TLG 1574 001 :: PERSAEUS :: Fragmenta PERSAEUS Phil., Stoicus Fragmenta Citation: Fragment — (line) | ||
435 | Diogenes Laërt. VII 36. Μαθηταὶ δὲ Ζήνωνος πολλοὶ μέν, ἔνδοξοι δὲ Περσαῖος Δημητρίου Κιτιεύς, ὃν οἱ μὲν γνώριμον αὐ‐ τοῦ, οἱ δὲ οἰκέτην ἕνα τῶν εἰς βιβλιογραφίαν πεμπομένων αὐτῷ παρὰ Ἀντιγόνου, οὗ καὶ τροφεὺς ἦν τοῦ παιδὸς Ἁλκυονέως. | |
5 | διάπειραν δή ποτε βουληθεὶς λαβεῖν αὐτοῦ ὁ Ἀντίγονος ἐποίησεν αὐτῷ πλαστῶς ἀγγελθῆναι, ὡς εἴη τὰ χωρία αὐτοῦ πρὸς τῶν πολε‐ μίων ἀφῃρημένα. καὶ σκυθρωπάσαντος „Ὁρᾷς, ἔφη, ὅτι οὐκ ἔστιν ὁ πλοῦτος ἀδιάφορον.“ βιβλία δ’ αὐτοῦ φέρεται τάδε· | |
---|---|---|
10 | περὶ βασιλείας· πολιτεία Λακωνική n. 454. 455. περὶ γάμου· περὶ ἀσεβείας· Θυέστης· | |
15 | περὶ ἐρώτων· | |
προτρεπτικοί· διατριβῶν· χρειῶν δʹ· ἀπομνημονεύματα· | 96 | |
20 | πρὸς τοὺς Πλάτωνος νόμους ζʹ. | |
436 | Suidas s. v. Περσαῖος, Κιτιεύς, φιλόσοφος Στωϊκός· ἐπε‐ κλήθη δὲ καὶ Δωρόθεος. ἦν δὲ ἐπὶ τῶν χρόνων Ἀντιγόνου τοῦ Γο‐ νατᾶ υἱοῦ Δημητρίου, μαθητὴς καὶ θρεπτὸς Ζήνωνος τοῦ φιλοσόφου. Ἱστορίαν. | |
437 | Ind. Stoic. Herc. col. XII 3.μάλ(ι)στα μὲν | οὖν τῶν μαθη‐ τῶ(ν) | ὑπὸ τοῦ Ζή(ν)ωνος ἠ|γαπᾶ(τ)ο ὁ Περσ(αῖ)ος, ἀλλὰ | (δ)ὴ κ(αὶ) συνεβίου· καὶ (τέθ)ραπται δ’ ὑπ’ αὐτοῦ, | (ὡς λέγετ)αι πρὸς ἐνίων | (δοῦλος ὢν) οἰκογενής | ........ Διογένης | |
438 | Gellius Noct. Att. II 18, 8. sed et Theophrasti Peripatetici servus Pompylus et Zenonis Stoici servus, qui Persaeus vocatus est ————philosophi non incelebres vixerunt. | |
439 | Diogenes Laërt. VII 6. ἀπεδέχετο δ’ αὐτὸν (scil. Ζήνωνα) καὶ Ἀντίγονος καὶ εἴ ποτε Ἀθήναζε ἥκοι, ἤκουεν αὐτοῦ πολλά τε παρεκάλει ἀφικέσθαι ὡς αὐτόν. ὁ δὲ τοῦτο μὲν παρῃτήσατο, Περ‐ σαῖον δὲ ἕνα τῶν γνωρίμων ἀπέστειλεν, ὃς ἦν Δημητρίου μὲν υἱός, | |
5 | Κιτιεὺς δὲ τὸ γένος, καὶ ἤκμαζε κατὰ τὴν τριακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, ἤδη γέροντος ὄντος Ζήνωνος. —9. ἀπέστειλε δὲ Περ‐ σαῖον καὶ Φιλωνίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνη‐ μονεύει ὡς συνόντων Ἀντιγόνῳ ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελ‐ φὸν ἐπιστολῇ. —13. σύν τε Περσαίῳ τὴν αὐτὴν οἰκίαν ᾤκει· καὶ | |
10 | αὐτοῦ αὐλητρίδιον εἰσαγαγόντος πρὸς αὐτόν, σπάσας πρὸς τὸν Περ‐ σαῖον αὐτὸ ἀπήγαγεν. Aelian. Var. Hist. III 17. ἐγὼ δὲ πολιτείαν φαίην ἂν καὶ τὸ Περσαίου, εἴ γε Ἀντίγονον ἐπαίδευσε. | |
440 | Vita Arati: σχολάσας δὲ ὁ Ἄρατος Περσαίῳ τῷ φιλοσόφῳ Ἀθήνησι καὶ συνελθὼν αὐτῷ εἰς Μακεδονίαν μεταπεμφθέντι ὑπ’ Ἀντι‐ γόνου καὶ παρελθὼν εἰς τὸν Ἀντιγόνου καὶ Φίλας γάμον etc. | |
441 | Ind. Stoic. Herc. col. XIII. αἴ)τιο(ν ἐγ)ένετο τούτου | καὶ τὸ χωρισθῆναι Ζή|νωνος ὄντος ἔτι πολ|λο(ῦ σ)ὺν (Ἀ)ντιγόνῳ καὶ | (ἅ)μα περ(ι)πλανᾶσθαι, τὸ(ν) | αὐλικόν, οὐ τὸν φιλό(σ)ο|φον ᾑρημένον βίον· | (ἐ)ξ οὗ καὶ (τῶν ἀν)θρώ|πων αὐ(τῶν καὶ τῶν) | πόλεων .. | |
