TLG 1572 001 :: 〈PERICTIONE〉 :: Fragmenta Fragmenta Citation: Page — (line) | ||
142(16t) | Περὶ γυναικὸς ἁρμονίας | |
17 | Stob. 4.28.19 p. 688 He. (Mullach 2 p. 34) Περικτιόνης Πυθαγορείας ἐκ τοῦ Περὶ γυναικὸς ἁρμονίας. Τὴν ἁρμονίην γυναῖκα νώσασθαι δεῖ φρονήσιός τε καὶ σωφροσύνης πλείην· κάρτα γὰρ ψυχὴν πεπνῦσθαι | |
---|---|---|
20 | δεῖ εἰς ἀρετήν, ὥστ’ ἔσται καὶ δικαίη καὶ ἀνδρηίη καὶ φρονέουσα καὶ αὐταρκείῃ καλλυνομένη καὶ κενὴν δόξην μισέουσα. ἐκ τούτων γὰρ ἔργματα καλὰ γίνεται γυναικὶ ἐς αὐτήν τε καὶ ἄνδρα· καὶ τέκεα καὶ | |
οἶκον· πολλάκις δὲ καὶ πόλει, εἴ γε πόλιας ἢ ἔθνεα ἡ τοίη γε κρατύνοι, | 142 | |
143 | ὡς ἐπὶ βασιληίης ὁρέομεν. κρατέουσα ὦν ἐπιθυμίας καὶ θυμοῦ, ὁσίη καὶ ἁρμονίη γίγνεται· ὥστε οὐδὲ ἔρωτες αὐτὴν ἄνομοι διώξουσιν, ἀλλ’ ἐς ἄνδρα τε καὶ τέκεα καὶ τὸν οἶκον ξύμπαντα φιλίην ἕξει. ὁκόσαι γὰρ ἐράστριαι τελέθουσιν ἀλλοτρίων λεχέων, αὗται δὲ πολέμιαι γίγνονται | |
5 | πάντων τῶν ἐν τῇ οἰκίῃ ἐλευθέρων τε καὶ οἰκετέων· καὶ συντιθῆ ψύθη καὶ δόλους ἀνδρὶ καὶ ψεύδεα κατὰ πάντων μυθίζεται πρὸς τοῦτον, ἵνα μούνη δοκέῃ διαφέρειν εὐνοίῃ καὶ τῆς οἰκίης κρατῇ ἀργίην φιλέουσα. ἐκ τούτων γὰρ φθορὴ γίγνεται συμπάντων ὁκόσα αὐτῇ τε καὶ τῷ ἀνδρὶ ξυνά ἐστι. καὶ ταῦτα μὲν ἄχρι τῶνδε λελέχθω. σκῆνος δὲ ἄγειν | |
10 | χρὴ πρὸς μέτρα φύσιος τροφῆς τε πέρι καὶ ἱματίων καὶ λουτρῶν καὶ ἀλειψίων καὶ τριχῶν θέσιος καὶ τῶν ὁκόσα ἐς κόσμον ἐστὶ χρυσοῦ καὶ λίθων. ὁκόσαι γὰρ πολυτελέα πάντα ἐσθίουσι καὶ πίνουσι καὶ ἀμπέχονται καὶ φορέουσι τὰ φορέουσι γυναῖκες, ἐς ἁμαρτίην ἕτοιμαι κακίης συμπάσης ἔς τε λέχεα καὶ ἐς τὰ ἄλλα ἀδικοπρηγέες. λιμὸν | |
15 | ὦν καὶ δίψαν ἐξακέεσθαι δεῖ μοῦνον, κἢν ἐκ τῶν εὐτελέων ἔῃ, καὶ ῥῖγος, κἢν νάκος κἢν σισύρη. βρωτῆρας δὲ εἶναι τῶν τηλόθεν ἢ τῶν πολλοῦ πωλεομένων ἢ τῶν ἐνδόξων κακίη οὐχὶ μικρὰ πέφαται· ἠμφι‐ άσθαι 〈δ’〉 εἵματα ἀπεικότα λίην καὶ ποικίλα ἀπὸ θαλασσίης βάψιος τοῦ κόχλου ἢ ἄλλης χρόης πολυτελέος μωρίη πολλή. σκῆνος γὰρ | |
