TLG 1551 001 :: ORACULA SIBYLLINA :: Oracula

ORACULA SIBYLLINA Orac.
(2 B.C.–A.D. 4)

Oracula

Source: Geffcken, J. (ed.), Die Oracula Sibyllina [Die griechischen christlichen Schriftsteller 8] Leipzig: Hinrichs, 1902: 1–226.

Citation: Section — (line)

P

Εἰ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν Ἑλληνικῶν γραφῶν ἐκπονεῖν πολλὴν τοῖς ἐκτελοῦσι τὴν ὠφέλειαν ἀπεργάζεται, ἅτε πολυ‐ μαθεῖς τοὺς περὶ ταῦτα πονήσαντας ἐκτελέσαι δυνάμενον, πολλῷ μᾶλλον περὶ τὰς θείας γραφὰς ἅτε περὶ θεοῦ καὶ τῶν
5ὠφέλειαν ψυχικὴν προξενούντων δηλούσας τοὺς εὖ φρονοῦντας προσήκει σχολάζειν διὰ παντὸς διπλοῦν ἐκεῖθεν τὸ κέρδος κερδαί‐ νοντας ἑαυτούς τε καὶ τοὺς ἐντυγχάνοντας ὠφελεῖν δυναμέ‐ νους. ἔδοξε τοίνυν διὰ ταῦτα κἀμὲ τοὺς ἐπιλεγομένους Σιβυλ‐ λιακοὺς χρησμοὺς σποράδην εὑρισκομένους καὶ συγκεχυμένην τὴν
10τούτων ἀνάγνωσιν καὶ ἐπίγνωσιν ἔχοντας εἰς μίαν συνάφειαν καὶ ἁρμονίαν ἐκθέσθαι τοῦ λόγου, ὡς ἂν εὐσύνοπτοι τοῖς ἀνα‐ γιγνώσκουσιν ὄντες τὴν ἐξ αὐτῶν ὠφέλειαν τούτοις ἐπιβρα‐ βεύσωσιν οὐκ ὀλίγα τῶν ἀναγκαίων καὶ χρησίμων δηλοῦντες καὶ πολυτελεστέραν ἅμα καὶ ποικιλωτέραν τὴν πραγματείαν ἀπερ‐
15γαζόμενοι. καὶ γὰρ περί τε πατρὸς 〈καὶ〉 υἱοῦ καὶ ἁγίου πνεύματος, τῆς θείας καὶ ζῳαρχικῆς τριάδος, ἀριδήλως διασα‐ φοῦσι περί τε τῆς ἐνσάρκου οἰκονομίας τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς ἐκ παρθένου φημὶ
ἀρρεύστου γεννήσεως καὶ τῶν παρ’ αὐτοῦ τελεσθεισῶν ἰάσεων1
20ὡσαύτως τοῦ ζῳοποιοῦ πάθους αὐτοῦ καὶ τῆς ἐκ νεκρῶν τριημέρου ἐγέρσεως καὶ τῆς μελλούσης γενέσθαι κρίσεως καὶ ἀνταποδόσεως ὧν ἐν τῷ βίῳ τούτῳ ἐπράξαμεν ἅπαντες· πρὸς τούτοις τὰ ἐν ταῖς Μωσαϊκαῖς γραφαῖς καὶ ταῖς τῶν προφητῶν βίβλοις δηλούμενα περί τε τῆς κοσμικῆς κτίσεως 〈καὶ〉 τῆς τοῦ
25ἀνθρώπου πλάσεως καὶ ἐκπτώσεως τοῦ παραδείσου καὶ αὖθις ἀναπλάσεως τρανῶς διαλαμβάνουσι· περί τινων γεγονότων ἢ καὶ ἴσως γενησομένων ποικίλως προλέγουσι· καὶ ἁπλῶς εἰπεῖν οὐ μικρῶς ὠφελεῖν τοὺς ἐντυγχάνοντας δύνανται. Σίβυλλα δὲ Ῥωμαϊκὴ λέξις ἑρμηνευομένη προφῆτις ἤγουν
30μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν, Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις χρόνοις καὶ τόποις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία ἤγουν ἡ Περσὶς ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ γένους οὖσα τοῦ μακαριωτάτου Νῶε, ἡ τὰ κατὰ Ἀλέξανδρον
35τὸν Μακεδόνα λεγομένη προειρηκέναι· ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱστορήσας· δευτέρα Λίβυσσα, ἧς μνήμην ἐποιήσατο Εὐριπίδης ἐν τῷ προλόγῳ τῆς Λαμίας· τρίτη Δελφὶς ἡ ἐν Δελφοῖς τεχθεῖσα, περὶ ἧς εἶπε Χρύσιππος ἐν τῷ περὶ θεό‐ τητος βιβλίῳ· τετάρτη ἡ Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας, ἧς
40υἱὸς ἐγένετο Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ καλού‐ μενον Λούπερκον κτίσας· πέμπτη ἡ Ἐρυθραία ἡ καὶ περὶ τοῦ Τρωικοῦ προειρηκυῖα πολέμου, περὶ ἧς Ἀπολλόδωρος ὁ Ἐρυθραῖος διαβεβαιοῦται· ἕκτη ἡ Σαμία ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ, περὶ ἧς ἔγραψεν Ἐρατοσθένης· ἑβδόμη ἡ Κυμαία ἡ λεγομένη
45Ἀμάλθεια ἡ καὶ Ἐροφίλη, παρά τισι δὲ Ταραξάνδρα· Βεργίλιος δὲ τὴν Κυμαίαν Δηιφόβην καλεῖ Γλαύκου θυγατέρα· ὀγδόη ἡ Ἑλλησ‐ ποντία τεχθεῖσα ἐν κώμῃ Μαρμησσῷ περὶ τὴν πολίχνην Γεργι‐ τίονα, ἥτις ἐνορία ποτὲ Τρῳάδος ἐτύγχανεν ἐν καιροῖς Σόλωνος καὶ Κύρου, ὡς ἔγραψεν Ἡρακλείδης ὁ Ποντικός· ἐννάτη ἡ Φρυγία·2

P

(50)

δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀβουναία. Φασὶ δέ, ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε Ταρκυνίῳ Πρίσκῳ, τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαϊκῶν πραγμάτων τριακοσίους φιλιππείους ὑπὲρ αὐτῶν ζητήσασα. κατα‐ φρονηθεῖσα δὲ καὶ οὐκ ἐρωτηθεῖσα τίνα ἐστὶ τὰ ἐν αὐτοῖς περι‐
55εχόμενα, πυρὶ παρέδωκεν ἐξ αὐτῶν τρία. αὖθίς τε ἐν ἑτέρᾳ προσόδῳ τοῦ βασιλέως προσήνεγκε τὰ ἓξ βιβλία τὴν αὐτὴν ὁλκὴν ἐπιζητήσασα. οὐκ ἀξιωθεῖσα δὲ λόγου πάλιν ἔκαυσεν ἄλλα τρία. εἶτα ἐκ τρίτου ἐπιφερομένη τὰ περιλειφθέντα τρία προσῆλθεν αἰτοῦσα τὸ αὐτὸ τίμημα λέγουσα, εἰ μὴ λάβοι, καίειν καὶ αὐτά.
60τότε, φασίν, ὁ βασιλεὺς ἐντυχὼν αὐτοῖς καὶ θαυμάσας ἔδωκε μὲν ὑπὲρ αὐτῶν ἑκατὸν φιλιππείους καὶ ἐκομίσατο αὐτά, παρεκάλει δὲ περὶ τῶν ἄλλων· αὐτῆς δὲ ἀπαγγειλάσης μήτε τὰ ἴσα τῶν ἐμ‐ πρησθέντων ἔχειν μήτε τι δίχα ἐνθουσιασμοῦ τοιοῦτον εἰδέναι, ἔσθ’ ὅτε δέ τινας ἐκ διαφόρων πόλεων καὶ χωρίων ἐξειληφέναι
65τὰ νομισθέντα αὐτοῖς ἀναγκαῖα καὶ ἐπωφελῆ καὶ δεῖν ἐξ αὐτῶν συναγωγὴν ποιήσασθαι, τοῦτο τάχιστα καὶ πεποιήκασι. τὸ γὰρ ἐκ θεοῦ δοθὲν ὡς ἀληθῶς μυχῷ κείμενον οὐκ ἔλαθε. πασῶν δὲ τῶν Σιβυλλῶν τὰ βιβλία ἀπετέθησαν ἐν τῷ Καπιτωλίῳ Ῥώμης τῆς πρεσβυτέρας τῶν μὲν τῆς Κυμαίας κατακρυβέντων καὶ οὐ
70διαδοθέντων εἰς πολλούς, ἐπειδὴ τὰ συμβησόμενα ἐν Ἰταλίᾳ ἰδικώ‐ τερα καὶ τρανότερον ἀνεφώνησε, τῶν δὲ ἄλλων γνωσθέντων
ἅπασιν. ἀλλὰ τὰ μὲν τῆς Ἐρυθραίας προγεγραμμένα ἔχει τοῦτο ἀπὸ τοῦ χωρίου ἐπικεκλημένον αὐτῇ ὄνομα· τὰ δέ γε ἄλλα οὐκ ἐπιγράφονται ποῖα ποίας εἰσίν, ἀδιάκριτα δὲ καθέστηκε.3
75 Φιρμιανὸς τοίνυν, οὐκ ἀθαύμαστος φιλόσοφος καὶ ἱερεὺς τοῦ προλεχθέντος Καπιτωλίου γενόμενος, πρὸς τὸ αἰώνιον ἡμῶν φῶς τὸν Χριστὸν βλέψας ἐν ἰδίοις πονήμασι τὰ εἰρημένα ταῖς Σιβύλλαις περὶ τῆς ἀρρήτου δόξης παρέθηκε καὶ τὴν ἀλογίαν τῆς Ἑλληνικῆς πλάνης δυνατῶς ἀπήλεγξε. καὶ ἡ μὲν αὐτοῦ ἔντονος ἐξήγησις τῇ
80Αὐσονίᾳ γλώττῃ, οἱ δὲ Σιβυλλιακοὶ στίχοι Ἑλλάδι φωνῇ ἐξηνέχ‐ θησαν. ἵνα δὲ τοῦτο μὴ ἄπιστον φαίνηται, μαρτυρίαν τοῦ προμνη‐ μονευθέντος ἀνδρὸς παρέξομαι ἔχουσαν τόνδε τὸν τρόπον· ἐπεὶ οὖν τὰ παρ’ ἡμῖν εὑρισκόμενα Σιβυλλιακὰ οὐ μόνον ὡς εὐπόριστα τοῖς νοοῦσι τὰ Ἑλλήνων εὐκαταφρόνητά ἐστιν—τὰ γὰρ σπάνια
85τίμια δοκεῖ—ἀλλὰ καὶ ὡς πάντων τῶν στίχων μὴ σῳζόντων τὴν ἀκρίβειαν τοῦ μέτρου, ἀργοτέραν ἔχει τὴν πίστιν· αἰτία δὲ αὕτη τῶν ταχυγράφων οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων, οὐ τῆς προφήτιδος· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. πρὸς ἃ καὶ ὁ Πλάτων
90βλέψας ἔφη, ὅτι κατορθώσουσι πολλὰ καὶ μεγάλα πράγματα μηδὲν εἰδότες ὧν λέγουσιν. ἡμεῖς οὖν ἐκ τῶν κομισθέντων ἐν Ῥώμῃ ὑπὸ τῶν πρέσβεων ὅσα δυνατὸν παραθήσομαι ἐξηγήσατο τοίνυν
περὶ τοῦ ἀνάρχου θεοῦ τάδε· Εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος· —4
95ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου. ὃς μόνος ἐστὶ θεὸς κτίστης ἀκράτητος ὑπάρχων· αὐτὸς δ’ ἐστήριξε τύπον μορφῆς μερόπων τε

P

(100)

αὐτὸς ἔμιξε φύσιν πάντων, γενέτης βιότοιο. ὅπερ εἴρηκεν ἢ καθὸ συνερχόμενοι εἰς σάρκα μίαν πατρὸς γίνονται ἢ καθὸ ἐκ τῶν τεσσάρων στοιχείων ἐναντίων ὄντων ἀλλήλοις
καὶ τὸν ὑπουράνιον κόσμον καὶ τὸν ἄνθρωπον ἐδημιούργησεν.5

1

(T1)

Οἱ Σιβυλλιακοὶ χρησμοί·
T2ἐκ τοῦ πρώτου λόγου.
1 Ἀρχομένη πρώτης γενεῆς μερόπων ἀνθρώπων ἄχρις ἐπ’ ἐσχατίῃσι προφητεύσω τὰ ἕκαστα, ὁππόσα πρὶν γέγονεν, πόσα δ’ ἐστίν, ὁπόσσα δὲ μέλλει ἔσσεσθαι κόσμῳ διὰ δυσσεβίας ἀνθρώπων.
5 πρῶτον δὴ κέλεταί με λέγειν θεὸς ὡς ἐγενήθη ἀτρεκέως κόσμος. σὺ δέ, ποικίλε θνητέ, πίφασκε νουνεχέως, ἵνα μήποτ’ ἐμῶν ἐφετμῶν ἀμελήσῃς, ὕψιστον βασιλῆα, ὃς ἔκτισε κόσμον ἅπαντα εἴπας ‚γεινάσθω‛ καὶ ἐγείνατο. ἥδρασε γὰρ γῆν
10Ταρτάρῳ ἀμφιβαλὼν καὶ φῶς γλυκὺ αὐτὸς ἔδωκεν· οὐρανὸν ὕψωσεν, γλαυκὴν δ’ ἥπλωσε θάλασσαν, καὶ πόλον ἐστεφάνωσεν ἅλις πυριλαμπέσιν ἄστροις καὶ γαῖαν κόσμησε φυτοῖς, ποταμοῖσι δὲ πόντον
χευάμενος ἐκέρασσε καὶ ἀέρι μῖξεν ἀυτμάς6
15καὶ νέφεα δροσόεντα· τιθεὶς ἄρα καὶ γένος ἄλλο ἰχθύας ἐν πελάγεσσι καὶ ὄρνεα δῶκεν ἀήταις, ὕλαις δ’ αὖ θῆρας λασιαύχενας ἠδὲ δράκοντας ἑρπυστὰς 〈γαίῃ〉, καὶ πάνθ’ ὅσα νῦν καθορᾶται, αὐτὸς ταῦτ’ ἐποίησε λόγῳ καὶ πάντ’ ἐγενήθη
20ὦκα καὶ ἀτρεκέως· ὅδε γὰρ πέλετ’ αὐτολόχευτος, οὐρανόθεν καθορῶν· ὑπὸ 〈τῷ〉 τετέλεστο δὲ κόσμος. καὶ τότε δὴ μετέπειτα πλάσεν πάλιν ἔμπνοον ἔργον εἰκόνος ἐξ ἰδίης ἀπομαξάμενος νέον ἄνδρα καλὸν θεσπέσιον, τὸν δὴ κέλετ’ ἐν παραδείσῳ
25ἀμβροσίῳ ναίειν, ὥς οἱ καλὰ ἔργα μεμήλῃ. αὐτὰρ ὃ μοῦνος ἐὼν παραδείσου ἐριθηλέι κήπῳ προσλαλιὴν ποθέεσκε καὶ ηὔχετο εἶδος ἀθρῆσαι ἄλλ’ οἷον αὐτὸς ἔχεν. τοῦ δὴ θεὸς αὐτὸς ἀπούρας ἐκ λαπάρης ὀστοῦν ἐποιήσατο Εὖαν ἀγητήν.
30κουριδίην ἄλοχον, ἣν δὴ πόρεν ἐν παραδείσῳ τούτῳ συνναίειν. ὃ δέ μιν κατιδὼν μέγα θυμῷ θαῦμ’ ἔχεν ἐξαίφνης, κεχαρημένος, οἷον ὁρᾶτο ἀντίτυπον μίμημα· σοφοῖς δ’ ἠμείβετο μύθοις αὐτομάτοις ῥείουσι· θεῷ γὰρ πάντ’ ἐμεμήλει.
35οὔτε γὰρ ἀκρασίῃ νόον ἔσκεπον οὔτε μὲν αἰδῶ εἶχον, ἀλλ’ ἦσαν κραδίῃς ἀπάνευθε κακοῖο,
χὡς θῆρες βαίνεσκον ἀποσκεπέεσσι μέλεσσιν. τοῖσι δὲ καὶ μετέπειτα θεὸς ἐφετμὰς ἀγορεύσας δεῖξεν τοῦ δένδρου μὴ ψαῦσαι· τοὺς δὲ μάλ’ αἰνός7
40ἐξαπάτησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε. ἀλλὰ γυνὴ πρώτη προδότις ⏔ γείνατ’ ἐκείνῳ, ἣ δῶκεν, τοῦτον δ’ ἀδαῆ πείθεσκεν ἁμαρτεῖν. ὃς δὲ γυναικὸς ἔπεσσι πεπεισμένος ἐξελάθεσκεν
45ἀθανάτου κτίστου, σαφέων δ’ ἀμέλησεν ἐφετμῶν. τοὔνεκεν ἀντ’ ἀγαθοῖο λάβον κακόν, οἷον ἔπραξαν. καὶ τότε δὴ γλυκερῆς συκῆς πέταλ’ ἀμπείραντες ἐσθῆτας τεῦξαν καὶ ἐπ’ ἀλλήλοισιν ἔθηκαν μήδεά τ’ ἀμφεκάλυψαν, ἐπεί σφισιν ἤιεν αἰδώς.

1

(50)

τοῖσιν δ’ ἀθάνατος κότον ἔνθετο κἄβαλεν ἔξω ἀθανάτων χώρου. τόδε γὰρ τετελεσμένον ἦεν θνητῷ ἐνὶ χώρῳ μεῖναι, ἐπεὶ οὐκ ἐφύλαξαν ἀθανάτου μεγάλοιο θεοῦ λόγον εἰσαΐσαντες. οἳ δ’ ἄφαρ ἐξελθόντες ἐπὶ ζείδωρον ἄρουραν
55δάκρυσι καὶ στοναχαῖς δεύοντο· ἔπειτα δὲ τοῖσιν ἀθάνατος θεὸς αὐτὸς ἐπὶ προφερέστερον εἶπεν· ‚αὔξετε, πληθύνεσθε καὶ ἐργάζεσθ’ ἐπὶ γαίης ἐντέχνως, ἵν’ ἔχητε τροφῆς κόρον ἱδρώοντες.‛ ὣς φάτο· τῆς δ’ ἀπάτης τὸν ἐπαίτιον ἑρπυστῆρα
60νηδύι καὶ κενεῶνι ποιήσατο γαῖαν ἐρείδειν
πικρῶς ἐξελάσας· δεινὴν δ’ ἔχθραν προΐαψεν ἐν μέσῳ ἀλλήλων· καὶ ὃ μὲν κεφαλὴν προφυλάσσει σῴζειν, ὃς δὲ πτέρναν, ἐπεὶ θάνατός γε πάρεστιν πλησίον ἀνθρώπων καὶ ἰοβόλων κακοβούλων.8
65 καὶ τότε δὴ γενεὴ πληθύνετο, ὡς ἐκέλευσεν αὐτὸς ὁ παντοκράτωρ, καὶ αὔξανεν ἄλλος ἐπ’ ἄλλῳ λαὸς ἀπειρέσιος· οἴκους δὲ μὲν ἐξήσκησαν παντοίους ἠδ’ αὖτε πόλεις καὶ τείχε’ ἐποίουν εὖ καὶ ἐπισταμένως· οἷσιν πολυχρόνιον ἦμαρ
70ὤπασεν εἰς ζωὴν πολυήρατον· οὐ γὰρ ἀνίαις τειρόμενοι θνῇσκον, ἀλλ’ ὡς δεδμημένοι ὕπνῳ· ὄλβιοι οἱ μέροπες μεγαλήτορες, οὓς ἐφίλησεν σωτὴρ ἀθάνατος βασιλεὺς θεός. ἀλλὰ καὶ αὐτοί ἤλιτον ἀφροσύνῃ βεβολημένοι. οἳ γὰρ ἀναιδῶς
75ἐξεγέλων πατέρας καὶ μητέρας ἠτίμαζον, γνωστοὺς δ’ οὐ γίνωσκον ἀδελφειῶν ἐπίβουλοι. ἦσαν δ’ ἂρ μιαροὶ κεκορεσμένοι αἵματι φωτῶν καὶ πολέμους ἐποίουν. ἐπὶ δ’ αὐτοὺς ἤλυθεν ἄτη ὑστάτη οὐρανόθεν βεβολημένη, ἣ βιότοιο
80δεινοὺς ἐξεῖλεν· τοὺς δ’ αὖ ὑπεδέξατο Ἅιδης· Ἅιδην δ’ αὖτ’ ἐκάλεσσαν, ἐπεὶ πρῶτος μόλεν Ἀδάμ γευσάμενος θανάτου, γαίη δέ μιν ἀμφεκάλυψεν. τοὔνεκα δὴ πάντες οἱ ἐπιχθόνιοι γεγαῶτες
ἀνέρες εἰν Ἀίδαο δόμοις ἰέναι καλέονται.9
85ἀλλ’ οὗτοι πάντες καὶ εἰν Ἀίδαο μολόντες τιμὴν ἔσχηκαν, [καὶ] ἐπεὶ πρῶτον γένος ἦσαν. αὐτὰρ ἐπεὶ τούτους ὑπεδέξατο, δεύτερον αὖτις τῶν καταλειφθέντων [τε] δικαιοτάτων ἀνθρώπων ἄλλο γένος τεῦξεν πολυποίκιλον, οἷς ἐμεμήλει
90ἔργ’ ἐρατὰ σπουδαί τε καλαὶ καὶ ὑπείροχος αἰδώς καὶ πυκινὴ σοφίη· τέχνας δὲ μὲν ἐξήσκησαν παντοίας εὑρόντες ἀμηχανίαις ἐπινοίας. καί τις μὲν γαίην ἀρότροις ἐξεῦρε γεωργεῖν, ἄλλος τεκταίνειν, ἄλλῳ δὲ πλέειν μεμέλητο,
95ἄλλῳ δ’ ἀστρονομεῖν καὶ ὀνειροπολεῖν τὰ πετεινά, φαρμακίη δ’ ἄλλῳ, αὐτὰρ μαγικὴ πάλιν ἄλλῳ· ἄλλοι δ’ ἄλλα ἕκαστα μεμηλότα τεχνώοντο, Γρήγοροι ἀλφηστῆρες, ἐπωνυμίης μετέχοντες
ταύτης, ὅττι φρεσὶν ἀκοίμητον νόον εἶχον10

1

(100)

ἄπληστόν τε δέμας· στιβαροὶ μεγάλῳ ἐπὶ εἴδει ἦσαν· ὅμως δ’ ἔμολον ὑπὸ ταρτάριον δόμον αἰνόν, δεσμοῖς ἀρρήκτοις πεφυλαγμένοι ἐξαποτῖσαι εἰς γένναν μαλεροῦ λάβρου πυρὸς ἀκαμάτοιο. τῶν δὴ καὶ μετέπειτα πάλιν γένος ὀμβριμόθυμον
105ἐξεφάνη τρίτατον ὑπερφιάλων ἀνθρώπων δεινῶν, οἳ κακὰ πολλὰ παρὰ σφίσιν ἐξεπονοῦντο. καὶ τούσδ’ ὑσμῖναί 〈τ’〉 ἀνδροκτασίαι τε μάχαι τε συνεχέως ὤλεσκον ὑπέρβιον ἦτορ ἔχοντας. ἐκ τῶν δὴ μετὰ ταῦτα κατήλυθεν ὀψιτέλεστον
110ὁπλότατον γένος ἄλλο μιαιφόνον ἀκριτόβουλον ἀνδρῶν ἐν τετράτῃ γενεῇ· οἳ πολλὰ χέεσκον αἵματα οὔτε θεὸν δειδιότες οὔτ’ ἀνθρώπους αἰδόμενοι· μάλα γάρ τοι ἐπ’ αὐτοῖσιν βεβόλητο οἰστρομανὴς μῆνις καὶ δυσσεβίη ἀλεγεινή.
115καὶ τοὺς μὲν πόλεμοί τ’ ἀνδροκτασίαι τε μάχαι τε εἰς ἔρεβος προΐαψαν οἰζυρούς περ ἐόντας ἄνδρας δυσσεβέας. τοὺς δ’ αὖ μετόπισθε χόλοισιν οὐράνιος θεὸς αὐτὸς ἑοῦ μετεθήκατο κόσμου Ταρτάρῳ ἀμφιβαλὼν μεγάλῳ ὑπὸ πυθμένι γαίης.
120 καὶ πάλιν ἄλλο γένος πολὺ χειρότερον μετόπισθεν ἀνθρώπων ποίης’, οἷς οὐκ ἀγαθὸν μετέπειτα
ἀθάνατος θεὸς τεῦξεν, ἐπεὶ κακὰ πόλλ’ ἐπονοῦντο. οἳ γὰρ ὑβριστῆρες πολλῷ πλέον ἢ ὅτ’ ἐκεῖνοι Γίγαντες σκολιοὶ μιαρῶς δύσφημα χέοντες.11
125 μοῦνος δ’ ἐν πάντεσσι δικαιότατος καὶ ἀληθής ἦν Νῶε, πιστότατος καλοῖς τ’ ἔργοισι μεμηλώς. καὶ τῷ μὲν θεὸς αὐτὸς ἀπ’ οὐρανόθεν φάτο τοῖα· ‚Νῶε, δέμας θάρσυνον ἑὸν λαοῖσί τε πᾶσιν κήρυξον μετάνοιαν, ὅπως σωθῶσιν ἅπαντες.
130ἢν δέ γε οὐκ ἀλέγωσιν ἀναιδέα θυμὸν ἔχοντες, πᾶν γένος ἐξολέσω μεγάλοις ὑδάτων κατακλυσμοῖς. σοὶ δ’ ὦκ’ ἐν ῥίζῃσιν ἀδιψήτοισι τεθηλός δουράτεον κέλομαι δῶμ’ ἄφθιτον ἀσκήσασθαι. θήσω δ’ ἐν στήθεσσι νόον πυκινὴν δέ τε τέχνην
135καὶ μέτρα κατὰ κόλπον· ἐμοὶ δέ τε πάντα μελήσει, ὥστε σε σωθῆναι καὶ ὅσοι σὺν σοὶ ναίουσιν. [εἰμὶ δ’ ἔγωγε ὁ ὤν, σὺ δ’ ἐνὶ φρεσὶ σῇσι νόησον· οὐρανὸν ἐνδέδυμαι, περιβέβλημαι δὲ θάλασσαν, γαῖα δέ μοι στήριγμα ποδῶν, περὶ σῶμα κέχυται
140ἀὴρ ἠδ’ ἄστρων με χορὸς περιδέδρομε πάντη. ἐννέα γράμματ’ ἔχω· τετρασύλλαβός εἰμι· νόει με· αἱ τρεῖς αἱ πρῶται δύο γράμματ’ ἔχουσιν ἑκάστη,
ἡ λοιπὴ δὲ τὰ λοιπὰ καί εἰσιν ἄφωνα τὰ πέντε· τοῦ παντὸς δ’ ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς ὀκτώ12
145καὶ τρεῖς, τρὶς δεκάδες σύν γ’ ἑπτά. γνοὺς δὲ τίς εἰμι οὐκ ἀμύητος ἔσῃ τῆς παρ’ ἐμοὶ σοφίης.‛] ὣς φάτο· τὸν δὲ τρόμος λάβε μυρίος, οἷον ἄκουσεν. καὶ τότε δὴ νοερῶς τεχνησάμενος τὰ ἕκαστα λαοὺς 〈ἐλ〉λιτάνευε, λόγων δ’ ἐξήρχετο τοίων·

1

(150)

‚ἄνδρες ἀπιστοκόροι, μεγάλῳ βεβολημένοι οἴστρῳ, οὐ λήσει θεὸν ὅσς’ ἐπράξατε· πάντα γὰρ οἶδεν ἀθάνατος σωτὴρ πανεπίσκοπος, ὅς μ’ ἐκέλευσεν ἀγγέλλειν ὑμῖν, ἵνα μὴ φρεσὶν ἐξαπόλησθε. νήψατε, τὰς κακίας ἀποκόψατε, μηδὲ βιαίως
155ἀλλήλοις μάρνασθε μιαιφόνον ἦτορ ἔχοντες, αἵμασιν ἀνδρομέοις πολλὴν γαῖαν ἀρδεύοντες. αἰδέσθητε, βροτοί, τὸν ὑπερμεγέθη καὶ ἄτρεστον οὐράνιον κτίστην, θεὸν ἄφθιτον, ὃς πόλον οἰκεῖ, καὶ τοῦτον πάντες λιτανεύσατε—χρηστὸς ὑπάρχει—
160τοῦτον ὑπὲρ ζωῆς πόλεων κόσμοιό τε παντός
τετραπόδων πτηνῶν θ’, ὡς ἵλεως ἔσσεθ’ ἅπασιν. ἔσται γὰρ ὅτε κόσμος ὅλος ἀπερείσιος ἀνδρῶν ὕδασιν ὀλλύμενος φοβερὰν ὀλολύξετ’ ἀοιδήν. ἔσται δ’ ἐξαπίνης ἀὴρ ἀκατάστατος ὑμῖν13
165καὶ χόλος οὐρανόθεν μεγάλου θεοῦ ἥξει ἐφ’ ὑμᾶς. ἔσται δ’ ἀτρεκέως, ὅτ’ ἐς ἀνθρώπους προϊάψει
166— — — — — — — — — — — — — σωτὴρ ἀθάνατος, ἂν μὴ θεὸν ἱλάξησθε καὶ μετάνοιαν ἔχητ’ ἀπὸ νῦν, καὶ μηκέτι μηδέν δύσκολον ἠὲ κακόν γ’ ἀθεμίστως ἄλλος ἐπ’ ἄλλῳ
170πράττῃ, ἀλλ’ ὁσίῳ βιότῳ πεφυλαγμένος εἴη.‛ οἳ δέ μιν εἰσαΐοντες ἐμυκτήριζον ἕκαστος ἔκφρονα κικλήσκοντες, ἀτὰρ μεμανημένον ἄνδρα. καὶ τότε δ’ αὖ, πάλιν αὖθις ἀνίαχε Νῶε ἀοιδήν· ‚ὦ μέγα δείλαιοι κακοήτορες ἄστατοι ἄνδρες,
175αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες, ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι ψεῦσται ἀπιστοκόροι κακοπράγμονες οὐδὲν ἀληθεῖς λεκτροκλόποι θ’ εὑρεσσίλογοι δύσφημα χέοντες, οὐκ ὀργήν τε θεοῦ δειδιότες ὑψίστοιο,
180εἰς γενεὴν πέμπτην πεφυλαγμένοι ἐξαποτῖσαι. οὐ κλαίετ’ ἄλλυδις ἄλλον, ἀπηνέες, ἀλλὰ γελᾶτε·
σαρδόνιον μείδημα γελάσσετε, ὁππόταν ἥξῃ τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ. [ὁππότε κεν Ῥείης μιερὸν γένος ἐν χθονὶ κῦμα14
185ἀέναον ῥίζῃς ἐν ἀδιψήτοισι τεθηλός αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται, καὶ πόλεις αὐτάνδρους σεισίχθων ἐννοσίγαιος κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει.] καὶ τότε κόσμος ἅπας ἀπειρεσίων ἀνθρώπων
190θνήξεται. αὐτὰρ ἐγὼ πόσα πενθήσω, πόσα κλαύσω οἴκῳ δουρατέῳ, πόσα δάκρυα κύμασι μίξω; ἢν γὰρ ἐπέλθῃ τοῦτο θεοῦ κεκελευσμένον ὕδωρ, πλεύσει γῆ, πλεύσουσιν ὄρη, πλεύσει δὲ καὶ αἰθήρ, ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ’ ἀπολεῖται.
195στήσονται δ’ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών. ὦ Φρυγίη, πρώτη δ’ ἀναδύσῃ ἀφ’ ὕδατος ἄκρου· πρώτη δ’ αὖ θρέψεις γενεὴν ἑτέρην ἀνθρώπων ἀρχομένην αὖθις· ἔσσῃ δὲ τροφὸς περὶ πάντων.‛ ἀλλ’ ὅτε δὴ γενεῇ τὰ μάτην ἐλάλησεν ἀθέσμῳ,

1

(200)