5 | col. XIV. Ἀν)τίγονον ἀποδ(η)μή|(σ)αντος αὐτοῦ .....| καί(πε)ρ | |
Ἀριστ(ο)φῶν|τα παραιτουμένου | συγγνώμην etc. | 97 | |
442 | Pausanias II 8, 4 (de Arato Sicyonio). Κόρινθον δὲ ἔχον‐ τος Ἀντιγόνου καὶ φρουρᾶς Μακεδόνων ἐνούσης, τοὺς Μακεδόνας τῷ αἰφνιδίῳ τῆς ἐπιθέσεως κατέπληξε, καὶ ἄλλους τε κρατήσας μάχῃ διέφθειρε καὶ Περσαῖον ἐπὶ τῇ φρουρᾷ τεταγμένον, ὃς παρὰ Ζήνωνα | |
5 | τὸν Μνασέου κατὰ μάθησιν σοφίας ἐφοίτησεν. Idem VII 8, 3. Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκο‐ ρίνθου ἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ. | |
443 | Plutarchus vita Arati 18. Ἀλλὰ γὰρ Ἀντίγονος μέν—κτη‐ σάμενος τὸν Ἀκροκόρινθον ἐφύλαττε μετὰ τῶν ἄλλων, οἷς ἐπίστευε μάλιστα, καὶ Περσαῖον ἐπιστήσας ἄρχοντα τὸν φιλόσοφον. 23. τῶν δὲ Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν—— | |
5 | Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξέπεσεν. ὕστε‐ ρον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρα‐ τηγὸν εἶναι τὸν σοφόν· „ἀλλὰ νὴ θεούς, φάναι, τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων· νῦν δὲ μεταβάλλομαι νουθετη‐ θεὶς ὑπὸ τοῦ Σικνωνίου νεανίσκου.“ | |
10 | ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν. | |
444 | Polyaenus VI 5. Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχοντος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπ’ αὐτοῦ Περ‐ σαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ——Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν | |
5 | πρὸς Ἀντίγονον ᾤχετο. | |
445 | Ind. Stoic. Herc. col. XV. ταύ(τ)α(ι)ς ἀμυ|(νόμ)ενος τοὺς Θρᾷκας | (ἐξέβ)αλεν. Πλειόνων | δ’ ἐπεισελθόντων καὶ | πανταχόθεν αὐτῷ | περισ(τ)άντων π(ο)λλὰ | τραύματα λαβὼν....| ῥη.ε. ἐαυτὸν καὶ (τὸν) | βίον ἐξέ(λ)ειπεν. (ἔλε)|ξαν δέ τ(ι)ν(ες ὅτ)ι τ(ῆς χώ)|ρας | |
5 | ἐπὶ πλ(οίου ....... | π(ρ)ὸς ἐν... | |
446 | Ind. Stoic. Herc. col. XXXI. ὑπο)μένων ἀκούειν καὶ | μετα‐ τίθεσθαι. Διὸ καί | ποτε Περσαίου πρός τι|νας εἰπόντος, ὡς ἐπύ|‐ θετ’ ἐπὶ τὴν ἡδονὴν | αὐτὸν (scil. Dionysium) μεταβε(βληκέ)|ναι διότι ἠβού(λετο) | ἀκοῦσα(ι) πρότε(ρον ὑ)|πὸ τῆς ἀκρότ(ητος) | αὐτόν, | |
5 | κατ(ὰ τὸ λεγό)|μενο(ν, τῶν ὀδυνῶν ἀποθανεῖν etc.) | 98 |
447 | Epiphanius adv. haeres. III 38 (DG p. 592, 34). Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε. | |
448 | Philodemus de pietate 9 (DG p. 544b 28). Περσα(ῖος δὲ) δῆλός ἐστιν——(ἀφανί)ζω(ν) τὸ (δ)αιμόνιο(ν) ἢ μηθὲ(ν ὑπ)ὲρ αὐ‐ τοῦ γινώσκων, ὅταν ἐν τῷ Περὶ θεῶν μὴ (ἀπί)θανα λέγῃ φαίνεσθαι τὰ περὶ (τοῦ) τὰ τρέφοντα καὶ ὠφελοῦν(τ)α θεοὺς νενομίσ(θα)ι καὶ | |
5 | τετειμῆσθ(αι) πρῶτ(ο)ν ὑπὸ (Προ)δίκου γεγραμμένα, μ(ε)τὰ δὲ ταῦτα τοὺ(ς εὑρ)όντας ἢ τροφὰς ἢ (σ)κέπας ἢ τὰς ἄλλας τέχνας (ὡς Δ)ή‐ μητρα (κ)αὶ Δι(όνυσον) καὶ τοὺ(ς etc. Cicero de nat. deor. I 38. At Persaeus, eiusdem Zenonis audi‐ tor, eos 〈dicit〉 esse habitos deos, a quibus magna utilitas ad vitae cul‐ | |