20 | ἐθέλει μὴ ῥιγέειν μηδὲ γυμνὸν εἶναι χάριν εὐπρεπείης, ἄλλου δ’ οὐδενὸς χρῄζει. δόξα δὲ ἀνθρώπων μετὰ ἀμαθίης ἐς τὰ κενεά τε καὶ περισσὰ ἵεται. ὥστ’ οὔτε χρυσὸν ἀμφιθήσεται ἢ λίθον Ἰνδικὸν ἢ χώρης ἐόντα ἄλλης, οὐδὲ πλέξεται πολυτεχνίῃσι τρίχας, οὐδ’ ἀλείψεται Ἀραβίης ὀδμῆς ἐμπνέοντα, οὐδὲ χρίσεται πρόσωπον λευκαίνουσα ἢ ἐρυθραί‐ | |
25 | νουσα τοῦτο ἢ μελαίνουσα ὀφρύας τε καὶ ὀφθαλμοὺς καὶ τὴν πολιὴν τρίχα βαφαῖσι τεχνεωμένη, οὐδὲ λούσεται θαμινά. ἡ γὰρ ταῦτα ζητέουσα θηητῆρα ζητεῖ ἀκρασίης γυναικηίης. κάλλος γὰρ τὸ ἐκ φρονήσιος, οὐκὶ δὲ τὸ ἐκ τούτων, ἁνδάνει ταῖς γινομέναισιν εὖ. ἀναγκαῖα δὲ μὴ ἡγεέσθω εὐγενηίην καὶ πλοῦτον καὶ μεγάλης πόλιος πάντως γενέσθαι | |
30 | καὶ δόξαν καὶ φιλίην ἐνδόξων καὶ βασιληίων ἀνδρῶν· ἢν μὲν γὰρ ἔῃ, | |
οὐ λυπέει· ἢν δὲ μὴ ἔῃ, ἐπιζητέειν οὐ ποιέει· τούτων γὰρ δίχα φρονίμη | 143 | |
144 | γυνὴ ζῆν οὐ κωλύεται. κἢν ἔῃ δὲ ταῦτα ἅπερ λελάχαται, τὰ μεγάλα καὶ θαυμαζόμενα μή ποτε διζέσθω ψυχή, ἀλλὰ καὶ ἄπωθεν αὐτῶν βαδιζέτω· βλάπτει γὰρ μᾶλλον ἐς ἀτυχίην ἕλκοντα ἢ ὠφελέει. τούτοισι γὰρ ἐπιβουλή τε καὶ φθόνος καὶ βασκανίη προσκέεται, ὥστε ἐν ἀταραξίῃ | |
5 | οὐκ ἂν γένοιτο ἡ τοιήδε. θεοὺς δὲ σέβειν δεῖ ἐς εὐελπιστίην εὐδαιμονίης, νόμοισί τε καὶ θεσμοῖσι πειθομένην πατρίοισι. μετὰ δὲ τούτους μυθεύο‐ μαι [τοὺς θεοὺς] γονέας τιμᾶν καὶ σέβειν· οὗτοι γὰρ ἴσα θεοῖσι πάντα πέλουσι καὶ πρήσσουσι τοῖς ἐγγόνοισι. πρὸς δὲ τὸν ἄνδρα τὸν ἑαυτῆς ζώειν ὧδε δεῖ νομίμως καὶ κρηγύως, μηδὲν ἐννενωμένην ἰδίῃ, ἀλλ’ | |
10 | εὐνὴν τηρεῦσαν καὶ φυλάσσουσαν· ἐν τούτῳ γάρ ἐστι τὰ ξύμπαντα. φέρειν δὲ χρὴ τῶ ἀνδρὸς πάντα, κἢν ἀτυχῇ, κἢν ἁμάρτῃ κατ’ ἄγνοιαν ἢ νοῦσον ἢ μέθην, ἢ ἄλλῃσι γυναιξὶ συγγένηται· ἀνδράσι μὲν γὰρ ἐπιχωρέεται ἁμαρτίη αὕτη· γυναιξὶ δὲ οὔκοτε, τιμωρίη δ’ ἐφέστηκεν. σώσασθαι ὦν τὸν νόμον δεῖ καὶ μὴ ζηλοτυπέειν· φέρειν δὲ καὶ ὀργὴν | |