Ὕψιστος ὤφθη, πάλι δ’ ἴαχε φώνησέν τε· ‚ἤδη καιρὸς ἔπεστι, Νῶε, τὰ ἕκαστ’ ἀγορεύειν, ὅσσα τε ἤματι τῷ σοι ὑπέστην καὶ κατένευσα, πάντα μάλ’, ὅσσα πάρος γενεαὶ κακὰ μυρί’ ἔπραξαν,
ῥέξαι ἀπειρεσίῳ κόσμῳ διὰ λαὸν ἀπειθῆ.15
205ἀλλὰ τάχει ἔμβηθι σὺν υἱέσιν ἠδὲ δάμαρτι καὶ νύμφαις. καλέσον δ’, ὁπόσοις κέλομαι ἀγορεύειν, τετραπόδων φῦλα καὶ ἑρπετὰ καὶ πετεηνά. τοῖσι δ’ ἐνὶ στήθεσσιν ἐγὼ μετέπειτα βαλοῦμαι προφρονέως ἰέναι, ὁπόσων ζωὴν ἐπιτείλω.‛
210 ὣς ἔφατ’· αὐτὰρ ὃ βῆ, μέγα δ’ ἴαχε φώνησέν τε. καὶ τότε δ’ αὖ ἄλοχος καὶ υἱέες ἠδέ τε νύμφαι οἴκῳ δουρατέῳ ἐσελήλυθαν· αὐτὰρ ἔπειτα βῆσαν τἆλλα ἕκασθ’, ὅσα περ θεὸς ἤθελε *ῥέξαι.* ἀλλ’ ὅτε δ’ ἁρμονία κληὶς περὶ πῶμ’ ἐγενήθη
215εἰς πλάγιον ἁρμοσθεῖσα περιξεστῷ ἐνὶ τοίχῳ, δὴ τότ’ ἐπουρανίοιο θεοῦ ἐτελείετο βουλή. σὺν δ’ ἔβαλεν νεφέλας, κρύψεν δὲ πυραυγέα δίσκον, σὺν δ’ ἄστροις μήνην καὶ οὐράνιον στεφάνωμα, πάντα περισκεπάσας μεγάλ’ ἔκτυπε, δεῖμα βροτοῖσιν,
220πρηστῆρας πέμπων· συνεπηγείροντο δ’ ἀῆται πάντες καὶ ὑδάτων φλέβες ἐλύοντο ἅπασαι οὐρανόθεν μεγάλων ἀνεοιγομένων καταρακτῶν, καὶ μυχῶν γαίης καὶ ἀβύσσου ἀκαμάτοιο ὕδατα μυριόεντα φάνη καὶ γῆ ἐκαλύφθη
225πᾶσα ἀπειρέσιος. αὐτὸς δ’ ἐπενήχετο ὄμβρῳ οἶκος θεσπέσιος· πολλοῖσι δὲ κύμασι λάβροις
ῥηγνύμενος καὶ νηχόμενος ἀνέμων ὑπὸ ῥιπῆς ὤρνυτο δειμαλέως· ἔτεμνεν μυρίον ἀφρόν στείρη κινυμένων ὑδάτων κελαρυζομενάων.16
230 ἀλλ’ ὅτε κόσμον ἅπαντα θεὸς κατέκλυσς’ ὑετοῖσιν, καὶ τότε δ’ αὖ Νῶε φρεσὶν ἔνθετο, ὄφρ’ ἐσαθρήσῃ ἀθανάτου βούλησιν ἴδῃ δέ τε νηρέος ᾅδην· ὦκα δὲ πῶμ’ ἀνέῳξε περιξεστοῦ ἀπὸ τοίχου ἐμπείρως ἁρμοῖσι κατ’ ἀντίον ἁρμοσθέντα.
235καὶ λεύσας ὑδάτων ἀπειρεσίων πολὺ πλῆθος πάντοσε *Νῶε ἔμορ* ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι, δεῖμ’ ἔχε καὶ κραδίην πάλλεν μέγα. καὶ τότε δ’ ἀήρ βαιὸν στειλάμενος, ἐπεὶ κάμεν ἤμασι πολλοῖς κόσμον ὅλον δεύων, τότε δείελον οἷά τε χλωρόν
240αἱματόεντα πόλον μέγαν τε πυραυγέα δίσκον
δεῖξεν κεκμηκότα· μόλις δ’ ἔσχεν Νῶε θάρσος. καὶ τότε δὴ πελίην οἴην ἀπὸ νόσφι ποιήσας ἔκβαλεν, ὄφρα γνῷ ἐνὶ φρεσίν, εἴ ποτε γαῖα φαίνετ’ ἔτι στερεή. ἣ δὲ πτερύγεσσι καμοῦσα17
245πάντα περιπτήσασα, πάλιν τρέπετ’· οὔτε γὰρ ὕδωρ ἦν κοπάσαν, μάλα γάρ τε πεπληρώκει τὰ ἕκαστα. αὐτὰρ ὃς ἡσυχάσας πάλιν ἤματα πέμπε πέλειαν αὖτις, ἵνα γνῷ, εἴπερ ἐπαύσατο ὕδατα πολλά. ἣ δ’ ἄρα πωτήεσσα διέπτατο, βῇ δ’ ἐπὶ γαῖαν,

1

(250)

βαιὸν δ’ ἀμπαύσασα δέμας νοτερῇ ἐπὶ γαίῃ ἂψ ἐπὶ Νῶε πάλιν δέ τε ἤλυθε, κάρφος ἐλαίας σῆμα φέρουσα μέγ’ ἀγγελίης. θάρσος δ’ ἔχε πάντας καὶ μέγα χάρμ’, ὅτι γαῖαν ἐφελπίζεσκον ἀθρῆσαι. καὶ τότε δὴ μετέπειτ’ ἄλλον μελανόπτερον ὄρνιν
255τάχος *ὑπεξέπεμπεν*· ὃ δὲ πτερύγεσσι πεποιθώς προφρονέως πέτατο, γαίῃ δ’ ἐλθὼν ἐπέμεινεν. γνῶ δέ τε Νῶε ὅτι γαῖα πέλει πέλας ἆσσον ἐοῦσα. ἀλλ’ ὅτε δὴ ῥοθίοις ἐπὶ κύμασιν ἔνθα καὶ ἔνθα ἀμβροσίη τέχνη ἐπενήχετο οἴδμασι πόντου,
260πηγνυμένη ὀλίγης ἐπ’ ᾐόνος ἐστήρικτο. ἔστι δέ τι Φρυγίης ἐπ’ ἠπείροιο μελαίνης ἠλίβατον τανύμηκες ὄρος· Ἀραρὰτ δὲ καλεῖται, ὅττ’ ἄρα σωθήσεσθαι ἐπ’ αὐτῷ πάντες ἔμελλον,
ἐν τούτῳ μεγάλη δὲ ποθὴ καταθύμιος ἦεν·18
265ἔνθα φλέβες μεγάλου *ποταμοῦ Μαρσύου* πέφυκαν. τῷδε κιβωτὸς ἔμεινεν ἐν ὑψηλοῖσι καρήνοις ληξάντων ὑδάτων, τότε δ’ αὖ πάλιν οὐρανόθι πρό θεσπεσίη μεγάλοιο θεοῦ πάλιν ἴαχε φωνή τοῖον ἔπος· ‚Νῶε πεφυλαγμένε πιστὲ δίκαιε,
270θαρσαλέως ἔξελθε σὺν υἱέσι καί τε δάμαρτι καὶ νύμφαις τρισσαῖς καὶ πλήσατε γαῖαν ἅπασαν αὐξόμενοι πληθυνόμενοι τὰ δίκαια νέμοντες ἀλλήλοις, γενεαῖς γενεῶν, ἄχρις εἰς κρίσιν ἥξει πᾶν γένος ἀνθρώπων, ἐπεὶ κρίσις ἔσσεθ’ ἅπασιν.‛
275 ὣς ἔφατ’ ἀμβροσίη φωνή. Νῶε δ’ ἀπὸ κοίτης ᾖσς’ ἀποθαρσήσας ἐπὶ γῆς, υἱοὶ δὲ σὺν αὐτῷ ἠδὲ δάμαρ νύμφαι τε καὶ ἑρπετὰ καὶ πετεηνά τετραπόδων θηρῶν τε γένη καὶ τἆλλ’ ἅμα πάντα οἴκου δουρατέου ἐξῄεσαν εἰς ἕνα χῶρον.
280καὶ τότε δή τοι Νῶε δικαιότατος ἀνθρώπων ὄγδοος ἐξῆλθεν δὶς εἴκοσι καὶ μίαν ἠῶ πληρώσας ὑδάτεσσι θεοῦ μεγάλου διὰ βουλάς. ἔνθ’ αὖτις βιότοιο νέη ἀνέτειλε γενέθλη χρυσείη πρώτη, ἥτις πέλεθ’ ἕκτη, ἀρίστη,
285ἐξότε πρωτόπλαστος ἀνὴρ γένετ’· οὔνομα δ’ αὐτῇ οὐρανίη, ὅτι πάντα θεῷ μεμελημένη ἔσται.
ὦ γενεῆς ἕκτης πρῶτον γένος, ὦ μέγα χάρμα, ἧς ἔλαχον μετέπειτα, ὅτ’ ἔκφυγον αἰπὺν ὄλεθρον πολλὰ κλυδωνισθεῖσα *σὺν ἐμῷ πόσει* καὶ δαέρεσσιν19
290ἠδ’ ἑκυρῷ ἑκυρῇ θ’ ὁμονύμφοις τ’ αἰνὰ παθοῦσα. ἄρτια δ’ αἰνήσω· ἔσται πολυποίκιλον ἄνθος ἐν συκῇ· μεσάσει δὲ χρόνος· βασιλήιον ἀρχήν σκηπτροφόρον δ’ ἕξει. τρεῖς γὰρ βασιλεῖς μεγάθυμοι, ἄνδρε δικαιότατοι, μοίρας *δέ τε δηλήσονται*·
295πουλυετῆ δ’ ἄρξουσι χρόνον τὰ δίκαια νέμοντες ἀνδράσιν, οἷσι μέμηλε πόνος καὶ ἔργ’ ἐρατεινά. γαίη δ’ αὖ καρποῖς ἐπαγάλλεται αὐτομάτοισιν φυομένη πολλοῖσιν, ὑπερσταχυοῦσα γενέθλῃ. οἱ δὲ τιθηνευτῆρες ἀγήραοι ἤματα πάντα

1

(300)

ἔσσονται, νόσφιν νούσων κρυερῶν μαλεράων θνήξονται ὕπνῳ βεβολημένοι, ἐς δ’ Ἀχέροντα εἰν Ἀίδαο δόμοις ἀπελεύσονται καὶ ἐκεῖσε τιμὴν ἕξουσιν, ἐπεὶ μακάρων γένος ἦσαν,
ὄλβιοι ἀνέρες, οἷς Σαβαὼθ νόον ἐσθλὸν ἔδωκεν,20
305αὐτὰρ καὶ τούτοισιν ἀεὶ συμφράσσατο βουλάς. ἀλλ’ οὗτοι μάκαρες καὶ εἰν Ἀίδαο μολόντες ἔσσονται. τότε δ’ αὖτε βαρὺ στιβαρὸν μετέπειτα δεύτερον αὖ γένος ἄλλο χαμαιγενέων ἀνθρώπων, Τιτήνων. ὅμοιος δὲ τύπος ἐπὶ πᾶσιν ἑκάστων
310εἶδος καὶ μέγεθός τε, φυὴ φωνή τε μί’ ἔσται, ὡς πάρος ἐκ πρώτης γενεῆς θεὸς ἐν στήθεσσιν ἔνθετο. ἀλλὰ καὶ αὐτοὶ ὑπέρβιον ἦτορ ἔχοντες ὕστατα βουλεύσονται ἐπειγόμενοι πρὸς ὄλεθρον ἀντίβιον μαχέσασθαι ἐπ’ οὐρανῷ ἀστερόεντι.
315καὶ τότε δ’ ὠκεανοῦ μεγάλου ῥύσις ἔσσετ’ ἐν αὐτοῖς μαινομένων ὑδάτων. ὁ μέγας Σαβαὼθ δὲ χολωθείς εἴρξει κωλύων, ὅτι μὴ κατακλυσμὸν ὑπέστη αὖτις ποιήσειν ἐπ’ ἀνθρώπους κακοθύμους. ἀλλ’ ὁπόταν ὑδάτων πολλῶν ἀπερείσιον οἶδμα
320κύματος ὀρνυμένοιο ἐπ’ ἄλλυδις ἄλλο ποιήσει ὀργῆς παύεσθαι, εἰς ἄλλα τε βένθεα πόντου μέτρ’ ὀλιγώσειεν λιμέσιν καὶ τρηχέσιν ἀκταῖς ἀμφὶ γαίῃ ὁρίσας ὁ μέγας θεὸς ὑψικέραυνος· δὴ τότε καὶ μεγάλοιο θεοῦ παῖς ἀνθρώποισιν
325ἥξει σαρκοφόρος θνητοῖς ὁμοιούμενος ἐν γῇ, τέσσαρα φωνήεντα φέρων, τὸ δ’ ἄφωνον ἐν αὐτῷ
δισσόν· ἐγὼ δέ κέ τοι ἀριθμόν γ’ ὅλον ἐξονομήνω· ὀκτὼ γὰρ μονάδας, τόσσας δεκάδας δ’ ἐπὶ ταύταις ἠδ’ ἑκατοντάδας ὀκτὼ ἀπιστοκόροις ἀνθρώποις21
330οὔνομα δηλώσει· σὺ δ’ ἐνὶ φρεσὶ σῇσι νόησον ἀθανάτοιο θεοῦ Χριστὸν παῖδ’ ὑψίστοιο. αὐτὸς πληρώσει δὲ θεοῦ νόμον, οὐ καταλύσει, ἀντίτυπον μίμημα φέρων, καὶ πάντα διδάξει. τούτῳ προσκομίσους’ ἱερεῖς χρυσὸν προφέροντες,
335σμύρναν ἀτὰρ λίβανον· καὶ γὰρ τάδε πάντα ποιήσει. ἀλλ’ ὁπόταν φωνή τις ἐρημαίης διὰ χώρης ἥξῃ ἀπαγγέλλουσα βροτοῖς καὶ πᾶσι βοήσῃ εὐθείας ἀτραποὺς ποιησέμεν ἠδ’ ἀπορῖψαι ἐκ κραδίης κακίας καὶ ὕδασι φωτίζεσθαι
340πᾶν δέμας ἀνθρώπων, ἵνα γεννηθέντες ἄνωθεν μηκέτι μηδὲν ὅλως γε παρεκβαίνωσι δικαίων· τὴν δ’ αὖ βαρβαρόφρων, πεπεδημένος ὀρχηθμοῖσιν, ἐκκόψας δώσει μισθόν· τότε σῆμα βροτοῖσιν ἔσσεται ἐξαίφνης, ὁπόταν πεφυλαγμένος ἥξῃ
345ἐκ γῆς Αἰγύπτοιο καλὸς λίθος· ἐν δ’ ἄρα τούτῳ λαὸς προσκόψει Ἑβραίων· ἔθνη δ’ ἀγεροῦνται αὐτοῦ ὑφηγήσει· καὶ γὰρ θεὸν ὑψιμέδοντα γνώσονται διὰ τοῦδε ἀταρπιτὸν ἐν φαῒ κοινῷ. δείξει γὰρ ζωὴν αἰώνιον ἀνθρώποισιν

1

(350)

ἐκλεκτοῖς, ἀνόμοις δὲ τὸ πῦρ αἰῶσιν ἐποίσει.
καὶ τότε δὴ νοσεροὺς ἰήσεται ἠδ’ ἐπιμώμους πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσονται. βλέψουσιν δέ τε τυφλοί, ἀτὰρ βαδίσουσί τε χωλοί, κωφοί τ’ εἰσαΐσουσι, λαλήσους’ οὐ λαλέοντες.22
355δαίμονας ἐξελάσει, νεκρῶν δ’ ἐπανάστασις ἔσται· κύματα πεζεύσει καὶ ἐρημαίῳ ἐνὶ χώρῳ ἐξ ἄρτων πέντε καὶ ἰχθύος εἰναλίοιο χιλιάδας κορέσει πέντε, τὰ δὲ λείψανα τούτων δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν.
359— — — — — — — — — — — — — — — — —
359— — — — — — — — — — — — — — — — —
360 Καὶ τότε δ’ Ἰσραὴλ μεμεθυσμένος οὐχὶ νοήσει, οὐδὲ μὲν αὖθ’ ἀίσει βεβαρημένος οὔασι λεπτοῖς. ἀλλ’ ὁπόταν Ἑβραίοις ἥξῃ χόλος Ὑψίστοιο οἰστρομανὴς καὶ πίστιν ἀπ’ αὐτῶν ἐξαφελεῖται, οὐρανίου ὅτι παῖδα θεοῦ διεδηλήσαντο,
365καὶ τότε δὴ κολάφους καὶ πτύσματα φαρμακόεντα Ἰσραὴλ δώσει μυσαροῖς ἐνὶ χείλεσι τούτῳ. εἰς δὲ τὸ βρῶμα χολὴν καὶ εἰς ποτὸν ὄξος ἄκρατον δυσσεβέως δώσουσι κακῷ βεβολημένοι οἴστρῳ
στήθεα καὶ κραδίην, ἀτὰρ ὄμμασιν οὐκ ἐσορῶντες23
370τυφλότεροι σπαλάκων, φοβερώτεροι ἑρπυστήρων θηρῶν ἰοβόλων, βαρέι πεπεδημένοι ὕπνῳ. ἀλλ’ ὅταν ἐκπετάσῃ χεῖρας καὶ πάντα μετρήσῃ καὶ στέφανον φορέσῃ τὸν ἀκάνθινον ἠδέ τε πλευράν νύξωσιν καλάμοισιν, ὅτου χάριν ἐν τρισὶν ὥραις
375νὺξ ἔσται σκοτόεσσα πελώριος ἤματι μέσσῳ καὶ τότε δὴ ναὸς Σολομώνιος ἀνθρώποισιν σῆμα μέγ’ ἐκελέσει, ὁπόταν Ἀιδωνέος οἶκον βήσεται ἀγγέλλων ἐπαναστασίην τεθνεῶσιν. αὐτὰρ ἐπὴν ἔλθῃ τρισὶν ἤμασιν ἐς φάος αὖτις
380καὶ δείξῃ θνητοῖσι τύπον καὶ πάντα διδάξῃ, ἐν νεφέλαις ἐπιβὰς εἰς οὐρανοῦ οἶκον ὁδεύσει καλλείψας κόσμῳ εὐαγγελίης διάθημα. τοῦ καὶ ἐπωνυμίῃ βλαστὸς νέος ἀνθήσειεν ἐξ ἐθνῶν Μεγάλοιο νόμῳ καθοδηγηθέντων.
385ἀλλά γε καὶ μετὰ ταῦτα σοφοὶ καθοδηγοὶ ἔσονται, καὶ τότε δὴ παῦσις ἔσται μετέπειτα προφητῶν. ἔνθεν ὅταν Ἑβραῖοι τὸ κακὸν θέρος ἀμήσωνται, πολλὸν δ’ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει Ῥωμαῖος βασιλεύς. μετὰ δ’ αὖ βασιληίδες ἄλλαι
390συνεχέως ἔσσονται ἀπολλυμένων βασιλειῶν
καὶ θλίψουσι βροτούς. μέγα δ’ ἔσσεται ἀνδράσι κείνοις πτῶμ’, ὁπόταν ἄρξωνθ’ ὑπερηφανίης ἀδίκοιο. ἀλλ’ ὁπόταν ναὸς Σολομώνιος ἐν χθονὶ δίᾳ καππέσεται βληθεὶς ὑπ’ ἀνδρῶν βαρβαροφώνων24
395χαλκεοθωρήκων, Ἑβραῖοι δ’ ἀπὸ γῆς ἐλάσονται πλαζόμενοι κεραϊζόμενοι, πολλὴν δέ τοι αἶραν ἐν σίτῳ μίξουσι, κακὴ στάσις ἔσται ἅπασιν ἀνδράσιν· αἱ δὲ πόλεις ὑβριζόμεναι παρ’ ἕκαστα ἀλλήλας κλαύσουσιν, ἐπεὶ κακὸν ἤλιτον ἔργον

1

(400)

δεξάμεναι μεγάλοιο θεοῦ χόλον ἐν κόλποισιν.25

2*

Ἦμος δὴ κατέπαυσε θεὸς πολυπάνσοφον ᾠδήν, πολλὰ λιταζομένης, καί μοι πάλιν ἐν στήθεσσιν ἔνθετο θεσπεσίων ἐπέων πολυγηθέα φωνήν. πᾶν δέμας ἐκπληχθεῖσα τάδ’ ἔσπομαι· οὐδὲ γὰρ οἶδα
5ὅττι λέγω, κέλεται δὲ θεὸς τὰ ἕκαστ’ ἀγορεύειν. ἀλλ’ ὁπόταν ἐπὶ γῆς σεισμοὶ μαλεροί τε κεραυνοί βρονταί τ’ ἀστεροπαί ....... τε γῆς ἐρυσίβη καὶ μανίη θώων τε λύκων 〈τ’〉 ἀνδροκτασίαι τε καὶ φθοραὶ ἀνθρώπων ἢ καὶ βοῶν μυκομενάων
10τετραπόδων κτηνῶν τε καὶ οὐρήων ταλαεργῶν ἠδ’ αἰγῶν ὀίων τε· ἔπειτα δὲ χέρσος ἄρουρα πολλὴ καλλειφθεῖσα γενήσεται ἐξ ἀμελείας
καὶ καρποὶ λείψουσιν, ἐλευθεροπρασία δ’ ἔσται πλείστοις ἐν μερόπεσσι καὶ ἱεροσυλία ναῶν.26
15δὴ τότε καὶ δεκάτη γενεὴ μετὰ ταῦτα φανεῖται ἀνθρώπων, ὁπόταν σεισίχθων ἀστεροπητής εἰδώλων ζῆλον θραύσει λαόν τε τινάξει Ῥώμης ἑπταλόφοιο, μέγας δέ τε πλοῦτος ὀλεῖται δαιόμενος πυρὶ πολλῷ ὑπὸ φλογὸς Ἡφαίστοιο.
20καὶ τότε δ’ αἱματόεσσαι ἀπ’ οὐρανίου καταβᾶσαι
20— — — — — — — — — — — — — — — — — αὐτὰρ κόσμος ὅλος [τε] ἀπειρεσίων ἀνθρώπων ἀλλήλους κτείνουσι μεμηνότες, ἐν δὲ κυδοιμῷ λιμοὺς καὶ λοιμοὺς θήσει θεὸς ἠδὲ κεραυνούς ἀνθρώποις, οἳ ἄτερθε δίκης κρίνουσι θέμιστας.
25λεῖψις δ’ ἀνθρώπων ἔσται κατὰ κόσμον ἅπαντα,
ὡς, ἴχνος εἰ κατίδῃ τις ἐπὶ χθονί, θαυμάσσειεν, ἀνθρώπου. τότε δ’ αὖτε μέγας θεὸς αἰθέρι ναίων ἀνδρῶν εὐσεβέων σωτὴρ κατὰ πάντα γένηται. καὶ τότε δ’ εἰρήνη τε βαθεῖά τε σύνεσις ἔσται,27
30καὶ γῆ καρποφόρος καρποὺς πάλι πλείονας οἴσει οὐδὲ μεριζομένη οὐδ’ εἰσέτι λατρεύουσα. πᾶς δὲ λιμήν, πᾶς ὅρμος ἐλεύθερος ἀνθρώποισιν ἔσσεται, ὡς πάρος ἦεν, ἀναιδείη τ’ ἀπολεῖται. καὶ τότε δὴ μέγα σῆμα θεὸς μετέπειτα ποιήσει·
35λάμψει γὰρ στεφάνῳ λαμπρῷ παρομοίιος ἀστήρ λαμπρὸς παμφαίνων ἀπ’ οὐρανοῦ αἰγλήεντος ἤμασιν οὐκ ὀλίγοις· τότε γὰρ στέφος ἀνθρώποισιν δείξει ἀπ’ οὐρανόθεν ἐναγώνιον ἀθλεύουσιν καὶ *τόθμαι*· μέγας γὰρ ἀγὼν εἰσελαστικὸς ἔσται
40εἰς πόλιν οὐράνιον, οἰκουμενικὸς δέ τε πᾶσιν ἔσσεται ἀνθρώποισιν ἔχων κλέος ἀθανασίης. καὶ τότε πᾶς λαὸς ἐπ’ ἀθανάτοισιν ἀέθλοις ἀθλήσει νίκης περικαλλέος· οὐ γὰρ ἀναιδῶς ἀργυρίου τις ἐκεῖ δύναται στέφος ὠνήσασθαι.
45ἁγνὸς γὰρ Χριστὸς τούτοις τὰ δίκαια βραβεύσει καὶ δοκίμους στέψει, αὐτὰρ θέμα μάρτυσι δώσει ἀθάνατον ἄχρι καὶ θανάτου τὸν ἀγῶνα ποιοῦσιν. παρθενικοῖς δὲ δραμοῦσι καλῶς ἄφθαρτον ἄεθλον δώσει τοῦ θέματος καὶ τοῖς τὰ δίκαια νέμουσιν28

2*

(50)

ἀνθρώποις πᾶσίν τε καὶ ἔθνεσιν ἀλλοδαποῖσιν τοῖς ὁσίως ζώουσι θεόν θ’ ἕνα γινώσκουσιν. οἳ δ’ ἀγαπῶσι γάμον τε γαμοκλοπιῶν τ’ ἀπέχονται, δώσει πλούσια δῶρα, αἰώνιον ἐλπίδα καὶ τοῖς. πᾶσά τε γὰρ ψυχὴ μερόπων θεοῦ ἐστι χάρισμα,
55κοὐ θέμις ἀνθρώποις τὴν ἄλγεσι πᾶσι μιαίνειν. μὴ πλουτεῖν ἀδίκως, ἀλλ’ ἐξ ὁσίων βιοτεύειν. ἀρκεῖσθαι παρεοῦσι καὶ ἀλλοτρίων ἀπέχεσθαι. ψεύδεα μὴ βάζειν, τὰ δ’ ἐτήτυμα πάντα φυλάσσειν. (μηδὲ μάτην εἴδωλα σέβου· τὸν δ’ ἄφθιτον αἰεί)
60πρῶτα θεὸν τίμα, μετέπειτα δὲ σεῖο γονῆας. πάντα δίκαια νέμειν, μηδ’ εἰς κρίσιν ἄδικον ἔλθῃς. μὴ ῥίψῃς πενίην ἀδίκως, μὴ κρῖνε προσώπῳ·
ἢν σὺ κακῶς δικάσῃς, μετέπειτα θεός σε δικάσσει. μαρτυρίην ψευδῆ φεύγειν, τὰ δίκαια βραβεύειν.29
65παρθεσίην τηρεῖν· ἀγάπην δ’ ἐν πᾶσι φυλάσσειν μέτρα νέμειν τὰ δίκαια· καλὸν δ’ ἐπίμετρον ἅπασιν. σταθμὸν μὴ κρούειν ἑτερόζυγον, ἀλλ’ ἴσον ἕλκειν. μήδ’ ἐπιορκήσῃς μήτ’ ἀγνὼς μήτε ἑκοντί· ψεύδορκον στυγέει θεός, ὅττι κεν ἄν τις ὀμόσσῃ.
70(ἐξ ἀδίκων ἔργων δῶρον χερὶ μήποτε δέξῃ.) σπέρματα μὴ κλέπτειν· ἐπαράσιμος ὅστις ἕληται (εἰς γενεὰς γενεῶν 〈εἰσ〉 σκορπισμὸν βιότοιο. μὴ ἀρσενοκοιτεῖν, μὴ συκοφαντεῖν, μήτε φονεύειν.) μισθὸν μοχθήσαντι δίδου· μὴ θλῖβε πένητα.
75γλώσσῃ νοῦν ἐχέμεν· κρυπτὸν λόγον ἐν φρεσὶν ἴσχειν. (ὀρφανικοῖς χήραις ἐπιδευομένοις δὲ παράσχου.) μήτ’ ἀδικεῖν ἐθέλῃς μήτ’ οὖν ἀδικοῦντα ἐάσῃς. πτωχοῖς εὐθὺ δίδου μήδ’ αὔριον ἐλθέμεν εἴπῃς. (ἱδρώσῃ σταχύων χειρὶ χρῄζοντι παράσχου.
80ὃς δ’ ἐλεημοσύνην παρέχει, θεῷ οἶδε δανείζειν.
ῥύεται ἐκ θανάτου ἔλεος, κρίσις ὁππόταν ἔλθῃ. οὐ θυσίην, ἔλεος δὲ θέλει θεὸς ἀντὶ θυσίης. ἔνδυσον [οὖν] γυμνόν, μετάδος πεινῶντ’ ἄρτων σῶν.) ἄστεγον εἰς οἶκον δέξαι καὶ τυφλὸν ὁδήγει.30
85ναυηγοὺς οἴκτειρον· ὁ γὰρ πλοῦς ἐστιν ἄδηλος. χεῖρα πεσόντι δίδου· σῶσον δ’ ἀπερίστατον ἄνδρα. κοινὰ πάθη πάντων, βίοτος τροχός, ἄστατος ὄλβος. πλοῦτον ἔχων σὴν χεῖρα πενητεύουσιν ὄρεξον. ὧν σοι ἔδωκε θεός, τούτων χρῄζοντι παράσχου.
90κοινὸς πᾶς ὁ βίος μερόπων, ἄνισος δὲ τέτυκται. (μήποτε ἄνδρα πένητα ἰδὼν σκώψῃς ἐπέεσσιν μηδὲ κακῶς γε προσείπῃς μωμητόν τινα φῶτα. τὸ ζῆν ἐν θανάτῳ δοκιμάζεται· εἴ τις ἔπραξεν ἔκνομον ἢ δίκαιον, διακρίνεται εἰς κρίσιν ἐλθών.
95μηδὲ φρένας βλάπτειν οἴνῳ μηδ’ ἄμετρα πίνειν. αἷμα δὲ μὴ φαγέειν, εἰδωλοθύτων δ’ ἀπέχεσθαι.) τὸ ξίφος ἀμφιβαλοῦ μὴ πρὸς φόνον, ἀλλ’ ἐπ’ ἄμυναν· εἴθε δὲ μὴ χρήσῃ μήτ’ ἔκνομα μήτε δικαίως· κἂν γὰρ ἀποκτείνῃς ἐχθρόν, σέο χεῖρα μιαίνεις.

2*

(100)

ἀγροῦ γειτονέοντος ἀπόσχου, μηδ’ ἄρ’ ὑπερβῇς· πᾶς ὅρος ἐστὶ δίκαιος, ὑπερβασίη δ’ ἀλεγεινή. κτῆσις ὀνήσιμός ἐσθ’ ὁσίων, ἀδίκων δὲ πονηρά.
μηδέ τιν’ αὐξόμενον λωβήσῃ καρπὸν ἀρούρης. ἔστωσαν δ’ ὁμότιμοι ἐπήλυδες ἐν πολιήταις·31
105πάντες γὰρ ξενίης πειρήσονται πολυμόχθου, (ὡς ξένοι ἀλλήλων· ξεῖνος δέ τε οὔτις ἐν ὑμῖν ἔσσετ’, ἐπεὶ πάντες βροτοὶ αἵματος ἐξ ἑνός ἐστε,) χώρη δ’ οὔτι βέβαιον ἔχει τόπον ἀνθρώποισιν. (μηδὲ θέλῃς πλουτεῖν μηδ’ εὔχεο· ἀλλὰ τόδ’ εὔχου
110ζῆν ἀπὸ τῶν ὀλίγων μηδέν τε ἔχοντα ἄδικον.) ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἁπάσης. (μὴ πόθος εἰς χρυσὸν ἢ εἰς ἄργυρον· ἐν δ’ ἄρα καὶ τοῖς ἔσσεται ἀμφήκης θυμοφθόρος ἔνθα σίδηρος.) χρυσὸς ἀεὶ δόλος ἐστὶ καὶ ἄργυρος ἀνθρώποισιν.
115χρυσὲ κακῶν ἀρχηγὲ βιοφθόρε πάντα χαλέπτων, εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν· σοῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε, ἐχθρὰ δὲ τέκνα γονεῦσιν ἀδελφειοί τε συναίμοις. (μηδὲ δόλους ῥάπτειν· μὴ πρὸς φίλον ἦτορ ὁπλίζειν.)
120μηδ’ ἕτερον κεύθῃς κραδίῃ νόον ἄλλ’ ἀγορεύων· μηδ’ ὡς πετροφυὴς πολύπους κατὰ χῶρον ἀμείβου.
πᾶσιν δ’ ἁπλόος ἴσθι, τά τ’ ἐκ ψυχῆς ἀγόρευε. ὅστις ἑκὼν ἀδικεῖ, κακὸς ἀνήρ· ὃς δ’ ὑπ’ ἀνάγκης, οὐκ ἐρέω τὸ τέλος· βουλὴ δ’ εὐθύνεθ’ ἑκάστου.32
125μὴ γαυροῦ σοφίῃ μήτ’ ἀλκῇ μήτ’ ἐνὶ πλούτῳ· εἷς θεός ἐστι σοφὸς δυνατός θ’ ἅμα καὶ πολύολβος. μηδὲ παροιχομένοισι κακοῖς τρύχου τεὸν ἦτορ· οὐκέτι γὰρ δύναται τὸ τετυγμένον εἶναι ἄτυκτον. μὴ προπετὴς ἐς χεῖρα· χαλίνου δ’ ἄγριον ὀργήν·
130πολλάκι γὰρ πλήξας ἀέκων φόνον ἐξετέλεσσεν. ἔστω κοινὰ πάθη, μηδὲν μέγα μηδ’ ὑπέροπλον. οὐκ ἀγαθὸν πλεονάζον ἔφυ θνητοῖσιν ὄνειαρ. ἡ πολλὴ δὲ τρυφὴ πρὸς ἀμέτρους ἕλκετ’ ἔρωτας. ὑψαυχεῖ δ’ ὁ πολὺς πλοῦτος καὶ ἐς ὕβριν ἀέξει.
135θυμὸς ὑπαρχόμενος μανίην ὀλοόφρονα τεύχει. ὀργὴ δ’ ἐστὶν ὄρεξις, ὑπερβαίνουσα δὲ μῆνις. ζῆλος τῶν ἀγαθῶν ἐσθλός, φαύλων δέ τε φαῦλος. τόλμα κακῶν ὀλοή, ἀγαθῶν δέ τε κῦδος ὀπάζει. σεμνὸς ἔρως ἀρετῆς, ὁ δὲ Κύπριδος αἶσχος ὀφέλλει.
140*ἡδὺς ἀγανόφρων* κικλήσκεται ἐν πολιήταις. ἐν μέτρῳ φαγέειν, πιέειν καὶ μυθολογεύειν· πάντων μέτρον ἄριστον· ὑπερβασίη δ’ ἀλεγεινόν. (μὴ φθονερός, μὴ ἄπιστος ἔσῃ, μὴ λοίδορος ἴσθι, μηδὲ κακογνώμων, μὴ ψευδαπάτης ἀμέτρητος.)
145 σωφροσύνην ἀσκεῖν, αἰσχρῶν δ’ ἔργων ἀπέχεσθαι. μὴ μιμοῦ κακότητα, δίκῃ δ’ ἀπόλειψον ἄμυναν· πειθὼ μὲν γὰρ ὄνειαρ, ἔρις δ’ ἔριν ἀντιφυτεύει. μὴ πίστευε τάχιστα, πρὶν ἀτρεκέως πέρας ὄψει. οὗτος ἀγών, ταῦτ’ ἐστὶν ἀέθλια, ταῦτα βραβεῖα,33

2*

(150)

