TLG 1557 003 :: PANYASSIS :: Fragmenta epica PANYASSIS Epic. Fragmenta epica
Citation: Fragment — (line) | ||
t2-24 | ΗΡΑΚΛΕΙΑ | |
2 | Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας | |
ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ. | 174 | |
3 | τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ’ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῶι θητευσέμεν εἰς ἐνιαυτόν, τλῆ δὲ 〈καὶ〉 ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης. | |
4 | δέρμα τε θήρειον Βεμβινήταο λέοντος. | |
5 | καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος. | 175 |
7 | τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν. | |
8 | καί ῥ’ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης. | 176 |
15 | ὣς ἄρα μιν εἰπόντα κατασ[τέγασε Στυγὸς] ὕδωρ. | |
16 | ξεῖν’ ἄγε δὴ καὶ πῖν’, ἀρετή νύ τις ἔστι καὶ αὐτή, | |
ὅς κ’ ἀνδρῶν πολὺ πλεῖστον ἐν εἰλαπίνηι μέθυ πίνηι εὖ καὶ ἐπισταμένως, ἅμα τ’ ἄλλον φῶτα κελεύηι. ἶσον δ’ ὅς τ’ ἐν δαιτὶ καὶ ἐν πολέμωι θοὸς ἀνὴρ | 179 | |
5 | ὑσμίνας διέπων ταλαπενθέας, ἔνθα δὲ παῦροι θαρσαλέοι τελέθουσι μένουσί τε θοῦρον Ἄρηα. τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τ’ ἐνὶ δαιτὶ τέρπηται παρεὼν ἅμα τ’ ἄλλον λαὸν ἀνώγηι. οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι | |
---|---|---|
10 | ἀνθρώποιο βίον ταλασίφρονος, ὅστις ἀπ’ οἴνου θυμὸν ἐρητύσας μείνηι πότον, ἀλλ’ ἐνεόφρων. οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ ἐσθλόν, ἀλεξίκακον, πάσης συνοπηδὸν ἀοιδῆς. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε, | |
15 | ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος, ἐν δέ τε μενθήρης καὶ δυσφροσύνης ἀλεωρή. τῶι σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῶι πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα | |
ἧσθαι πλημύροντα, λελησμένον εὐφροσυνάων. | 180 | |
17 | πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οὗπερ ἔτευξαν. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος. ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου· | |
5 | εἴ τις 〈δίσ〉 γε πίοι καὶ ὑπότροπος οἴκαδ’ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίνεται ἀργαλέη, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει. | |
10 | ἀλλὰ πέπον—μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο— στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου πινομένης, μή ς’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσηι, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῆισι τελευτήν. | |
15 | ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον. | 181 |
18 | ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶς’ 〈ἅμ’〉 ὀπηδεῖ. | |
19 | ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον ἀγλαός· ὧι πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ’ ὀρχηθμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες. πάσας δ’ ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει | |
5 | πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων. | 182 |
23 | ἔνθα δ’ ἔναιε μέγας Τρεμίλης καί ῥ’ ἤγαγε κούρην, νύμφην Ὠγυγίην, ἣν Πρηξιδίκην καλέουσι, Σίβρωι ἐπ’ ἀργυρέωι ποταμῶι βαθυδινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες Τλῶος ξανθὸς Πίναρός τε | |
5 | καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετ’ ἀρούρας. | 183 |
24 | ἐν Πύλωι ἠμαθόεντι | 184 |
28 | Ἠοίην | |
29 | βηλά | 185 |
30 | διχθάδιός ποτε μῦθος· ἄναξ μετεμέμβλετο λαῶν. | |
31dub | πῷ[ς] δ’ ἐπορ[εύθ]η̣ς ῥεῦμ’ Ἀχ[ελω]ίου ἀργυ[ρο]δίνα | |
Ὠκεανοῦ ποταμο[ῖο δι’] εὐρέος ὑγ[ρ]ὰ κέλευθα; | 186 | |
33dub | φολὶς δ’ ἀπέλαμπε φαεινή. | |
ἄλλοτε μὲν κυάνου, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ. | 187 |