτως· „Φιλόξενος ὁ καλούμενος σωληνιστὴς ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν· ἀφορ‐
5μῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο.“

16

Parthenius Ἐρωτικὰ παθήματα VII. Περὶ Ἱππαρίνου. ἱστορεῖ Φανίας ὁ Ἐρέσιος. ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν (Ἱππαρῖνος ἦν
5αὐτῷ ὄνομα) τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη. ὃς πολλὰ μηχανώμενος οὐδαμῇ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι, περὶ δὲ γυμνάσια διατρίβοντι πολλὰ τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι καὶ ὅτι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι. ὁ δὲ ἄρα κατει‐ ρωνευόμενος προσέταξεν αὐτῷ ἀπό τινος ἐρυμνοῦ χωρίου, ὃ μάλιστα
10
ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ ἄν ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα
τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει,
καὶ ἐπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν ἐν πολλῇ
αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν. ἐπεὶ δὲ ὁ
15τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός τε ἦν αὐτὸν βίᾳ ἄγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κιν‐ δυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη. διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης ἀμφο‐
20τέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη
μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.13

17a

Athenaeus 333 a: οἶδα δὲ καὶ πολλαχοῦ ὕσαντα τὸν θεὸν ἰχθύσι· Φαινίας γοῦν ἐν δευτέρῳ Πρυτάνεων Ἐρεσίων ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας.

17b

Eustathius In Homer. A 39 p. 35, 17: ὡς δὲ καὶ ἰχθύσιν ὗσεν ὁ θεὸς πολλαχοῦ, Ἀθήναιος ἱστορεῖ· Φαινίας γοῦν ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας.

18

Athenaeus 16 e: καὶ οἱ μνηστῆρες δὲ παρ’ αὐτῶ (sc. Ὁμήρῳ) πεσσοῖσι προπάροιθε θυράων (α 107) ἐτέρποντο, οὐ παρὰ τοῦ μεγάλου Διοδώρου [ἢ Θεοδώρου] μαθόντες τὴν πεττείαν οὐδὲ τοῦ Μιτυληναίου Λέοντος τοῦ ἀνέκαθεν Ἀθηναίου, ὃς ἀήττητος ἦν κατὰ τὴν πεττευτικήν,
5ὥς φησι Φανίας.

19

Clemens Stromateis I cap. XXI 139, 3: εἰσὶ δὲ οἳ ..... συνάγουσιν ...... ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ἑκατὸν ὀγδοήκοντα. ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχον‐ τα, ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας ἔτη
5ἑπτακόσια δεκαπέντε, ὡς δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος κτλ.

20

Plutarchus Solon XIV: ἐνταῦθα δὴ τῶν Ἀθηναίων οἱ φρονιμώ‐ τατοι συνορῶντες τὸν Σόλωνα μόνον μάλιστα τῶν ἁμαρτημάτων ἐκτὸς ὄντα καὶ μήτε τοῖς πλουσίοις κοινωνοῦντα τῆς ἀδικίας μήτε ταῖς τῶν πενήτων ἀνάγκαις ἐνεχόμενον, ἐδέοντο τοῖς κοινοῖς προσελθεῖν καὶ καταπαῦσαι τὰς διαφοράς. καί‐
5τοι Φανίας ὁ Λέσβιος αὐτὸν ἱστορεῖ τὸν Σόλωνα χρησάμενον ἀπάτῃ πρὸς ἀμφο‐ τέρους ἐπὶ σωτηρίᾳ τῆς πόλεως ὑποσχέσθαι κρύφα τοῖς μὲν ἀπόροις τὴν νέμησιν, τοῖς δὲ χρηματικοῖς βεβαίωσιν τῶν συμβολαίων. ἀλλ’ αὐτός φησι ὁ Σόλων ὀκνῶν τὸ πρῶτον ἅψασθαι τῆς πολιτείας καὶ δεδοικὼς τῶν μὲν τὴν φιλοχρηματίαν, τῶν δὲ τὴν ὑπερηφανίαν.