τοῦτο πύλη ζωῆς καὶ εἴσοδος ἀθανασίης, ἣν θεὸς οὐράνιος δικαιοτάτοις ἀνθρώποις ἔστησεν νίκης ἐπαέθλιον· οἳ δὲ λαβόντες τὸ στέφος ἐνδόξως διελεύσονται διὰ ταύτης. ἀλλ’ ὁπόταν τόδε σῆμα φανῇ κατὰ κόσμον ἅπαντα,
155ἐκ γενετῆς παῖδες πολιοκρόταφοι γεγαῶτες, θλίψεις δ’ ἀνθρώπων λιμοὶ λοιμοὶ πόλεμοί τε, καιρῶν δ’ ἀλλαγίη, πενθήματα, δάκρυα πολλά, αἶ, ὁπόσων παῖδες *χώραις ἐνὶ θοινήσονται οἴκτρ’ ὀλοφυρόμενοι γονέας*, ἐν φάρεσι σάρκας
160ἐνθέντες, θάψουσιν ἐπὶ χθονὶ μητέρι λαῶν αἵμασι καὶ κονίῃσι πεφυρμένοι· ὦ μέγα δειλοί ὑστατίης γενεῆς φῶτες κακοεργέες αἰνοί νήπιοι οὐδὲ νοοῦντες, ὅθ’, ἡνίκα φῦλα γυναικῶν
μὴ τίκτωσιν, ἔφυ τὸ θέρος μερόπων ἀνθρώπων.34
165ἡ δὲ συναίρεσις ἐγγύς, ὅταν τινὲς ἀντὶ προφητῶν ψευδαπάται πελάσωσιν ἐπὶ χθονὶ φημίζοντες. καὶ Βελίαρ θ’ ἥξει καὶ σήματα πολλὰ ποιήσει ἀνθρώποις. τότε δὴ ὁσίων ἀκαταστασί’ ἀνδρῶν ἐκλεκτῶν πιστῶν τε, λεηλασίη τε γένηται
170τούτων ἠδ’ Ἑβραίων. δεινὸς δ’ αὐτοῖς χόλος ἥξει, ἡνίκα δὴ δεκάφυλος ἀπ’ ἀντολίης λαὸς ἥξει ζητήσων λαόν, ὃν ἀπώλεσεν Ἀσσύριος κλών, συμφύλων Ἑβραίων· ἔθνη δ’ ἐπὶ τοῖσιν ὀλοῦνται. ὕστερον αὖ ἄρξουσιν ὑπερμενέων ἀνθρώπων
175ἐκλεκτοὶ πιστοὶ Ἑβραῖοι καταδουλώσαντες αὐτοὺς ὡς τὸ πάροιθεν, ἐπεὶ κράτος οὔποτε λείψει. ὕψιστος πάντων πανεπίσκοπος αἰθέρι ναίων ὕπνον ἐπ’ ἀνθρώποις σκεδάσει βλέφαρ’ ἀμφικαλύψας. ὦ μάκαρες θεράποντες, ὅσους ἐλθὼν ἀγρυπνοῦντας
180εὕροι ὁ δεσπόζων· τοὶ δ’ ἐγρήγορθαν ἅπαντες
πάντοτε προσδοκάοντες ἀκοιμήτοις βλεφάροισιν. *ἥξει γάρ τ’* ἠοῦς ἢ δείλης ἢ μέσον ἦμαρ· ἥξει δ’ ἀτρεκέως καὶ ἔσσεται ὡς ἀγορεύω, ἔσσεται ἐσσομένοις, ὅτ’ ἀπ’ οὐρανοῦ ἀστερόεντος35
185ἄστρα τε πάντα μέσῳ ἐνὶ ἤματι πᾶσι φανεῖται σὺν δυσὶ φωστῆρσιν κατεπειγομένοιο χρόνοιο. καὶ τόθ’ ὁ Θεσβίτης ἀπ’ οὐρανοῦ ἅρμα τιταίνων οὐράνιον, γαίῃ δ’ ἐπιβὰς τότε σήματα τρισσά κόσμῳ ὅλῳ δείξει ἀπολλυμένου βιότοιο.
190αἶ, ὁπόσαι κείνῳ ἐνὶ ἤματι φορτοφοροῦσαι γαστέρι φωραθῶσιν, ὅσαι δέ τε νήπια τέκνα γαλαδοτοῦσιν, ὅσαι δ’ ἐπὶ κύματι ναιετάουσιν· αἶ, ὁπόσοι κείνην τὴν ἡμέραν ἀθρήσουσιν· ἀχλὺς γὰρ ζοφερὴ σκεπάσει τὸν ἀπείρονα κόσμον
195ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου. καὶ τότε δὴ ποταμός τε μέγας πυρὸς αἰθομένοιο ῥεύσει ἀπ’ οὐρανόθεν καὶ πάντα τόπον δαπανήσει, γαῖάν τ’ ὠκεανόν τε μέγαν γλαυκήν τε θάλασσαν λίμνας καὶ ποταμοὺς πηγὰς καὶ ἀμείλιχον Ἅιδην36

2*

(200)

καὶ πόλον οὐράνιον. ἀτὰρ οὐράνιοι φωστῆρες εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον. ἄστρα γὰρ οὐρανόθεν τε θαλάσσῃ πάντα πεσεῖται· ψυχαὶ δ’ ἀνθρώπων πᾶσαι βρύξουσιν ὀδοῦσιν καιόμεναι ποταμῷ καὶ θείῳ καὶ πυρὸς ὁρμῇ
205ἐν δαπέδῳ μαλερῷ, τέφρα δέ τε πάντα καλύψει. καὶ τότε χηρεύσει στοιχεῖα πρόπαντα τὰ κόσμου ἀὴρ γαῖα θάλασσα φάος πόλος ἤματα νύκτες· κοὐκέτι πωτήσονται ἐν ἠέρι ἄπλετοι ὄρνεις, οὐ ζῷα νηκτὰ θάλασσαν ὅλως ἔτι νηχήσονται,
210οὐ ναῦς ἔμφορτος ἐπὶ κύμασι ποντοπορήσει, οὐ βόες ἰθυντῆρες ἀροτρεύσουσιν ἄρουραν, οὐκ ἦχος δένδρων ἀνέμων ὕπο· ἀλλ’ ἅμα πάντα
εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει. ἡνίκα δ’ ἀθανάτου θεοῦ ἄφθιτοι ἀγγελτῆρες37
215Βαρακιὴλ Ῥαμιὴλ Οὐριὴλ Σαμιὴλ Ἀζαήλ τε, αὐτοὶ ἐπιστάμενοι ὅσα τις κακὰ πρόσθεν ἔρεξεν, ἀνθρώπων ψυχὰς [τε] ἀπὸ ζόφου ἠερόεντος εἰς κρίσιν ἄξουσιν πάσας ἐπὶ βῆμα θεοῖο ἀθανάτου μεγάλου· εἷς γὰρ μόνος ἄφθιτός ἐστιν,
220αὐτὸς ὁ παντοκράτωρ, θνητῶν ὃ δικασπόλος ἔσται· καὶ τότε νερτερίοις ψυχὰς καὶ πνεῦμα καὶ αὐδήν δώσει ἐπουράνιος, καί τ’ ὀστέα ἁρμοσθέντα ἁρμοῖς παντοίοις, σάρκες καὶ νεῦρα ⏑ – ⏓ καὶ φλέβες ἠδέ τε δέρμα περὶ χροῒ καὶ πρὶν ἔθειραι
225ἀμβροσίως πηχθέντα, καὶ ἔμπνοα κινηθέντα σώματ’ ἐπιχθονίων ἑνὶ ἤματ’ ἀναστήσονται.
καὶ τότ’ ἀμειλίκτοιο καὶ ἀρρήκτου *ἀδάμαντος κλεῖθρα πέλωρα πυλῶν τε ἀχαλκεύτου Ἀίδαο* ῥηξάμενος Οὐριὴλ μέγας ἄγγελος εὐθὺ βαλεῖται,38
230καὶ πάσας μορφὰς πολυπενθέας εἰς κρίσιν ἄξει εἰδώλων τὰ μάλιστα παλαιγενέων Τιτήνων ἠδέ τε Γιγάντων, καὶ ὅσας εἷλεν κατακλυσμός, καί θ’ ἃς ἐν πελάγεσσιν ἀπώλεσε κῦμα θαλάσσης ἠδ’ ὁπόσας θῆρες καὶ ἑρπετὰ καὶ πετεηνά
235θοινήσαντο, ὅλας ταύτας ἐπὶ βῆμα καλέσσει· καὶ πάλιν, ἃς ἔφθειρεν ἐνὶ φλογὶ σαρκοφάγον πῦρ, καὶ ταύτας ἐπὶ βῆμα θεοῦ στήσειεν ἀγείρας. ἡνίκα δ’ ἀνστήσῃ νέκυας μοῖραν καταλύσας καὶ καθίσῃ Σαβαὼθ Ἀδωναῖος ὑψικέραυνος
240ἐς θρόνον οὐράνιον [τε] μέγαν δέ τε κίονα πήξῃ, ἥξει δ’ ἐν νεφέλῃ πρὸς ἄφθιτον ἄφθιτος αὐτός ἐν δόξῃ Χριστὸς σὺν ἀμύμοσιν ἀγγελτῆρσιν καὶ καθίσει Μεγάλῳ ἐπὶ δεξιά, βήματι κρίνων εὐσεβέων βίοτον καὶ δυσσεβέων τρόπον ἀνδρῶν.
245ἥξει καὶ Μωσῆς ὁ μέγας φίλος Ὑψίστοιο σάρκας δυσάμενος· Ἀβραὰμ δ’ αὐτὸς μέγας ἥξει,
Ἰσαὰκ ἠδ’ Ἰακώβ, Ἰησοῦς Δανιήλ τ’ Ἠλίας, Ἀμβακοὺμ καὶ Ἰωνᾶς καὶ οὓς ἔκταν Ἑβραῖοι. τοὺς δὲ μετ’ Ἠρεμίαν ἐπὶ βήματι πάντας ὀλέσσει39

2*

(250)

κρινομένους Ἑβραίους, ἵνα ἄξια ἔργα λάβωσιν καὶ τίσως’, ὅσα περ βιότῳ θνητῷ τις ἔπραξεν. καὶ τότε δὴ πάντες διὰ αἰθομένου ποταμοῖο καὶ φλογὸς ἀσβέστου διελεύσονθ’· οἵ τε δίκαιοι πάντες σωθήσοντ’· ἀσεβεῖς δ’ ἐπὶ τοῖσιν ὀλοῦνται
255εἰς αἰῶνας ὅλους, ὁπόσοι κακὰ πρόσθεν ἔρεξαν, ἠδὲ φόνους ἐποίησαν, ὅσοι δὲ συνίστορές εἰσιν, ψεῦσται καὶ κλέπται δόλιοί τ’ οἰκοφθόροι αἰνοί δειπνολόχοι καὶ κλεψίγαμοι δύσφημα χέοντες δεινοί θ’ ὑβρισταί τ’ ἄνομοί τ’ εἰδωλολάτραι τε·
260ἠδ’ ὁπόσοι μέγαν ἀθάνατον θεὸν ἐγκατέλειψαν βλάσφημοι δ’ ἐγένοντο καὶ εὐσεβέων κεραϊσταί πιστολέται καὶ τῶν δικαίων φθισήνορες ἀνδρῶν· ἠδ’ ὁπόσοι δολίοις καὶ ἀναιδέσιν ἀμφιπροσώποις πρεσβύτεροι γεραροί τε διήκονες εἰσορόωσιν
264. . . . . . . . . . . . . . . . . . . . .40
265αἰδόμενοι *κρίνους’ ἀδίκως ἑτέροισι ποιοῦντες* ψευδαπάταις φήμῃσι πεπεισμένοι .......... παρδαλίων τε λύκων ὀλοώτεροι ἠδὲ [κάκιστοι·] ἠδ’ ὁπόσοι μεγάλως ὑπερήφανοι ἠδὲ τοκισταί, οἳ τόκον ἔκ γε τόκων συναθροίζοντες κατὰ οἴκους
270ὀρφανικοὺς χήρας τε καταβλάπτουσιν [ἕκαστα·] ἠδ’ ὁπόσοι χήρῃσι καὶ ὀρφανικοῖσι διδοῦσιν ἐξ ἀδίκων ἔργων, ὁπόσοι δ’ ἰδίων ἀπὸ μόχθων δόντες ὀνειδίζουσιν· ὅσοι δὲ γονεῖς ἐνὶ γήρᾳ κάλλιπον οὐ τίσαντες ὅλως, οὐ θρέπτρα γονεῦσιν
275ἀντιπαρασχόντες, αὐτὰρ δ’ ὅσοι ἠπείθησαν ἠδὲ καὶ ἀντεῖπαν λόγον ἄγριον εἰς γενετῆρας· ἠδ’ ὁπόσοι πίστεις [τε] ἀπηρνήσαντο λαβόντες· καὶ θεράποντες ὅσοι κατὰ δεσποτέων ἐγένοντο, καὶ πάλιν οἳ τὴν σάρκα ἀσελγείῃ ἐμίηναν,
280ἠδ’ ὁπόσοι ζώνην τὴν παρθενικὴν ἀπέλυσαν λάθρη μισγόμενοι, ὅσσαι δ’ ἐνὶ γαστέρι φόρτους ἐκτρώσκουσιν, ὅσοι τε τόκους ῥίπτουσιν ἀθέσμως· φαρμακοὺς ἢ φαρμακίδας σὺν τοῖσι καὶ αὐτούς ὀργὴ ἐπουρανίοιο καὶ ἀφθάρτοιο θεοῖο41
285κίονι προσπελάσειεν, ὅπου περὶ κύκλον ἅπαντα ἀκάματος ποταμὸς πύρινος ῥεῖ, τοὺς δ’ ἅμα πάντας ἄγγελοι ἀθανάτοιο θεοῖό τε αἰὲν ἐόντος ἐν φλογίναις μάστιξι καὶ ἐν πυρίναις ἁλύσεσσιν δεσμοῖς ἀρρήκτοις τε περισφίγξαντες ὕπερθεν
290δεινοτάτως κολάσουσιν· ἔπειτα δὲ νυκτὸς ἀμολγῷ ἐν γέννῃ θηρσὶν ὑπὸ ταρταρίοισι βαλοῦνται πολλοῖς δειμαλέοισιν, ὅπου σκότος ἐστὶν ἄμετρον. ἀλλ’ ὁπόταν πολλὰς κολάσεις ἐνιποιήσωνται πᾶσιν, ὅσων κακὸν ἦτορ ἔην, ἀτὰρ ὕστερον αὖτε
295ἐκ ποταμοῦ μεγάλου πύρινος τροχὸς ἀμφικατέρξει αὐτούς, ὅττ’ ἄρα τοῖσιν ἀτάσθαλα ἔργα μέμηλεν. καὶ τότε θρηνήσουσιν ἐπ’ ἄλλυδις ἄλλος ἄπωθεν οἰκτροτάτῃ μοίρῃ πατέρες καὶ νήπια τέκνα, μητέρες ἠδέ τε τέκν’ ὑπομάζια δακρυόεντα.

2*

(300)

οὐδέ σφιν δακρύων κόρος ἔσσεται οὐδὲ μὲν αὐδή οἴκτρ’ ὀλοφυρομένων ἐσακούσεται ἄλλυδις ἄλλου,
ἀλλὰ μακρὰν ζοφόενθ’ ὑπὸ Τάρταρον εὐρώεντα τειρόμενοι βώσονται· ἐπ’ οὐχ ὁσίοισι δὲ χώροις τίσουσιν τρὶς τόσσον ὅσον κακὸν ἤλιτον ἔργον42
305δαιόμενοι πυρὶ πολλῷ· ἐπιβρύξουσι δ’ ὀδοῦσιν πάντες τηκόμενοι δίψῃ μαλερῇ τε βίῃ τε, καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ’ ἀπ’ αὐτῶν. οὐκέτι γὰρ θάνατος τούτους, οὐ νὺξ ἀναπαύσει. πολλὰ δ’ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα,
310καὶ τότ’ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ’ αὐτῶν. ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ’ ἔδωκεν ἀνδράσι πλαζομένοις διὰ χειρὸς παρθένου ἁγνῆς. τοὺς δ’ ἄλλους, ὁπόσοις τε δίκη καλά τ’ ἔργα μέμηλεν ἠδὲ καὶ εὐσεβίη τε δικαιότατοί τε λογισμοί,
315ἄγγελοι αἰρόμενοι δι’ αἰθομένου ποταμοῖο εἰς φῶς ἄξουσιν καὶ εἰς ζωὴν ἀμέριμνον, ἔνθα πέλει τρίβος ἀθάνατος μεγάλοιο θεοῖο καὶ τρισσαὶ πηγαὶ οἴνου μέλιτός τε γάλακτος· γαῖα δ’ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς
320διαμεριζομένη καρποὺς τότε πλείονας οἴσει αὐτομάτη, κοινοί τε βίοι καὶ πλοῦτος ἄμοιρος. οὐ γὰρ πτωχὸς ἐκεῖ, οὐ πλούσιος, οὐδὲ τύραννος, οὐ δοῦλος, οὐδ’ αὖ μέγας, οὐ μικρός τις ἔτ’ ἔσται,
οὐ βασιλεῖς, οὐχ ἡγεμόνες· κοινῇ δ’ ἅμα πάντες.43
325κοὐκέτ’ ἐρεῖ τις ὅλως «νὺξ ἤλυθεν», οὐδὲ μὲν «αὔριον», οὐκ «ἐχθὲς γέγονεν», οὐκ ἤματα πολλὰ μεριμνᾷ, οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν’, οὐ μετόπωρον, οὐ γάμον, οὐ θάνατον, οὐ πράσεις, οὐδ’ ἀγορασμούς, οὐ δύσιν ἀντολίην· ποιήσει γὰρ μακρὸν ἦμαρ·
330τοῖς καὶ ὁ παντοκράτωρ θεὸς ἄφθιτος ἄλλο παρέξει. εὐσεβέσιν, ὁπόταν θεὸν ἄφθιτον αἰτήσωνται, ἐκ μαλεροῖο πυρὸς καὶ ἀθανάτων ἀπὸ βρυγμῶν ἀνθρώπους σῶσαι δώσει· καὶ τοῦτο ποιήσει· λεξάμενος γὰρ ἐσαῦθις ἀπὸ φλογὸς ἀκαμάτοιο
335ἄλλος’ ἀποστήσας πέμψει διὰ λαὸν ἑαυτοῦ εἰς ζωὴν ἑτέραν καὶ αἰώνιον ἀθανάτοισιν Ἠλυσίῳ πεδίῳ, ὅθι οἱ πέλε κύματα μακρά λίμνης ἀενάου Ἀχερουσιάδος βαθυκόλπου. αἰαῖ ἐγὼ δειλή, τί γενήσομαι ἤματι τῷδε,
340ἀνθ’ ὧν ἡ δύσφρων γε πονησαμένη περὶ πάντων ἤλιτον οὔτε γάμῳ μεμελημένη οὔτε λογισμοῖς· ἀλλὰ καὶ ἐν μελάθροισιν ἐμοῖς πολυπάμμονος ἀνδρός δευομένους ἀπέκλεισα· τὰ δ’ ἔκνομα πρόσθεν ἔρεξα εἰδυῖα. σὺ δέ, σῶτερ, ἐμῶν ἀπὸ μαστικτήρων
345ῥῦσαι δή με κυνῶπιν, ἀναιδέα περ ῥέξασαν. ἥδε δ’ ἐγὼ λίτομαί σε βαιὸν παῦσαί μεν ἀοιδῆς,44
ἅγιε μαννοδότα, βασιλεῦ μεγάλης βασιλείης.45

3

(T1)

Ἐκ τοῦ δευτέρου λόγου
T2περὶ θεοῦ.
1*Ὑψιβρεμέτα, μάκαρ, οὐράνιε, ὃς ἔχεις τὰ Χερουβίμ* ἱδρυμένος, λίτομαι, παναληθέα φημίξασαν παῦσον βαιόν με· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ. ἀλλὰ τί μοι κραδίη πάλι πάλλεται ἠδέ γε θυμός
5τυπτόμενος μάστιγι βιάζεται ἔνδοθεν αὐδήν ἀγγέλλειν πᾶσιν· αὐτὰρ πάλι πάντ’ ἀγορεύσω, ὅσσα θεὸς κέλεταί μ’ ἀγορευέμεν ἀνθρώποισιν. ἄνθρωποι θεόπλαστον ἔχοντες ἐν εἰκόνι μορφήν τίπτε μάτην πλάζεσθε καὶ οὐκ εὐθεῖαν ἀταρπόν
10βαίνετε, ἀθανάτου κτίστου μεμνημένοι αἰεί; εἷς θεός ἐστι μόναρχος ἀθέσφατος αἰθέρι ναίων αὐτοφυὴς ἀόρατος ὁρώμενος αὐτὸς ἅπαντα· ὃν χεὶρ οὐκ ἐποίησε λιθοξόος οὐδ’ ἀπὸ χρυσοῦ τέχνῃς’ ἀνθρώπου φαίνει τύπος οὐδ’ ἐλέφαντος·46
15ἀλλ’ αὐτὸς ἀνέδειξεν αἰώνιος αὐτὸς ἑαυτόν ὄντα τε καὶ πρὶν ἐόντα, ἀτὰρ πάλι καὶ μετέπειτα. τίς γὰρ θνητὸς ἐὼν κατιδεῖν δύναται θεὸν ὄσσοις; ἢ τίς χωρήσει κἂν τοὔνομα μοῦνον ἀκοῦσαι οὐρανίου μεγάλοιο θεοῦ κόσμον κρατέοντος;
20ὃς λόγῳ ἔκτισε πάντα καὶ οὐρανὸν ἠδὲ θάλασσαν ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν ἄστρα τε λαμπετόωντα, κραταιὰν μητέρα Τηθύν, πηγὰς καὶ ποταμούς, πῦρ ἄφθιτον, ἤματα, νύκτας,
αὐτὸς δὴ θεός ἐσθ’ ὁ πλάσας τετραγράμματον Ἀδάμ47
25τὸν πρῶτον πλασθέντα καὶ οὔνομα πληρώσαντα ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον· αὐτὸς δ’ ἐστήριξε τύπον μορφῆς μερόπων τε καὶ θῆρας ποίησε καὶ ἑρπετὰ καὶ πετεηνά. οὐ σέβετ’, οὐδὲ φοβεῖσθε θεόν, ματαίως δὲ πλανᾶσθε
30προσκυνέοντες ὄφεις τε καὶ αἰλούροισι θύοντες εἰδώλοις τ’ ἀλάλοις λιθίνοις θ’ ἱδρύμασι φωτῶν· καὶ ναοῖς ἀθέοισι καθεζόμενοι πρὸ θυράων *τηρεῖτε* τὸν ἐόντα θεόν, ὃς πάντα φυλάσσει, τερπόμενοι κακότητι λίθων κρίσιν ἐκλαθέοντες
35ἀθανάτου σωτῆρος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν.
αἶ γένος αἱμοχαρὲς δόλιον κακὸν ἀσεβέων τε ψευδῶν διγλώσσων ἀνθρώπων καὶ κακοηθῶν λεκτροκλόπων εἰδωλολατρῶν δόλια φρονεόντων, οἷς κακὸν ἐν στέρνοισιν, ἔνι μεμανημένος οἶστρος,48
40αὐτοῖς ἁρπάζοντες, ἀναιδέα θυμὸν ἔχοντες· οὐδεὶς γὰρ πλουτῶν καὶ ἔχων ἄλλῳ μεταδώσει, ἀλλ’ ἔσεται κακίη δεινὴ πάντεσσι βροτοῖσιν, πίστιν δ’ οὐ σχήσουσιν ὅλως, χῆραί τε γυναῖκες στέρξουσιν κρυφίως ἄλλους πολλαὶ διὰ κέρδος,
45οὐ σπάρτην κατέχουσι βίου ἀνδρῶν λελαχοῦσαι. αὐτὰρ ἐπεὶ Ῥώμη καὶ Αἰγύπτου βασιλεύσει εἰσέτι δηθύνουσα, *τότε δὴ* βασιλεία μεγίστη ἀθανάτου βασιλῆος ἐπ’ ἀνθρώποισι φανεῖται. ἥξει δ’ ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσων

3

(50)

εἰς αἰῶνας ἅπαντας ἐπειγομένοιο χρόνοιο. καὶ τότε Λατίνων ἀπαραίτητος χόλος ἀνδρῶν· τρεῖς Ῥώμην οἰκτρῇ μοίρῃ καταδηλήσονται. πάντες δ’ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται, ὁππόταν οὐρανόθεν πύρινος ῥεύσῃ καταράκτης.
55οἴμοι, δειλαίη, πότ’ ἐλεύσεται ἦμαρ ἐκεῖνο καὶ κρίσις ἀθανάτοιο θεοῦ μεγάλου βασιλῆος;
ἄρτι δ’ ἔτι κτίζεσθε, πόλεις, κοσμεῖσθέ τε πᾶσαι ναοῖς καὶ σταδίοις ἀγοραῖς χρυσοῖς ξοάνοις τε ἀργυρέοις λιθίνοις τε, ἵν’ ἔλθητ’ εἰς πικρὸν ἦμαρ.49
60ἥξει γάρ, ὁπόταν θείου διαβήσεται ὀδμή πᾶσιν ἐν ἀνθρώποισιν. ἀτὰρ τὰ ἕκαστ’ ἀγορεύσω, ὅσσαις ἐν πόλεσιν μέροπες κακότητα φέρουσιν.
62* *
62
* ἐκ δὲ Σεβαστηνῶν ἥξει Βελίαρ μετόπισθεν καὶ στήσει ὀρέων ὕψος, στήσει δὲ θάλασσαν,
65ἠέλιον πυρόεντα μέγαν λαμπράν τε σελήνην καὶ νέκυας στήσει καὶ σήματα πολλὰ ποιήσει ἀνθρώποις· ἀλλ’ οὐχὶ τελεσφόρα ἔσσετ’ ἐν αὐτῷ, ἀλλὰ πλανᾷ καὶ δὴ μέροπας, πολλούς τε πλανήσει πιστούς τ’ ἐκλεκτούς θ’ Ἑβραίους ἀνόμους τε καὶ ἄλλους
70ἀνέρας, οἵτινες *οὔπω θεοῦ λόγον* εἰσήκουσαν. ἀλλ’ ὁπόταν μεγάλοιο θεοῦ πελάσωσιν ἀπειλαί, καὶ δύναμις φλογέουσα δι’ οἴδματος εἰς γαῖαν ἥξῃ, καὶ Βελίαρ φλέξῃ καὶ ὑπερφιάλους ἀνθρώπους πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσαντο·50
75καὶ τότε δὴ κόσμος ὑπὸ ταῖς παλάμῃσι γυναικός ἔσσεται ἀρχόμενος καὶ πειθόμενος περὶ παντός. ἔνθ’ ὁπόταν κόσμου παντὸς χήρη βασιλεύσῃ καὶ ῥίψῃ χρυσόν τε καὶ ἄργυρον εἰς ἅλα δῖαν, *καὶ χαλκόν τε* σίδηρον ἐφημερίων ἀνθρώπων
80εἰς πόντον ῥίψῃ, τότε δὴ στοιχεῖα πρόπαντα χηρεύσει κόσμου, ὁπόταν θεὸς αἰθέρι ναίων οὐρανὸν εἱλίξῃ, καθ’ ἅπερ βιβλίον εἰλεῖται· καὶ πέσεται πολύμορφος ὅλος πόλος ἐν χθονὶ δίῃ καὶ πελάγει· ῥεύσει δὲ πυρὸς μαλεροῦ καταράκτης
85ἀκάματος, φλέξει δὲ γαῖαν, φλέξει δὲ θάλασσαν, καὶ πόλον οὐράνιον καὶ ἤματα καὶ κτίσιν αὐτήν
εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει. κοὐκέτι φωστήρων σφαιρώματα καγχαλόωντα, οὐ νύξ, οὐκ ἠώς, οὐκ ἤματα πολλὰ μεριμνᾷς,51
90οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν’, οὐ μετόπωρον. καὶ τότε δὴ μεγάλοιο θεοῦ κρίσις εἰς μέσον ἥξει αἰῶνος μεγάλοιο, ὅταν τάδε πάντα γένηται.
92* *
92
* ὢ ὢ δὴ πλωτῶν ὑδάτων καὶ χέρσου ἁπάσης· ἠελίου ἀνιόντος, ὃς οὐ δὴ καὶ πάλι δύνει,
95πάνθ’ ὑπακούσονται κόσμον πάλιν εἰσανιόντι· τοὔνεκ’ ἄρ’ αὐτὸς πρῶτος ἐπέγνω καὶ κράτος αὐτοῦ.
96* *
96*
ἀλλ’ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, ἅς ποτ’ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν χώρῃ ἐν Ἀσσυρίῃ· ὁμόφωνοι δ’ ἦσαν ἅπαντες52

3

(100)

καὶ βούλοντ’ ἀναβῆν’ εἰς οὐρανὸν ἀστερόεντα· αὐτίκα δ’ ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην πνεύμασιν· αὐτὰρ ἔπειτ’ ἄνεμοι μέγαν ὑψόθι πύργον ῥίψαν καὶ θνητοῖσιν ἐπ’ ἀλλήλους ἔριν ὦρσαν·
τοὔνεκά τοι Βαβυλῶνα βροτοὶ πόλει οὔνομ’ ἔθεντο.53
105 αὐτὰρ ἐπεὶ πύργος τ’ ἔπεσεν γλῶσσαί τ’ ἀνθρώπων παντοδαπαῖς φωναῖσι διέστρεφον, αὐτὰρ ἅπασα γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλειῶν, καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, ἐξ οὗ περ κατακλυσμὸς ἐπὶ προτέρους γένετ’ ἄνδρας.
110καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ, οὓς ἐκάλεσσαν ἄνθρωποι γαῖάν τε καὶ οὐρανόν, οὔνομα θέντες, οὕνεκά τοι πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων. τρισσαὶ δὴ μερίδες γαίης κατὰ κλῆρον ἑκάστου,
115καὶ βασίλευσεν ἕκαστος ἔχων μέρος οὐδ’ ἐμάχοντο· ὅρκοι γάρ τ’ ἐγένοντο πατρὸς μερίδες τε δίκαιαι. τηνίκα δὴ πατρὸς τέλεος χρόνος ἵκετο γήρως καί ῥ’ ἔθανεν· καὶ παῖδες ὑπερβασίην ὅρκοισιν δεινὴν ποιήσαντες ἐπ’ ἀλλήλους ἔριν ὦρσαν,
120ὃς πάντεσσι βροτοῖσιν ἔχων βασιληίδα τιμήν ἄρξει· καὶ μαχέσαντο Κρόνος Τιτάν τε πρὸς αὐτούς. τοὺς δὲ Ῥέη καὶ Γαῖα φιλοστέφανός τ’ Ἀφροδίτη Δημήτηρ Ἑστίη τε ἐυπλόκαμός τε Διώνη ἤγαγον ἐς φιλίην συναγείρασαι βασιλῆας54
125πάντας ἀδελφειούς τε συναίμους ἠδὲ καὶ ἄλλους ἀνθρώπους, οἵ τ’ ἦσαν ἀφ’ αἵματος ἠδὲ τοκήων· καὶ κρῖναν βασιλῆα Κρόνον πάντων βασιλεύειν, οὕνεκά τοι πρέσβιστος ἔην καὶ εἶδος ἄριστος. ὅρκους δ’ αὖτε Κρόνῳ μεγάλους Τιτὰν ἐπέθηκεν,
130μὴ θρέψ’ ἀρσενικῶν παίδων γένος, ὡς βασιλεύσῃ αὐτός, ὅταν γῆράς τε Κρόνῳ καὶ μοῖρα πέληται. ὁππότε κεν δὲ Ῥέη τίκτῃ, παρὰ τήνδ’ ἐκάθηντο Τιτῆνες καὶ τέκνα διέσπων ἄρσενα πάντα, θήλεα δὲ ζώοντ’ εἴων παρὰ μητρὶ τρέφεσθαι.
135ἀλλ’ ὅτε τὴν τριτάτην γενεὴν τέκε πότνια Ῥείη, τίχθ’ Ἥρην πρώτην· καὶ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν θῆλυ γένος, ᾤχοντο πρὸς αὐτοὺς ἄγριοι ἄνδρες Τιτῆνες. καὶ ἔπειτα Ῥέη τέκεν ἄρσενα παῖδα, τὸν ταχέως διέπεμψε λάθρη ἰδίῃ τε τρέφεσθαι
140ἐς Φρυγίην τρεῖς ἄνδρας ἐνόρκους Κρῆτας ἑλοῦσα·
τοὔνεκά τοι Δί’ ἐπωνομάσανθ’, ὁτιὴ διεπέμφθη. ὣς δ’ αὔτως διέπεμψε Ποσειδάωνα λαθραίως. τὸ τρίτον αὖ Πλούτωνα Ῥέη τέκε δῖα γυναικῶν Δωδώνην παριοῦσα, ὅθεν ῥέεν ὑγρὰ κέλευθα55
145Εὐρώπου ποταμοῖο καὶ εἰς ἅλα μύρατο ὕδωρ ἄμμιγα Πηνειῷ, καί μιν στύγιον καλέουσιν. ἡνίκα δ’ ἤκουσαν Τιτῆνες παῖδας ἐόντας λάθριον, οὓς ἔσπειρε Κρόνος Ῥείη τε σύνευνος, ἑξήκοντα δέ τοι παῖδας συναγείρατο Τιτάν

3

(150)

