TLG 1557 001 :: PANYASSIS :: Fragmenta epica

PANYASSIS Epic.
(Halicarnassensis: 5 B.C.)

Fragmenta epica

Source: Matthews, V.J. (ed.), Panyassis of Halikarnassos. Leiden: Brill, 1974: 43, 48, 50, 74–76, 88, 91, 100, 131, 135, 138, 142.

frr. 1–2, 4, 5, 12–16, 18, 28–30, 32

Citation: Fragment — (line)

1

δέρμα τε θήρειον Βεμβινήταο λέοντος

2

καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος.43

4

τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.48

5

καί ῥ’ ὁ μὲν ἐκ κόλποιο τροφοῦ θόρε ποσσὶ Θυώνης.50

12

ξεῖν’ ἄγε δὴ καὶ πῖν’, ἀρετή νύ τις ἔστι καὶ αὐτή, ὅς κ’ ἀνδρῶν πολὺ πλεῖστον ἐν εἰλαπίνῃ μέθυ πίνῃ εὖ καὶ ἐπισταμένως, ἅμα τ’ ἄλλον φῶτα κελεύῃ. ἶσόν θ’ ὅς τ’ ἐν δαιτὶ καὶ ἐν πολέμῳ θοὸς ἀνὴρ
5ὑσμίνας διέπων ταλαπενθέας, ἔνθα τε παῦροι θαρσαλέοι τελέθουσι μένουσί τε θοῦρον Ἄρηα. τοῦ κεν ἐγὼ θείμην ἶσον κλέος, ὅς τ’ ἐνὶ δαιτὶ τέρπηται παρεὼν ἅμα τ’ ἄλλον λαὸν ἀνώγῃ. οὐ γάρ μοι ζώειν γε δοκεῖ βροτὸς οὐδὲ βιῶναι
10ἀνθρώποιο βίον ταλασίφρονος, ὅστις ἀπ’ οἴνου θυμὸν ἐρητύσας πίνει ποτόν, ἄλλ’ ἐνεόφρων. οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ ἐσθλόν, ἀλεξίκακον, πάσης συνοπηδὸν ἀοιδῆς. ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε,
15ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος. † ἐν δέ τε μὲν θήρης καὶ δυσφροσύνης ἀλεγεινῆς † τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε γῦπα
ἧσθαι πλημύροντα, λελασμένον εὐφροσυνάων.74

13

πρώτην μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος, ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίγνεται οἴνου·
5εἴ τις 〈τόν〉 γε πίοι καὶ ἀπότροπος οἴκαδ’ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίγνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.
10ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο, στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου πινομένης, μή ς’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
15ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.75

14

οἶνος 〈δὲ〉 θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί, πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες. πάσας δ’ ἐκ κραδίης ἀνίας ἀνδρῶν ἀλαπάζει
5πινόμενος κατὰ μέτρον, ὑπὲρ μέτρον δὲ χερείων.
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶς’ 〈ἅμ’〉 ὀπηδεῖ.76

15

Παρνησσὸν νιφόεντα θοοῖς διὰ ποσσὶ περήσας,
ἵκετο Κασταλίης Ἀχελωΐδος ἄμβροτον ὕδωρ.88

16

τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ’ ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ † θητευσέμεν εἰς ἐνιαυτόν,
τλῆ δὲ καὶ ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκῃ91

18

ἔνθα δ’ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ’ ἀργυρέῳ ποταμῷ † παρὰ δινήεντι· τῆς δ’ ὀλοοὶ παῖδες Τλῶος † Ξάνθος Πιναρός τε
5καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ’ ἀρούρας.100

28

πῶς δ’ ἐπορεύθης ῥεῦμ’ Ἀχελωίου ἀργυροδίνα,
Ὠκεανοῦ ποταμοῖο δι’ εὐρέος ὑγρὰ κέλευθα;131

29

διχθάδιός ποτε μῦθος· ἄναξ μετεμέμβλετο λαῶν.135

30

ὣς ἄρα μιν εἰπόντα κατασ[τέγασε Στυγὸς] ὕδωρ.138

32

φολὶς δ’ ἀπέλαμπε φαεινή,
ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.142