21

Plutarchus Solon XXXII: ἐπεβίωσε δ’ οὖν ὁ Σόλων ἀρξαμένου τοῦ Πεισιστράτου τυραννεῖν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς (fr. 148) ἱστορεῖ συχνὸν
χρόνον, ὡς δὲ Φανίας ὁ Ἐρέσιος ἐλάττονα δυοῖν ἐτῶν. ἐπὶ Κωμίου (561/60) μὲν γὰρ ἤρξατο τυραννεῖν Πεισίστρατος, ἐφ’ Ἡγεστράτου (560/59) δὲ Σόλωνά14
5φησιν ὁ Φανίας ἀποθανεῖν τοῦ μετὰ Κωμίαν ἄρξαντος.

22a

Suda K 2745: κύρβεις· αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, κρύβιές τινες οὖσαι, ἐν αἷς τὰ τῶν θεῶν ἀποκρυπτόμενα ἔδει εἶναι. Ἀσκληπιάδης, ὅτι ἀπὸ κύρβεως τοῦ τὰς οὐσίας ὁρίσαντος, ὥς φησι Φανίας ὁ Ἐρέσιος. ἀπὸ τού‐ του ταῦτα κυρωθῆναι τοῖς γράμμασιν.

22b

Etymologicum Gudianum s. v. κῦρβες (cf. Etym. Magnum s. v. κύρβεις): αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι, ἤτοι ἀπὸ τῆς κατασκευῆς· εἰσὶ γὰρ κυρβασταὶ ἢ κύρβιες· ἐπειδὴ τὰ τῶν θεῶν ἀποκρυπτόμενα δεῖ εἰδέναι. Ἀσ‐ κληπιάδης δὲ ἐν τοῖς τῶν ἀξόνων ἐξηγητικοῖς ἀπὸ κύρβεως τοῦ τὰς οὐσίας ὁρί‐
5σαντος, ὡς φησὶ Φανίης ὁ Ἐρέσιος, 〈ἢ〉 ἀπὸ τοῦ ταῦτα κυρωθῆναι τοῖς γράμμασιν.

23

Plutarchus Themistocles I: Θεμιστοκλεῖ δὲ τὰ μὲν ἐκ γένους ἀμαυ‐ ρότερα πρὸς δόξαν ὑπῆρχε· πατρὸς γὰρ ἦν Νεοκλέους οὐ τῶν ἄγαν ἐπιφανῶν Ἀθήνησι, Φρεαρρίου τῶν δήμων ἐκ τῆς Λεωντίδος φυλῆς, νόθος δὲ πρὸς μητρός, ὡς λέγουσιν
5
Ἁβρότονον Θρήισσα γυνὴ γένος. ἀλλὰ τεκέσθαι
τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα. Φανίας μέντοι τὴν μητέρα τοῦ Θεμιστοκλέους οὐ Θρᾷτταν ἀλλὰ Καρίνην οὐδ’ Ἁβρότονον ὄνομα ἀλλ’ Εὐτέρπην ἀναγράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ τῆς Καρίας Ἁλικαρνασσὸν προστίθησι.