καί ῥ’ εἶχ’ ἐν δεσμοῖσι Κρόνον Ῥείην τε σύνευνον, κρύψεν δ’ ἐν γαίῃ καὶ ἐν *ζωσμοῖς* ἐφύλασσεν. καὶ τότε *δή μιν* ἄκουσαν υἱοὶ κρατεροῖο Κρόνοιο καί οἱ ἐπήγειραν πόλεμον μέγαν ἠδὲ κυδοιμόν. αὕτη δ’ ἔστ’ ἀρχὴ πολέμου πάντεσσι βροτοῖσιν.
155[πρώτη γάρ τε βροτοῖς αὕτη πολέμοιο καταρχή]. καὶ τότε Τιτάνεσσι θεὸς κακὸν ἐγγυάλιξεν. καὶ πᾶσαι γενεαὶ Τιτάνων ἠδὲ Κρόνοιο κάτθανον. αὐτὰρ ἔπειτα χρόνου περιτελλομένοιο Αἰγύπτου βασίλειον ἐγείρατο, εἶτα τὸ Περσῶν
160Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος, εἶτα Μακηδονίων, πάλιν Αἰγύπτου, τότε Ῥώμης.
καὶ τότε μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν ἵστατο καί μ’ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν γαῖαν καὶ βασιλεῦσι τά τ’ ἐσσόμεν’ ἐν φρεσὶ θεῖναι.56
165καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἐγγυάλιξεν, ὅσσαι ἀνθρώπων βασιληίδες ἠγερέθονται. οἶκος μὲν γὰρ πρώτιστος Σολομώνιος ἄρξει Φοίνικές τ’, Ἀσίης ἐπιβήτορες ἠδὲ καὶ ἄλλων νήσων, Παμφύλων τε γένος Περσῶν τε Φρυγῶν τε,
170Καρῶν καὶ Μυσῶν Λυδῶν τε γένος πολυχρύσων. αὐτὰρ ἔπειθ’ Ἕλληνες ὑπερφίαλοι καὶ ἄναγνοι· *ἄλλο* Μακηδονίης ἔθνος μέγα ποικίλον ἄρξει, οἳ φοβερὸν πολέμοιο νέφος ἥξουσι βροτοῖσιν. ἀλλά μιν οὐράνιος θεὸς ἐκ βυθοῦ ἐξαλαπάξει.
175 αὐτὰρ ἔπειτ’ ἄλλης βασιληίδος ἔσσεται ἀρχή λευκὴ καὶ πολύκρανος ἀφ’ ἑσπερίοιο θαλάσσης, ἣ πολλῆς γαίης ἄρξει, πολλοὺς δὲ σαλεύσει, καὶ πᾶσιν βασιλεῦσι φόβον μετόπισθε ποιήσει, πολλὸν δ’ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει
180ἐκ πόλεων πολλῶν· πάλι δ’ ἔσσεται ἐν χθονὶ δίῃ χρυσίον, αὐτὰρ ἔπειτα καὶ ἄργυρος ἠδέ τε κόσμος. καὶ θλίψουσι βροτούς. μέγα δ’ ἔσσεται ἀνδράσι κείνοις πτῶν’, ὁπόταν ἄρξωνθ’ ὑπερηφανίης ἀδίκοιο. αὐτίκα δ’ ἐν τούτοις ἀσεβείας ἔσσετ’ ἀνάγκη,
185ἄρσην δ’ ἄρσενι πλησιάσει στήσουσί τε παῖδας αἰσχροῖς ἐν τεγέεσσι καὶ ἔσσεται ἤμασι κείνοις θλῖψις ἐν ἀνθρώποις μεγάλη καὶ πάντα ταράξει, πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει αἰσχροβίῳ φιλοχρημοσύνῃ, κακοκερδέι πλούτῳ,57
190ἐν πολλαῖς χώρῃσι, Μακηδονίῃ δὲ μάλιστα. μῖσος δ’ ἐξεγερεῖ καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς. [ἄχρι πρὸς ἑβδομάτην βασιληίδα, ἧς βασιλεύσει Αἰγύπτου βασιλεύς, ὃς ἀφ’ Ἑλλήνων γένος ἔσται.] καὶ τότ’ ἔθνος μεγάλοιο θεοῦ πάλι καρτερὸν ἔσται,
195οἳ πάντεσσι βροτοῖσι βίου καθοδηγοὶ ἔσονται. ἀλλὰ τί μοι καὶ τοῦτο θεὸς νόῳ ἔνθετο λέξαι, τί πρῶτον, τί δ’ ἔπειτα, τί δ’ ὑστάτιον κακὸν ἔσται πάντας ἐπ’ ἀνθρώπους, τίς δ’ ἀρχὴ τούτων ἔσται; πρῶτον Τιτάνεσσι θεὸς κακὸν ἐγγυαλίξει·

3

(200)

υἱοῖς γὰρ κρατεροῖο δίκας τίσουσι Κρόνοιο, οὕνεκά τοι δῆσάν τε Κρόνον καὶ μητέρα κεδνήν. δεύτερον αὖθ’ Ἕλλησι τυραννίδες ἠδ’ ἀγέρωχοι ἔσσονται βασιλῆες, ὑπερφίαλοι καὶ ἄναγνοι, κλεψίγαμοι καὶ πάντα κακοί, καὶ οὐκέτι θνητοῖς
205ἄμπαυσις πολέμοιο. Φρύγες δ’ ἔκπαγλοι ὀλοῦνται
πάντες καὶ Τροίῃ κακὸν ἔσσεται ἤματι κείνῳ. αὐτίκα καὶ Πέρσῃσι καὶ Ἀσσυρίοις κακὸν ἥξει πάσῃ τ’ Αἰγύπτῳ Λιβύῃ τ’ ἠδ’ Αἰθιόπεσσιν Καρσί τε Παμφύλοις τε κακὸν *μετακινηθῆναι*58
210καὶ πάντεσσι βροτοῖσι. τί δὴ καθ’ ἓν ἐξαγορεύω; ἀλλ’ ὁπόταν τὰ πρῶτα τέλος λάβῃ, αὐτίκα δ’ ἔσται δεύτερ’ ἐπ’ ἀνθρώπους. καί τοι πρώτιστα βοήσω. ἀνδράσιν εὐσεβέσιν ἥξει κακόν, οἳ περὶ ναόν οἰκείουσι μέγαν Σολομώνιον οἵ τε δικαίων
215ἀνδρῶν ἔκγονοί εἰσιν· ὁμῶς καὶ τῶνδε βοήσω φῦλον καὶ γενεὴν πατέρων καὶ δῆμον ἁπάντων πάντα περιφραδέως, βροτὲ ποικιλόμητι, δολόφρον. ἔστι πόλις ..... κατὰ χθονὸς Οὒρ Χαλδαίων, ἐξ ἧς δὴ γένος ἐστὶ δικαιοτάτων ἀνθρώπων,
220οἷσιν ἀεὶ βουλή τ’ ἀγαθὴ καλά τ’ ἔργα μέμηλεν. οὔτε γὰρ ἠελίου κύκλιον δρόμον οὔτε σελήνης
οὔτε πελώρια ἔργα μεριμνῶσιν κατὰ γαίης οὔτε βάθος χαροποῖο θαλάσσης Ὠκεανοῖο, οὐ πταρμῶν σημεῖ’, οἰωνοπόλων τε πετεεινά,59
225οὐ μάντεις, οὐ φαρμακούς, οὐ μὴν ἐπαοιδούς, οὐ μύθων μωρῶν ἀπάτας ἐγγαστεριμύθων, οὐδέ τε Χαλδαίων τὰ προμάντια ἀστρολογοῦσιν οὐδὲ μὲν ἀστρονομοῦσι· τὰ γὰρ πλάνα πάντα πέφυκεν, ὅσσα κεν ἄφρονες ἄνδρες ἐρευνώωσι κατ’ ἦμαρ
230ψυχὰς γυμνάζοντες ἐς οὐδὲν χρήσιμον ἔργον· καί ῥα πλάνας ἐδίδαξαν ἀεικελίους ἀνθρώπους, ἐξ ὧν δὴ κακὰ πολλὰ βροτοῖς πέλεται κατὰ γαῖαν, τοῦ πεπλανῆσθαι ὁδούς τ’ ἀγαθὰς καὶ ἔργα δίκαια. οἳ δὲ μεριμνῶσίν τε δικαιοσύνην τ’ ἀρετήν τε,
235κοὐ φιλοχρημοσύνην, ἥτις κακὰ μυρία τίκτει θνητοῖς ἀνθρώποις, πόλεμον καὶ λιμὸν ἄπειρον. τοῖσι δὲ μέτρα δίκαια πέλει κατ’ ἀγρούς τε πόλεις τε,
οὐδὲ κατ’ ἀλλήλων νυκτοκλοπίας τελέουσιν οὐδ’ ἀγέλας ἐλάουσι βοῶν ὀίων τε καὶ αἰγῶν60
240οὐδὲ ὅρους γαίης γείτων τοῦ γείτονος αἴρει οὐδὲ πολὺ πλουτῶν τις ἀνὴρ τὸν ἐλάττονα λυπεῖ, *οὐδέ γε χήρας θλίβει μᾶλλον δ’ αὖτε* βοηθεῖ αἰεὶ ἐπαρκείων σίτῳ οἴνῳ καὶ ἐλαίῳ· αἰεὶ δ’ ὄλβιος ἐν δήμῳ τοῖς μηδὲν ἔχουσιν,
245ἀλλὰ πενιχρομένοισι, θέρους ἀπόμοιραν ἰάλλει, πληροῦντες μεγάλοιο θεοῦ φάτιν, ἔννομον ὕμνον· πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν. ἡνίκα δ’ Αἴγυπτον λείψει καὶ ἀταρπὸν ὁδεύσει λαὸς ὁ δωδεκάφυλος ἐν ἡγεμόσιν θεοπέμπτοις

3

(250)

ἐν στύλῳ πυρόεντι τὸ νυκτερινὸν διοδεύων καὶ στύλῳ νεφέλης *πᾶν ἠὼς ἦμαρ ὁδεύσει*, τούτῳ δ’ ἡγητῆρα καταστήσει μέγαν ἄνδρα Μωσῆν, ὃν παρ’ ἕλους βασιλὶς εὑροῦς’ ἐκόμιζεν, θρεψαμένη δ’ υἱὸν ἐκαλέσσατο. ἡνίκα δ’ ἦλθεν
255λαὸν ὅδ’ ἡγεμονῶν, ὃν ἀπ’ Αἰγύπτου θεὸς ἦγεν εἰς τὸ ὄρος Σινᾶ, καὶ τὸν νόμον οὐρανόθι πρό δῶκε θεὸς γράψας πλαξὶν δυσὶ πάντα δίκαια,
καὶ προσέταξε ποιεῖν· καὶ ἢν ἄρα τις παρακούσῃ, ἠὲ νόμῳ τίσειε δίκην ἢ χερσὶ βροτείαις61
260ἠὲ λαθὼν θνητοὺς πάσῃ δίκῃ ἐξαπολεῖται.
260x x x x x x x x x x x x x x x x x x
263τοῖσι μόνοις καρπὸν τελέθει ζείδωρος ἄρουρα ἐξ ἑνὸς εἰς ἑκατόν, τελέθοντό τε μέτρα θεοῖο.
265ἀλλ’ ἄρα καὶ τούτοις κακὸν ἔσσεται οὐδὲ φύγονται λοιμόν. καὶ σὺ δὲ κάρτα, λιπὼν περικαλλέα σηκόν, φεύξῃ, ἐπεί σοι μοῖρα λιπεῖν πέδον ἁγνὸν ὑπάρχει. ἀχθήσῃ δὲ πρὸς Ἀσσυρίους καὶ νήπια τέκνα ὄψει δουλεύοντα παρ’ ἀνδράσι δυσμενέεσσιν
270ἠδ’ ἀλόχους· καὶ πᾶς βίοτος καὶ πλοῦτος ὀλεῖται· πᾶσα δὲ γαῖα σέθεν πλήρης καὶ πᾶσα θάλασσα· πᾶς δὲ προσοχθίζων ἔσται τοῖς σοῖς ἐθίμοισιν. γαῖα δ’ ἔρημος ἅπασα σέθεν· καὶ βωμὸς ἐρυμνός καὶ ναὸς μεγάλοιο θεοῦ καὶ τείχεα μακρά
275πάντα χαμαὶ πεσέονται, ὅτι φρεσὶν οὐκ ἐπίθησας ἀθανάτοιο θεοῦ ἁγνῷ νόμῳ, ἀλλὰ πλανηθείς εἰδώλοις ἐλάτρευσας ἀεικέσιν οὐδὲ φοβηθείς ἀθάνατον γενετῆρα θεῶν πάντων τ’ ἀνθρώπων οὐκ ἔθελες τιμᾶν, θνητῶν εἴδωλα δ’ ἐτίμας.
280ἀνθ’ ὧν ἑπτὰ χρόνων δεκάδας γῆ καρποδότειρα
261πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν
καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα.62
281ἔσσετ’ ἔρημος ἅπασα σέθεν καὶ θαύματα σηκοῦ. ἀλλὰ μένει ς’ ἀγαθοῖο τέλος καὶ δόξα μεγίστη, ὡς ἐπέκρανε θεός σοι ἄμβροτος. ἀλλὰ σὺ μίμνε πιστεύων μεγάλοιο θεοῦ ἁγνοῖσι νόμοισιν,
285ὁππότε σεῖο καμὸν ὀρθὸν γόνυ πρὸς φάος ἄρῃ. καὶ τότε δὴ θεὸς οὐράνιος πέμψει βασιλῆα, κρινεῖ δ’ ἄνδρα ἕκαστον ἐν αἵματι καὶ πυρὸς αὐγῇ. ἔστι δέ τις φυλὴ βασιλήιος, ἧς γένος ἔσται ἄπταιστον· καὶ τοῦτο χρόνοις περιτελλομένοισιν
290ἄρξει καὶ καινὸν σηκὸν θεοῦ ἄρξετ’ ἐγείρειν. καὶ πάντες Περσῶν βασιλεῖς ἐπικουρήσουσιν χρυσὸν καὶ χαλκόν τε πολύκμητόν τε σίδηρον. αὐτὸς γὰρ δώσει θεὸς ἔννυχον ἁγνὸν ὄνειρον. καὶ τότε δὴ ναὸς πάλιν ἔσσεται, ὡς πάρος ἦεν.
294* *
294*
295 ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον καὶ λιτόμην γενετῆρα μέγαν παύσασθαι ἀνάγκης, καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν ἵστατο καί μ’ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν γαῖαν καὶ βασιλεῦσι τά τ’ ἐσσόμεν’ ἐν φρεσὶ θεῖναι.

3

(300)

καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἔνθετο λέξαι, ὅσσα γέ τοι Βαβυλῶνι ἐμήσατο ἄλγεα λυγρά ἀθάνατος, ὅτι οἱ ναὸν μέγαν ἐξαλάπαξεν. αἰαῖ σοι, Βαβυλὼν ἠδ’ Ἀσσυρίων γένος ἀνδρῶν, πᾶσαν ἁμαρτωλῶν γαῖαν ῥοῖζός ποθ’ ἱκνεῖται,63
305καὶ πᾶσαν χώραν μερόπων ἀλαλαγμὸς ὀλέσσει καὶ πληγὴ μεγάλοιο θεοῦ, ἡγήτορος ὕμνων. ἀέριος γάρ σοι, Βαβυλών, ἥξει ποτ’ ἄνωθεν [αὐτὰρ ἀπ’ οὐρανόθεν καταβήσεται ἐξ ἁγίων σοι] καὶ θυμοῦ τέκνοις αἰώνιος ἐξολόθρευσις.
310καὶ τότ’ ἔσῃ, ὡς ἦσθα πρὸ τοῦ, ὡς μὴ γεγονυῖα· καὶ τότε πλησθήσῃ ἀπὸ αἵματος, ὡς πάρος αὐτή ἐξέχεας ἀνδρῶν τ’ ἀγαθῶν ἀνδρῶν τε δικαίων, ὧν ἔτι καὶ νῦν αἷμα βοᾷ εἰς αἰθέρα μακρόν. ἥξει σοι πληγὴ μεγάλη, Αἴγυπτε, πρὸς οἴκους,
315δεινή, ἣν οὔπω ποτ’ ἐπήλπισας ἐρχομένην σοι. ῥομφαία γὰρ *διελεύσεται διὰ μέσον σεῖο*, σκορπισμὸς δέ τε καὶ θάνατος καὶ λιμὸς ἐφέξει ἑβδομάτῃ γενεῇ βασιλήων, καὶ τότε παύσῃ. αἰαῖ σοι, χώρα Γὼγ ἠδὲ Μαγὼγ μέσον οὖσα
320Αἰθιόπων ποταμῶν, πόσον αἵματος ἔκχυμα δέξῃ, καὶ κρίσεως οἴκησις ἐν ἀνθρώποισι κεκλήσῃ, καὶ πίεταί σου γαῖα πολύδροσος αἷμα κελαινόν. αἰαῖ σοι, Λιβύη· αἰαῖ δὲ θάλασσά τε καὶ γῆ· θυγατέρες δυσμῶν, ὡς ἥξετε πικρὸν ἐς ἦμαρ.64
325ἥξετε καὶ χαλεποῖο διωκόμεναι ὑπ’ ἀγῶνος, δεινοῦ καὶ χαλεποῦ· δεινὴ κρίσις ἔσσεται αὖτις, καὶ κατ’ ἀνάγκην πάντες ἐλεύσεσθ’ εἰς 〈τὸν〉 ὄλεθρον, ἀνθ’ ὧν ἀθανάτοιο μέγαν διεδηλήσασθε οἶκον ὀδοῦσι σιδηρείοις τ’ ἐμασήσατε δεινῶς.
330τοὔνεκα δὴ νεκρῶν πλήρη σὴν γαῖαν ἐπόψει, τοὺς μὲν ὑπὸ πτολέμου καὶ πάσης δαίμονος ὁρμῆς, λιμοῦ καὶ λοιμοῦ, ὑπό τ’ ἐχθρῶν βαρβαροθύμων. γαῖα 〈δ’〉 ἔρημος ἅπασα σέθεν καὶ ἔρημα πόληες. ἐν δὲ δύσει ἀστὴρ λάμψει, ὃν ἐροῦσι κομήτην,
335ῥομφαίας λιμοῦ θανάτοιό τε σῆμα βροτοῖσιν, ἡγεμόνων τε *φθορὰν* ἀνδρῶν μεγάλων τ’ ἐπισήμων. σήματα δ’ ἔσσεται αὖτις ἐν ἀνθρώποισι μέγιστα· καὶ γὰρ Μαιῶτιν λίμνην Τάναϊς βαθυδίνης λείψει, κὰδ δὲ ῥόον βαθὺν αὔλακος ἔσσεται ὁλκός
340καρποφόρου, τὸ δὲ ῥεῦμα τὸ μυρίον αὐχέν’ ἐφέξει. χάσματα ἠδὲ βάραθρ’ ἀχανῆ· πολλαὶ δὲ πόληες αὔτανδροι πεσέονται· ἐν Ἀσιάδι μὲν Ἰασσός Κεβρὴν *Πανδονίη* Κολοφὼν Ἔφεσος Νίκαια
Ἀντιόχεια Τάναγρα Σινώπη Σμύρνη *Μάρος*65
345Γάζα πανολβίστη Ἱεράπολις Ἀστυπάλαια, Εὐρώπης δὲ *Κύαγρα κλύτος* βασιλὶς Μερόπεια Ἀντιγόνη Μαγνησίη *Μυκήνη πάνθεια*. ἴσθι τότ’ Αἰγύπτου ὀλοὸν γένος ἐγγὺς ὀλέθρου, καὶ τότ’ Ἀλεξανδρεῦσιν ἔτος τὸ παρελθὸν ἄμεινον

3

(350)

ὁππόσα δασμοφόρου Ἀσίης ὑπεδέξατο Ῥώμη, χρήματά κεν τρὶς τόσσα δεδέξεται ἔμπαλιν Ἀσίς ἐκ Ῥώμης, ὀλοὴν δ’ ἀποτίσεται ὕβριν ἐς αὐτήν. ὅσσοι δ’ ἐξ Ἀσίης Ἰταλῶν δόμον ἀμφεπόλευσαν, εἰκοσάκις τοσσοῦτοι ἐν Ἀσίδι θητεύσουσιν
355Ἰταλοὶ ἐν πενίῃ, ἀνὰ μυρία δ’ ὀφλήσουσιν. ὦ χλιδανὴ ζάχρυσε Λατινίδος ἔκγονε Ῥώμη, παρθένε, πολλάκι σοῖσι πολυμνήστοισι γάμοισιν οἰνωθεῖσα, λάτρις νυμφεύσεαι οὐκ ἐνὶ κόσμῳ, πολλάκι δ’ ἁβρὴν σεῖο κόμην δέσποινά τε κείρει
360ἠδὲ δίκην διέπουσα ἀπ’ οὐρανόθεν ποτὶ γαῖαν ῥίψει, ἐκ δὲ γαίης πάλιν οὐρανὸν εἲς ἀνεγείρει,
ὅττι βροτοὶ φαύλου ζωῆς ἀδίκου τ’ ἐνέχοντο. ἔσται καὶ Σάμος ἄμμος, ἐσεῖται Δῆλος ἄδηλος, καὶ Ῥώμη ῥύμη· τὰ δὲ θέσφατα πάντα τελεῖται.66
365Σμύρνης δ’ ὀλλυμένης οὐδεὶς λόγος. ἔκδικος ἔσται, ἀλλὰ κακαῖς βουλῇσι καὶ ἡγεμόνων κακότητι
366— — — — — — — — — — — — — εἰρήνη δὲ γαληνὸς ἐς Ἀσίδα γαῖαν ὁδεύσει· Εὐρώπη δὲ μάκαιρα τότ’ ἔσσεται, εὔβοτος αἰθήρ πουλυετὴς εὔρωστος ἀχείματος ἠδ’ ἀχάλαζος
370πάντα φέρων καὶ πτηνὰ καὶ ἑρπετὰ θηρία γαίης. ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ ἠὲ γυνή· μακάρων *κενεήφατος ὅσσον ἄγραυλος*· εὐνομίη γὰρ πᾶσα ἀπ’ οὐρανοῦ ἀστερόεντος ἥξει ἐπ’ ἀνθρώπους ἠδ’ εὐδικίη, μετὰ δ’ αὐτῆς
375ἡ πάντων προφέρουσα βροτοῖς ὁμόνοια σαόφρων καὶ στοργὴ πίστις φιλίη ξείνων ἄπο καὐτῶν *ἠδέ τε δυσνομίη μῶμος φθόνος ὀργὴ ἄνοια
φεύξετ’ ἀπ’ ἀνθρώπων πενίη· καὶ φεύξετ’ ἀνάγκη* καὶ φόνος οὐλόμεναί τ’ ἔριδες, καὶ νείκεα λυγρά67
380καὶ νυκτοκλοπίαι καὶ πᾶν κακὸν ἤμασι κείνοις. ἀλλὰ Μακηδονίη βαρὺ τέξεται Ἀσίδι πῆμα, Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἄλγος ἐκ γενεῆς Κρονίδαο νόθων δούλων τε γενέθλης. κείνη καὶ Βαβυλῶνα πόλιν δεδομήσετ’ ἐρυμνήν,
385καὶ πάσης ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν δεσπότις αὐδηθεῖσα κακαῖς ἄτῃσιν ὀλεῖται οὔνομ’ ἐν ὀψιγόνοισι πολυπλάγκτοισιν ἔχουσα. ἥξει καί ποτ’ ἄπιστος ἐς Ἀσίδος ὄλβιον οὖδας ἀνὴρ πορφυρέην λώπην ἐπιειμένος ὤμοις
390ἄγριος ἀλλοδίκης φλογόεις· ἤγειρε γὰρ αὐτοῦ πρόσθε κεραυνὸς φῶτα· κακὸν δ’ Ἀσίη ζυγὸν ἕξει πᾶσα, πολὺν δὲ χθὼν πίεται φόνον ὀμβρηθεῖσα. ἀλλὰ καὶ ὣς πανάιστον ἅπαντ’ Ἀίδης θεραπεύσει· ὧν δή περ γενεὴν αὐτὸς θέλει ἐξαπολέσσαι,
395ἐκ τῶν δὴ γενεῆς κείνου γένος ἐξαπολεῖται·
ῥίζαν ἴαν γε διδούς, ἣν καὶ κόψει βροτολοιγός ἐκ δέκα δὴ κεράτων, *παρὰ δὴ φυτὸν ἄλλο φυτεύσει,* κόψει πορφυρέης γενεῆς γενετῆρα μαχητήν καὐτὸς ὑφ’ *υἱῶν ὧν ἐς ὁμόφρονα αἴσιον ἄρρης*68

3

(400)

φθεῖται· καὶ τότε δὴ παραφυόμενον κέρας ἄρξει. ἔσται καὶ Φρυγίῃ δὲ φερεσβίῳ αὐτίκα τέκμαρ, ὁππότε κεν Ῥείης μιαρὸν γένος ἐν χθονὶ κῦμα ἀέναον ῥίζῃσιν ἀδιψήτοισι τεθηλός αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται
405ἐν πόλει αὐτάνδρῳ σεισίχθονος ἐννοσιγαίου, ἥν ποτε φημίξουσιν ἐπωνυμίην Δορύλαιον ἀρχαίης Φρυγίης πολυδακρύτοιο κελαινῆς. ἔστ’ ἄρα καιρὸς ἐκεῖνος ἐπωνυμίην ἐνοσίχθων κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει.
410σήματα δ’ οὐκ ἀγαθοῖο, κακοῖο δὲ φύσεται ἀρχή. παμφύλου πολέμοιο δαήμονας ἕξει ἄνακτας, Αἰνεάδας *διδούς* αὐτόχθονος, ἐγγενὲς αἷμα. ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς. Ἴλιον, οἰκτείρω σε· κατὰ Σπάρτην γὰρ Ἐρινύς
415βλαστήσει περικαλλὲς ἀείφατον ἔρνος ἄριστον Ἀσίδος Εὐρώπης τε πολυσπερὲς οἶδμα λιποῦσα· σοὶ δὲ μάλιστα γόους μόχθους στοναχάς τε φέρουσα θήσει· ἀγήρατον δ’ ἔσται κλέος ἐσσομένοισιν. καί τις ψευδογράφος πρέσβυς βροτὸς ἔσσεται αὖτις69
420ψευδόπατρις· δύσει δὲ φάος ἐν ὀπῇσιν ἑῇσιν· νοῦν δὲ πολὺν καὶ ἔπος διανοίαις ἔμμετρον ἕξει, οὐνόμασιν δυσὶ μισγόμενον· Χῖον δὲ καλέσσει αὑτὸν καὶ γράψει τὰ κατ’ Ἴλιον, οὐ μὲν ἀληθῶς, ἀλλὰ σοφῶς· ἐπέων γὰρ ἐμῶν μέτρων τε κρατήσει·
425πρῶτος γὰρ χείρεσσιν ἐμὰς βίβλους ἀναπλώσει· αὐτὸς δ’ αὖ μάλα κοσμήσει πολέμοιο κορυστάς, Ἕκτορα Πριαμίδην καὶ Ἀχιλλέα Πηλείωνα τούς τ’ ἄλλους, ὁπόσοις πολεμήια ἔργα μέμηλεν. καί γε θεοὺς τούτοισι παρίστασθαί γε ποιήσει,
430ψευδογραφῶν κατὰ πάντα τρόπον, μέροπας κενοκράνους. καὶ θανέειν μᾶλλον τοῖσιν κλέος ἔσσεται εὐρύ Ἰλίῳ· ἀλλὰ καὶ αὐτὸς ἀμοιβαῖα δέξεται ἔργα. καὶ Λυκίῃ Λοκροῖο γένος κακὰ πολλὰ φυτεύσει. Χαλκηδὼν στεινοῖο πόρον πόντοιο λαχοῦσα,70
435καί σε μολών ποτε παῖς Αἰτώλιος ἐξεναρίξει. Κύζικε, καί σοι πόντος ἀπορρήξει βαρὺν ὄλβον. καὶ σύ ποτ’ *Ἄρη, Βυζάντιον Ἀσίδι στέρξῃ*, καὶ δὴ καὶ στοναχὰς λήψῃ καὶ ἀνήριθμον αἷμα. καὶ Κράγος ὑψηλὸν Λυκίης ὄρος, ἐκ κορυφάων
440χάσματ’ ἀνοιγομένης πέτρης κελαρύξεται ὕδωρ, μέχρι κε καὶ Πατάρων μαντήια σήματα παύσῃ. Κύζικος, οἰκήτειρα Προποντίδος οἰνοπόλοιο, Ῥύνδακος ἀμφί σε κῦμα κορυσσόμενον σμαραγήσει. καὶ σύ, Ῥόδος, πουλὺν μὲν ἀδούλωτος χρόνον ἔσσῃ,
445ἡμερίη θυγάτηρ, πουλὺς δέ τοι ὄλβος ὄπισθεν ἔσσεται, ἐν πόντῳ δ’ ἕξεις κράτος ἔξοχον ἄλλων. ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς κάλλεσιν ἠδ’ ὄλβῳ· δεινὸν ζυγὸν αὐχένι θήσῃ. Λύδιος αὖ σεισμὸς δὲ τὰ Περσίδος ἐξεναρίξει,

3

(450)

Εὐρώπης Ἀσίης τελέων ῥίγιστά περ ἄλγη. Σιδονίων δ’ ὀλοὸς βασιλεὺς καὶ *φύλοπις ἄλλων ποντοπόρον σαμίοις ὀλοὸν δ’ ἵξουσιν ὄλεθρον*.
*αἵματι μὲν δάπεδον* κελαρύξεται εἰς ἅλα φωτῶν ὀλλυμένων ἄλοχοι δὲ σὺν ἀγλαοφαρέσι κούραις71
455ὕβριν ἀεικελίην ἰδίην ἀποθωΰξουσιν, ταὶ μὲν ὑπὲρ *νεκύων*, ταὶ δ’ ὀλλυμένων ὑπὲρ υἱῶν. σημεῖον Κύπρου· σεισμὸς φθίσει δὲ φάραγγας καὶ πολλὰς ψυχὰς Ἀίδης ὁμοθυμαδὸν ἕξει. Τράλλις δ’ ἡ γείτων Ἐφέσου σεισμῷ καταλύσει
460τείχεά τ’ εὐποίητ’ ἀνδρῶν τε λεὼν βαρυθύμων· ὀμβρήσει δέ τε γαῖα ὕδωρ ζεστόν, ποτὶ δ’ αὐτῆς γαῖα βαρυνομένη πίεται· ὀσμὴ δέ τε θείου. Καὶ Σάμος ἐν καιρῷ βασιλήια δώματα τεύξει. Ἰταλίη, σοὶ δ’ οὔτις Ἄρης ἀλλότριος ἥξει,
465ἀλλ’ ἐμφύλιον αἷμα πολύστονον οὐκ ἀλαπαδνόν πουλυθρύλλητόν τε ἀναιδέα σε κεραΐξει. καὶ δ’ αὐτὴ θερμῇσι παρὰ σποδιῇσι ταθεῖσα, ἀπροϊδῆ στήθεσσιν ἑοῖς ἐναρίξεαι αὐτήν. ἔσσῃ δ’ οὐκ ἀγαθῶν μήτηρ, θηρῶν δὲ τιθήνη.
470 ἀλλ’ ὅτ’ ἀπ’ Ἰταλίης λυμήτης ἵξεται ἀνήρ, τῆμος, Λαοδίκεια, καταπρηνὴς ἐριποῦσα, Καρῶν ἀγλαὸν ἄστυ Λύκου παρὰ θέσκελον ὕδωρ,
σιγήσεις μεγάλαυχον ἀποιμώξασα τοκῆα. Θρήικες δὲ Κρόβυζοι ἀναστήσονται ἀν’ Αἷμον.72
475 Καμπανοῖς ἄραβος πέλεται διὰ τὸν *πολύκαρπον* λιμόν· πουλυετεῖς δὲ [ἀποιμώξασα τοκῆα]. Κύρνος καὶ Σαρδὼ μεγάλαις χειμῶνος ἀέλλαις καὶ πληγαῖς ἁγίοιο θεοῦ κατὰ βένθεα πόντου δύσονται κατὰ κῦμα θαλασσείοις τεκέεσσιν.
480αἰαῖ, παρθενικὰς ὁπόσας νυμφεύσεται Ἅιδης, κούρους δ’ ἀκτερέας 〈ὁπόσουσ〉 βυθὸς ἀμφιπολεύσει· αἰαῖ νήπια τέκν’ ἁλινηχέα καὶ βαρὺν ὄλβον. Μυσῶν γαῖα μάκαιρα, γένος βασιλήιον ἄφνω *τεύξεται. οὐ μὴν πουλὺν ἐπὶ χρόνον ἔσσετ’ ἀληθῶς
485Καρχηδών*. Γαλάταις δὲ πολύστονος ἔσσεται οἶκτος. ἥξει καὶ Τενέδῳ κακὸν ἔσχατον, ἀλλὰ μέγιστον. καὶ Σικυὼν χάλκειος ὑλάγμασι καὶ σέ, Κόρινθε, αὐχήσει ἐπὶ πᾶσιν· ἴσον δὲ βοήσεται αὐλός.
488* *
488*
ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον,73
490καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν ἵστατο καί μ’ ἐκέλευσε προφητεῦσαι κατὰ γαῖαν. αἰαῖ Φοινίκων γένει ἀνδρῶν ἠδὲ γυναικῶν, καὶ πάσαις πόλεσιν παραλίαις, οὐδεμί’ ὑμῶν πρὸς φάος ἠελίοιο παρέσσεται ἐν φαῒ κοινῷ,
495οὐδ’ ἔτι τῆς ζωῆς ἀριθμὸς καὶ φῦλον ἔτ’ ἔσται ἀντ’ ἀδίκου γλώττης ἀνόμου τε βίου καὶ ἀνάγνου, ὃν κατέτριψαν πάντες ἀνοίγοντες στόμ’ ἄναγνον, καὶ δεινοὺς διέθεντο λόγους ψευδεῖς τ’ ἀδίκους τε κἄστησαν κατέναντι θεοῦ μεγάλου βασιλῆος

3

(500)

κἤνοιξαν ψευδῶς μυσαρὸν στόμα. τοὔνεκ’ ἄρ’ αὐτούς ἐκπάγλως πληγαῖσι δαμάσσειεν παρὰ πᾶσαν γαῖαν καὶ πικρὴν μοίρην πέμψει θεὸς αὐτοῖς ἐξ ἐδάφους φλέξας πόλιας καὶ πολλὰ θέμεθλα. αἰαῖ σοι, Κρήτη πολυώδυνε, εἴς σέ περ ἥξει
505πληγὴ καὶ φοβερὰ αἰώνιος *ἐξαλαπάξει*, καί σε καπνιζομένην πᾶσα χθὼν ὄψεται αὖτις κοὔ σε δι’ αἰῶνος λείψει πῦρ, ἀλλὰ καήσῃ. αἰαῖ σοι, Θρῄκη, ζυγὸν ὡς εἰς δούλιον ἥξεις· ἡνίκα σύμμικτοι Γαλάται τοῖς Δαρδανίδαισιν
510Ἑλλάδ’ ἐπεσσυμένως πορθέοντες, *τότε σοι κακὸν ἔσται*,
γαίῃ δ’ ἀλλοτρίῃ δώσεις ⏔ οὐδέ τι λήψῃ. αἰαῖ *σοι Γὼγ καὶ πᾶσιν ἐφεξῆς ἅμα Μαγώγ μαρσῶν ἠδ’ ἀγγὼν ὅσα σοι κακὰ μοῖρα πελάζει*, [πολλὰ δὲ] καὶ Λυκίων υἱοῖς Μυσῶν τε Φρυγῶν τε.74
515πολλὰ δὲ Παμφύλων ἔθνη Λυδῶν τε πεσεῖται Μαύρων τ’ Αἰθιόπων τε καὶ ἐθνῶν βαρβαροφώνων Καππαδοκῶν τ’ Ἀράβων τε· τί δὴ κατὰ μοῖραν ἕκαστον ἐξαυδῶ; πᾶσιν γάρ, ὅσοι χθόνα ναιετάουσιν, Ὕψιστος δεινὴν ἐπιπέμψει ἔθνεσι πληγήν.
520 Ἕλλησιν δ’ ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ, πολλὰ μὲν ἐκλεκτῶν ἀνδρῶν ὀλέσειε κάρηνα· πολλὰ δὲ πίονα μῆλα βροτῶν διαδηλήσονται ἵππων θ’ ἡμιόνων τε βοῶν τ’ ἀγέλας ἐριμύκων· δώματά τ’ εὐποίητα πυρὶ φλέξουσιν ἀθέσμως·
525πολλὰ δὲ σώματα δοῦλα πρὸς ἄλλην γαῖαν ἀνάγκῃ ἄξουσιν καὶ τέκνα βαθυζώνους τε γυναῖκας ἐκ θαλάμων ἁπαλὰς τρυφεροῖς ποσὶ πρόσθε πεσούσας· ὄψονται δεσμοῖσιν ὑπ’ ἐχθρῶν βαρβαροφώνων πᾶσαν ὕβριν δεινὴν πάσχοντας· κοὐκ ἔσετ’ αὐτοῖς
530μικρὸν ἐπαρκέσσων πόλεμον ζωῆς τ’ ἐπαρωγός. ὄψονταί τ’ ἰδίας κτήσεις καὶ πλοῦτον ἅπαντα ἐχθρὸν καρπίζοντα· τρόμος δ’ ὑπὸ γούνασιν ἔσται. φεύξονται δ’ ἑκατόν, εἷς δ’ αὐτοὺς πάντας ὀλέσσει· πέντε δὲ κινήσουσι βαρὺν χόλον· οἳ δὲ πρὸς αὐτούς75
535αἰσχρῶς φυρόμενοι πολέμῳ δεινῷ τε κυδοιμῷ οἴσουσιν ἐχθροῖσι χαράν, Ἕλλησι δὲ πένθος. δούλειος δ’ ἄρα – ζυγὸς ἔσσεται Ἑλλάδι πάσῃ· πᾶσι δ’ ὁμοῦ πόλεμός τε βροτοῖς καὶ λοιμὸς ἐπέσται, χάλκειόν τε μέγαν τεύξει θεὸς οὐρανὸν ὑψοῦ
540ἀβροχίην τ’ ἐπὶ γαῖαν ὅλην, αὐτὴν δὲ σιδηρᾶν. αὐτὰρ ἔπειτα βροτοὶ δεινῶς κλαύσουσιν ἅπαντες ἀσπορίην καὶ ἀνηροσίην· καὶ πῦρ ἐπὶ γαίης κατθήσει *πολὺν ἱστὸν*, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν· πάντων δ’ ἀνθρώπων τὸ τρίτον μέρος ἔσσεται αὖτις.
545 Ἑλλὰς δή, τί πέποιθας ἐπ’ ἀνδράσιν ἡγεμόνεσσιν θνητοῖς, οἷς οὐκ ἔστι φυγεῖν θανάτοιο τελευτήν; πρὸς τί τε δῶρα μάταια καταφθιμένοισι πορίζεις θύεις τ’ εἰδώλοις; τίς τοι πλάνον ἐν φρεσὶ θῆκεν ταῦτα τελεῖν προλιποῦσα θεοῦ μεγάλοιο πρόσωπον;