10 | tum esset inventa, ipsasque res utiles et salutares deorum esse vocabulis nuncupatas, ut ne hoc quidem diceret, illa inventa esse deorum, sed ipsa divina. quo quid absurdius quam aut res sordidas atque deformis deo‐ rum honore adficere aut homines iam morte deletos reponere in deos, quorum omnis cultus esset futurus in luctu. | |
449 | Themistius or. 32 p. 358 Hard. γέλωτα—ὦφλέ ποτε Ἀντι‐ γόνῳ Περσαῖος ὁ Κιτιεύς. Ἀντιγόνῳ γὰρ τῷ βασιλεῖ συνδιῃτᾶτο Περσαῖος ὁ τοῦ Ζήνωνος ἑταῖρος. ἀκούων δὲ αὐτοῦ συνεχῶς ἐξογ‐ κουμένου τε καὶ θρυλλοῦντος θαμὰ τὰ κομψὰ δὴ ταῦτα τῆς Ποικίλης | |
5 | νεανιεύματα, ὅτι ὁ σοφὸς ὑπὸ τῆς τύχης ἀήττητός ἐστι καὶ ἀδούλωτος καὶ ἀκέραιος καὶ ἀπαθής, πᾶσαν ἐπεχείρησεν ἔργῳ ἐλέγξαι τὴν τούτου ἀλαζονείαν. ποιεῖται δή τινας ἥκειν ἐμπόρους ἀπὸ Κύπρου τε καὶ Φοινίκης, ἃ χρὴ λέγειν ἐπὶ τοῦ Περσαίου προ‐ εκδιδάξας. κἄπειτα ἀνηρώτα πυνθανόμενος πρῶτον μὲν περὶ τῶν | |
10 | νεῶν καὶ τοῦ ναυτικοῦ καὶ τῶν ἐν Κύπρῳ στρατιωτῶν καὶ ὅσα δὴ βασιλικὰ ἐρωτήματα, ἔπειτα ἀτρέμα δὴ κατιὼν τῷ λόγῳ καὶ ὅπως ἔχει καὶ τῷ Περσαίῳ τὰ οἴκοι τὰ ἐν Κιτίῳ. ὡς δὲ τοῦ Περσαίου ἀκού‐ σαντες οἱ ἔμποροι οὗτοι σκυθρωπάσαντες εὐθὺς κατέβαλον τὰς κεφα‐ λὰς καὶ δῆλοι ἦσαν οὐ χρηστὰ ἀποκρινούμενοι, ἀπέῤῥει τε ἡ θρασύ‐ | |
15 | της ἅπασα τοῦ ἀνδρός, καὶ ἐπειδὴ ἐγκειμένου τε καὶ ἐκλιπαροῦντος ἀπεκρίναντο μόλις οἱ ἔμποροι δῆθεν ἐξηνδραποδίσθαι μέν οἱ τὴν γυναῖκα εἰς Ἄργος βαδίζουσαν σὺν ταῖς αὔραις ὑπὸ δή τινων λῃστῶν Αἰγυπτίων, ἀπεσφάχθαι δὲ τὸν ἀγαπητὸν νεανίσκον, καὶ τὰ χρήματα δὲ ἔῤῥειν καὶ τὰ ἀνδράποδα· τοὐντεῦθεν δὲ φροῦδος μὲν τῷ Περσαίῳ | |
20 | ὁ Ζήνων, φροῦδος δὲ ὁ Κλεάνθης· ἤλεγξε δὲ ἡ φύσις τὰ λογάρια, ὅτι τῷ ὄντι λογάρια ἦν κενὰ καὶ ἀσθενῆ καὶ οὐ μαρτυρούμενα ὑπὸ τῶν ἔργων. | 99 |
450 | Diogenes Laërt. VII 120. ἀρέσκει τε αὐτοῖς ἴσα ἡγεῖσθαι τὰ ἁμαρτήματα, καθά φησι Χρύσιππος——καὶ Περσαῖος καὶ Ζήνων. | |
451 | Athenaeus XIII 607a. καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς Ὑπομνήμασιν βοῶντος καὶ λέγοντος περὶ ἀφρο‐ δισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἴνῳ μνείαν ποιεῖσθαι· καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπιῤῥεπεῖς εἶναι. καὶ „ἐνταῦθα τοὺς | |
5 | μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν.“ καὶ „εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ἂν αὐτοὺς ὑπο‐ λάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ“ καὶ „ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν· οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς | |
10 | διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἶθ’ ὅταν παραρυῇ τὸ οἰνά‐ ριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται. ὃ καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ Ἀρκαδίας θεωρῶν πρὸς Ἀντίγονον παραγενομένων. ἐκεῖ‐ νοι [τε] γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντες, ἀλλ’ οὐδὲ ἀλλήλους. ὡς δὲ ὁ πό‐ | |