24

Plutarchus Themistocles VII: ἐπεὶ δὲ ταῖς Ἀφεταῖς τοῦ βαρβα‐ ρικοῦ στόλου προσμείξαντος ἐκπλαγεὶς ὁ Εὐρυβιάδης τῶν κατὰ στόμα νεῶν τὸ πλῆθος, ἄλλας δὲ πυνθανόμενος διακοσίας ὑπὲρ Σκιάθου κύκλῳ περιπλεῖν, ἐβούλετο τὴν ταχίστην εἴσω τῆς Ἑλλάδος κομισθεὶς ἅψασθαι Πελοποννήσου
5καὶ τὸν πεζὸν στρατὸν ταῖς ναυσὶ προσπεριβαλέσθαι, παντάπασιν ἀπρόσμαχον ἡγούμενος τὴν κατὰ θάλατταν ἀλκὴν βασιλέως, δείσαντες οἱ Εὐβοεῖς, μὴ σφᾶς οἱ Ἕλληνες πρόωνται, κρύφα τῷ Θεμιστοκλεῖ διελέγοντο, Πελάγοντα μετὰ χρη‐ μάτων πολλῶν πέμψαντες. ἃ λαβὼν ἐκεῖνος, ὡς Ἡρόδοτος ἱστόρηκε (VIII 5), τοῖς περὶ τὸν Εὐρυβιάδην ἔδωκεν. ἐναντιουμένου δ’ αὐτῷ μάλιστα τῶν πολιτῶν
10Ἀρχιτέλους, ὃς ἦν μὲν ἐπὶ τῆς ἱερᾶς νεὼς τριήραρχος, οὐκ ἔχων δὲ χρήματα τοῖς ναύταις χορηγεῖν ἔσπευδεν ἀποπλεῦσαι, παρώξυνεν ἔτι μᾶλλον ὁ Θεμιστοκλῆς
τοὺς τριηρίτας ἐπ’ αὐτόν, ὥστε τὸ δεῖπνον ἁρπάσαι συνδραμόντας. τοῦ δ’ Ἀρχι‐ τέλους ἀθυμοῦντος ἐπὶ τούτῳ καὶ βαρέως φέροντος, εἰσέπεμψεν ὁ Θεμιστοκλῆς πρὸς αὐτὸν ἐν κίστῃ δεῖπνον ἄρτων καὶ κρεῶν, ὑποθεὶς κάτω τάλαντον ἀργυρίου15
15καὶ κελεύσας αὐτόν τε δειπνεῖν ἐν τῷ παρόντι καὶ μεθ’ ἡμέραν ἐπιμεληθῆναι τῶν τριηριτῶν· εἰ δὲ μή, καταβοήσειν αὐτοῦ πρὸς τοὺς πολίτας ὡς ἔχοντος ἀργύριον παρὰ τῶν πολεμίων. ταῦτα μὲν οὖν Φανίας ὁ Λέσβιος εἴρηκεν.

25

Plutarchus Themistocles XIII: Θεμιστοκλεῖ δὲ παρὰ τὴν ναυαρ‐ χίδα τριήρη σφαγιαζομένῳ τρεῖς προσήχθησαν αἰχμάλωτοι, κάλλιστοι μὲν ἰδέσθαι τὴν ὄψιν, ἐσθῆτι δὲ καὶ χρυσῷ κεκοσμημένοι διαπρεπῶς. ἐλέγοντο δὲ Σανδάκης παῖδες εἶναι τῆς βασιλέως ἀδελφῆς καὶ Ἀρταΰκτου. τούτους ἰδὼν Εὐφραντίδης
5ὁ μάντις, ὡς ἅμα μὲν ἀνέλαμψεν ἐκ τῶν ἱερῶν μέγα καὶ περιφανὲς πῦρ, ἅμα δὲ πταρμὸς ἐκ δεξιῶν ἐσήμηνε, τὸν Θεμιστοκλέα δεξιωσάμενος ἐκέλευσε τῶν νεα‐ νίσκων κατάρξασθαι καὶ καθιερεῦσαι πάντας ὠμηστῇ Διονύσῳ προσευξάμενον· οὕτω γὰρ ἅμα σωτηρίαν καὶ νίκην ἔσεσθαι τοῖς Ἕλλησιν. ἐκπλαγέντος δὲ τοῦ Θεμιστοκλέους ὡς μέγα τὸ μάντευμα καὶ δεινόν, οἷον εἴωθεν ἐν μεγάλοις ἀγῶσι
10καὶ πράγμασι χαλεποῖς, μᾶλλον ἐκ τῶν παραλόγων ἢ τῶν εὐλόγων τὴν σωτηρίαν ἐλπίζοντες οἱ πολλοὶ τὸν θεὸν ἅμα κοινῇ κατεκαλοῦντο φωνῇ καὶ τοὺς αἰχμαλώ‐ τους τῷ βωμῷ προσαγαγόντες ἠνάγκασαν, ὡς ὁ μάντις ἐκέλευσε, τὴν θυσίαν συντελεσθῆναι. ταῦτα μὲν οὖν ἀνὴρ φιλόσοφος καὶ γραμμάτων οὐκ ἄπειρος ἱστορικῶν Φανίας ὁ Λέσβιος εἴρηκε.