3

(550)

οὔνομα παγγενέταο σέβας δ’ ἔχε, μηδὲ λάθῃ σε. χίλια δ’ ἔστ’ ἔτεα καὶ πένθ’ ἑκατοντάδες ἄλλαι, ἐξ οὗ δὴ βασίλευσαν ὑπερφίαλοι βασιλῆες Ἑλλήνων, οἳ πρῶτα βροτοῖς κακὰ ἡγεμόνευσαν, πολλὰ θεῶν εἴδωλα καταφθιμένων *θανεόντων*,76
555ὧν ἕνεκεν τὰ μάταια φρονεῖν ὑμῖν ὑπεδείχθη. ἀλλ’ ὁπόταν μεγάλοιο θεοῦ χόλος ἔσσεται ὑμῖν, δὴ τότ’ ἐπιγνώσεσθε θεοῦ μεγάλοιο πρόσωπον. πᾶσαι δ’ ἀνθρώπων ψυχαὶ μεγάλα στενάχουσαι ἄντα πρὸς οὐρανὸν εὐρὺν ἀνασχόμεναι χέρας αὐτῶν
560ἄρξονται βασιλῆα μέγαν ἐπαμύντορα κλῄζειν καὶ ζητεῖν ῥυστῆρα χόλου μεγάλοιο, τίς ἔσται. ἀλλ’ ἄγε καὶ μάθε τοῦτο καὶ ἐν φρεσὶ κάτθεο σῇσιν, ὅσσα περιπλομένων ἐνιαυτῶν κήδεα ἔσται.
563— — — — — — — — — — — — — — — — — *καὶ τοὺς ἑλλὰς ἔρεξε* βοῶν ταύρων τ’ ἐριμύκων
565πρὸς ναὸν μεγάλοιο θεοῦ ὁλοκαρπώσασα, ἐκφεύξῃ πολέμοιο δυσηχέος ἠδὲ φόβοιο καὶ λοιμοῦ καὶ δοῦλον ὑπεκφεύξῃ ζυγὸν αὖτις. ἀλλὰ μέχρις γε τοσοῦδ’ ἀσεβῶν γένος ἔσσεται ἀνδρῶν, ὁππότε κεν τοῦτο προλάβῃ τέλος αἴσιμον ἦμαρ.
570οὐ γὰρ μὴ θύσητε θεῷ, μέχρι πάντα γένηται· ὅσσα θεός γε μόνος βουλεύσεται, οὐκ ἀτέλεστα. πάντα τελεσθῆναι κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη. εὐσεβέων ἀνδρῶν ἱερὸν γένος ἔσσεται αὖτις,
βουλαῖς ἠδὲ νόῳ προσκείμενοι Ὑψίστοιο,77
575οἳ ναὸν μεγάλοιο θεοῦ περικυδανέουσιν λοιβῇ τε κνίσσῃ τ’ ἠδ’ αὖθ’ ἱεραῖς ἑκατόμβαις ταύρων ζατρεφέων θυσίαις κριῶν τε τελείων πρωτοτόκων ὀίων τε καὶ ἀρνῶν πίονα μῆλα βωμῷ ἐπὶ μεγάλῳ ἁγίως ὁλοκαρπεύοντες.
580ἐν δὲ δικαιοσύνῃ νόμου Ὑψίστοιο λαχόντες ὄλβιοι οἰκήσουσι πόλεις καὶ πίονας ἀγρούς, αὐτοὶ δ’ ὑψωθέντες ὑπ’ ἀθανάτοιο προφῆται *καὶ* μέγα χάρμα βροτοῖς πάντεσσι φέροντες. μούνοις γάρ σφιν δῶκε θεὸς μέγας εὔφρονα βουλήν
585καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα· οἵτινες οὐκ ἀπάτῃσι κεναῖς οὐδ’ ἔργ’ ἀνθρώπων χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ’ ἐλέφαντος καὶ ξυλίνων λιθίνων τε θεῶν εἴδωλα καμόντων πήλινα μιλτόχριστα ζῳογραφίας τυποειδεῖς
590τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς ὄρθριοι ἐξ εὐνῆς αἰεὶ χρόα ἁγνίζοντες ὕδατι καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον καὶ ἔπειτα γονεῖς· μέγα δ’ ἔξοχα πάντων
595ἀνθρώπων ὁσίης εὐνῆς μεμνημένοι εἰσίν· κοὐδὲ πρὸς ἀρσενικοὺς παῖδας μίγνυνται ἀνάγνως, ὅσσα τε Φοίνικες Αἰγύπτιοι ἠδὲ Λατῖνοι Ἑλλάς τ’ εὐρύχορος καὶ ἄλλων ἔθνεα πολλά Περσῶν καὶ Γαλατῶν πάσης τ’ Ἀσίης παραβάντες78

3

(600)

ἀθανάτοιο θεοῦ ἁγνὸν νόμον *ὃν παρέβησαν* ἀνθ’ ὧν ἀθάνατος θήσει πάντεσσι βροτοῖσιν ἄτην καὶ λιμὸν καὶ πήματά τε στοναχάς τε καὶ πόλεμον καὶ λοιμὸν ἰδ’ ἄλγεα δακρυόεντα· οὕνεκεν ἀθάνατον γενέτην πάντων ἀνθρώπων
605οὐκ ἔθελον τιμᾶν ὁσίως, εἴδωλα δ’ ἐτίμων χειροποίητα σέβοντες, ἃ ῥίψουσιν βροτοὶ αὐτοί ἐν σχισμαῖς πετρῶν κατακρύψαντες δι’ ὄνειδος, ὁππόταν Αἰγύπτου βασιλεὺς νέος ἕβδομος ἄρχῃ τῆς ἰδίης γαίης ἀριθμούμενος ἐξ Ἑλλήνων
610ἀρχῆς, ἧς ἄρξουσι Μακηδόνες ἄσπετοι ἄνδρες· ἔλθῃ δ’ ἐξ Ἀσίης βασιλεὺς μέγας, αἰετὸς αἴθων, ὃς πᾶσαν σκεπάσει γαῖαν πεζῶν τε καὶ ἱππέων, πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει· ῥίψει δ’ Αἰγύπτου βασιλήιον· ἐκ δέ τε πάντα
615κτήμαθ’ ἑλὼν ἐποχεῖται ἐπ’ εὐρέα νῶτα θαλάσσης. καὶ τότε δὴ κάμψουσι θεῷ μεγάλῳ βασιλῆι
ἀθανάτῳ γόνυ λευκὸν ἐπὶ χθονὶ πουλυβοτείρῃ· ἔργα δὲ χειροποίητα πυρὸς φλογὶ πάντα πεσεῖται. καὶ τότε δὴ χάρμην μεγάλην θεὸς ἀνδράσι δώσει·79
620καὶ γὰρ γῆ καὶ δένδρα καὶ ἄσπετα ποίμνια μήλων δώσουσιν καρπὸν τὸν ἀληθινὸν ἀνθρώποισιν οἴνου καὶ μέλιτος γλυκεροῦ λευκοῦ τε γάλακτος καὶ σίτου, ὅπερ ἐστὶ βροτοῖς κάλλιστον ἁπάντων. ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε,
625ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. θῦε θεῷ ταύρων ἑκατοντάδας ἠδὲ καὶ ἀρνῶν πρωτοτόκων αἰγῶν τε περιπλομέναισιν ἐν ὥραις. ἀλλά μιν ἱλάσκου, θεὸν ἄμβροτον, αἴ κ’ ἐλεήσῃ. αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ’ ἄλλος.
630τὴν δὲ δικαιοσύνην τίμα καὶ μηδένα θλῖβε. ταῦτα γὰρ ἀθάνατος κέλεται δειλοῖσι βροτοῖσιν. ἀλλὰ σὺ τοῦ μεγάλοιο θεοῦ μήνιμα φύλαξαι, ὁππότε κεν πάντεσσι βροτοῖς λοιμοῖο τελευτή
ἔλθῃ καὶ φοβεροῖο δίκης 〈τε〉τύχωσι δαμέντες,80
635καὶ βασιλεὺς βασιλῆα λάβῃ χώραν τ’ ἀφέληται, ἔθνη δ’ ἔθνεα πορθήσῃ καὶ φῦλα δυνάσται, ἡγεμόνες δὲ φύγωσιν ἐς ἄλλην γαῖαν ἅπαντες, *ἀλλαχθῇ δέ τε γαῖα βροτῶν καὶ βάρβαρος ἀρχή Ἑλλάδα πορθήσῃ πᾶσαν καὶ πίονα γαῖαν
640ἐξαρύσῃ πλούτοιο καὶ ἀντίον εἰς ἔριν αὐτῶν ἔλθωσιν χρυσοῦ τε καὶ ἀργύρου εἵνεκεν· ἔσται ἡ φιλοχρημοσύνη κακὰ ποιμαίνουσα πόλεσσιν.* χώρῃ ἐν ἀλλοτρίῃ, ἄταφοι δὲ ἅπαντες ἔσονται, καὶ τῶν μὲν γῦπές τε καὶ ἄγρια θηρία γαίης
645σάρκας δηλήσονται· ἐπὰν δὴ ταῦτα τελεσθῇ, λείψανα γαῖα πέλωρος ἀναλώσειε θανόντων. αὐτὴ δ’ ἄσπαρτος καὶ ἀνήροτος ἔσται ἅπασα κηρύσσουσα τάλαινα μύσος μυρίων ἀνθρώπων·
648— — — — — — — — — — — — — πολλὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν

3

(650)

πέλτας καὶ θυρεοὺς γαισοὺς παμποίκιλά θ’ ὅπλα·
οὐδὲ μὲν ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν. καὶ τότ’ ἀπ’ ἠελίοιο θεὸς πέμψει βασιλῆα, ὃς πᾶσαν γαῖαν παύσει πολέμοιο κακοῖο, οὓς μὲν ἄρα κτείνας, οἷς δ’ ὅρκια πιστὰ τελέσσας.81
655οὐδέ γε ταῖς ἰδίαις βουλαῖς τάδε πάντα ποιήσει, ἀλλὰ θεοῦ μεγάλοιο πιθήσας δόγμασιν ἐσθλοῖς.
656— — — — — — — — — — — — — — — — — ναὸς δ’ αὖ μεγάλοιο θεοῦ περικαλλέι πλούτῳ βεβριθώς, χρυσῷ τε καὶ ἀργύρῳ ἠδέ τε κόσμῳ πορφυρέῳ· καὶ γαῖα τελεσφόρος ἠδὲ θάλασσα
660τῶν ἀγαθῶν πλήθουσα. καὶ ἄρξονται βασιλῆες ἀλλήλοις *κοτέειν ἐπαμύνοντες κακὰ θυμῷ*· ὁ φθόνος οὐκ ἀγαθὸν πέλεται δειλοῖσι βροτοῖσιν. ἀλλὰ πάλιν βασιλῆες ἐθνῶν ἐπὶ τήνδε γε γαῖαν ἀθρόοι ὁρμήσονται ἑαυτοῖς κῆρα φέροντες·
665σηκὸν γὰρ μεγάλοιο θεοῦ καὶ φῶτας ἀρίστους πορθεῖν βουλήσονται, ὁπηνίκα γαῖαν ἵκωνται. θήσουσιν κύκλῳ πόλεως μιαροὶ βασιλῆες τὸν θρόνον αὐτοῦ ἕκαστος ἔχων καὶ λαὸν ἀπειθῆ. καί ῥα θεὸς φωνῇ μεγάλῃ πρὸς πάντα λαλήσει
670λαὸν ἀπαίδευτον κενεόφρονα, καὶ κρίσις αὐτοῖς
ἔσσεται ἐκ μεγάλοιο θεοῦ, καὶ πάντες ὀλοῦνται χειρὸς ἀπ’ ἀθανάτοιο· ἀπ’ οὐρανόθεν δὲ πεσοῦνται ῥομφαῖαι πύρινοι κατὰ γαῖαν· λαμπάδες, αὐγαί ἵξονται μεγάλαι λάμπουσαι εἰς μέσον ἀνδρῶν.82
675γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις χειρὸς ἀπ’ ἀθανάτοιο, καὶ ἰχθύες οἱ κατὰ πόντον πάντα τε θηρία γῆς ἠδ’ ἄσπετα φῦλα πετεινῶν πᾶσαί τ’ ἀνθρώπων ψυχαὶ καὶ πᾶσα θάλασσα φρίξει ὑπ’ ἀθανάτοιο προσώπου καὶ φόβος ἔσται.
680ἠλιβάτους κορυφάς τ’ ὀρέων βουνούς τε πελώρων ῥήξει, κυάνεόν τ’ ἔρεβος πάντεσσι φανεῖται. ἠέριαι δὲ φάραγγες ἐν οὔρεσιν ὑψηλοῖσιν ἔσσονται πλήρεις νεκύων· ῥεύσουσι δὲ πέτραι αἵματι καὶ πεδίον πληρώσει πᾶσα χαράδρα.
685τείχεα δ’ εὐποίητα χαμαὶ πεσέονται ἅπαντα ἀνδρῶν δυσμενέων, ὅτι τὸν νόμον οὐκ ἔγνωσαν οὐδὲ κρίσιν μεγάλοιο θεοῦ, ἀλλ’ ἄφρονι θυμῷ πάντες ἐφορμηθέντες ἐφ’ Ἱερὸν ἤρατε λόγχας. καὶ κρινεῖ πάντας πολέμῳ θεὸς ἠδὲ μαχαίρῃ
690καὶ πυρὶ καὶ ὑετῷ τε κατακλύζοντι· καὶ ἔσται θεῖον ἀπ’ οὐρανόθεν, αὐτὰρ λίθος ἠδὲ χάλαζα πολλὴ καὶ χαλεπή· θάνατος δ’ ἐπὶ τετράποδ’ ἔσται. καὶ τότε γνώσονται θεὸν ἄμβροτον, ὃς τἄδε κρίνει·
οἰμωγή τε καὶ ἀλαλαγμὸς κατ’ ἀπείρονα γαῖαν83
695ἵξεται ὀλλυμένων ἀνδρῶν· καὶ πάντες ἄναγνοι αἵματι λούσονται· πίεται δέ τε γαῖα καὶ αὐτή αἵματος ὀλλυμένων, κορέσονται θηρία σαρκῶν. — αὐτός μοι τάδε πάντα θεὸς μέγας ἀέναός τε εἶπε προφητεῦσαι· τάδε δ’ ἔσσεται οὐκ ἀτέλεστα·

3

(700)

οὐδ’ ἀτελεύτητον, ὅ τι κεν μόνον ἐν φρεσὶ θείῃ· ἄψευστον γὰρ πνεῦμα θεοῦ πέλεται κατὰ κόσμον. υἱοὶ δ’ αὖ μεγάλοιο θεοῦ περὶ ναὸν ἅπαντες ἡσυχίως ζήσοντ’ εὐφραινόμενοι ἐπὶ τούτοις, οἷς δώσει κτίστης ὁ δικαιοκρίτης τε μόναρχος.
705αὐτὸς γὰρ σκεπάσειε μόνος μεγαλωστὶ παραστάς, κύκλοθεν ὡσεὶ τεῖχος ἔχων πυρὸς αἰθομένοιο. ἀπτόλεμοι δ’ ἔσσονται ἐν ἄστεσιν ἠδ’ ἐνὶ χώραις. οὐ χεὶρ γὰρ πολέμοιο κακοῦ, μάλα δ’ ἔσσεται αὐτοῖς αὐτὸς ὑπέρμαχος ἀθάνατος καὶ χεὶρ Ἁγίοιο.
710καὶ τότε δὴ νῆσοι πᾶσαι πόλιές τ’ ἐρέουσιν, ὁππόσον ἀθάνατος φιλέει τοὺς ἄνδρας ἐκείνους. πάντα γὰρ αὐτοῖσιν συναγωνιᾷ ἠδὲ βοηθεῖ, οὐρανὸς ἠέλιός τε θεήλατος ἠδὲ σελήνη.
715ἡδὺν ἀπὸ στομάτων δὲ λόγον ἄξουσιν ἐν ὕμνοις· «δεῦτε, πεσόντες ἅπαντες ἐπὶ χθονὶ λισσώμεσθα ἀθάνατον βασιλῆα, θεὸν μέγαν ἀέναόν τε. πέμπωμεν πρὸς ναόν, ἐπεὶ μόνος ἐστὶ δυνάστης· καὶ νόμον ὑψίστοιο θεοῦ φραζώμεθα πάντες,
714γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις84
720ὅστε δικαιότατος πέλεται πάντων κατὰ γαῖαν. ἡμεῖς δ’ ἀθανάτοιο τρίβου πεπλανημένοι ἦμεν, ἔργα δὲ χειροποίητα σεβάσμεθα ἄφρονι θυμῷ εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων.» ταῦτα βοήσουσιν ψυχαὶ πιστῶν ἀνθρώπων·
725[«δεῦτε, θεοῦ κατὰ δῆμον ἐπὶ στομάτεσσι πεσόντες τέρψωμεν ὕμνοισι θεὸν γενετῆρα κατ’ οἴκους, ἐχθρῶν ὅπλα ποριζόμενοι κατὰ γαῖαν ἅπασαν ἑπτὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν, πέλτας καὶ θυρεοὺς κόρυθας παμποίκιλά θ’ ὅπλα,
730πολλά τε καὶ τόξων πληθὺν βελέων ἀδίκων τε· οὐδὲ γὰρ ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν.»] ἀλλά, τάλαιν’ Ἑλλάς, ὑπερήφανα παῦε φρονοῦσα· λίσσεο δ’ ἀθάνατον μεγαλήτορα καὶ προφύλαξαι· στεῖλον μὴ ἐπὶ τήνδε πόλιν 〈σὸν〉 λαὸν ἄβουλον,
735ὅστε μὴ ἐξ ὁσίης γαίης πέλεται Μεγάλοιο.
μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἀμείνων· πάρδαλιν ἐκ κοίτης· μή τοι κακὸν ἀντιβολήσῃ· ἀλλ’ ἀπέχου, μηδ’ ἴσχ’ ὑπερήφανον ἐν στήθεσσιν θυμὸν ὑπερφίαλον, στείλας πρὸς ἀγῶνα κραταιόν.85
740καὶ δούλευε θεῷ μεγάλῳ, ἵνα τῶνδε μετάσχῃς. ὁππότε δὴ καὶ τοῦτο λάβῃ τέλος αἴσιμον ἦμαρ, [εἰς δὲ βροτοὺς ἥξει κρίσις ἀθανάτοιο θεοῖο,] ἥξει ἐπ’ ἀνθρώπους μεγάλη κρίσις ἠδὲ καὶ ἀρχή. γῆ γὰρ παγγενέτειρα βροτοῖς δώσει τὸν ἄριστον
745καρπὸν ἀπειρέσιον σίτου οἴνου καὶ ἐλαίου [αὐτὰρ ἀπ’ οὐρανόθεν μέλιτος γλυκεροῦ ποτὸν ἡδύ δένδρεά τ’ ἀκροδρύων καρπὸν καὶ πίονα μῆλα καὶ βόας ἔκ τ’ ὀίων ἄρνας αἰγῶν τε χιμάρους·] πηγάς τε ῥήξει γλυκερὰς λευκοῖο γάλακτος·

3

(750)

πλήρεις δ’ αὖτε πόλεις ἀγαθῶν καὶ πίονες ἀγροί ἔσσοντ’· οὐδὲ μάχαιρα κατὰ χθονὸς οὐδὲ κυδοιμός· οὐδὲ βαρὺ στενάχουσα σαλεύσεται οὐκέτι γαῖα· οὐ πόλεμος οὐδ’ αὖτε κατὰ χθονὸς αὐχμὸς ἔτ’ ἔσται, οὐ λιμὸς καρπῶν τε κακορρέκτειρα χάλαζα·
755ἀλλὰ μὲν εἰρήνη μεγάλη κατὰ γαῖαν ἅπασαν, καὶ βασιλεὺς βασιλῆι φίλος μέχρι τέρματος ἔσται αἰῶνος, κοινόν τε νόμον κατὰ γαῖαν ἅπασαν
ἀνθρώποις τελέσειεν ἐν οὐρανῷ ἀστερόεντι ἀθάνατος, ὅσα πέπρακται δειλοῖσι βροτοῖσιν.86
760αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ’ ἄλλος· αὐτὸς καὶ πυρὶ φλέξειεν χαλεπῶν γένος ἀνδρῶν. ἀλλὰ κατασπεύσαντες ἑὰς φρένας ἐν στήθεσσιν, φεύγετε λατρείας ἀνόμους, τῷ ζῶντι λάτρευε· μοιχείας πεφύλαξο καὶ ἄρσενος ἄκριτον εὐνήν·
765τὴν δ’ ἰδίαν γένναν παίδων τρέφε μηδὲ φόνευε ταῦτα γὰρ ἀθάνατος κεχολώσεται ὅς κεν ἁμάρτῃ. καὶ τότε δὴ ἐξεγερεῖ βασιλήιον εἰς αἰῶνας πάντας ἐπ’ ἀνθρώπους, ἅγιον νόμον ὅς ποτ’ ἔδωκεν εὐσεβέσιν, τοῖς πᾶσιν ὑπέσχετο γαῖαν ἀνοίξειν
770καὶ κόσμον μακάρων τε πύλας καὶ χάρματα πάντα καὶ νοῦν ἀθάνατον αἰώνιον εὐφροσύνην τε. πάσης δ’ ἐκ γαίης λίβανον καὶ δῶρα πρὸς οἴκους οἴσουσιν μεγάλοιο θεοῦ· κοὐκ ἔσσεται ἄλλος οἶκος ἐπ’ ἀνθρώποισι καὶ ἐσσομένοισι πυθέσθαι,
775ἀλλ’ ὃν ἔδωκε θεὸς πιστοῖς ἄνδρεσσι γεραίρειν. [υἱὸν γὰρ καλέουσι βροτοὶ μεγάλοιο θεοῖο,]
καὶ πᾶσαι πεδίοιο τρίβοι καὶ τρηχέες ὄχθαι οὔρεά θ’ ὑψήεντα καὶ ἄγρια κύματα πόντου εὔβατα καὶ εὔπλωτα γενήσεται ἤμασι κείνοις·87
780πᾶσα γὰρ εἰρήνη ἀγαθῶν ἐπὶ γαῖαν ἱκνεῖται· ῥομφαίαν δ’ ἀφελοῦσι θεοῦ μεγάλοιο προφῆται· αὐτοὶ γὰρ κριταί εἰσι βροτῶν βασιλεῖς τε δίκαιοι. ἔσται δὴ καὶ πλοῦτος ἐν ἀνθρώποισι δίκαιος· αὕτη γὰρ μεγάλοιο θεοῦ κρίσις ἠδὲ καὶ ἀρχή.
785 εὐφράνθητι, κόρη, καὶ ἀγάλλεο· σοὶ γὰρ ἔδωκεν εὐφροσύνην αἰῶνος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν. ἐν σοὶ δ’ οἰκήσει· σοὶ δ’ ἔσσεται ἀθάνατον φῶς· ἠδὲ λύκοι τε καὶ ἄρνες ἐν οὔρεσιν ἄμμιγ’ ἔδονται χόρτον, παρδάλιές τ’ ἐρίφοις ἅμα βοσκήσονται·
790ἄρκτοι σὺν μόσχοις νομάδες αὐλισθήσονται· σαρκοβόρος τε λέων φάγεται ἄχυρον παρὰ φάτνῃ ὡς βοῦς· καὶ παῖδες μάλα νήπιοι ἐν δεσμοῖσιν ἄξουσιν· πηρὸν γὰρ ἐπὶ χθονὶ θῆρα ποιήσει. σὺν βρέφεσίν τε δράκοντες ἅμ’ ἀσπίσι κοιμήσονται
795κοὐκ ἀδικήσουσιν· χεὶρ γὰρ θεοῦ ἔσσετ’ ἐπ’ αὐτούς.
σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδές, ὥστε νοῆσαι, ἡνίκα δὴ πάντων τὸ τέλος γαίηφι γένηται. ὁππότε κεν ῥομφαῖαι ἐν οὐρανῷ ἀστερόεντι ἐννύχιαι ὀφθῶσι πρὸς ἕσπερον ἠδὲ πρὸς ἠῶ,88

3

(800)

αὐτίκα καὶ κονιορτὸς ἀπ’ οὐρανόθεν προφέρηται πρὸς γαῖαν *ἅπαν, καί οἱ* σέλας ἠελίοιο ἐκλείψει κατὰ μέσσον ἀπ’ οὐρανοῦ ἠδὲ σελήνης ἀκτῖνες προφανοῦσι καὶ ἂψ ἐπὶ γαῖαν ἵκονται· αἵματι καὶ σταγόνεσσι πετρῶν δ’ ἄπο σῆμα γένηται·
805ἐν νεφέλῃ δ’ ὄψεσθε μάχην πεζῶν 〈τε〉 καὶ ἱππέων οἷα κυνηγεσίην θηρῶν, ὀμίχλῃσιν ὁμοίην. τοῦτο τέλος πολέμοιο τελεῖ θεὸς οὐρανὸν οἰκῶν. ἀλλὰ χρὴ πάντας θύειν μεγάλῳ βασιλῆι. ταῦτά σοι Ἀσσυρίης Βαβυλώνια τείχεα μακρά
810οἰστρομανὴς προλιποῦσα, ἐς Ἑλλάδα πεμπόμενον πῦρ πᾶσι προφητεύουσα θεοῦ μηνίματα θνητοῖς
811— — — — — — — — — — — — — — — — — ὥστε προφητευσαί με βροτοῖς αἰνίγματα θεῖα. καὶ καλέσουσι βροτοί με καθ’ Ἑλλάδα πατρίδος ἄλλης, ἐξ Ἐρυθρῆς γεγαυῖαν ἀναιδέα· οἳ δέ με Κίρκης89
815μητρὸς καὶ Γνωστοῖο πατρὸς φήσουσι Σίβυλλαν μαινομένην ψεύστειραν· ἐπὴν δὲ γένηται ἅπαντα, τηνίκα μου μνήμην ποιήσετε κοὐκέτι μ’ οὐδείς μαινομένην φήσειε, θεοῦ μεγάλοιο προφῆτιν. οὐ γὰρ ἐμοὶ δήλωσεν, ἃ πρὶν γενετῆρσιν ἐμοῖσιν·
820ὅσσα δὲ πρῶτ’ ἐγένοντο, τά μοι *θεὸς* κατέλεξε, τῶν μετέπειτα δὲ πάντα θεὸς νόῳ ἐγκατέθηκεν, ὥστε προφητεύειν με τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα καὶ λέξαι θνητοῖς. ὅτε γὰρ κατεκλύζετο κόσμος ὕδασι, καί τις ἀνὴρ μόνος εὐδοκίμητος ἐλείφθη
825ὑλοτόμῳ ἐνὶ οἴκῳ ἐπιπλώσας ὑδάτεσσιν σὺν θηρσὶν πτηνοῖσί θ’, ἵν’ ἐμπλησθῇ πάλι κόσμος· τοῦ μὲν ἐγὼ νύμφη καὶ ἀφ’ αἵματος αὐτοῦ ἐτύχθην, τῷ τὰ πρῶτ’ ἐγένοντο· τὰ δ’ ἔσχατα πάντ’ ἀπεδείχθη·
ὥστ’ ἀπ’ ἐμοῦ στόματος τάδ’ ἀληθινὰ πάντα λελέχθω.90

4

(T1)

Λόγος τέταρτος.
1Κλῦτε, λεὼς Ἀσίης μεγαλαυχέος Εὐρώπης τε, ὅσσα μελιφθέγκτοιο διὰ στόματος μεγάροιο μέλλω ἀφ’ ἡμετέρου παναληθέα μαντεύεσθαι· οὐ ψευδοῦς Φοίβου χρησμηγόρος, ὅντε μάταιοι
5ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν· ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν εἰδώλοις ἀλάλοισι λιθοξέστοισιν ὅμοιον. οὐδὲ γὰρ οἶκον ἔχει ναῷ λίθον ἑλκυσθέντα, κωφότατον νωδόν τε, βροτῶν πολυαλγέα λώβην·
10ἀλλ’ ὃν ἰδεῖν οὐκ ἔστιν ἀπὸ χθονὸς οὐδὲ μετρῆσαι ὄμμασιν ἐν θνητοῖς, οὐ πλασθέντα χερὶ θνητῇ· ὃς καθορῶν ἅμα πάντας ὑπ’ οὐδενὸς αὐτὸς ὁρᾶται· οὗ νύξ τε δνοφερή τε καὶ ἡμέρη ἠέλιός τε ἄστρα σεληναίη τε καὶ ἰχθυόεσσα θάλασσα91
15καὶ γῆ καὶ ποταμοί τε καὶ ἀενάων στόμα πηγῶν κτίσματα πρὸς ζωήν, ὄμβροι θ’ ἅμα καρπὸν ἀρούρης τίκτοντες καὶ δένδρα καὶ ἄμπελον ἠδέ τ’ ἐλαίην. οὗτός μοι μάστιγα διὰ φρενὸς ἤλασεν εἴσω, ἀνθρώποις ὅσα νῦν τε καὶ ὁππόσα ἔσσεται αὖτις
20ἐκ πρώτης γενεῆς ἄχρις ἐς δεκάτην ἀφικέσθαι ἀτρεκέως καταλέξαι· ἅπαντα γὰρ αὐτὸς ἐλέγξει ἐξανύων. σὺ δὲ πάντα, λεώς, ἐπάκουε Σιβύλλης ἐξ ὁσίου στόματος φωνὴν προχέοντος ἀληθῆ. ὄλβιοι ἀνθρώπων κεῖνοι κατὰ γαῖαν ἔσονται,
25ὅσσοι δὴ στέρξουσι μέγαν θεὸν εὐλογέοντες πρὶν πιέειν φαγέειν τε πεποιθότες εὐσεβίῃσιν· οἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν,
28aκαὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα.92
29αἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσιν
30τετραπόδων· λεύσουσι δ’ ἑνὸς θεοῦ εἰς μέγα κῦδος οὔτε φόνον ῥέξαντες ἀτάσθαλον οὔτε κλοπαῖον κέρδος ἀπεμπολέοντες, ἃ δὴ ῥίγιστα τέτυκται, οὐδ’ ἄρ’ ἐπ’ ἀλλοτρίῃ κοίτῃ πόθον αἰσχρὸν ἔχοντες [οὐδὲ ἐπ’ ἄρσενος ὕβριν ἀπεχθέα τε στυγερήν τε].
35 ὧν τρόπον εὐσεβίην τε καὶ ἤθεα ἀνέρες ἄλλοι οὔποτε μιμήσονται ἀναιδείην ποθέοντες· ἀλλ’ αὐτοὺς χλεύῃ τε γέλωτί τε μυχθίζοντες νήπιοι ἀφροσύνῃσιν ἐπιψεύσονται ἐκείνοις, ὅσς’ αὐτοὶ ῥέξουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα.
40δύσπιστον γὰρ ἅπαν μερόπων γένος. ἀλλ’ ὅταν ἤδη κόσμου καὶ θνητῶν ἔλθῃ κρίσις, ἣν θεὸς αὐτός ποιήσει κρίνων ἀσεβεῖς θ’ ἅμα εὐσεβέας τε· καὶ τότε δυσσεβέας μὲν ὑπὸ ζόφον ἐν πυρὶ πέμψει [καὶ τότ’ ἐπιγνώσονται, ὅσην ἀσέβειαν ἔρεξαν]·
45εὐσεβέες δὲ μενοῦσιν ἐπὶ ζείδωρον ἄρουραν
πνεῦμα θεοῦ δόντος ζωήν θ’ ἅμα καὶ χάριν αὐτοῖς. ἀλλὰ τὰ μὲν δεκάτῃ γενεῇ μάλα πάντα τελεῖται· νῦν δ’ ὅς’ ἀπὸ πρώτης γενεῆς ἔσται, τάδε λέξω. πρῶτα μὲν Ἀσσύριοι θνητῶν ἄρξουσιν ἁπάντων93

4

(50)