15 | τος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗ‐ ται ὀρχηστρίδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠρχοῦντο, οὐκ ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι· καὶ μακάριον τὸν βασιλέα ἀπεκάλουν, ὅτι ἔξεστιν αὐτῷ τούτων ἀπολαύειν, | |
20 | καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν φορτικῶν ἐποίουν. τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν, εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρ’ αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. εἶθ’ ὕστερον πωλου‐ μένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίγνεσθαι, | |
25 | ἔν τε τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι, ἄλλῳ τινὶ θᾶττον προσθέντι, ἠμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι· καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδ’ ἂν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι.“ μήποτε αὐτός ἐστιν ὁ Περσαῖος ὁ περὶ τῆς αὐλητρίδος διαπυκ‐ | |
30 | τεύσας· φησὶν γὰρ Ἀντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γρά‐ φων ὧδε· „Ζήνων ὁ Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πρια‐ μένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὸν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν, συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ | |
Περσαίῳ.“ | 100 | |
452 | Athenaeus IV 162b Περσαίου τε τοῦ καλοῦ φιλοσόφου συμποτι‐ κοὺς διαλόγους, συντεθέντας ἐκ τῶν Στίλπωνος καὶ Ζήνωνος ἀπομνημονευμάτων, ἐν οἷς ζητεῖ, ὅπως ἂν μὴ κατακοιμηθῶσιν οἱ | |
5 | συμπόται, [καὶ] πῶς ταῖς ἐπιχύσεσι χρηστέον πηνίκα τε εἰσακτέον τοὺς ὡραίους καὶ τὰς ὡραίας εἰς τὸ συμπόσιον καὶ πότε αὐτοὺς προσ‐ δεκτέον ὡραϊζομένους καὶ πότε παραπεμπτέον ὡς ὑπερορῶντας, καὶ περὶ προσοψημάτων καὶ περὶ ἄρτων καὶ περὶ τῶν ἄλλων, ὅσα τε περιεργότερον περὶ φιλημάτων εἴρηκεν ὁ σωφρονικὸς φιλόσοφος, ὃς | |
10 | περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων, πιστευθείς, ὥς φησιν Ἕρμιπ‐ πος, ὑπ’ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου, ὁ πρότερον ἐν τοῖς διαλόγοις πρὸς Ζήνωνα διαμιλλώμενος ὡς ὁ σοφὸς πάντως ἂν εἴη καὶ στρατηγὸς ἀγαθός, μόνον τοῦτο διὰ | |
15 | τῶν ἔργων διαβεβαιωσάμενος, ὁ καλὸς τοῦ Ζήνωνος οἰκετιεύς. χαρι‐ έντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης, θεασάμενος αὐτοῦ χαλκῆν εἰ‐ κόνα, ἐφ’ ἧς ἐπεγέγραπτο „Περσαῖον Ζήνωνος Κιτιᾶ“ πεπλανῆσθαι τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν „Περσαῖον Ζήνωνος οἰκετιᾶ.“ ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς | |
20 | ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξαν‐ δρεὺς ἐν ταῖς Διαδοχαῖς. δύο δὲ συγγράμμασι τοῦ Περσαίου ἀπην‐ τήκαμεν τῆς σοφῆς ταύτης πραγματείας, τοιοῦτον ἔχουσι τὸ ἐπί‐ γραμμα „Συμποτικῶν Διαλόγων.“ | |