26

Plutarchus Themistocles XXVII: Θουκυδίδης μὲν οὖν (I 137, 3) καὶ Χάρων ὁ Λαμψακηνὸς (F Gr Hist 262 F 11) ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν· Ἔφορος δὲ (F Gr Hist 70 F 190) καὶ Δείνων (Müller F H G II p. 93 fr. 20) καὶ Κλείταρχος
5(F Gr Hist 137 F 33) καὶ Ἡρακλείδης (Müller F H G II p. 97 fr. 6), ἔτι δ’ ἄλλοι πλείονες πρὸς αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον ὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδ’ αὐτοῖς ἀτρέμα συνταττομένοις. ὁ δ’ οὖν Θεμιστοκλῆς γενόμενος παρ’ αὐτὸ τὸ δεινὸν ἐντυγχάνει πρῶτον Ἀρταβάνῳ τῷ χιλιάρχῳ, λέγων Ἕλλην μὲν εἶναι, βούλεσθαι δ’ ἐντυχεῖν βασιλεῖ περὶ πραγμάτων
10μεγάλων καὶ πρὸς ἃ τυγχάνοι μάλιστα σπουδάζων ἐκεῖνος. ὁ δέ φησιν· „ὦ ξένε, νόμοι διαφέρουσιν ἀνθρώπων· ἄλλα δ’ ἄλλοις καλά· καλὸν δὲ πᾶσι τὰ οἰκεῖα κοσμεῖν καὶ σώζειν. ὑμᾶς μὲν οὖν ἐλευθερίαν μάλιστα θαυμάζειν καὶ ἰσότητα λόγος· ἡμῖν δὲ πολλῶν νόμων καὶ καλῶν ὄντων κάλλιστος οὗτός ἐστι, τιμᾶν
βασιλέα καὶ προσκυνεῖν ὡς εἰκόνα θεοῦ τοῦ πάντα σώζοντος. εἰ μὲν οὖν ἐπαινῶν16
15τὰ ἡμέτερα προσκυνήσεις, ἔστι σοι καὶ θεάσασθαι βασιλέα καὶ προσειπεῖν· εἰ δ’ ἄλλο τι φρονεῖς, ἀγγέλοις ἑτέροις χρήσῃ πρὸς αὐτόν. βασιλεῖ γὰρ οὐ πάτριον ἀνδρὸς ἀκροᾶσθαι μὴ προσκυνήσαντος.“ ταῦθ’ ὁ Θεμιστοκλῆς ἀκούσας λέγει πρὸς αὐτόν· „ἀλλ’ ἐγὼ τὴν βασιλέως, ὦ Ἀρτάβανε, φήμην καὶ δύναμιν αὐξήσων ἀφῖγμαι, καὶ αὐτός τε πείσομαι τοῖς ὑμετέροις νόμοις, ἐπεὶ θεῷ τῷ μεγαλύνοντι
20Πέρσας οὕτω δοκεῖ, καὶ δι’ ἐμὲ πλείονες τῶν νῦν βασιλέα προσκυνήσουσιν. ὥστε τοῦτο μηδὲν ἐμποδὼν ἔστω τοῖς λόγοις, οὓς βούλομαι πρὸς ἐκεῖνον εἰπεῖν.“ „τίνα δ’, εἶπεν ὁ Ἀρτάβανος, Ἑλλήνων ἀφῖχθαι φῶμεν; οὐ γὰρ ἰδιώτῃ τὴν γνώ‐ μην ἔοικας.“ καὶ ὁ Θεμιστοκλῆς· „τοῦτ’ οὐκ ἄν, ἔφη, πύθοιτό τις, Ἀρτάβανε, πρότερος βασιλέως.“ οὕτω μὲν ὁ Φανίας φησίν. ὁ δ’ Ἐρατοσθένης ἐν τοῖς περὶ
25πλούτου προσιστόρησε διὰ γυναικὸς Ἐρετρικῆς ἣν ὁ χιλίαρχος εἶχε τῷ Θεμιστο‐ κλεῖ τὴν πρὸς αὐτὸν ἔντευξιν γενέσθαι καὶ σύστασιν.