ἓξ γενεὰς κόσμοιο διακρατέοντες ἐν ἀρχῇ, ἐξ οὗ μηνίσαντος ἐπουρανίοιο θεοῖο αὐτῇσιν πολίεσσι καὶ ἀνθρώποισιν ἅπασιν γῆν ἐκάλυψε θάλασσα κατακλυσμοῖο ῥαγέντος. οὓς Μῆδοι καθελόντες ἐπαυχήσουσι θρόνοισιν,
55οἷς γενεαὶ δύο μοῦναι ἐφ’ ὧν τάδε ἔσσεται ἔργα· νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ· ἄστρα δ’ ἀπ’ οὐρανόθεν λείψει καὶ κύκλα σελήνης· γῆ δὲ κλόνῳ σεισμοῖο τινασσομένη μεγάλοιο πολλὰς πρηνίξει πόλιας καὶ ἔργ’ ἀνθρώπων·
60ἐκ δὲ βυθοῦ τότε νῆσοι ὑπερκύψουσι θαλάσσης. ἀλλ’ ὅταν Εὐφρήτης μέγας αἵματι πλημμύρηται, καὶ τότε δὴ Μήδοις Πέρσαισί τε φύλοπις αἰνή στήσεται ἐν πολέμῳ· Περσῶν δ’ ὑπὸ δούρασι Μῆδοι πίπτοντες φεύξονται ὑπὲρ μέγα Τίγριδος ὕδωρ.
65Περσῶν δὲ κράτος ἔσται ὅλου κόσμοιο μέγιστον, οἷς γενεὴ μία κεῖται ἀνακτορίης πολυόλβου. ἔσται δ’, ὅσσα κεν ἄνδρες ἀπεύξωνται, κακὰ ἔργα,
φυλόπιδές τε φόνοι τε διχοστασίαι τε φυγαί τε πύργων τε πρηνισμοὶ ἀναστασίαι τε πολήων,94
70Ἑλλὰς ὅταν μεγάλαυχος ἐπὶ πλατὺν Ἑλλήσποντον πλεύσει Φρυξὶ βαρεῖαν ἰδ’ Ἀσίδι κῆρα φέρουσα. αὐτὰρ ἐς Αἴγυπτον πολυαύλακα πυροφόρον τε λιμὸς ἀκαρπίη τε περιπλομένων ἐνιαυτῶν εἴκοσι φοιτήσει, σταχυητρόφος ἡνίκα Νεῖλος
75ἄλλοθί που ὑπὸ γαῖαν ἀποκρύψει μέλαν ὕδωρ. ἥξει δ’ ἐξ Ἀσίης βασιλεὺς μέγα ἔγχος ἀείρας νηυσὶν ἀμετρήτοισιν, τὰ μὲν βυθοῦ ὑγρὰ κέλευθα πεζεύσει, πλεύσει δὲ ταμὼν ὄρος ὑψικάρηνον· ὃν φυγάδ’ ἐκ πολέμου δειλὴ ὑποδέξεται Ἀσίς.
80 Σικελίην δὲ τάλαιναν ἐπιφλέξει μάλα πᾶσαν χεῦμα πυρὸς μεγάλοιο ἐρευγομένης φλογὸς Αἴτνης· ἠδὲ Κρότων πέσεται μεγάλη πόλις εἰς βαθὺ χεῦμα. ἔσται δ’ Ἑλλάδι νεῖκος· ἐν ἀλλήλοις δὲ μανέντες πολλὰς πρηνίξουσι πόλεις, πολλοὺς δ’ ὀλέσουσιν
85μαρνάμενοι· τὸ δὲ νεῖκος ἰσόρροπον ἀλλήλοισιν. ἀλλ’ ὅταν ἐς δεκάτην γενεὴν μερόπων γένος ἔλθῃ,
καὶ τότε Πέρσῃσιν ζυγὰ δούλια καὶ φόβος ἔσται. αὐτὰρ ἐπεὶ σκήπτροισι Μακηδόνες αὐχήσουσιν, ἔσται καὶ Θήβῃσι κακὴ μετόπισθεν ἅλωσις,95
90Κᾶρες δ’ οἰκήσουσι Τύρον, Τύριοι δ’ ἀπολοῦνται. καὶ Σάμον ἄμμος ἅπασαν ὑπ’ ἠιόνεσσι καλύψει, Δῆλος δ’ οὐκέτι δῆλος, ἄδηλα δὲ πάντα τὰ Δήλου. καὶ Βαβυλὼν μεγάλη μὲν ἰδεῖν, μικρὴ δὲ μάχεσθαι στήσεται ἀχρήστοισιν ἐπ’ ἐλπίσι τειχισθεῖσα.
95Βάκτρα κατοικήσουσι Μακηδόνες· οἳ δ’ ὑπὸ Βάκτρων καὶ Σούσων φεύξονται ἐς Ἑλλάδα γαῖαν ἅπαντες. ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς νῆσον ἵκηται. καὶ σύ, Βάρις, πέσεαι καὶ Κύζικος, ἡνίκα γαίης

4

(100)

βρασσομένης σεισμοῖσιν ὀλισθαίνουσι πόληες. ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον. οὐδὲ Μακηδονίης ἔσται κράτος· ἀλλ’ ἀπὸ δυσμῶν Ἰταλὸς ἀνθήσει πόλεμος μέγας, ᾧ ὕπο κόσμος
λατρεύσει δούλειον ἔχων ζυγὸν Ἰταλίδῃσιν.96
105καὶ σύ, τάλαινα Κόρινθε, τεήν ποτ’ ἐπόψει ἅλωσιν. Καρχηδών, καὶ σεῖο χαμαὶ γόνυ πύργος ἐρείσει. τλῆμον Λαοδίκεια, σὲ δὲ στρώσει ποτὲ σεισμός πρηνίξας, στήσῃ δὲ πάλιν πόλις ἱδρυνθεῖσα. ὦ Λυκίης Μύρα καλά, σὲ δ’ οὔποτε βρασσομένη χθών
110στηρίξει· πρηνὴς δὲ κάτω πίπτους’ ἐπὶ γαίης εἰς ἑτέρην εὔξῃ προφυγεῖν χθόνα, οἷα μέτοικος, ἡνίκα δὴ Πατάρων *ὅμαδόν ποτε δυσσεβίῃσιν βρονταῖς καὶ σεισμοῖσιν ἁλὸς πετάσει μέλαν ὕδωρ*. Ἀρμενίη, καὶ σοὶ δὲ μένει δούλειος ἀνάγκη·
115 ἥξει καὶ Σολύμοισι κακὴ πολέμοιο θύελλα Ἰταλόθεν, νηὸν δὲ θεοῦ μέγαν ἐξαλαπάξει, ἡνίκ’ ἂν ἀφροσύνῃσι πεποιθότες εὐσεβίην μέν ῥίψωσιν στυγεροὺς δὲ φόνους τελέωσι πρὸ νηοῦ· καὶ τότ’ ἀπ’ Ἰταλίης βασιλεὺς μέγας οἷά τε δράστης
120φεύξετ’ ἄφαντος ἄπυστος ὑπὲρ πόρον Εὐφρήταο,
ὁππότε δὴ μητρῷον ἄγος στυγεροῖο φόνοιο τλήσεται ἄλλα τε πολλά, κακῇ σὺν χειρὶ πιθήσας. πολλοὶ δ’ ἀμφὶ θρόνῳ Ῥώμης πέδον αἱμάξουσιν κείνου ἀποδρήσαντος ὑπὲρ Παρθηίδα γαῖαν.97
125εἰς Συρίην δ’ ἥξει Ῥώμης πρόμος, ὃς πυρὶ νηόν συμφλέξας Σολύμων, πολλοὺς δ’ ἅμα ἀνδροφονήσας Ἰουδαίων ὀλέσει μεγάλην χθόνα εὐρυάγυιαν. καὶ τότε δὴ Σαλαμῖνα Πάφον δ’ ἅμα σεισμὸς ὀλέσσει, Κύπρον ὅταν πολύκλυστον ὑπερκλονέῃ μέλαν ὕδωρ.
130 ἀλλ’ ὁπόταν χθονίης ἀπὸ ῥωγάδος Ἰταλίδος γῆς πυρσὸς ἀποστραφθεὶς εἰς οὐρανὸν εὐρὺν ἵκηται, πολλὰς δὲ φλέξῃ πόλιας καὶ ἄνδρας ὀλέσσῃ, πολλὴ δ’ αἰθαλόεσσα τέφρη μέγαν αἰθέρα πλήσῃ, καὶ ψεκάδες πίπτωσιν ἀπ’ οὐρανοῦ οἷά τε μίλτος,
135γινώσκειν τότε μῆνιν ἐπουρανίοιο θεοῖο, εὐσεβέων ὅτι φῦλον ἀναίτιον ἐξολέσουσιν. ἐς δὲ δύσιν τότε νεῖκος ἐγειρομένου πολέμοιο ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας,
Εὐφρήτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν.98
140 τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ’ ἐροῦσιν, ἡνίκ’ ἂν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς. καὶ Κύρρον τότε λοιμὸς ὀλεῖ καὶ φύλοπις αἰνή. αἰαῖ, Κύπρε τάλαινα, σὲ δὲ πλατὺ κῦμα θαλάσσης κρύψει χειμερίῃσιν ἀναρριφθεῖσαν ἀέλλαις.
145 ἥξει δ’ εἰς Ἀσίην πλοῦτος μέγας, ὅν ποτε Ῥώμη αὐτὴ συλήσασα πολυκτέανον κατὰ δῶμα θήκατο· καὶ δὶς ἔπειτα τοσαῦτα καὶ ἄλλ’ ἀποδώσει εἰς Ἀσίην, τότε δ’ ἔσται ὑπέρκτησις πολέμοιο. Καρῶν δὲ πτολίεθρα παρ’ ὕδασι Μαιάνδροιο

4

(150)

ὅσσα πεπύργωνται περικαλλέα, πικρὸς ὀλέσσει λιμός, ὅταν Μαίανδρος ἀποκρύψῃ μέλαν ὕδωρ.
ἀλλ’ ὅταν εὐσεβίης μὲν ἀπ’ ἀνθρώπων ἀπόληται πίστις καὶ τὸ δίκαιον ἀποκρυφθῇ ἐνὶ κόσμῳ, – ⏑ παλίμβολοι – ⏑ ἐπ’ οὐχ ὁσίοισι δὲ τόλμαις99
155ζῶντες ὕβριν ῥέξωσιν, ἀτάσθαλα καὶ κακὰ ἔργα, εὐσεβέων δ’ οὐδεὶς ποιῇ λόγον, ἀλλὰ καὶ αὐτούς πάντας ὑπ’ ἀφροσύνης μέγα νήπιοι ἐξολέσωσιν ὕβρεσι χαίροντες καὶ ἐφ’ αἵμασι χεῖρας ἔχοντες· καὶ τότε γινώσκειν θεὸν οὐκέτι πρηῢν ἐόντα,
160ἀλλὰ χόλῳ βρύχοντα καὶ ἐξολέκοντα γενέθλην ἀνθρώπων ἅμα πᾶσαν ὑπ’ ἐμπρησμοῦ μεγάλοιο. ἆ μέλεοι, μετάθεσθε, βροτοί, τάδε, μηδὲ πρὸς ὀργήν παντοίην ἀγάγητε θεὸν μέγαν, ἀλλὰ μεθέντες φάσγανα καὶ στοναχὰς ἀνδροκτασίας τε καὶ ὕβρεις
165ἐν ποταμοῖς λούσασθε ὅλον δέμας ἀενάοισιν, χεῖράς τ’ ἐκτανύσαντες ἐς αἰθέρα τῶν πάρος ἔργων
συγγνώμην αἰτεῖσθε καὶ εὐλογίαις ἀσέβειαν πικρὰν ἱλάσκεσθε· θεὸς δώσει μετάνοιαν οὐδ’ ὀλέσει· παύσει δὲ χόλον πάλιν, ἤνπερ ἅπαντες100
170εὐσεβίην περίτιμον ἐνὶ φρεσὶν ἀσκήσητε. εἰ δ’ οὔ μοι πείθοισθε κακόφρονες, ἀλλ’ ἀσέβειαν στέργοντες τάδε πάντα κακαῖς δέξαισθε ἀκουαῖς, πῦρ ἔσται κατὰ κόσμον ὅλον καὶ σῆμα μέγιστον ῥομφαίᾳ σάλπιγγι, ἅμ’ ἠελίῳ ἀνιόντι·
175κόσμος ἅπας μύκημα καὶ ὄμβριμον ἦχον ἀκούσει. φλέξει δὲ χθόνα πᾶσαν, ἅπαν δ’ ὀλέσει γένος ἀνδρῶν καὶ πάσας πόλιας ποταμούς θ’ ἅμα ἠδὲ θάλασσαν· ἐκκαύσει δέ τε πάντα, κόνις δ’ ἔσετ’ αἰθαλόεσσα. ἀλλ’ ὅταν ἤδη πάντα τέφρη σποδόεσσα γένηται
180καὶ πῦρ κοιμήσῃ θεὸς ἄσπετον, ὥσπερ ἀνῆψεν,
ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν. καὶ τότε δὴ κρίσις ἔσσετ’, ἐφ’ ᾗ δικάσει θεὸς αὐτός κρίνων ἔμπαλι κόσμον· ὅσοι δ’ ὑπὸ δυσσεβίῃσιν101
185ἥμαρτον, τοὺς δ’ αὖτε χυτὴ κατὰ γαῖα καλύψει Τάρταρά τ’ εὐρώεντα μυχοὶ στύγιοί τε γεέννης. ὅσσοι δ’ εὐσεβέουσι, πάλιν ζήσοντ’ ἐπὶ γαῖαν
189πνεῦμα θεοῦ δόντος ζωήν θ’ ἅμα καὶ χάριν αὐτοῖς
190εὐσεβέσιν· πάντες δὲ τότ’ εἰσόψονται ἑαυτούς νήδυμον ἠελίου τερπνὸν φάος εἰσορόωντες. ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ.
188ἀθανάτου μεγάλοιο θεοῦ καὶ ἄφθιτον ὄλβον102

5

(T1)

Λόγος πέμπτος.
1 Ἀλλ’ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων. ἦ τοι μὲν πρώτιστα μετ’ ὀλλυμένους βασιλῆας Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν, καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα
5ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος, ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δ’ ὤρεξε Φιλίππῳ, οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα, καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο, ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν,
10πολλοὺς δ’ αὖ μετ’ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας, καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο,
ἔσσετ’ ἄναξ πρώτιστος, ὅ τις δέκα δὶς κορυφώσει γράμματος ἀρχομένου· πολέμων δ’ ἐπὶ πουλὺ κρατήσει· ἕξει δ’ ἐκ δεκάδος πρῶτον τύπον· ὥστε μετ’ αὐτόν103
15ἄρχειν, στοιχείων ὅστις λάχε γράμματος ἀρχήν· ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις, Μέμφις πρηνιχθεῖσα δι’ ἡγεμόνων κακότητα ἠδὲ γυναικὸς ἀδουλώτου ἐπὶ κῦμα πεσούσης. καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ’ ὑποτάξει·
20ἐν μακρῷ δὲ χρόνῳ ἑτέρῳ παραδώσεται ἀρχήν, ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην ἕξει καὶ ποταμοῦ φίλον οὔνομα, ὅς τ’ ἐπὶ Πέρσας ἄρξει καὶ Βαβυλῶνα· βαλεῖ δορὶ δὴ τότε Μήδους. εἶτα τριῶν ἀριθμῶν κεραίην ὅστις λάχεν, ἄρξει.
25δὶς δέκα δ’ ὅς〈τισ〉 ἔπειτ’ ἄρξει, κεραίην ἐπὶ πρώτην ἕξει ἄναξ· κεῖνος δὲ καθ’ ὕστατον Ὠκεανοῖο ἵξεθ’ ὕδωρ *ἄμπωτιν ὑπ’ αὐσονίσιν* ἀίξας. πεντήκοντα δ’ ὅτις κεραίην λάχε, κοίρανος ἔσται, δεινὸς ὄφις φυσῶν πόλεμον βαρύν, ὅς ποτε χεῖρας
30ἧς γενεῆς τανύσας ὀλέσει καὶ πάντα ταράξει ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν·
καὶ τμήξει τὸ δίκυμον ὄρος λύθρῳ τε παλάξει· ἀλλ’ ἔσται καὶ ἄιστος ὀλοίιος· εἶτ’ ἀνακάμψει ἰσάζων θεῷ αὐτόν· ἐλέγξει δ’ οὔ μιν ἐόντα.104
35 τρεῖς δὲ μετ’ αὐτὸν ἄνακτες ὑπ’ ἀλλήλων ἀπολοῦνται. εἶτά τις εὐσεβέων ὀλετὴρ ἥξει μέγας ἀνδρῶν, ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον. τοῦ δέ, τριηκοσίης κεραίης ὅ τι πρῶτον, ἐλέγχων παῖς κράτος ἐξαφελεῖ, μετὰ δ’ αὐτὸν κοίρανος ἔσται
40τετράδος ἐκ κεραίης, *τ’ ἔφθος μόρος*, αὐτὰρ ἔπειτα πεντήκοντ’ ἀριθμῶν γεραρὸς βροτός. αὐτὰρ ἐπ’ αὐτῷ, ὅστε τριηκοσίης κεραίης λάχεν ἔντυπον ἀρχήν, Κελτὸς ὀρειοβάτης, σπεύδων δ’ ἐπὶ δῆριν ἑῴαν μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται·
45ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, ἀλλὰ Νεμείης ἄνθεος οὔνομ’ ἔχουσα· μετ’ αὐτὸν δ’ ἄλλος ἀνάξει, ἀργυρόκρανος ἀνήρ· τῷ δ’ ἔσσεται οὔνομα πόντου· ἔσται καὶ πανάριστος ἀνὴρ καὶ πάντα νοήσει. καὶ ἐπὶ σοί, πανάριστε, πανέξοχε, κυανοχαῖτα,

5

(50)

καὶ ἐπὶ σοῖσι κλάδοισι τάδ’ ἔσσεται ἤματα πάντα. τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει. τείρομαι ἡ τριτάλαινα κακὴν φάτιν ἐν φρεσὶ θέσθαι· *Ἴσιδος ἡ γνωστή* καὶ χρησμῶν ἔνθεον ὕμνον.
πρῶτον μὲν περὶ σεῖο βάσιν ναοῦ πολυκλαύστου105
55μαινάδες ἀίξουσι, καὶ ἐν παλάμῃσι κακῇσιν ἔσσεαι ἤματι τῷδε, ὅταν ποτὲ Νεῖλος ὁδεύσῃ γαῖαν ὅλην Αἴγυπτον ἕως πηχῶν δέκα καὶ ἕξ, ὥστε κλύσαι γῆν πᾶσαν ἐπαρδεῦσαί τε ῥόοισιν· σιγήσει δὲ χάρις γαίης καὶ δόξα προσώπου.
60 Μέμφι, σὺ μὲν κλαύσῃ ὑπὲρ Αἰγύπτου τὰ μέγιστα· πρόσθε γὰρ ἡ μεγάλως γαίης κρατέουσα γενήσῃ λυπρή, ὥστε βοῆσαι καὶ αὐτὸν τερπικέραυνον οὐρανόθεν φωνῇ μεγάλῃ· ‚μεγαλόσθενε Μέμφι, ἡ τὸ πάλαι δειλοῖσι βροτοῖς αὐχοῦσα μέγιστα
65κλαύσεαι ἀργαλέη καὶ πάμμορος, ὥστε νοῆσαι αὐτὴν ἀίδιον θεὸν ἄμβροτον ἐν νεφέεσσιν. ποῦ σοι λῆμα κραταιὸν ἐν ἀνθρώποισι τέτυκται; ἀνθ’ ὧν ἐξεμάνης ἐς ἐμοὺς παῖδας θεοχρίστους καί τε κάκην ὤτρυνας ἐπ’ ἀνδράσι τοῖς ἀγαθοῖσιν,
70ἕξεις ἀντὶ τόσων τοίαν τροφὸν εἵνεκα ποινῆς. οὐκέτι σοι *φανερῶς* θέμις ἔσται ἐν μακάρεσσιν· ἐξ ἄστρων πέπτωκας, ἐς οὐρανὸν οὐκ ἀναβήσῃ.‛ ταῦτα μὲν Αἰγύπτῳ θεὸς ἔννεπεν ἐξαυδῆσαι
ὑστατίῳ καιρῷ, ὅτε πάγκακοι ἄνδρες ἔσονται.106
75ἀλλὰ ταλαιπωροῦσι κακοὶ κακότητα μένοντες ὀργὴν ἀθανάτοιο βαρυκτύπου οὐρανίωνος, ἀντὶ θεοῦ δὲ λίθους καὶ κνώδαλα θρησκεύοντες πολλὰ μάλ’ ἄλλυδις ἄλλα φοβούμενοι, οἷς λόγος οὐδείς, οὐ νοῦς, οὐκ ἀκοή, ἅτε μοι θέμις οὐδ’ ἀγορεύειν,
80εἰδώλων τὰ ἕκαστα, βροτῶν παλάμαις γεγαῶτα· ἐξ ἰδίων δὲ κόπων καὶ ἀτασθαλιῶν ἐπινοιῶν ἄνθρωποι δέξαντο θεοὺς ξυλίνους λιθίνους τε χαλκοῦς τε χρυσοῦς τε καὶ ἀργυρέους τε, ματαίους ἀψύχους κωφοὺς καὶ ἐν πυρὶ χωνευθέντας
85ποιήσαντο μάτην γε πεποιθότες ἐν τοιούτοις. — Θμοῦις καὶ Ξοῦις *θλίβεται κόπτεται βουλῆ* Ἡρακλέους τε Διός τε καὶ Ἑρμείαο ⏑ – ⏒ καὶ σὲ δ’, Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα 〈πολήων〉 οὐ λείψει πόλεμός τ’, οὐ ..........
90τῆς ὑπερηφανίης δώσεις, ὅσα πρόσθεν ἔρεξας. σιγήσεις αἰῶνα πολὺν καὶ νόστιμον ἦμαρ
91— — — — — — — — — — — — — — — — — κοὐκέτι σοι ῥεύσει τρυφερὸν πόμα.....
92— — — — — — — — — — — — — — — — — ἥξει γὰρ Πέρσης ἐπὶ σὸν *δάπος* ὥστε χάλαζα καὶ σὴν γαῖαν ὀλεῖ καὶ ἀνθρώπους κακοτέχνους,107
95αἵματι καὶ νεκύεσσι *παρ’ ἐκπάγλοισί τε βωμοῖς* βαρβαρόφρων σθεναρὸς πολυαίματος ἄφρονα λυσσῶν, παμπληθεὶ ψαμαθηδὸν *ἀπαίξων σὸν ὄλεθρον*. καὶ τότ’ ἔσῃ, πόλεων πολύολβος, πολλὰ καμοῦσα. κλαύσεται Ἀσὶς ὅλη δώρων χάριν, ὧν ἀπὸ σεῖο

5

(100)

στεψαμένη κεφαλὴν ἐχάρη, πίπτους’ ἐπὶ γαίης. αὐτὸς δ’ ὃς Περσῶν ἔλαχεν γαῖαν πτολεμίξει κτείνας τ’ ἄνδρα ἕκαστον ὅλον βίον ἐξαλαπάξει,
ὥστε μένειν μοῖραν τριτάτην δειλοῖσι βροτοῖσιν. αὐτὸς δ’ ἐκ δυσμῶν εἰσπτήσεται ἅλματι κούφῳ108
105σύμπασαν γαῖαν πολιορκῶν, πᾶσαν ἐρημῶν. ἀλλ’ ὅταν ὕψος ἔχῃ κρατερὸν καὶ θάρσος *ἀηδές*, ἥξει καὶ μακάρων ἐθέλων πόλιν ἐξαλαπάξαι. καί κέν τις θεόθεν βασιλεὺς πεμφθεὶς ἐπὶ τοῦτον πάντας ὀλεῖ βασιλεῖς μεγάλους καὶ φῶτας ἀρίστους.
110εἶθ’ οὕτως κρίσις ἔσται ὑπ’ ἀφθίτου ἀνθρώποισιν. αἰαῖ σοι, κραδίη δειλή, τί με ταῦτ’ ἐρεθίζεις δηλοῦν Αἰγύπτῳ, πολυκοιρανίην ἀλεγεινήν; βαῖνε πρὸς ἀντολίην, Περσῶν γενεὰς ἀνοήτους καὶ δήλου τοῖσιν τὸ παρὸν τό τε μέλλον ἔσεσθαι.
115 Εὐφρήτου ποταμοῦ ῥεῖθρον κατακλυσμὸν ἐποίσει καὶ Πέρσας ὀλέσει καὶ Ἴβηρας καὶ Βαβυλῶνας Μασσαγέτας τε φιλοπτολέμους τόξοισί τε πιστούς. Ἀσὶς ὅλη πυρίφλεκτος ἕως νήσων σελαγήσει. Πέργαμος ἣ τὸ πάλαι σεμνὴ βοτρυδὸν ὀλεῖται
120καὶ Πιτάνη πανέρημος ἐν ἀνθρώποισι φανεῖται. Λέσβος ὅλη δύσει βαθὺν εἰς βυθὸν ὥστ’ ἀπολέσθαι.
Σμύρνα κατὰ κρημνῶν εἱλισσομένη ποτὲ κλαύσει, ἣ τὸ πάλαι σεμνὴ καὶ ἐπώνυμος ἐξαπολεῖται. Βιθυνοὶ κλαύσουσιν ἑὴν χθόνα τεφρωθεῖσαν109
125καὶ Συρίην μεγάλην καὶ Φοινίκην πολύφυλον. αἰαῖ σοι, Λυκίη, ὅσα σοι κακὰ μηχανάαται πόντος ἀπ’ αὐτομάτου ἐπιβὰς χώρης ἀλεγεινῆς, ὥστε κλύσαι σεισμῷ τε κακῷ καὶ νάμασι πικροῖς τὴν Λυκίης ἄμυρον καὶ τὴν μυρίπνουν ποτε χέρσον.
130 ἔσται καὶ Φρυγίῃ δεινὸς χόλος εἵνεκα λύπης, ἧς χάριν ἡ Διὸς ἦλθε Ῥέη κἀκεῖ προσέμεινεν. πόντος ὀλεῖ Ταύρων γενεὴν καὶ βάρβαρον ἔθνος· *καὶ Λαπίθας δάπεδον κατὰ γῆν ἐναρίξει. Θεσσαλίην χώρην ἀπολεῖ ποταμὸς βαθυδίνης,
135Πηνειὸς βαθύρους μορφὰς θηρῶν ἀπὸ γαίης· Ἠπιδανὸς φάσκων θηρῶν μορφάς ποτε γεννᾶν*. Ἑλλάδα τὴν τριτάλαιναν ἀναιάξουσι ποιηταί, ἡνίκ’ ἀπ’ Ἰταλίης ἰσθμοῦ πλήξειε τένοντα τῆς μεγάλης Ῥώμης βασιλεὺς μέγας ἰσόθεος φώς,
140ὅν, φάς’, αὐτὸς ὁ Ζεὺς ἔτεκεν καὶ πότνια Ἥρη·
ὅστις παμμούσῳ φθόγγῳ μελιηδέας ὕμνους θεατροκοπῶν ἀπολεῖ πολλοὺς σὺν μητρὶ ταλαίνῃ. φεύξεται ἐκ Βαβυλῶνος ἄναξ φοβερὸς καὶ ἀναιδής, ὃν πάντες στυγέουσι βροτοὶ καὶ φῶτες ἄριστοι·110
145ὤλεσε γὰρ πολλοὺς καὶ γαστέρι χεῖρας ἔθηκεν, εἰς ἀλόχους ἥμαρτε καὶ ἐκ μιαρῶν ἐτέτυκτο. ἥξει δ’ εἰς Μήδους καὶ Περσῶν πρὸς βασιλῆας, πρώτους οὓς ἐπόθησε καὶ οἷς κλέος ἐγκατέθηκεν φωλεύων μετὰ τῶνδε κακῶν εἰς ἔθνος ἀληθές·

5

(150)

ὃς ναὸν θεότευκτον ἕλεν καὶ ἔφλεξε πολίτας λαοὺς εἰσανιόντας, ὅσους ὕμνησα δικαίως· τούτου γὰρ *φανέντος* 〈ὅλ〉η κτίσις ἐξετινάχθη καὶ βασιλεῖς ὤλοντο, καὶ ἐν τοῖσιν μένεν ἀρχή, ἐξόλεσαν μεγάλην τε πόλιν λαόν τε δίκαιον.
155 ἀλλ’ ὅταν ἐκ τετράτου ἔτεος λάμψῃ μέγας ἀστήρ, ὃς πᾶσαν γαῖαν καθελεῖ μόνος εἵνεκα τιμῆς, *αὐτοὶ πρῶτον ἔθηκάν τ’ εἰναλίῳ Ποσειδῶνι*, ἥξει δ’ οὐρανόθεν ἀστὴρ μέγας εἰς ἅλα δῖαν
καὶ φλέξει πόντον βαθὺν αὐτήν τε Βαβυλῶνα111
160Ἰταλίης γαῖάν θ’, ἧς εἵνεκα πολλοὶ ὄλοντο Ἑβραίων ἅγιοι πιστοὶ καὶ λαὸς ἀληθής. ἔσσεαι ἐν θνητοῖσι κακοῖς κακὰ μοχθήσασα, ἀλλὰ μενεῖς πανέρημος ὅλους αἰῶνας ἐσαῦτις [ἔσσεται, ἀλλὰ μενεῖ εἰς αἰῶνας πανέρημος,]
165σὸν στυγέους’ ἔδαφος, ὅτι φαρμακίην ἐπόθησας· μοιχεῖαι παρά σοι καὶ παίδων μῖξις ἄθεσμος θηλυγενὴς ἄδικός τε, κακὴ πόλι, δύσμορε πασῶν. αἰαῖ πάντ’ ἀκάθαρτε πόλι Λατινίδος αἴης μαινὰς ἐχιδνοχαρής, χήρη καθεδοῖο παρ’ ὄχθας,
170καὶ ποταμὸς Τίβερίς σε κλαύσεται, ἣν παράκοιτιν, ἥτε μιαιφόνον ἦτορ ἔχεις ἀσεβῆ δέ τε θυμόν. οὐκ ἔγνως, τί θεὸς δύναται, τί δὲ μηχανάαται; ἀλλ’ ἔλεγες· «μόνη εἰμὶ καὶ οὐδείς μ’ ἐξαλαπάξει». νῦν δὲ σὲ καὶ σοὺς πάντας ὀλεῖ θεὸς αἰὲν ὑπάρχων,
175κοὐκέτι σου σημεῖον ἔτ’ ἔσσεται ἐν χθονὶ κείνῃ, ὡς τὸ πάλαι, ὅτι σὰς ὁ μέγας θεὸς εὕρατο τιμάς. μεῖνον, ἄθεσμε, μόνη, πυρὶ δὲ φλεγέθοντι μιγεῖσα
ταρτάρεον οἴκησον ἐς Ἅιδου χῶρον ἄθεσμον. νῦν δὲ πάλιν, Αἴγυπτε, τεὴν ὀλοφύρομαι ἄτην·112
180Μέμφι, πόνων ἀρχηγὸς ἔσῃ, πληχθεῖσα τένοντας· ἐν σοὶ πυραμίδες φωνὴν φθέγξονται ἀναιδῆ. *Πυθών*, ἡ τὸ πάλαι δίπολις κληθεῖσα δικαίως, αἰῶσιν σίγησον, ὅπως παύσῃ κακότητος. ὕβρι, κακῶν θησαυρὲ πόνων, μαινὰς πολύθρηνε,
185αἰνοπαθὴς πολύδακρυ, μενεῖς χήρη διὰ παντός. πουλυετὴς ἐγένου σὺ μόνη κόσμοιο κρατοῦσα. ἀλλ’ ὅταν ἡ Βάρκη τὸ κυπάσσιον ἀμφιβάληται λευκὸν ἐπὶ ῥυπαρῷ, μήτ’ εἴην μήτε γενοίμαν. ὦ Θῆβαι, ποῦ σοι τὸ μέγα σθένος; ἄγριος ἀνήρ
190ἐξολέσει λαόν· σὺ δὲ εἵματα φαιὰ λαβοῦσα θρηνήσεις, δύστηνε, μόνη, καὶ πάντ’ ἀποτίσεις, ὅσσα τὸ πρόσθεν ἔρεξας ἀναιδέα θυμὸν ἔχουσα. *καὶ κοπετὸν ὄψονται ἀθέσμων εἵνεκα ἔργων.* Συήνην δ’ ὀλέσειε μέγας φὼς Αἰθιοπήων·
195Τεύχιραν οἰκήσουσι βίῃ μελανόχροες Ἰνδοί. Πεντάπολι, κλαύσεις· σὲ δ’ ὀλεῖ μεγαλόσθενος ἀνήρ. σάς, Λιβύη πάγκλαυστε, τίς ἐξηγήσεται ἄτας; τίς δέ σε, Κυρήνη, μερόπων ἐλεεινὰ δακρύσει;
οὐ παύσῃ θρήνου στυγεροῦ πρὸς καιρὸν ὀλέθρου.113

5

(200)