15 | καὶ φειδωλίην καὶ μεμψιμοιρίην καὶ ζηλοτυπίην καὶ κακηγορίην καὶ ἤν τι ἄλλο ἔχῃ ἐκ φύσιος, καὶ τούτω θήσεται πάντα ὅκως φίλον ἐστὶν αὐτέῳ σωφρονέουσα. γυνὴ γὰρ ἀνδρὶ φίλη οὖσα καὶ τἀνδρὸς πρήσσουσα κρηγύως, ἁρμονίη ὑπάρχει, καὶ οἶκον τὸν ξύμπαντα φιλέει καὶ τοὺς θύρηθεν εὐνόους τῇ οἰκίῃ ποιέει· ἐπὴν δὲ μὴ φιλέῃ, οὔτε οἶκον οὔτε | |
20 | παῖδας τοὺς ἑωυτῆς οὔτε θεράποντας οὔτε οὐσίην ἡντιναῶν ἐθέλει σῴαν ἐσιδέειν, φθορὴν δὲ πᾶσαν ἀρεῖται καὶ εὔχεται εἶναι, ὡς πολεμίη ἐοῦσα, καὶ τὸν ἄνδρα εὔχεται τεθνάναι ὡς ἐχθρόν, ὅπως ἄλλοισιν ὁμουρέῃ, καὶ ὁκόσοι ἁνδάνουσι τουτέῳ ἐχθαίρει. ἁρμονίην δὲ αὐτὴν ὧδε δοκέω, εἰ πλεῖος τελέθει φρονήσιός τε καὶ σωφροσύνης. οὐ γὰρ | |
25 | μοῦνον ὠφελήσει τὸν ἄνδρα, ἀλλὰ καὶ παῖδας καὶ συγγενέας καὶ δούλως | 144 |
145 | καὶ τὴν οἰκίην ξύμπασαν, ἐν ᾗ καὶ κτήματα καὶ φίλοι πολιῆταί τε καὶ ξένοι εἰσί· καὶ ἀπεριεργίῃ τὸ σκῆνος διάξει τουτέων, λεσχαίνουσά τε καὶ ἀκούουσα καλά, καὶ ἀκολουθέουσά τε αὐτέῳ καθ’ ὁμοδοξίην τῆς ξυνῆς βιοτῆς, καὶ οἷς ἐκεῖνος αὔξει ξυγγενέσι τε καὶ φίλοισι ξυνομαρ‐ | |
5 | τέουσα, καὶ ταὐτὰ ἡγεομένη γλυκέα τε καὶ πικρὰ τὠνδρί, ἢν μὴ ἀναρμό‐ νιος εἰς τὸ πᾶν ἔῃ. Stob. 4.25.50 p. 631 He. (Mullach 2 p. 33) Περικτιόνης Πυθαγορείας ἐκ τοῦ Περὶ γυναικὸς ἁρμονίας. Οὔτε λέξαι δεῖ κακὸν γονέας οὔτε ἔρξαι, πείθεσθαι δὲ 〈ἐν〉 σμικροῖσί τε καὶ μεγάλοισι γονεῦσιν, ἐν πάσῃ δὲ | |
10 | ψυχῆς τε καὶ σώματος τύχῃ καὶ τῶν 〈ἔσωθεν καὶ τῶν〉 ἔξωθεν, καὶ ἔν τε εἰρήνῃ καὶ πολέμῳ, καὶ ὑγιείῃ 〈καὶ νούσῳ〉, καὶ πλούτῳ καὶ ἀπορίῃ, καὶ δόξῃ καὶ ἀδοξίῃ, καὶ ἰδιώτῃσι καὶ ἄρχουσιν, ὁμουρέειν δεῖ καὶ φεύγειν μηδέποτε, πείθεσθαι δὲ μονονουκὶ καὶ μανίῃ· πεπνυμένα γὰρ ταῦτα καὶ κρήγυα τοῖσιν εὐσεβέσιν. εἰ δέ τις γονέας ὑπερφρονέοι | |
15 | ἐν ἰδέῃ κακῶν ᾑτινιῶν, ταύτῃ καὶ ζώσῃ καὶ θανούσῃ ἁμαρτία παρὰ θεοῖσι γράφεται, ὑπό τε ἀνθρώπων μισέεται, καὶ ὑπὸ γῆν μετὰ τῶν ἀσεβῶν ἐν τουτέων τῷ χώρῳ δι’ αἰῶνος κακοῖσι ἰαπτομένη ὑπὸ δίκης καὶ τῶν ἔνερθε θεῶν, οἳ τούτων ἐπίσκοποι ἐτάγησαν τῶν πρηγμάτων. θείη γὰρ καὶ καλὴ ὄψις γονέων, καὶ ἡ τουτέων ὄπις καὶ θεραπεία, | |