27

Athenaeus 48 c: πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης (Müller F H G II p. 97 fr. 5), καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. τὸν οὖν [Κρῆτα] Τιμαγόραν ἢ τὸν ἐκ Γόρτυνος, ὥς φησι Φαινίας ὁ Περιπατητικός, Ἔντιμον, ὃς ζήλῳ Θεμιστοκλέους ἀνέβη ὡς βασιλέα,
5τιμῶν Ἀρταξέρξης σκηνήν τε ἔδωκεν αὐτῷ διαφέρουσαν τὸ κάλλος καὶ τὸ μέγε‐ θος καὶ κλίνην ἀργυρόποδα, ἔπεμψε δὲ καὶ στρώματα πολυτελῆ καὶ τὸν ὑποστρώ‐ σοντα, φάσκων οὐκ ἐπίστασθαι τοὺς Ἕλληνας ὑποστρωννύειν. καὶ ἐπὶ τὸ συγ‐ γενικὸν ἄριστον ἐκαλεῖτο ὁ Κρὴς οὗτος, τὸν βασιλέα ψυχαγωγήσας· ὅπερ οὐδενὶ πρότερον τῶν Ἑλλήνων ἐγένετο, ἀλλ’ οὐδ’ ὕστερον. αὕτη γὰρ ἡ τιμὴ τοῖς συγγενέ‐
10σι διεφυλάττετο. Τιμαγόρᾳ μὲν γὰρ τῷ Ἀθηναίῳ τῷ προσκυνήσαντι βασιλέα καὶ μάλιστα τιμηθέντι τοῦτο οὐχ ὑπῆρξε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδᾳ δὲ τῷ Λάκωνι τὸν αὑτοῦ στέφανον εἰς μύρον βάψας ἔπεμψε. τῷ δ’ Ἐντίμῳ τοιαῦτα πολλὰ ἐποίει καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. ἐφ’ ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον ὡς τῆς τε τιμῆς δημευομένης
15καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης. ἔπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα καὶ στρωμνὴν καὶ σκηνὴν οὐρανοφόρον ἀνθινὴν καὶ θρόνον ἀργυ‐ ροῦν καὶ ἐπίχρυσον σκιάδειον καὶ φιάλας λιθοκολλήτους χρυσᾶς εἴκοσι, ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν καὶ κρατῆρας ἀργυροῦς καὶ παιδίσκας ἑκατὸν καὶ παῖδας ἑκατὸν χρυσοῦς τε ἑξακισχιλίους χωρίς, τῶν εἰς τὰ ἐπιτήδεια καθ’ ἡμέραν διδομένων.

28

Plutarchus Themistocles XXIX: πόλεις δ’ αὐτῷ (sc. Θεμιστοκλεῖ)
τρεῖς μὲν οἱ πλεῖστοι δοθῆναι λέγουσιν εἰς ἄρτον καὶ οἶνον καὶ ὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυοῦντα· δύο δ’ ἄλλας προστίθησιν ὁ Κυζικηνὸς Νεάνθης (F Gr Hist 84 F 17 a) καὶ Φανίας, Περκώτην καὶ Παλαίσκηψιν εἰς στρωμνὴν καὶ17
5ἀμπεχόνην.

29

Hesychius Lexicon s. v. κήρυκες (cf. Harpocration s. v. κήρυκες): οἱ ἄγγελοι, οἱ διάκονοι, οἱ τὰς ὑπηρετικὰς ἐπιτελοῦντες πράξεις. ἐκαλεῖτο δὲ καὶ τένος ἰθαγενῶν, ἀπὸ Κήρυκος τοῦ Ἑρμοῦ· Φανίας. καὶ τοὺς ἐρινάζοντας τοὺς ἐρινοὺς κήρυκας λέγουσι.