ἔσσεται ἐν Βρύγεσσι καὶ ἐν Γάλλοις πολυχρύσοις ὠκεανὸς κελαδῶν πληρούμενος αἵματι πολλῷ· καὐτοὶ γὰρ κακότητα θεοῦ τέκνοις ἐποίησαν, ἡνίκα Σιδονίοις βασιλεὺς Φοῖνιξ Γαλικανόν ἤγαγεν ἐκ Συρίης πλῆθος πολύ· καί σε φονεύσει,
205αὐτήν, Ῥαβέννη, τε καὶ εἰς φόνον ἡγεμονεύσει. Ἰνδοί, μὴ θαρσεῖτε καὶ Αἰθίοπες μεγάθυμοι· ἡνίκα γὰρ *τούτους* τροχὸς Ἄξονος, Αἰγοκεράστης Ταῦρός τ’ ἐν Διδύμοις μέσον οὐρανὸν ἀμφιελίξῃ, Παρθένος ἐξαναβᾶσα καὶ Ἥλιος ἀμφὶ μετώπῳ
210πηξάμενος ζώνην *περιπάμπολον* ἡγεμονεύσῃ· ἔσσεται ἐμπρησμὸς μέγας αἰθέριος κατὰ γαῖαν, *ἄστρων δ’ ἐν μαχίμοις* καινὴ φύσις, ὥστ’ ἀπολέσθαι ἐν πυρὶ καὶ στοναχαῖσιν ὅλην γῆν Αἰθιοπήων. μύρεο καὶ σύ, Κόρινθε, τὸν ἐν σοὶ λυγρὸν ὄλεθρον·
215ἡνίκα γὰρ στρεπτοῖσι μίτοις Μοῖραι τριάδελφοι κλωσάμεναι φεύγοντα δόλῳ ἰσθμοῖο παρ’ ὄχθην ἄξουσιν μετέωρον, ἕως ἐσίδωσίν ἑ πάντες, τὸν πάλαι ἐκκόψαντα πέτρην πολυήλατι χαλκῷ, καὶ σὴν γαῖαν ὀλεῖ καὶ κόψει, ὡς προτέθειται.
220τούτῳ γάρ τοι δῶκε θεὸς μένος ἐς τὸ ποιῆσαι
οἷά τις οὐ πρότερος τῶν συμπάντων βασιλήων· πρῶτα μὲν ἐκ τρισσῶν κεφαλῶν σὺν πληγάδι ῥίζας *στησάμενος* μεγάλως ἑτέροις δώσειε πάσασθαι, ὥστε φαγεῖν σάρκας γονέων βασιλῆος ἀνάγνου.114
225πᾶσι γὰρ ἀνθρώποισι φόνος καὶ δείματα κεῖται εἵνεκα τῆς μεγάλης πόλεως λαοῦ τε δικαίου σῳζομένου διὰ παντός, ὃν ἔξοχον εἶχε Πρόνοια. ἄστατε καὶ κακόβουλε, κακὰς περικείμενε κῆρας, ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα
230βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις, ὕβρι, κακῶν ἀρχηγὲ καὶ ἀνθρώποις μέγα πῆμα, τίς σε βροτῶν ἐπόθησε, τίς ἔνδοθεν οὐ χαλέπηνεν· ἐν σοί τις βασιλεὺς σεμνὸν βίον ὤλεσε ῥιφθείς. πάντα κακῶς διέθηκας ὅλον τε κακὸν κατέκλυσσας,
235καὶ διὰ σοῦ κόσμοιο καλαὶ πτύχες ἠλλάχθησαν. εἰς ἔριν ἡμετέρην τυχὸν ὕστατα ταῦτα προβάλλου· πῶς τί λέγεις; πείσω σε καὶ εἴ τί σε μέμφομαι αὐδῶ·
ἦν ποτ’ ἐν ἀνθρώποις λαμπρὸν σέλας ἠελίοιο σπειρομένης ἀκτῖνος ὁμοσπόνδοιο προφητῶν·115
240γλῶσσα μελισταγέουσα καλὸν πόμα πᾶσι βροτοῖσιν φαῖνέ τε καὶ προὔβαλλε καὶ ἥμερα πᾶσιν ἔτελλεν. τοῦδ’ ἕνεκεν, στενόβουλε κακῶν ἀρχηγὲ μεγίστων, καὶ ῥαμφὴ καὶ πένθος ἐλεύσεται ἤματι κείνῳ. ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα
245βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις, κλῦθι πικρᾶς φήμης δυσηχέος, ἀνδράσι πῆμα. ἀλλ’ ὁπόταν Περσὶς γαῖ’ ἀπόσχηται πτολέμοιο λοιμοῦ τε στοναχῆς τε, τότ’ ἔσσεται ἤματι κείνῳ Ἰουδαίων μακάρων θεῖον γένος οὐράνιόν τε,

5

(250)

οἳ περιναιετάουσι θεοῦ πόλιν ἐν μεσογαίοις· ἄχρι δὲ καὶ Ἰόπης τεῖχος μέγα κυκλώσαντες ὑψός’ ἀείρονται ἄχρι καὶ νεφέων ἐρεβεννῶν. οὐκέτι συρίξει σάλπιγξ πολεμόκλονον ἦχον, οὐδ’ ἔτι μαινομέναις παλάμαις ἐχθραῖς διολοῦνται,
255*ἀλλ’ ἐπι*στήσει τε κακῶν αἰῶνι τρόπαια. εἷς δέ τις ἔσσεται αὖτις ἀπ’ αἰθέρος ἔξοχος ἀνήρ,
ὃς παλάμας ἥπλωσεν ἐπὶ ξύλου πολυκάρπου, Ἑβραίων ὁ ἄριστος, ὃς ἠέλιόν ποτε στήσει φωνήσας ῥήσει τε καλῇ καὶ χείλεσιν ἁγνοῖς.116
260 μηκέτι τείρεο θυμὸν ἐνὶ στήθεσσι, μάκαιρα, θειογενές, πάμπλουτε, μόνον πεποθημένον ἄνθος, φῶς ἀγαθὸν σεμνόν τε τέλος *πεποθημένον ἅγνος*, Ἰουδαίη χαρίεσσα, καλὴ πόλις, ἔνθεος ὕμνων. οὐκέτι βακχεύσει περὶ σὴν χθόνα ποὺς ἀκάθαρτος
265Ἑλλήνων ὁμόθεσμον ἐνὶ στήθεσσιν ἔχων νοῦν· ἀλλά σε κυδάλιμοι παῖδες περιτιμήσουσιν καὶ μούσαις ἁγίαισι τράπεζαν ἐπιστήσονται παντοίαις θυσίαισι καὶ εὐχαῖς ἐν θεοτίμοις, ἐκ μικρᾶς στενότητος ὅσοι καμάτους ὑπέμειναν,
270πλείονα καὶ χαρίεντα *καλὸν ἄρξουσι* δίκαιοι· οἱ δὲ κακοὶ στείλαντες ἐπ’ αἰθέρα γλῶσσαν ἄθεσμον παύσονται λαλέοντες ἐναντίον ἀλλήλοισιν, αὐτοὺς δὲ κρύψουσιν, ἕως *κόσμος ἀλλαγῇ*. ἔσται δ’ ἐκ νεφέων ὄμβρος πυρὸς αἰθομένοιο·
275κοὐκέτι καρπεύσουσι βροτοὶ στάχυν ἀγλαὸν ἐκ γῆς· πάντ’ ἄσπαρτα μενεῖ καὶ ἀνήροτα, ἄχρι νοῆσαι τὸν πρύτανιν πάντων θεὸν ἄμβροτον αἰὲν ἐόντα
ἀνθρώπους θνητοὺς καὶ μηκέτι θνητὰ γεραίρειν μηδὲ κύνας καὶ γῦπας ἃ Αἴγυπτος κατέδειξεν117
280σεμνύνειν στομάτεσσι κενοῖς καὶ χείλεσι μωροῖς. εὐσεβέων δὲ μόνων ἁγία χθὼν πάντα τάδ’ οἴσει, νᾶμα μελισταγέος ἀπὸ πέτρης ἠδ’ ἀπὸ πηγῆς καὶ γλάγος ἀμβρόσιον ῥεύσει πάντεσσι δικαίοις· εἰς ἕνα γὰρ γενετῆρα θεὸν μόνον ἔξοχον ὄντα
285ἤλπισαν εὐσεβίην μεγάλην καὶ πίστιν ἔχοντες. ἀλλὰ τί δή μοι ταῦτα νόος σοφὸς ἐγγυαλίζει; ἄρτι δέ σε, τλήμων Ἀσίη, κατοδύρομαι οἰκτρῶς καὶ γένος Ἰώνων Καρῶν Λυδῶν πολυχρύσων. αἰαῖ 〈σοι,〉 Σάρδεις· αἰαῖ πολυήρατε Τράλλις·
290αἰαῖ, Λαοδίκεια, καλὴ πόλι· ὡς ἀπολεῖσθε σεισμοῖς ὀλλύμεναί τε καὶ εἰς κόνιν ἀλλαχθεῖσαι. Ἀσίδι τῇ δνοφερῇ [Λυδῶν τε ⏑ – πολυχρύσων]
292— — — — — — — — — — — — — — — — — Ἀρτέμιδος σηκὸς Ἐφέσου πηγνύμενος χάσμασι καὶ σεισμοῖσί ποθ’ ἵξεται εἰς ἅλα δῖαν
295πρηνής, ἠύτε νῆας ἐπικλύζουσιν ἄελλαι. *ὕπτια δ’ οἰμώξει* Ἔφεσος κλαίουσα παρ’ ὄχθαις
καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα. καὶ τότε θυμωθεὶς θεὸς ἄφθιτος αἰθέρι ναίων οὐρανόθεν πρηστῆρα βαλεῖ κατὰ κρατὸς ἀνάγνου.118

5

(300)

ἀντὶ δὲ χειμῶνος θέρος ἔσσεται ἤματι τῷδε. καὶ τότε δὴ *μετέπειτ’* ἔσται *ἄνδρεσσι* βροτοῖσιν· ἐξολέσει γὰρ πάντας ἀναιδέας ὑψικέραυνος βρονταῖς τε στεροπαῖς τε κεραυνοῖς τε φλεγέθουσιν, ἀνδράσι δυσμενέεσσι, καὶ ὡς ἀσεβεῖς ὀλοθρεύσει,
305ὥστε μένειν νέκυας κατὰ γῆς πλέονας ψαμάθοιο. ἥξει γὰρ καὶ Σμύρνα ἑὸν κλαίουσα *λυκουργόν* εἰς *Ἐφέσοιο* πύλας καὶ αὐτὴ μᾶλλον ὀλεῖται. Κύμη δ’ ἡ μωρὰ σὺν νάμασι τοῖς θεοπνεύστοις ἐν παλάμαις ἀθέων ἀνδρῶν ἀδίκων καὶ ἀθέσμων
310ῥιφθεῖς’ οὐκέτι τόσσον ἐς αἰθέρα *ἅρμα προδώσει*, ἀλλὰ μενεῖ νεκρὰ ἐν νάμασι *κυμήοισιν*. καὶ τότ’ ἀναιάξουσιν ὁμοῦ κακότητα μένοντες. εἰδήσει σημεῖον ἔχων, ἀνθ’ ὧν ἐμόγησεν, Κυμαίων δῆμος χαλεπὸς καὶ φῦλον ἀναιδές.
315εἶθ’ ὅτ’ ἀναιάξουσι κακὴν χθόνα τεφρωθεῖσαν, Λέσβος ὑπ’ Ἠριδανοῦ αἰώνιον ἐξαπολεῖται.
αἰαῖ σοι, *Κέρκυρα*, καλὴ πόλι, παύεο κώμου. καὶ Ἱεράπολι, γαῖα μόνη Πλούτω〈νι〉 μιγεῖσα, ἕξεις, ὃν πεπόθηκας ἔχειν, χῶρον πολύδακρυν119
320ἐς γῆν χωσαμένη παρὰ χεύμασι Θερμώδοντος. πετροφυὴς Τρίπολίς τε παρ’ ὕδασι Μαιάνδροιο, κύμασι νυκτερινοῖσι ὑπ’ ᾐόνι κληρωθεῖσα, ἄρδην ἐξολέσει σε θεοῖό ποθ’ ἥδε πρόνοια. μή μ’ ἐθέλουσαν ἑλεῖν Φοίβου τὴν γείτονα χώραν·
325Μίλητον τρυφερὴν ἀπολεῖ πρηστήρ ποτ’ ἄνωθεν, ἀνθ’ ὧν εἵλετο τὴν Φοίβου δολόεσσαν ἀοιδήν *τήν τε σοφὴν ἀνδρῶν μελέτην καὶ σώφρονα βουλήν*. ἵλαθι, παγγενέτωρ, τρυφερῇ χθονὶ τῇ πολυκάρπῳ Ἰουδαίᾳ μεγάλῃ, ἵνα σὰς γνώμας ἐπίδωμεν.
330ταύτην γὰρ πρώτην ἔγνως, θεός, ἐν χαρίτεσσιν ἐς τὸ δοκεῖν προχάρισμα τεὸν πάντεσσι βροτοῖσιν εἶναι καὶ προσέχειν, οἷον θεὸς ἐγγυάλιξεν. ἱμείρω τριτάλαινα τὰ Θρῃκῶν ἔργα ἰδέσθαι καὶ τεῖχος διθάλασσον ὑπ’ Ἄρεος ἐν κονίῃσιν
335συρόμενον ποταμηδὸν ἐπ’ ἰχθυόεντι κολύμβῳ. Ἑλλήσποντε τάλαν, ζεύξει ποτέ ς’ Ἀσσυρίων παῖς, *εἰς σὲ μάχη* Θρῃκῶν κρατερὸν σθένος ἐξαλαπάξει. τήν τε Μακηδονίην βασιλεὺς Αἰγύπτιος αἱρεῖ,
καὶ κλίμα βαρβαρικὸν ῥίψει σθένος ἡγεμονήων.120
340Λυδοὶ καὶ Γαλάται Πάμφυλοι σὺν Πισίδαισι πανδημεὶ κρατέουσι κακὴν ἔριν ὁπλισθέντες. Ἰταλίη τριτάλαινα, μενεῖς πανέρημος ἄκλαυστος ἐν γαίῃ θαλερῇ ὀλοὸν δάκος ἐξαπολέσθαι. ἔσται δ’ *αἰθέρος* οὐρανὸς εὐρὺς ὕπερθεν
345βροντηδὸν κελάδημα, θεοῦ φωνὴν *ἐπακοῦσαι* ἠελίου δ’ αὐτοῦ φλόγες ἄφθιτοι οὐκέτ’ ἔσονται οὐδὲ σεληναίης λαμπρὸν φάος ἔσσεται αὖτις ὑστατίῳ καιρῷ, ὁπόταν θεὸς ἡγεμονεύσῃ. πάντα μελανθείη, σκοτίη δ’ ἔσται κατὰ γαῖαν,

5

(350)

καὶ τυφλοὶ μέροπες θῆρές τε κακοὶ καὶ ὀιζύς. ἔσσεται ἦμαρ ἐκεῖνο χρόνον πολύν, ὥστε νοῆσαι αὐτὸν ἄνακτα θεὸν πανεπίσκοπον οὐρανόθι πρό. αὐτὸς δυσμενέας ἄνδρας τότε δ’ οὐκ ἐλεήσει, ἀρνῶν ἠδ’ ὀίων ταύρων τ’ ἀγέλας ἐριμύκων
355ἐκθυσιάζοντας μόσχων μεγάλων κεροχρύσων ἀψύχοις θ’ Ἑρμαῖς καὶ τοῖς λιθίνοισι θεοῖσιν. ἡγείσθω δὲ θέμις σοφίη καὶ δόξα δικαίων· μή ποτε θυμωθεὶς θεὸς ἄφθιτος ἐξαπολέσσῃ πᾶν γένος ἀνθρώπων *βίοτον* καὶ φῦλον ἀναιδές,
360δεῖ στέργειν γενετῆρα θεὸν σοφὸν αἰὲν ἐόντα. ἔσσεται ὑστατίῳ καιρῷ περὶ τέρμα σελήνης κοσμομανὴς πόλεμος καὶ ἐπίκλοπος ἐν δολότητι. ἥξει δ’ ἐκ περάτων γαίης μητροκτόνος ἀνήρ φεύγων ἠδὲ νόῳ ὀξύστομα μερμηρίζων,121
365ὃς πᾶσαν γαῖαν καθελεῖ καὶ πάντα κρατήσει πάντων τ’ ἀνθρώπων φρονιμώτερα πάντα νοήσει· ἧς χάριν ὤλετό τ’ αὐτός, ἑλεῖ ταύτην παραχρῆμα. ἄνδρας τ’ ἐξολέσει πολλοὺς μεγάλους τε τυράννους πάντας τ’ ἐμπρήσει, ὡς οὐδέποτ’ ἄλλος ἐποίει,
370τοὺς δ’ αὖ πεπτηῶτας ἀνορθώσει διὰ ζῆλον. ἔσται δ’ ἐκ δυσμῶν πόλεμος πολὺς ἀνθρώποισιν, ῥεύσει δ’ αἵμαθ’ ἕως ὄχθου ποταμῶν βαθυδινῶν. τῆς τε Μακηδονίης στάξει χόλος ἐν πεδίοισιν
373— — — — — — — — — — — — — — — — — συμμαχίην *δῶ δ’* ἐκ δυσμῶν, βασιλῆι δ’ ὄλεθρον.
375καὶ τότε χειμερίη πνοιὴ πνεύσει κατὰ γαῖαν, καὶ πεδίον πολέμοιο κακοῦ πλησθήσεται αὖτις. πῦρ γὰρ ἀπ’ οὐρανίων δαπέδων βρέξει μερόπεσσιν, πῦρ καὶ αἷμα ὕδωρ πρηστὴρ γνόφος οὐρανίη νύξ καὶ φθίσις ἐν πολέμῳ καὶ ἐπὶ σφαγῇσιν ὀμίχλη
380πάντας ὁμοῦ τ’ ὀλέσει βασιλεῖς καὶ φῶτας ἀρίστους. εἶθ’ οὕτως πολέμοιο πεπαύσεται οἰκτρὸς ὄλεθρος, κοὐκέτι τις ξίφεσιν πολεμίξεται οὐδὲ σιδήρῳ οὐδ’ αὐτοῖς βελέεσσιν, ἃ μὴ θέμις ἔσσεται αὖτις. εἰρήνην δ’ ἕξει λαὸς σοφός, ὅσπερ ἐλείφθη,122
385πειραθεὶς κακότητος, ἵν’ ὕστερον εὐφρανθείη. μητρολέται, παύσασθε θράσους τόλμης τε κακούργου, οἳ τὸ πάλαι παίδων κοίτην ἐπορίζετ’ ἀνάγνως καὶ τέγεσιν πόρνας ἐστήσατε τὰς πάλαι ἁγνάς ὕβρεσι καὶ κολάσει κἀσχημοσύνῃ πολυμόχθῳ.
389— — — — — — — — — — — — — — — — —
390ἐν σοὶ γὰρ μήτηρ τέκνῳ ἐμίγη ἀθεμίστως, καὶ θυγάτηρ γενετῆρι ἑῷ συζεύξατο νύμφη· ἐν σοὶ καὶ βασιλεῖς στόμα δύσμορον ἐξεμίηναν, ἐν σοὶ καὶ κτηνῶν εὗρον κοίτην κακοὶ ἄνδρες. σίγησον, πανόδυρτε κακὴ πόλι, κῶμον ἔχουσα·
395οὐκέτι γὰρ *παρὰ σοῖο τὴν τῆς* φιλοθρέμμονος ὕλης παρθενικαὶ κοῦραι πῦρ ἔνθεον ὠρήσουσιν. ἔσβεσται παρὰ σεῖο πάλαι πεποθημένος οἶκος, ἡνίκα δεύτερον εἶδον ἐγὼ ῥιπτούμενον οἶκον πρηνηδὸν πυρὶ τεγγόμενον διὰ χειρὸς ἀνάγνου,

5

(400)

οἶκον ἀεὶ θάλλοντα, θεοῦ τηρήμονα ναόν, ἐξ ἁγίων γεγαῶτα καὶ ἄφθιτον αἰὲν ἐόντα
ἐκ ψυχῆς ἐλπιζόμενον καὶ σώματος *αὐτοῦ* οὐ γὰρ ἀκηδέστως *αἰνεῖ* θεὸν ἐξ ἀφανοῦς γῆς οὐδὲ πέτρης ποίησε σοφὸς τέκτων παρὰ τούτοις,123
405οὐ χρυσοῦ κόσμον, ἀπάτην ψυχῶν ἐσεβάσθη. ἀλλὰ μέγαν γενετῆρα θεὸν πάντων θεοπνεύστων ἐν θυσίαις ἁγίαις ἐγέραιρον καὶ ἑκατόμβαις. νῦν δέ τις ἐξαναβὰς ἀφανὴς βασιλεὺς καὶ ἄναγνος ταύτην ἔρριψεν καὶ ἀνοικοδόμητον ἀφῆκεν
410σὺν πλήθει μεγάλῳ καὶ ἀνδράσι κυδαλίμοισιν. αὐτὸς δ’ ὤλετο *χέρσον ἀπ’ ἀθανάτην ἐπιβὰς γῆν*, κοὐκέτι σῆμα τοιοῦτον ἐπ’ ἀνθρώποισι τέτυκτο, ὥστε δοκεῖν ἑτέρους μεγάλην πόλιν ἐξαλαπάξαι. ἦλθε γὰρ οὐρανίων νώτων ἀνὴρ μακαρίτης
415σκῆπτρον ἔχων ἐν χερσίν, ὅ οἱ θεὸς ἐγγυάλιξεν, καὶ πάντων ἐκράτησε καλῶς πᾶσίν τ’ ἀπέδωκεν τοῖς ἀγαθοῖς τὸν πλοῦτον, ὃν οἱ πρότεροι λάβον ἄνδρες. πᾶσαν δ’ ἐκ βάθρων εἷλεν πόλιν ἐν πυρὶ πολλῷ καὶ δήμους ἔφλεξε βροτῶν τῶν πρόσθε κακούργων
420καὶ πόλιν, ἣν ἐπόθησε θεός, ταύτην ἐποίησεν φαιδροτέραν ἄστρων τε καὶ ἡλίου ἠδὲ σελήνης
καὶ κόσμον κατέθηχ’ ἅγιόν τ’ ..... ἐποίησεν ἔνσαρκον καλὸν περικαλλέα ἠδὲ ἔπλασσεν πολλοῖς ἐν σταδίοισι μέγαν καὶ ἀπείρονα πύργον124
425αὐτῶν ἁπτόμενον νεφέων καὶ πᾶσιν ὁρατόν, ὥστε βλέπειν πάντας πιστοὺς πάντας τε δικαίους ἀιδίοιο θεοῦ δόξαν, πεποθημένον εἶδος· ἀντολίαι δύσιές τε θεοῦ κλέος ἐξύμνησαν. οὐκέτι γὰρ πέλεται *δειλοῖσι βροτοῖσιν δεινά*
430οὐδὲ γαμοκλοπίαι καὶ παίδων Κύπρις ἄθεσμος, οὐ φόνος οὐδὲ κυδοιμός, ἔρις δ’ ἐν πᾶσι δικαίη. ὕστατος ἔσθ’ ἁγίων καιρός, ὅτε ταῦτα περαίνει θεὸς ὑψιβρεμέτης, κτίστης ναοῖο μεγίστου. αἰαῖ σοι, Βαβυλὼν χρυσόθρονε, χρυσοπέδιλε,
435πουλυετὴς βασίλεια μόνη κόσμοιο κρατοῦσα, ἡ τὸ πάλαι μεγάλη καὶ πάμπολις, οὐκέτι κείσῃ οὔρεσιν ἐν χρυσέοις καὶ νάμασιν Εὐφρήταο· στρωθήσῃ σεισμοῖο κλόνῳ· Πάρθοι δέ σε δεινοί πάντα κρατεῖν ἐποίησαν. ἔχε στόμα φιμῷ, ἄναγνε
440Χαλδαίων γενεή, μήτ’ εἴρεο μηδὲ μερίμνα, πῶς Περσῶν ἄρξεις ἢ πῶς Μήδων *τε* κρατήσεις· εἵνεκα γὰρ τῆς σῆς ἀρχῆς, ἧς ἔσχες, ὅμηρα εἰς Ῥώμην πέμψασα καὶ Ἀσίδι θητεύοντας,
*τοιγάρτοι καὐτὴ βασιλὶς φρονέους’ εἰς κρίσιν125
445ἀντιδίκων ἥξεις, ὧν εἵνεκα λύτρα πέπομφας·* δώσεις δ’ ἀντὶ λόγων σκολιῶν πικρὸν λόγον ἐχθροῖς. ἔσται δ’ ὑστατίῳ καιρῷ ξηρός ποτε πόντος, κοὐκέτι πλωτεύσουσιν ἐς Ἰταλίην τότε νῆες, Ἀσὶς δ’ ἡ μεγάλη τότε πάμφορον ἔσσεται ὕδωρ

5

(450)

καὶ Κρήτη πεδίον. Κύπρος δ’ ἕξει μέγα πῆμα καὶ Πάφος αἰάξει δεινὸν μόρον, ὥστε νοῆσαι καὶ Σαλαμῖνα πόλιν μεγάλην μέγα πῆμα παθοῦσαν· νῦν μὲν χέρσος ἄκαρπος ἐπ’ ᾐόνος ἔσσεται αὖθις, ἀκρὶς δ’ οὐκ ὀλίγη χθόνα Κύπριον ἐξολοθρεύσει.
455εἰς Τύρον, αἰνόμοροι μέροπες, κλαύσεσθε βλέποντες. Φοινίκη, δεινός σε μένει χόλος, ἄχρι πεσεῖν σε πτῶμα κακόν, Σειρῆνες ὅπως κλαύσωνται ἀληθῶς. ἔσται δ’ ἐν πέμπτῃ γενεῇ, ὅτε παύσετ’ ὄλεθρος Αἰγύπτου, βασιλῆες ὅταν μιχθῶσιν ἀναιδεῖς·
460Παμφύλων γενεαὶ δ’ εἰς Αἴγυπτον καθεδοῦνται, ἔν τε Μακηδονίῃ καὶ ἐν Ἀσίδι καὶ *Λυκίοισιν* κοσμομανὴς πόλεμος πολυαίματος ἐν κονίῃσιν, ὃν παύσει Ῥώμης βασιλεὺς δυσμῶν τε δυνάσται. χειμερίη ὁπόταν ῥιπὴ στάξῃ χιονώδης
465πηγνυμένου μεγάλου ποταμοῦ λιμνῶν τε μεγίστων, εὐθὺς βάρβαρος ὄχλος ἐς Ἀσίδα γαῖαν ὁδεύσει,
καὶ Θρᾳκῶν ὀλέσει δεινῶν γένος ὡς ἀλαπαδνόν. καὶ τότε θυμοβόροι μέροπες κατέδουσι γονῆας λιμῷ τειρόμενοι καὶ ἐδέσματα λαιφάσσονται.126
470πάντων δ’ ἐκ μελάθρων θῆρες κατέδουσι τράπεζαν, αὐτοί τ’ οἰωνοί τε βροτοὺς κατέδουσιν ἅπαντας ὠκεανός τε κακοῦ πλησθήσεται ἐκ πολέμοιο αἱματόεις σάρκας τε καὶ αἵματα τῶν ἀνοήτων. εἶθ’ οὕτως ὀλιγηπελίη ἔσται κατὰ γαῖαν,
475ὥστε νοεῖν ἀνδρῶν τ’ ἀριθμὸν μέτρον τε γυναικῶν. μυρία δ’ οἰμώξει δειλὴ γενεὴ κατὰ τέρμα ἠελίου δύνοντος, ἵν’ ἔμπαλι μηκέτ’ ἀνέλθῃ, ὠκεανοῦ μείνας ἵν’ ἐφ’ ὕδασι βαπτισθείη· πολλῶν γὰρ μερόπων εἶδεν κακότητας ἀνάγνους.
480ἔσται δὲ σκοτόμαινα περὶ μέγαν οὐρανὸν αὐτόν, ἀχλὺς δ’ οὐκ ὀλίγη κόσμου πτύχας ἀμφικαλύψει δεύτερον· αὐτὰρ ἔπειτα θεοῦ φάος ἡγεμονεύσει ἀνδράσι τοῖς ἀγαθοῖσιν, ὅσοι θεὸν ἐξύμνησαν. Ἶσι, θεὰ τριτάλαινα, μενεῖς ἐπὶ χεύμασι Νείλου
485μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος, κοὐκέτι σου μνεία γε μενεῖ κατὰ γαῖαν ἅπασαν. καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς, κείσῃ πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ.
ὅσσοι δ’ Αἰγύπτου πόθον ἤγαγον εἴς σε, ἅπαντες127
490κλαύσονταί σε κακῶς θεὸν ἄφθιτον ἐν φρεσὶ θέντες· γνώσονταί σε τὸ μηδέν, ὅσοι θεὸν ἐξύμνησαν. καί 〈ποτε〉 τῶν ἱερέων τις ἐρεῖ λινόστολος ἀνήρ· «δεῦτε, θεοῦ τέμενος καλὸν στήσωμεν ἀληθοῦς· δεῦτε, τὸν ἐκ προγόνων δεινὸν νόμον ἀλλάξωμεν,
495τοῦ χάριν οἱ λιθίνοις καὶ ὀστρακίνοισι θεοῖσιν πομπὰς καὶ τελετὰς ποιούμενοι οὐκ ἐνόησαν. στρέψωμεν ψυχὰς θεὸν ἄφθιτον ἐξυμνοῦντες αὐτὸν τὸν γενετῆρα, τὸν ἀίδιον γεγαῶτα, τὸν πρύτανιν πάντων, τὸν ἀληθέα, τὸν βασιλῆα,

5

(500)

ψυχοτρόφον γενετῆρα, θεὸν μέγαν αἰὲν ἐόντα.» — καὶ τότ’ ἐν Αἰγύπτῳ ναὸς μέγας ἔσσεται ἁγνός κεἰς αὐτὸν θυσίας οἴσει λαὸς θεότευκτος, κείνοισιν δώσει θεὸς ἄφθιτος 〈ἐμ〉βιοτεύειν. ἀλλ’ ὅταν ἐκπρολιπόντες ἀναιδέα φῦλα Τριβαλλῶν
505Αἰθίοπες μέλλως’ *Αἴγυπτον ἑήν τε* ἀροῦσθαι, ἄρξονται κακότητος, ἵν’ ὕστερα πάντα γένηται. νηὸν γὰρ καθελοῦσι μέγαν Αἰγυπτιάδος γῆς· ἐν δὲ θεὸς βρέξει κατὰ γῆς δεινὸν χόλον αὐτοῖς, ὥστ’ ὀλέσαι πάντας τε κακοὺς πάντας τ’ *ἀνόμους τε*.
510κοὐκέτι δὴ φειδώ τις ἔτ’ ἔσσεται ἐν χθονὶ κείνῃ,
ἀνθ’ ὧν οὐκ ἐφύλαξαν ὅ μιν θεὸς ἐγγυάλιξεν. Ἠελίου φαέθοντος ἐν ἀστράσιν εἶδον ἀπειλήν ἠδὲ Σεληναίης δεινὸν χόλον ἐν στεροπῇσιν· ἄστρα μάχην ὤδινε· θεὸς δ’ ἐπέτρεψε μάχεσθαι.128
515ἀντὶ γὰρ Ἠελίου μακραὶ φλόγες ἐστασίαζον,
517ἠδὲ Σεληναίης δίκερως ἠλλάξατο ῥοῖζος·
516Φωσφόρος ἔσχε μάχην, ἐπιβὰς ἐς νῶτα Λέοντος·
518Αἰγόκερως δ’ ἔπληξε νέου Ταύροιο τένοντα· Ταῦρος δ’ Αἰγοκέρωτος ἀφήρπασε νόστιμον ἦμαρ.
520καὶ Ζυγὸν Ὠρίων ἀπενόσφισε μηκέτι μεῖναι· Παρθένος ἐν Κριῷ Διδύμων ἠλλάξατο μοῖραν· Πλειὰς δ’ οὐκέτ’ ἔφαινε· Δράκων δ’ ἠρνήσατο ζώνην· Ἰχθύες εἰσεδύοντο κατὰ ζωστῆρα Λέοντος· Καρκίνος οὐκ ἐνέμεινεν, ἔδεισε γὰρ Ὠρίωνα·
525Σκορπίος *οὐρὰν ἐπῆλθε* διὰ δεινοῖο Λέοντος, ἠδὲ Κύων ὤλισθεν ἀπὸ φλογὸς Ἠελίοιο· Ὑδροχόον δ’ ἐπύρωσε μένος κρατεροῖο Φαεινοῦ. ὦρτο μὲν Οὐρανὸς αὐτός, ἕως ἐτίναξε μαχητάς· θυμωθεὶς δ’ ἔρριψε καταπρηνεῖς ἐπὶ γαῖαν.
530ῥίμφα μὲν οὖν πληγέντες ἐπ’ Ὠκεανοῖο λοετρά
ἧψαν γαῖαν ἅπασαν· ἔμεινε δ’ ἀνάστερος αἰθήρ.129

6

(T1)

Λόγος ἕκτος.
1Ἀθανάτου μέγαν υἱὸν ἀοίδιμον ἐκ φρενὸς αὐδῶ, ᾧ θρόνον ὕψιστος γενέτης παρέδωκε λαβέσθαι οὔπω γεννηθέντι· ἐπεὶ κατὰ σάρκα τὸ δισσόν ἠγέρθη, προχοαῖς ἀπολουσάμενος ποταμοῖο
5Ἰορδάνου, ὃς φέρεται γλαυκῷ ποδί, κύματα σύρων. ὃς πυρὸς ἐκφεύξας πρῶτος θεὸν ὄψεται ἡδύν
πνεύματι γινόμενον, λευκαῖς πτερύγεσσι πελείης. ἀνθήσει δ’ ἄνθος καθαρόν, βρύσουσι δὲ πηγαί. δείξει δ’ ἀνθρώποισιν ὁδούς, δείξει δὲ κελεύθους130
10οὐρανίας· πάντας δὲ σοφοῖς μύθοισι διδάξει. ἥξει δ’ ἔς τε δίκην καὶ πείσει λαὸν ἀπειθῆ αἰνετὸν αὐχήσας πατρὸς γένος οὐρανίδαο. κύματα πεζεύσει, νόσον ἀνθρώπων ἀπολύσει, στήσει τεθνηῶτας, ἀπώσεται ἄλγεα πολλά·
15ἐκ δὲ μιῆς πήρης ἄρτου κόρος ἔσσεται ἀνδρῶν, οἶκος ὅταν Δαυὶδ φύῃ φυτόν· ἐν χερὶ δ’ αὐτοῦ κόσμος ὅλος καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα. ἀστράψει δ’ ἐπὶ γῆν, οἷόν ποτε πρῶτα φανέντα εἶδον ἀπ’ ἀλλήλων πλευρῶν δύο γεννηθέντες.
20ἔσσεται, ἡνίκα γαῖα χαρήσεται ἐλπίδι παιδός. σοὶ δὲ μόνῃ, Σοδομῖτι γαίη, κακὰ πήματα κεῖται· αὐτὴ γὰρ δύσφρων τὸν σὸν θεὸν οὐκ ἐνόησας
ἐλθόντα θνητοῖσιν ἐν ὄμμασιν· ἀλλ’ ἀπ’ ἀκάνθης ἔστεψας στεφάνῳ, φοβερὴν δὲ χολὴν ἐκέρασσας131
25εἰς ὕβριν καὶ *πνεῦμα*· τό σοι κακὰ πήματα τεύξει. ὦ ξύλον ὦ μακαριστόν, ἐφ’ οὗ θεὸς ἐξετανύσθη, οὐχ ἕξει σε χθών, ἀλλ’ οὐρανὸν οἶκον ἐσόψει,
ἡνίκα ἀστράψει〈ε〉 τὸ σόν, θεός, ἔμπυρον ὄμμα.132

7

(T1)

