TLG 1567 001 :: PARRHASIUS :: Epigrammata PARRHASIUS Epigr., Pictor Epigrammata frr. 1–3 Citation: Epigram — (line) | ||
1 | Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς 〈μ’〉 ἀνέφυσε | |
γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης. | 110 | |
2 | Εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· ‘φημὶ γὰρ ἤδη τέχνης ηὑρῆσθαι τέρματα τῆσδε σαφῆ χειρὸς ὑφ’ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δ’ οὐδὲν ἔγεντο βροτοῖς.‘ | |
3 | οἷος δ’ ἐννύχιον φαντάζετο πολλάκι φοιτῶν | |
Παρρασίωι δι’ ὕπνου, τοῖος ὅδ’ ἐστὶν ὁρᾶν. | 111 |