TLG 1560 001 :: MATTHIAE TRADITIONES :: Matthiae traditiones

MATTHIAE TRADITIONES Evangel. Apocryph., fiq Evangelium apocryphum secundum Matthiam
(a. A.D. 2)

Matthiae traditiones

Source: Preuschen, E. (ed.), Antilegomena, 2nd edn. Giessen: Töpelmann, 1905: 13–15.

Citation: Fragment — (line)

1a

Βασιλείδης τοίνυν καὶ Ἰσίδωρος, ὁ Βασιλείδου παῖς γνή‐ σιος καὶ μαθητής, φασίν [Cod. φησίν] εἰρηκέναι Ματθίαν αὐτοῖς λόγους ἀποκρύφους, οὓς ἤκουσε παρὰ τοῦ σωτῆρος κατ’ ἰδίαν διδαχ‐ θείς. ἴδωμεν οὗν πῶς καταφανῶς Βασιλείδης ὁμοῦ καὶ Ἰσίδωρος καὶ
5πᾶς ὁ τούτων χορὸς οὐχ ἁπλῶς καταψεύδεται μόνου Ματθίου, ἀλλὰ γὰρ καὶ τοῦ σωτῆρος αὐτοῦ. ἧν, φησίν, ὅτε [Cod. τότε] ἦν οὐδέν, ἀλλ’ οὐδὲ τὸ οὐδὲν ἦν τι τῶν ὄντων, ἀλλὰ ψιλῶς καὶ ἀνυπονοήτως δίχα παντὸς σοφίσματος ἦν ὅλως οὐδὲ ἕν. ὅταν δὲ λέγω [Cod. λέγη], φησί, τὸ ἦν, οὐχ ὅτι ἦν λέγω, ἀλλ’ ἵνα σημάνω τοῦτο ὅπερ βούλο‐
10μαι δεῖξαι, λέγω, φησίν, ὅτι ἦν ὅλως οὐδέν. ἔστι γάρ, φησίν, ἐκεῖνο οὐχ ἁπλῶς ἄρρητον, 〈ὃ〉 ὀνομάζεται· ἄρρητον γοῦν αὐτὸ καλοῦμεν,
ἐκεῖνο δὲ οὐδὲ ἄρρητον· καὶ γὰρ τὸ οὐδ’ [Cod. οὐκ] ἄρρητον οὐκ ἄρρητον ὀνομάζεται, ἀλλὰ ἔστι, φησίν, ὑπεράνω παντὸς ὀνόματος ὀνο‐ μαζομένου· οὐδὲ [Cod. οὐδὲν] γὰρ τῷ κόσμῳ, φησίν, ἐξαρκεῖ τὰ ὀνό‐13
15ματα—οὕτως ἔστι πολυσχιδής—ἀλλὰ ἐπιλέλοιπε· καὶ οὐ δέχομαι, φησί, κατὰ πάντων εὑρεῖν κυρίως ὀνόματα, ἀλλὰ δεῖ [Cod. δή] τῇ διανοίᾳ αὐτοῖς ὀνόματα τῶν ὀνομαζομένων τὰς ἰδιότητας ἀρρήτως ἐκλαμβάνειν· ἡ γὰρ ὁμωνυμία ταραχὴν ἐμπεποίηκε [Cod. ἐκπεποίηκε] καὶ πλάνην τῶν πραγμάτων τοῖς ἀκροωμένοις. τοῦτο πρῶτον [Cod.
20πρῶτος] σφετέρισμα καὶ κλέμμα τοῦ Περιπάτου λαβόντες ἀπατῶσι τὴν ἄνοιαν τῶν συναγελαζομένων ἅμα αὐτοῖς· πολλαῖς γὰρ γενεαῖς Ἀριστοτέλης Βασιλείδου γεγενημένος πρότερος τὸν περὶ τῶν ὁμονύμων ἐν ταῖς Κατηγορίαις καταβέβληται λόγον, ὃν ὡς ἴδιον οὗτοι καὶ και‐ νόν τινα καὶ τῶν Ματθίου λόγων κρυφίων τινα ὄντα διασαφοῦσιν
25[Cod. κρυφίον τινα ἐνδιασαφοῦσιν. Bunsen: κρυφίων τινα ἐνδ. Duncker: κρυφίων τινα ἕνα διας.] [Hippolyt, Philosoph. VII, 20 p. 356, 64ff.]

1b

Τῶν δ’ αἱρέσεων αἱ μὲν ἀπὸ ὀνόματος προσαγορεύονται, ὡς ἡ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Βασιλείδου, κἂν τὴν Ματθίου αὐχῶσι προσάγεσθαι δόξαν· μία γὰρ ἡ πάντων γέγονε τῶν ἀποστόλων ὥσπερ διδασκαλία, οὕτως δὲ καὶ ἡ παράδοσις. [Clemens Al., Strom.
5VII, 17, 108.]

2

Ταύτης (d. h. τῆς ἀληθείας) δὲ ἀρχὴ τὸ θαυμάσαι τὰ πράγ‐ ματα, ὡς Πλάτων ἐν Θεαιτήτῳ (p. 155d) λέγει καὶ Ματθίας ἐν ταῖς Παραδόσεσι παραινῶν Θαύμασον τὰ παρόντα, βαθμὸν τοῦτον πρῶτον τῆς ἐπέκεινα γνώσεως ὑποτιθέμενος. [Clemens Al., Strom. II, 9, 45.]

3

Λέγουσι (d. Gnostiker) γοῦν [Euseb.: δ’ οὖν, γ’ οὖν] καὶ τὸν Ματθίαν οὕτως διδάξαι, σαρκὶ μὲν μάχεσθαι καὶ παραχρῆσθαι μηθὲν [Euseb. μηδὲν] αὐτῇ πρὸς ἡδονὴν ἀκόλαστον [Euseb.: ἀκολ.] ἐνδιδόντα, ψυχὴν δὲ
5αὔξειν διὰ πίστεως καὶ γνώσεως. [Clemens Al., Strom. III, 4, 26; vgl. Euseb., h. e. III, 29, 4, wo der Syrer statt Matthias Tholmai liest]

4

Λέγουσι δὲ ἐν ταῖς Παραδόδεσι Ματθίαν τὸν ἀπόστολον παρ’ ἕκαστα εἰρηκέναι, ὅτι Ἐὰν ἐκλεκτοῦ γείτων ἁμαρτήσῃ, ἥμαρτεν ὁ ἐκλεκτός· εἰ γὰρ οὕτως ἑαυτὸν ἦγεν ὡς ὁ λόγος ὑπαγορεύει, κατῃδέσθη 〈ἂν〉 αὐτοῦ
5τὸν βίον καὶ ὁ γείτων εἰς τὸ μὴ ἁμαρτάνειν. [Clemens Al., Strom. VII, 13, 82.]

5

(Vgl. Luc. 19, 2 ff., bes. V. 8. 10.) Ζακχαῖον τοίνυν (οἱ δὲ Ματθίαν φασίν) ἀρχιτελώνην ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς
αὐτὸν γενέσθαι, Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι ἐλεημοσύνην,14
5φάναι, κύριε· καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι. ἐφ’ οὗ καὶ ὁ σωτὴρ εἶπεν· Ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν σήμερον
τὸ ἀπολωλὸς εὗρεν. [Clemens Al., Strom. IV, 6, 35.]15