30

Diogenes Laert. VI 8: ἐρωτηθεὶς (sc. Ἀντισθένης) ὑπό του, καθά φησι Φανίας ἐν τῷ περὶ τῶν Σωκρατικῶν, τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη· „εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τῶν εἰδότων.“

31

Diogenes Laert. II 65: οὗτος (sc. Ἀρίστιππος) σοφιστεύσας, ὥς φησι Φανίας ὁ Περιπατητικὸς ὁ Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἀπέλαβεν, εἰπόντος Σωκράτους
5τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν· ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ.

32

Athenaeus 352 c: Φαινίας δ’ ὁ Περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν· „Στρατόνικος, φησίν, ὁ Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο. ἦν δὲ καὶ ἐν τῷ γελοίῳ οὐκ ἀπίθανος.“

33

Clemens Stromateis I cap. XXI 131, 6: ναὶ μὴν καὶ Τέρ‐ πανδρον ἀρχαίζουσί τινες· Ἑλλάνικος γοῦν (F Gr Hist 4 F 85 b) τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι, Φανίας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον, διημιλλῆσθαι δὲ
5τὸν Λέσχην Ἀρκτίνῳ καὶ νενικηκέναι.

34

Antigonus Historiae mirabiles CLV—CLVI p. 37 Keller (Calli‐ machus Fragmenta Grammatica fr. 407, XXVII—XXVIII Pfeiffer): Φανίαν δὲ (sc. Καλλίμαχος ἱστορεῖν φησιν) τὴν τῶν † Πυράκων † λίμνην ὅταν ἀνα‐ ξηρανθῇ καίεσθαι, καὶ τὴν Ἀσκανίαν πότιμον οὖσαν τὸ προσενεχθὲν αὐτῇ πλύνειν
5ἄνευ ῥύμματος, ἐὰν ἐαθῇ δ’ ἐν αὐτῇ πλείω χρόνον, διαπίπτειν αὐτόματον.18

35

Antigonus Historiae mirabiles CLXXI p. 41 Keller (Callimachus Fragmenta Grammatica fr. 407, XLII): Φανίαν δὲ (sc. Καλλίμαχος ἱστορεῖν φησι) κατά τινας τόπους τῆς Λέσβου καὶ περὶ τῶν Νεανδριέων τὰς βώλους πρὸς τὰς τῶν ὄψεων παθήσεις γίνεσθαι [καὶ] χρησίμας, καὶ εἰς ὕδωρ ἐμβληθείσας
5οὔτε καταδύνειν οὔτε κατατήκεσθαι. (ὑπὸ τοῦτο τὸ γένος πίπτοι ἂν καὶ ἐν Πιτάνῃ πλίνθος ἡ λεγομένη ἐπιπλεῖ〈ν〉.)

37

Athenaeus 61 f: καὶ Φαινίας δὲ ἐν αʹ περὶ φυτῶν· „τὰ δὲ οὐδὲ φύει τὴν ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.“ ὁ αὐτός φησι· „πτέρις, ἣν ἔνιοι βλάχνον κα‐ λοῦσι“.

38

Athenaeus 70 d: Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν κάκτον Σικελικήν τινα καλεῖ, ἀκανθῶδες φυτόν, ὡς καὶ Θεόφραστος ἐν ἕκτῳ περὶ φυτῶν (Hist. pl. VI 4, 10): „ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ’ οὐκ ἔστι.“

39

Athenaeus 371 c: Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν γράφει οὕτως· „κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα.“ κἀν τῷ πρώτῳ δέ φησι· „πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν ἄννη‐ σον, μάραθον, σταφυλῖνος, καυκαλίς, κώνειον, κόριον, σκίλλα, ἣν ἔνιοι μυηφόνον“.
5 ἐπεὶ δὲ ἄρου ἐμνημόνευσεν ὁ Νίκανδρος, προσαποδοτέον ὅτι καὶ Φαινίας ἐν τῷ προειρημένῳ βιβλίῳ γράφει οὕτως· „δρακόντιον, ὃ ἔνιοι ἄρον † ἀρωνία †.“

40

Athenaeus 29 f: φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ· διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.