20 | ὁκόση οὐδὲ ἡλίου οὐδὲ πάντων ἄστρων, τὰ οὐρανὸς ἐναψάμενος ἀμφιχο‐ ρεύει, καὶ εἴ τι ἄλλο δοκέει τις χρῆμα μέζον εἶναι ἐόντων κατὰ θεωρίην. δοκέω δὲ μη〈δὲ〉 θεοὺς 〈δυσ〉φορέειν, ὁκότε τοῦτο ὁρέωσι γιγνόμενον. καὶ ζῶντας ὦν καὶ ἀποιχομένους σέβειν χρὴ καὶ μηδέποτε ἀντιλεσχαί‐ νειν, ἀλλ’ ἢν καὶ ἀγνωμονέωσι νούσῳ ἢ ἀπάτῃ παρηγορεῖν καὶ διδάσκειν, | |
25 | ἐχθεύειν δὲ μηδαμῇ. μέζων γὰρ ἁμαρτίη καὶ ἀδικίη ἀνθρώπων οὐκ | |
ἂν γένοιτο ἢ ἐς πατέρας ἀσεβεῖν. | 145 | |
146(1t) | Περὶ σοφίας | |
2 | Stob. 3.1.120 p. 85 He. (Mullach 2 p. 32) Περικτιόνης Πυθαγορείας Περὶ σοφίας. Γέγονε δὲ καὶ συνέστα ὁ ἄνθρωπος ποττὸ θεωρῆσαι τὸν λόγον τᾶς τῶ ὅλω φύσιος· καὶ τᾶς σοφίας ἔργον ἐστὶν αὐτὸ τοῦτο | |
5 | κτήσασθαι καὶ θεωρῆσαι τὰν τῶν ἐόντων φρόνασιν. Stob. 3.1.121 p. 86 He. (Mullach 2 p. 33) Ἐν ταὐτῷ. Γαμετρία μὲν ὦν καὶ ἀριθμητικὰ καὶ τἄλλα τὰ θεωρητικὰ καὶ ἐπιστῆμαι καὶ περὶ τῶν ἐόντων κατασχολέονται, ἁ δὲ σοφία περὶ πάντα τὰ γένη τῶν ἐόντων. οὕτως γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα, ὡς ὄψις περὶ πάντα τὰ | |
10 | ὁρατὰ καὶ ἀκοὴ περὶ πάντα τὰ ἀκουστά. τὰ δὲ συμβεβακότα τοῖς ἐοῖσιν ἃ μὲν καθόλω πᾶσι συμβέβακεν, ἃ δὲ πλείστοις αὐτῶν, ἃ δέ πᾳ ἑνὶ ἑκάστῳ. τὰ μὲν ὦν καθόλω πᾶσι συμβεβακότα συνιδὲν καὶ θεωρῆσαι τᾶς σοφίας οἰκῇον, τὰ δὲ τοῖς πλείστοις τᾶς περὶ φύσιν ἐπιστήμας, τὰ δ’ ἴδια καθ’ ἕκαστον τᾶς περί τι ἀφωρισμένον ἐπιστάμας. | |
15 | καὶ διὰ τοῦτο σοφία μὲν τὰς τῶν ἐόντων ἁπάντων ἀρχὰς ἀνευρίσκει, φυσικὰ δὲ τὰς τῶν φύσει γιγνομένων, γαμετρία δὲ καὶ ἀριθμητικὰ καὶ μουσικὰ τὰς περὶ τὸ ποσὸν καὶ τὸ ἐμμελές. ὅστις ὦν ἀναλῦσαι οἷός 〈τ’〉 ἐστὶ πάντα γένη ὑπὸ μίαν καὶ τὰν αὐτὰν ἀρχάν, καὶ πάλιν ἐκ ταύτας συνθεῖναι καὶ ἀριθμάσασθαι, οὗτος δοκεῖ καὶ σοφώτατος εἶναι | |
20 | καὶ ἀληθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν ἀνευρηκέναι, ἀφ’ ἇς δυνατὸς ἐσσεῖται τόν τε θεὸν κατόψεσθαι καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ τε καὶ | |
τάξει τᾷ ἐκείνω κατακεχωρισμένα. | 146 |