453 | Diogenes Laërt VII 1. καὶ ἀσθενής (scil. ἦν ὁ Ζήνων). διὸ καί φησι Περσαῖος ἐν ὑπομνήμασι συμποτικοῖς τὰ πλεῖστα αὐτὸν δεῖπνα παραιτεῖσθαι. | |
454 | Athenaeus IV 140e. περὶ δὲ τῶν ἐπαΐκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει· „καὶ εὐθὺς τοὺς μὲν εὐπό‐ ρους ζημιοῖ εἰς ἐπάικλα· ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα· τοῖς δ’ ἀπόροις ἐπιτάττει κάλαμον ἢ στιβάδα ἢ φύλλα δάφνης φέρειν, | |
5 | ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον· γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐῤῥαμένα. τὸ δ’ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίστα‐ ται μικρόν. καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι ἢ δεύτερον ἢ ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα.“ τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης. | |
455 | Athenaeus IV 140b. ἀλλὰ μὴν οὐδ’ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ’ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λα‐ κωνικῇ πολιτείᾳ καὶ Διοσκουρίδης ἐν βʹ πολιτείας καὶ Ἀριστο‐ | 101 |
5 | κλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας. | |
456 | Dio Chrysostomus or. LIII § 4 (Vol. II p. 101 Arn.). γέ‐ γραφε δὲ καὶ Ζήνων ὁ φιλόσοφος εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσ‐ σειαν——διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν (scil. Ὅμηρος), ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος | |
5 | ——. ἔτι δὲ καὶ Περσαῖος ὁ τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπό‐ θεσιν γέγραφε καὶ ἄλλοι πλείους. | |
457 | Diogenes Laërt. II 61. καὶ τῶν ἑπτὰ δὲ (scil. Aeschinis So‐ cratici dialogorum) τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι. | |
458 | Diogenes Laërt. VII 28. Περσαῖος δέ φησιν ἐν ταῖς ἠθι‐ καῖς σχολαῖς δύο καὶ ἑβδομήκοντα ἐτῶν τελευτῆσαι αὐτόν (scil. τὸν Ζήνωνα), ἐλθεῖν δὲ Ἀθήναζε δύο καὶ εἴκοσι ἐτῶν. | |
459 | Bio apud Diog. Laërt. IV 46. 47 ταῦτά ἐστι τὰ κατ’ ἐμέ. ὥστε παυσάσθωσαν Περ‐ σαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ. | |
460 | Diogenes Laërt. II 143. (de Menedemo) μόνῳ δὲ Περσαίῳ διαπρύσιον εἶχε πόλεμον· ἐδόκει γὰρ Ἀντιγόνου βουλομένου τὴν δημο‐ κρατίαν ἀποκαταστῆσαι τοῖς Ἐρετριεῦσι χάριν Μενεδήμου, κωλῦσαι. διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν τοῖς λόγοις τά | |
5 | τε ἄλλα ἔφη καὶ δή· „Φιλόσοφος μὲν [τοι] τοιοῦτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος.“ | |
461 | Diogenes Laërt. VII 162. μάλιστα δὲ προσεῖχε (scil. ὁ Ἀρί‐ στων) στωϊκῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περ‐ σαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπο‐ | |
5 | ρούμενον διήλεγξεν. | |
462 | Suidas s. v. Ἑρμαγόρας Ἀμφιπολίτης, φιλόσοφος, μαθη‐ τὴς Περσαίου. διάλογοι αὐτοῦ· Μισοκύων ἢ περὶ ἀτυχημάτων. | |
Ἔκχυτον· ἔστι δὲ ᾠοσκοπία. Περὶ σοφιστείας πρὸς τοὺς Ἀκαδημαϊκούς. | 102 |