41

Athenaeus 31 f: περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας Φαινίας ὁ Ἐρέσιός φησι τάδε· „γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα
εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας.“ καὶ πάλιν· „ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.“ ἑξῆς τέ φησι· „τὰς ὀμφακώδεις19
5συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.“

42

Athenaeus 51 e: Φαινίας δ’ 〈ὁ〉 Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως· „τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους σπερματικὰς ἔχει
5τὰς συκαμινώδεις † διαγονάς †, καθάπερ † ὑφάλους † καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.“

43

Athenaeus 54 f: Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι· „τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.“

44

Athenaeus 58 d: Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι· „τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλα‐ κουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον
5γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.“

45

Athenaeus 64 d: Θεόφραστος δ’ ἐν ζʹ Φυτικῶν (Hist pl. VII 13, 8): „ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ χερρονήσῳ.“ τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινί‐ ας· „ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος (ib.), ἐριοφόρων,
5ὃ φύεται ἐν αἰγιαλοῖς· ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια“, ὡς καὶ Φαινίας φησί· „τὸ δὲ ἐν Ἰνδοῖς τριχῶ‐ δές ἐστι.“

46

Athenaeus 68 d: Φαινίας· βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον. κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.

47a

Athenaeus 84 c: τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω· καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κίτριον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ
5φυτῶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα. ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κί‐
τριον ἐστὶ παντὶ δῆλον.20

47b

Etymologicum Magnum p. 515, 48 Gaisford: κίτριον· Φάνης ὁ Ἐρέσιος ἔννοιαν ἡμῖν δίδωσι, μήποτε ἀπὸ τῆς κέδρου τὸ κίτριον ὠνόμασται· καὶ γὰρ τὴν κέδρον φησὶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα, ὡς τὸ κίτριον. Ἀθηναῖοι δὲ ἀπὸ τοῦ τόπου αὐτὸ ἐτυμολογοῦσιν. Ὦρος.

48

Athenaeus 406 b: μετὰ ταῦτα περιενεχθεισῶν ὀρνίθων τε ὀπτῶν φακῆς τε καὶ πισῶν αὐταῖς χύτραις, ἔτι δὲ τῶν τοιούτων περὶ ὧν Φαινίας ὁ Ἐρέσιος ἐν τοῖς περὶ φυτῶν τάδε γράφει· „πᾶσα γὰρ χεδροπώδης ἥμερος φύσις ἐνσπέρματος ἣ μὲν ἑψήσεως ἕνεκα σπείρεται, οἷον [ὁ] κύαμος, πισός· ἐτνηρὸν
5γὰρ ἐκ τούτων ἕψημα γίνεται· τὰ δὲ πάλιν αὖθις λεκιθώδη, καθάπερ ἄρακος· τὸ δὲ φακῆς, οἷον ἀφάκη, φακός· τὸ δὲ χόρτου ἕνεκα τῶν τετραπόδων ζῴων, οἷον ὄροβος μὲν ἀροτήρων βοῶν, ἀφάκη δὲ προβάτων.“

50

Schol. in Theocriti Thalysia (VII) 133/134 c p. 110 Wen‐ del: Φανίας δέ φησιν οἰναρίζειν τὸ περιαιρεῖν τῶν οἰναρεῶν καὶ τρυγᾶν.

51

Eustathius In Homer. λ 521 p. 1697, 60: Ἐρέσιος δὲ ἱστορεῖ καὶ Πρωτεσιλάῳ δοθῆναι μνήμονα Δάρδανον Θετταλόν, δοθέντος χρησμοῦ Φυλάκῳ
τῷ πατρὶ ἀναιρεθῆναι εἰ καὶ προπηδήσει, ὃ καὶ γέγονε.21