TLG 1555 002 :: PANCRATES :: Testimonium PANCRATES Epic. Testimonium Citation: Volume-Jacoby#-T — fragment — (line) | ||
3c,625,T1 | ATHEN. 15, 21 p. 677 D—F: καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής, ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῶι τῶι αὐτοκράτορι ἐπιδημήσαντι τῆι Ἀλεξανδρείαι μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς Γῆς, ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν | |
5 | πλησίον τῆι Ἀλεξανδρείαι Λιβύην ἐν κυνηγίωι καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῶι χρόνωι κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπε‐ ποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῆι τῆς ἐννοίας εὑρέσει καὶ καινότητι τὴν ἐν Μουσῶν αὐτῶι σίτησιν ἔχειν ἐχαρίσατο .... ὁ δὲ Παγκράτης ἐν τῶι ποιήματι οὐκ ἀγλαφύρως εἴρηκεν «οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον / πορφυρέην γλαυκοῦ τε χελιδονίοιο | |
---|---|---|
10 | πέτηλα / καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν· / οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον | |
Ἀντινόοιο». | 3 |