TLG 1577 001 :: PHAEDIMUS :: Epigrammata

PHAEDIMUS Epigr.
(Macedo vel Paphlagonius: 3 B.C.)

Epigrammata

Citation: Book — epigram — (line)

6

.

271

(p1)

ΦΑΙΔΙΜΟΥ
1Ἄρτεμι, σοὶ τὰ πέδιλα Κιχησίου εἵσατο υἱὸς καὶ πέπλων ὀλίγον πτύγμα Θεμιστοδίκη, οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες χεῖρας ἄτερ τόξου, πότνια, νισσομένη.
5Ἄρτεμι, νηπίαχον δὲ καὶ εἰσέτι παῖδα Λέοντος νεῦσον ἰδεῖν κοῦρον γυῖ’ ἐπαεξόμενον.

7

.

739

(p1)

ΦΑΙΔΙΜΟΥ
1Αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων, νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη δεξαμένη σποδιήν τε καὶ ὀστέα—τὸν δὲ δυσαὲς ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθον—,
5δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες, ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.

13

.

2

(p1)

ΦΑΙΔΙΜΟΥ
1Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε, ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον· Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ, Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.

13

.

22

(p1)

ΦΑΙΔΙΜΟΥ
1Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος, ἴσχε βίης, ἑκάεργ’ ἀνάσσων· οὔ σοι φαρέτρη λύεται λυκοκτόνος· τοῖσδε δ’ ἐπ’ ἠιθέοις ὀιστὸν
5στρέφειν Ἔρωτος, τόφρ’ ἀλέξωνται πάτρῃ θαρσαλέοι φιλότατι κούρων· πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος αἰὲν ὅδε προμάχους ἀέξειν. Μελιστίωνος δ’, ὦ πατρώιον σέβας
10Σχοινιέων, ἐπίηρα δέχθαι.