Ἐκ τοῦ ἑβδόμου λόγου.
1 Ὦ Ῥόδε δειλαίη σύ· σὲ γὰρ πρώτην, σὲ δακρύσω· ἔσσῃ δὲ πρώτη πόλεων, πρώτη δ’ ἀπολέσσῃ, ἀνδρῶν μὲν χήρη, βιότου δέ τε πάμπαν *ἀδευκής*· Δῆλε, σὺ μὲν πλεύσεις καὶ ἐφ’ ὕδατος ἄστατος ἔσσῃ·
5Κύπρε, σὲ δ’ ἐξολέσει γλαυκῆς ποτε κῦμα θαλάσσης· Σικελίη, φλέξει σε τὸ καιόμενον κατὰ σοῦ πῦρ.
6* *
6
* τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ.
7* *
7
* Νῶέ τις ἐκ πάντων μοῦνος φυγὰς ἤλυθεν ἀνδρῶν.
8* *
8
* πλεύσει γῆ, πλεύσει δὲ ὄρη, πλεύσει δὲ καὶ αἰθήρ.
10ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ’ ἀπολεῖται.
στήσονται δ’ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών. ὦ Φρυγίη, πρώτη δ’ ἀναλάμψεις ὕδατος ἄκρου· πρώτη δ’ εἰς ἀσέβειαν ἀπαρνήσῃ θεὸν αὐτή εἰδώλοις ἀλάλοις κεχαρισμένη, ὅσσα σε, δειλή,133
15ἐξολέσει πολλῶν περιτελλομένων ἐνιαυτῶν. Αἰθίοπες δύστηνοι *ὑπ’* ἄλγεα οἰκτρὰ παθόντες ῥομφαίαις πλήξονται ὑπὸ χρόα πεπτηῶτες. τὴν λιπαρὴν Αἴγυπτον ἀεὶ σταχύεσσι μέλουσαν, ἣν Νεῖλος νηκτοῖς ὑπὸ χεύμασιν ἑπτὰ μεθύσκει,
20ἀλλήλων ἔμφυλος ὀλεῖ στάσις· ἔνθεν ἀέλπτως ἀνέρες ἐξελάσουσι τὸν οὐ θεὸν ἀνδράσιν Ἆπιν. αἰαῖ, Λαοδίκεια, σὺ δ’ οὐ θεὸν οὔποτ’ ἰδοῦσα ψεύσῃ, τολμηρή· κλύσσει δέ σε κῦμα Λύκοιο.
23* *
23
* αὐτὸς *ὁ γεννηθεὶς* ὁ μέγας θεὸς *ἄστρ’ ὃς* πολλά
25ποιήσει, κρεμάσει δὲ δι’ αἰθέρος ἄξονα μέσσον, στήσει δ’ ἀνθρώποισι μέγαν φόβον ὑψός’ ἰδέσθαι κίονα μετρήσας μεγάλῳ πυρί, οὗ ῥαθάμιγγες ἀνθρώπων ὀλέσουσι γένη κακὰ δηλησάντων. ἔσται γάρ ποτε κεῖνος ἅπαξ χρόνος, ἔνθα δὲ φῶτες
30ἐξιλάσουσι θεόν, ἀλλ’ οὐ παύσουσιν ἀνίας
ἀκράντους. Δαυὶδ δὲ δι’ οἴκου πάντα τελεῖται. τῷ γάρ τ’ αὐτὸς ἔδωκε θεὸς θρόνον ἐγγυαλίξας· οἱ δὲ διαγγελτῆρες ὑπαὶ ποσὶ κοιμήσονται, οἵ τε πυρὰς φαίνουσι καὶ οἳ ποταμοὺς *φαίνουσιν,*134
35οἵ τ’ ἄστη σῴζουσι καὶ οἳ πέμπουσιν ἀήτας. — πολλοῖς δ’ αὖ χαλεπὸς βίος ἀνθρώποισιν ἔπεισιν ἐσδύνων ψυχαῖσι καὶ ἀλλάσσων φρένας ἀνδρῶν. ἀλλ’ ὅταν ἐκ ῥίζης βλαστὸς νέος ὄμματα φύσῃ, *τὴν κτίσιν* ἥ ποτε πᾶσι τροφὴν διέδωκε περισσήν,
39* *
39*
40καὶ τὰ μὲν ἀμφὶ *χρόνοις* ἔσται πλέον. ἀλλ’ ὅταν ἄλλοι ἄρξωνται *Πέρσαι μαχίμων φῦλον, αὐτίκα δεινοί* ἔσσονται θάλαμοι νυμφῶν διὰ δύσνομα φῦλα. ἕξει γὰρ μήτηρ ἑὸν υἱέα καὶ πόσιν· υἱός μητέρα δηλήσει· θυγάτηρ δ’ ἐπὶ πατρὶ κλιθεῖσα
45βάρβαρον ὑπνώσει τοῦτον νόμον· ὕστερα δ’ αὐτοῖς ἐκλάμψει Ῥωμαῖος Ἄρης πολλῆς ἀπὸ λόγχης· αἵματι δ’ ἀνδρομέῳ πολλὴν χθόνα φυρήσουσιν.
Ἰταλίης δὲ πρόμος τότε φεύξεται ἐκ δορὸς ἀλκῆς. λείψουσιν δ’ ἐπὶ γῆς χρυσῷ κεχαραγμένον ἄνθος135

7

(50)

*ἐκπρομολόντα φέρον γε ἀεὶ σημεῖον ἀνάγκης*. ἔσται μάν, ὅτε πᾶσα κακὴ καὶ δύσμορος οἰκτρῶς Ἰλιὰς ἐκπίεται τάφον, οὐ γάμον, ἔνθα βαθεῖα κλαύσουσιν νύμφαι, ὅτι δὴ θεὸν οὐκ ἐνόησαν, ἀλλ’ αἰεὶ τυπάνοις *καὶ κρότοις τ’* ἦχον ἔδωκαν.
55 μαντεύου, Κολοφών· μέγα σοι κρέμαται φοβερὸν πῦρ. Θεσσαλίη δύσνυμφε, σὲ δ’ ὄψεται οὐκέτι γαῖα οὐδὲ τέφρην, πλεύσῃ δὲ μόνη φυγὰς ἠπείροιο. *αὐτοῖς* ὦ τλῆμον, σκύβαλον πολέμου λυγρὸν ἔσσῃ, *ὦ κυσὶ καὶ ποταμοῖς καὶ* ῥομφαίαισι πεσοῦσα.
60 ὦ τλῆμόν γε Κόρινθε, σὺ δ’ ἀμφ’ αὐτὴν βαρὺν Ἄρην δέξῃ, δειλαίη, καὶ ἐν ἀλλήλοις ἀπολεῖσθε. Τύρε, σὺ δ’ ἡλίκα 〈δὴ〉 λήψῃ μόνη· εὐσεβέων γάρ ἀνδρῶν χηρεύους’ ὀλιγηφρενίῃσι διοίσει. ἆ Συρίη κοίλη, Φοινίκων ὕστατον ἀνδρῶν,
65οἷς ἐπερευγομένη κεῖται Βηρυτιὰς ἅλμη, τλήμων, οὐκ ἔγνως τὸν σὸν θεόν, ὅν ποτ’ ἔλουσεν Ἰόρδανος ἐν *τριτάτοισι* καὶ ἔπτατο πνεῦμα πελείῃ,
ὃς πρὶν καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος αὐθέντης γένετο λόγος πατρὶ πνεύματί θ’ ἁγνῷ136
70σάρκα τε δυσάμενος ταχὺς ἵπτατο πατρὸς ἐς οἴκους. τρεῖς δ’ αὐτῷ πύργους μέγας Οὐρανὸς ἐστήριξεν, ἐν τῷ δὴ ναίουσι θεοῦ νῦν μητέρες ἐσθλαί, Ἐλπίς τ’ Εὐσεβίη τε Σεβασμοσύνη τε ποθεινή, οὐ χρυσῷ χαίρουσαι ἢ ἀργύρῳ, ἀλλὰ σεβασμοῖς
75ἀνθρώπων θυσίαις τε δικαιοτάτοις τε λογισμοῖς. θύσεις δ’ ἀθανάτῳ θεῷ μεγάλῳ ἀγερώχῳ οὐ χόνδρον τήξας λιβάνου πυρὶ οὐδὲ μαχαίρῃ ἀρνειὸν κόψας λασιότριχα, ἀλλ’ ἅμα πᾶσιν, οἳ τεὸν αἷμα φέρουσι, λαβὼν *ἀγρίηνα πετεινά*
80εὐξάμενος πέμψεις εἰς οὐρανὸν ὄμματα τείνας· ὕδωρ δὲ σπείσεις καθαρῷ πυρὶ τοῖα βοήσας· ‚ὥς σε λόγον γέννησε πατήρ *πάτερ* ὄρνιν ἀφῆκα, ὀξὺν ἀπαγγελτῆρα λόγων λόγον, ὕδασιν ἁγνοῖς ῥαίνων σὸν βάπτισμα, δι’ οὗ πυρὸς ἐξεφαάνθης.‛ —
85οὐδὲ θύρην κλείσεις, ὅτε τίς σοι ἐπήλυτος ἄλλος ἥξει δευόμενος πενίην λιμόν τ’ ἀπερύκειν. ἀλλὰ λαβὼν κεφαλὴν τοῦδ’ ἀνέρος ὕδατι ῥάνας εὖξαι τρίς· τῷ σῷ δὲ θεῷ μάλα τοῖα βόησον·
‚οὐκ ἔραμαι πλούτου· λιτὸς δέ τε λιτὸν ἐδέγμην·137
90ἄμφω δὸς σύ, πάτερ, σύ, χορηγητήρ, ἐπάκουσον‛. εὐξαμένῳ δώσει σοι· ἀπήγαγεν ἔκτοτε δ’ ἀνήρ
91* *
91
* μὴ θλίψῃς με, θεοῦ ἱερὸν σέβας ἠδὲ δίκαιον, *ἁγνὸν ἀδούλωτον περὶ γένναν ἐλεγχθὲν ...* τλήμονά μου κραδίην στῆσον, πάτερ· εἰς δὲ δέδορκα,
95εἰς σὲ τὸν ἄχραντον, τὸν μὴ χέρες ἐργάσσαντο.
95* *
95
* Σαρδώ, νῦν σὺ βαρεῖα, μεταλλάξῃ ἐς τέφρην. ἔσσῃ δ’ οὐκέτι νῆσος, ὅταν δέκατος χρόνος ἔλθῃ. ζητήσουσι πλέοντες ἐν ὕδασιν οὐκέτ’ ἐοῦσαν, ἀλκυόνες δ’ ἐπὶ σοὶ οἰκτρὸν γόον αἰάξουσιν.

7

(100)

Μυγδονίη τρηχεῖα, δυσέκβατε πυρσὲ θαλάσσης, αὐχήσεις αἰῶνα, 〈δι’〉 αἰώνων ἀπολέσσῃ θερμῷ πνεύματι πᾶσα, μανήσῃ δ’ ἄλγεσι πολλοῖς. Κελτὶ γαίη, τὸ δὲ σὸν κατ’ ὄρος, παρὰ δύσβατον Ἄλπιν, ψάμμος ὅλην χώσει σε βαθύς· φόρον οὐκέτι δώσεις,
105οὐ στάχυν, οὐ βοτάνας· πανέρημος ἔσῃ δ’ ἀπὸ λαῶν αἰεί, κρυμαλέοις δὲ παχυνομένη κρυστάλλοις λώβην ἐκτίσεις, ἣν οὐκ ἐνόησας, ἄναγνε. Ῥώμη καρτερόθυμε, Μακηδονίην μετὰ λόγχην ἀστράψεις ἐς Ὄλυμπον· θεὸς δέ σε πάμπαν ἄπυστον
110ποιήσει, ὁπόταν δοκέῃς πολὺ κρεῖσσον ἐς ὄμμα
ἑδραίη μίμνειν· τότε σοι τοιαῦτα βοήσω· ὀλλυμένη φθέγξῃ λαμπρόν ποτε *καὶ μαρμάραν σε*· δεύτερά σοι, Ῥώμη, μέλλω πάλι δεύτερα φωνεῖν. ἄρτι δέ σε, Συρίη τλῆμον, κατοδύρομαι οἰκτρῶς.138
115 Θῆβαι δύσβουλοι, ὑμῖν κακὸς ἦχος ἐπέσται αὐλῶν φθεγγομένων, ὑμῖν σάλπιγξ κακὸν ἦχον ἠχήσει, ὄψεσθε δ’ ἀπολλυμένην χθόνα πᾶσαν. αἰαῖ σοι τλῆμον, αἰαῖ κακόθυμε θάλασσα. βρωθήσῃ πυρὶ πᾶσα καὶ ἐξολέσεις λαὸν ἅλμῃ.
120ἔσται γάρ τε τοσοῦτον ἐπὶ χθονὶ μαινόμενον πῦρ, ὅσσον ὕδωρ, ῥεύσει τε καὶ ἐξολέσει χθόνα πᾶσαν. φλέξει ὄρη, καύσει ποταμούς, πηγὰς δὲ κενώσει. ἔσται κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων. καιόμενοι δὲ κακῶς τότε τλήμονες ἐμβλέψουσιν
125οὐρανόν, οὐκ ἄστροις, ἀλλ’ ἐν πυρὶ κεκμηῶτα. οὐδὲ θοῶς ὀλέκονται, ἀπολλυμένων δ’ ὑπὸ σαρκῶν πνεύματι καιόμενοι εἰς αἰώνων ἐνιαυτούς αἰεὶ δυσβασάνιστα θεοῦ νόμον εἰδήσουσιν οὐκ ἀπαφητὸν ἐόντα, βιαζομένη δ’ ἄρα γαῖα,
130ὅντινα τολμήσασα θεῶν ἐπεδέξατο βωμοῖς ψευδομένη, καπνὸν εἶδε δι’ αἰθέρος *ἀλγηθέντα* κεῖνοι δὲ τλήσονται ἄγαν πόνον, οἳ διὰ κέρδος
αἰσχρὰ προφητεύσουσι κακὸν χρόνον ἀλδαίνοντες. οἳ μὲν δυσάμενοι προβάτων λασιότριχα ῥινά139
135Ἑβραῖοι ψεύσονται, ὃ μὴ γένος ἔλλαβον αὐτοί, ἀλλὰ λόγοις λαλέοντες ἐπ’ ἄλγεσι κερδαντῆρες οὐ βίον ἀλλάξουσι καὶ οὐ πείσουσι δικαίους, οἵτε θεὸν πάμπιστα διὰ φρενὸς ἱλάσκονται. ἐν δὲ τρίτῳ κλήρῳ περιτελλομένων ἐνιαυτῶν
140ὀγδοάδος πρώτης ἄλλος πάλι κόσμος ὁρᾶται. νὺξ ἔσται πάντη ⏔ – μακρὴ καὶ ἀπειθής. καὶ τότε μὲν θείου δεινὴ περιβήσεται ὀδμή ἀγγέλλουσα φόνους, ὁπόταν κεῖνοι ἀπόλωνται νυκτί τε καὶ λιμῷ· τότε γεννήσει καθαρὸν νοῦν
145ἀνθρώπων, στήσει δὲ τεὸν γένος, ὡς πάρος ἦν σοι· οὐκέτι τις κόψει βαθὺν αὔλακα γυρῷ ἀρότρῳ· οὐ βόες ἰθυντῆρα κάτω βάψουσι σίδηρον· κλήματα δ’ οὐκ ἔσται οὐδὲ στάχυς· ἀλλ’ ἅμα πάντες
μάννην τὴν δροσερὴν λευκοῖσιν ὀδοῦσι φάγονται.140

7

(150)

σὺν δ’ αὐτοῖς ἔσται τότε καὶ θεός, ὅς σε διδάξει, ὡς ἐμὲ τὴν λυγρήν. ὅσα γὰρ κακὰ πρόσθεν ἔρεξα εἰδυῖ’ ἄλλα τε πολλὰ κακῶς ἐπόνης’ ἀμελοῦσα. μυρία μέν μοι λέκτρα, γάμος δ’ οὐδεὶς ἐμελήθη· πᾶσι δ’ ἐγὼ πανάπιστος ἐπήγαγον ἄγριον ὅρκον.
155δευομένους ἀπέκλεισα καὶ ἐν *προμολοῦσιν* ἰοῦσα *ἴκελον* εἰς αὐλῶνα θεοῦ φάτιν οὐκ ἐνόησα. τοὔνεκα πῦρ μ’ ἔφαγεν καὶ βρώσεται· οὐδὲ γὰρ αὐτή ζήσομαι, ἀλλ’ ὀλέσει με κακὸς χρόνος, ἔνθα τάφον μοι ἄνθρωποι τεύξουσι παρερχόμενοί με θαλάσσῃ.
160καί με λίθοις ὀλέσους’· ἐπ’ ἐμῷ γὰρ πατρὶ λαλοῦσα *υἷα φίλον* μετέδωκα. βάλοιτέ με, βάλλετε πάντες·
οὕτω γὰρ ζήσω καὶ ἐς οὐρανὸν ὄμματα πήξω.141

8

(T1)

Λόγος ὄγδοος.
1Ἐρχομένης μεγάλης ὀργῆς ἐπὶ κόσμον ἀπειθῆ ἔσχατον εἰς αἰῶνα θεοῦ μηνίματα φαίνω πᾶσι προφητεύουσα κατὰ πτόλιν ἀνθρώποισιν. ἐξότε δὴ πύργος τ’ ἔπεσεν γλῶσσαί τ’ ἀνθρώπων
5ἐς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους, πρῶτα μὲν Αἰγύπτου βασιλήιον, εἶτα τὸ Περσῶν Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος, εἶτα Μακηδονίης τῦφον μέγαν αὐχησάσης,
πέμπτον δ’ εἶτ’ Ἰταλῶν κλεινὴ βασιλεία ἄθεσμος142
10ὑστάτιον πᾶσιν δείξει κακὰ πολλὰ βροτοῖσιν καὶ πάσης γαίης ἀνδρῶν μόχθους δαπανήσει. ἄξει δ’ ἀκμῆτας βασιλεῖς ἐθνῶν ἐπὶ δυσμάς καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ’ ὑποτάξει. ὀψὲ θεοῦ μύλοι *γ’* ἀλέουσι τὸ λεπτὸν ἄλευρον.
15πῦρ τότε πάντ’ ὀλέσει καὶ λεπτὸν χοῦν ἀποδώσει ὑψικόμων ὀρέων κορυφὰς καὶ σαρκὸς ἁπάσης. ἀρχὴ πᾶσι κακῶν φιλοχρημοσύνη καὶ ἄνοια. χρυσοῦ γὰρ δολίοιο καὶ ἀργυρίου πόθος ἔσται· οὐδὲν γὰρ τούτων θνητοὶ μεῖζον προέκριναν,
20οὐ φάος ἠελίου, οὐκ οὐρανόν, οὐδὲ θάλασσαν, οὐ γαῖαν πλατύνωτον, ὅθεν φύουσιν ἅπαντα, οὐ τὸν πάντα διδόντα θεόν, γεννήτορα πάντων, οὐ πίστιν τούτων καὶ εὐσεβίην προέκριναν. πηγὴ δυσσεβίης καὶ ἀταξίης προοδηγός,
25μηχανίη πολέμων, εἰρήνης ἐχθρὰ ἀνία ἐχθραίνουσα τέκνοις γονέας καὶ τέκνα γονεῦσιν. κοὐδὲ γάμος δίχα χρυσοῦ ὅλως ποτὲ τίμιος ἔσται. γαῖά θ’ ὅρους ἕξει καὶ φρουροὺς πᾶσα θάλασσα πᾶσι μεριζομένη δολίως τοῖς χρυσὸν ἔχουσιν·
30ὡς αἰῶσι θέλοντες ἔχειν πολυθρέμμονα γαῖαν πορθήσουσι πένητας, ἵν’ αὐτοὶ πλείονα χῶρον προσπορίσαντες ἀλαζονίῃ καταδουλώσωσιν. κεἰ μὴ γαῖα πέλωρος ἀπ’ οὐρανοῦ ἀστερόεντος
τὸν θρόνον εἶχε μακρήν, οὐκ ἦν ἴσον ἀνδράσι φέγγος,143
35ἀλλ’ ἀγοραζόμενον χρυσῷ πλουτοῦσιν ὑπῆρχεν καὶ πτωχοῖς αἰῶν’ ἕτερον θεὸς ἡτοίμαζεν. ἥξει σοί ποτ’ ἄνωθεν ἴση, ὑψαύχενε Ῥώμη, οὐράνιος πληγὴ καὶ κάμψεις αὐχένα πρώτη κἀξεδαφισθήσῃ καὶ πῦρ σε ὅλην δαπανήσει
40κεκλιμένην ἐδάφεσσιν ἑοῖς, καὶ πλοῦτος ὀλεῖται καὶ σὰ θέμειλα λύκοι καὶ ἀλώπεκες οἰκήσουσιν. καὶ τότ’ ἔσῃ πανέρημος ὅλως, ὡς μὴ γεγονυῖα. ποῦ τότε Παλλάδιον; ποῖός σε θεὸς διασώσει, χρυσοῦς ἢ λίθινος ἢ χάλκεος; ἢ τότε ποῦ σοι
45δόγματα συγκλήτου; ποῦ Ῥείης ἠὲ Κρόνοιο ἠὲ Διὸς γενεὴ καὶ πάντων, ὧν ἐσεβάσθης, δαίμονας ἀψύχους, νεκύων εἴδωλα καμόντων, ὧν Κρήτη καύχημα τάφους ἡ δύσμορος ἕξει, θρησκεύουσα θρόνωσιν ἀναισθήτοις νεκύεσσιν.

8

(50)

ἀλλ’ ὅτε σοι βασιλεῖς, χλιδανή, τρὶς πέντε γένωνται κόσμον δουλώσαντες ἀπ’ ἀντολίης μέχρι δυσμῶν, *ἔσσετ’ ἄναξ πολιόκρανος ἔχων πέλας οὔνομα πόντου*, κόσμον ἐποπτεύων μιαρῷ ποδί, δῶρα πορίζων, χρυσὸν μὲν πάμπλειστον ἔχων καὶ ἄργυρον ἐχθρῶν144
55πλείονα συλλέξας καὶ γυμνώσας ἀναλύσει. καὶ μαγικῶν ἀδύτων μυστήρια πάντα μεθέξει, παῖδα θεὸν δεικνύσει, ἅπαντα σεβάσματα λύσει, *κἀξ ἀρχῆς* τὰ πλάνης μυστήρια πᾶσιν ἀνοίξει. αἴλινος ἔκτοτε καιρός, ὅτ’ Αἴλινος αὐτὸς ὀλεῖται.
60καί ποτε δῆμος ἐρεῖ· ‚μέγα σὸν κράτος, ἄστυ, πεσεῖται·‛ εἰδὼς εὐθὺ τὸ μέλλον ἐπερχόμενον κακὸν ἦμαρ. καὶ τότε πενθήσουσιν ὁμοῦ τὴν σὴν προβλέποντες οἰκτροτάτην μοῖραν πατέρες καὶ νήπια τέκνα· αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Θύμβριδος ὄχθαις.
65 τὸν μέτα τρεῖς ἄρξουσι πανύστατον ἦμαρ ἔχοντες, οὔνομα πληρώσαντες ἐπουρανίοιο θεοῖο, οὗ τὸ κράτος καὶ νῦν καὶ εἰς αἰῶνας ἅπαντας. εἷς μὲν πρέσβυς ἐὼν σκήπτρων ἐπὶ πουλὺ κρατήσει, οἰκτρότατος βασιλεύς, ὃς χρήματα κόσμου ἅπαντα
70δώμασιν ἐγκλείσει τηρῶν, ἵν’, ὅταν γ’ ἐπανέλθῃ
ἐκ περάτων γαίης ὁ φυγὰς μητροκτόνος αἴθων, ταῦτα ἅπασι διδοὺς πλοῦτον μέγαν Ἀσίδι θήσει. καὶ τότε πενθήσεις πλατυπόρφυρον ἡγεμονήων *φῶς* ἐκδυσαμένη καὶ πένθιμον εἷμα φοροῦσα,145
75ὦ βασιλὶς μεγάλαυχε, Λατινίδος ἔκγονε Ῥώμης· οὐκέτι σοι τῆς σῆς μεγαλαυχενίης κλέος ἔσται, οὐδ’ ὀρθωθήσῃ ποτὲ δύσμορος, ἀλλὰ κλιθήσῃ· καὶ γὰρ ἀετοφόρων λεγεώνων δόξα πεσεῖται. ποῦ τότε σοι τὸ κράτος; ποία γῆ σύμμαχος ἔσται
80δουλωθεῖσα τεαῖς ματαιοφροσύνῃσιν ἀθέσμως; πάσης γὰρ γαίης θνητῶν τότε σύγχυσις ἔσται, αὐτὸς ὁ παντοκράτωρ ὅταν ἐλθὼν βήματι κρίνῃ ζώντων καὶ νεκύων ψυχὰς καὶ κόσμον ἅπαντα. κοὔτε γονεῖς τέκνοισι φίλοι, οὐ τέκνα γονεῦσιν
85ἔσσονται διὰ δυσσεβίην καὶ θλῖψιν ἄελπτον. ἔκτοτέ σοι βρυγμὸς καὶ σκορπισμὸς καὶ ἅλωσις, πτῶσις ὅταν ἔλθῃ πόλεων καὶ χάσματα γαίης· πορφύρεός τε δράκων ὁπόταν ἐπὶ κύμασιν ἔλθῃ γαστέρι πλῆθος ἔχων καὶ θρέψει σεῖο τὰ τέκνα
90ἐσσομένου λιμοῦ τε καὶ ἐμφυλίου πολέμοιο, ἐγγὺς μὲν κόσμου τὸ τέλος καὶ ἔσχατον ἦμαρ καὶ *δοκίμοις* κλητοῖς κρίσις ἀθανάτοιο θεοῖο. πρῶτα δὲ Ῥωμαίων ἀπαραίτητος χόλος ἔσται,
αἱμοπότης καιρὸς καὶ δύστηνος βίος ἥξει.146
95αἰαῖ σοι, Ἰταλὴ χώρη, μέγα βάρβαρον ἔθνος, οὐκ ἐνόησας, ὅθεν γυμνὴ καὶ ἀνάξιος ἦλθες πρὸς φάος ἠελίοιο, ἵν’ εἰς αὐτὸν πάλι χῶρον γυμνὴ χωρήσῃς καὶ ὕστερον ἐς κρίσιν ἔλθῃς ὡς ἀδίκως κρίνουσα ................

8

(100)

χερσὶ γιγαντείῃσι μόνη κατὰ κόσμον ἅπαντα ἐξ ὕψους ἐλθοῦσα κατοικήσεις ὑπὸ γαῖαν. νάφθῃ κἀσφάλτῳ καὶ θείῳ καὶ πυρὶ πολλῷ ἐξαφανισθήσῃ καὶ ἔσῃ κόνις αἰώνεσσιν αἰθομένη· καὶ πᾶς ὁ βλέπων μυκηθμὸν ἀκούσει
105πένθιμον ἐξ Ἀίδαο μέγαν καὶ βρυγμὸν ὀδόντων καὶ ταῖς σαῖς παλάμαις ἄθεα στήθη παταγοῦσαν. πᾶσιν ὁμοῦ νύξ ἐστιν ἴση τοῖς πλοῦτον ἔχουσιν καὶ πτωχοῖς· γυμνοὶ δ’ ἀπὸ γῆς, γυμνοὶ πάλιν ἐς γῆν ἥξαντες λήγουσι βίου χρόνον ἐκτελέσαντες.
110οὐδεὶς δοῦλος ἐκεῖ, οὐ κύριος, οὐδὲ τύραννος, οὐ βασιλεῖς, οὐχ ἡγεμόνες μάλα τῦφον ἔχοντες, οὐ νομικὸς ῥήτωρ, οὐκ ἄρχων χρήμασι κρίνων· οὐ θυσιῶν σπονδαῖς ἐπὶ βωμοῖς αἷμα χέουσιν· τύμπανον οὐκ ἠχεῖ, οὐ κύμβαλον ..........
115οὐκ αὐλὸς πολύτρητος, ἔχοντα φρενοβλάβον αὐδήν, οὐ σκολιοῦ σύριγμα φέρον μίμημα δράκοντος, οὐ σάλπιγξ πολέμων ἀγγέλτρια βαρβαρόφωνος· οὐ κώμοις μεθύοντες ἀθέσμοις, οὐχὶ χορείαις· οὐ φθόγγος κιθάρης, οὐ μηχανίη κακοεργός·147
120οὐκ ἔρις, οὐκ ὀργὴ πολυποίκιλος, οὐδὲ μάχαιρα ἔστι παρὰ φθιμένοις, ἀλλ’ αἰὼν κοινὸς ἅπασιν.
121— — — — — — — — — — — — — — — — — κλειδοφύλαξ εἱρκτῆς μεγάλης ἐπὶ βῆμα θεοῖο.
122— — — — — — — — — — — — — — — — — χρυσοῖς τε *ξοάνοισιν ἀργυρέοις λιθίνοισιν* ὡραῖαι γίνεσθε, ἵν’ ἔλθητ’ εἰς πικρὸν ἦμαρ
125σὴν πρώτην κόλασιν, Ῥώμη, καὶ βρυγμὸν ὁρῶσαι. κοὐκέτι σοι δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει οὐ Σύρος, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐκ ἔθνος ἄλλο. ἐκπορθηθήσῃ κἀκπραχθήσῃ ὅς’ ἔπραξας, δώσεις τ’ οἰμώξασα φόβῳ, μέχρι πάντ’ ἀποτίσεις·
130καὶ σὺ θρίαμβος ἔσῃ κόσμῳ καὶ ὄνειδος ἁπάντων.
130— — — — — — — — — — — — — ἔκτοτε Λατίνων ἕκτη γενεὴ βασιλήων ὑστάτιον βίον ἐκτελέσει καὶ σκῆπτρα προλείψει. τῆς αὐτῆς γενεῆς ἕτερος βασιλεὺς βασιλεύσει, ὃς πάσης γαίης ἄρξει καὶ σκῆπτρα κρατήσει,
135ἄρξει δ’ αὐτοκέραστα θεοῦ βουλαῖσι μεγίστου· παῖδες καὶ παίδων τούτου γενεὴ *ἀσαλεύτων*· ὣς γὰρ θέσφατόν ἐστι περιπλομένοιο χρόνοιο, ὁππόταν Αἰγύπτου βασιλεῖς τρὶς πέντε γένωνται. ἔνθεν ὅταν φοίνικος ἐπέλθῃ πενταχρόνοιο148
139— — — — — — — — — — — — — — — — —
140ἥξει πορθήσων λαῶν γένος, ἄκριτα φῦλα, Ἑβραίων ἔθνος. τότ’ Ἄρης Ἄρεα προνομεύσει, Ῥωμαίων ὑπέροπλον ἀπειλὴν αὐτὸς ὀλέσσει. ὤλετο 〈γὰρ〉 Ῥώμης ἀρχὴ τότε τηλεθόωσα, ἀρχαίη πολέεσσι περικτιόνεσσιν ἄνασσα.
145οὐκέτι νικήσειε πέδον Ῥώμης ἐριθήλου, ὁππόταν ἐξ Ἀσίης κρατέων ἔλθῃ σὺν Ἄρηι. ταῦτα δὲ πάντ’ ἔρξας ἥξει κρηπισθὲν ἐς ἄστυ. τρὶς δὲ τριηκοσίους καὶ τεσσαράκοντα καὶ ὀκτώ πληρώσεις λυκάβαντας, ὅταν σοι δύσμορος ἥξῃ

8

(150)

μοῖρα βιαζομένη τεὸν οὔνομα πληρώσασα. οἴμοι ἐγὼ τριτάλαινα, πότ’ ὄψομαι ἦμαρ ἐκεῖνο *σεῖό ποτε*, Ῥώμη, πᾶσιν δὲ μάλιστα Λατίνοις; κώμαζ’, εἰ βούλει σύ, τὸν ἐν κρυφίαισι λοχείαις Ἀσίδος ἐκ γαίης ἐπὶ Τρωικὸν ἅρμ’ ἐπιβάντα,
155θυμὸν ἔχοντ’ αἴθωνος. ὅταν δ’ ἰσθμὸν διακόψῃ παπταίνων, ἐπὶ πάντας ἰών, πέλαγος διαμείψας, καὶ τότε θῆρα μέγαν μετελεύσεται αἷμα κελαινόν. τὸν δὲ λέοντ’ ἐδίωξε κύων ὀλέκοντα νομῆας. σκῆπτρα δ’ ἀφαιρήσουσι καὶ εἰς Ἀίδαο περήσει.149
160 ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον, καὶ Θήβῃσι κακή γε μένει μετόπισθεν ἅλωσις. Αἴγυπτος δ’ ἀπολεῖται ὑφ’ ἡγεμόνων κακότητος. [ὡς δὲ καὶ οἳ μετόπισθ’ ἔφυγον βροτοὶ αἰπὺν ὄλεθρον, τρὶς μακαριστὸς ἔην καὶ τετράκις ὄλβιος ἀνήρ.]
165ἔσται καὶ Ῥώμη ῥύμη καὶ Δῆλος ἄδηλος καὶ Σάμος ἄμμος — — — — — — — ὕστερον *αὖ καὶ ἔπειτά γε τοὺς Πέρσας κακὸν ἥξει* ἀνθ’ ὑπερηφανίης, ἀπολεῖται ὕβρις ἅπασα. καὶ τότε 〈δ’〉 ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσει
170εἰς αἰῶνας ἅπαντας 〈ὁ〉 τοὺς φθιμένους ἀνεγείρας τρεῖς Ῥώμῃ Ὕψιστος ἄγοι οἰκτρῇ τότε μοίρῃ, πάντες δ’ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται· ἀλλ’ οὐ μὴ πεισθῶσιν, ὅ κεν πολὺ λώιον εἴη. ἀλλ’ ὁπόταν δὴ πᾶσιν ἐπαυξήσῃ κακὸν ἦμαρ
175λιμοῦ καὶ λοιμοῦ δυσανασχέτου ἠδὲ κυδοιμοῦ,
καὶ τότ’ ἔπειτ’ αὖτις κρείων ἔμπροσθεν ὁ τλήμων συγκαλέσας βουλὴν βουλεύσεται, ὡς ἀπολέσσει150
177— — — — — — — — — — — — — — — — — ξηρὰ μὲν ἀνθήσουσιν ὁμοῦ φύλλοισι φανέντα· οὐράνιον δ’ ἔδαφος *δείξει* στερεᾷ ἐπὶ πέτρῃ
180ὄμβρον τε φλογμόν τε πολύπνοιάν τ’ ἐπὶ γαῖαν καὶ σπορίμων πληθὺν ἰῶν κατὰ γαῖαν ἅπασαν.
181— — — — — — — — — — — — — — — — — ἀλλὰ πάλιν πράξουσιν ἀναιδέα θυμὸν ἔχοντες, οὐ μήνιμα θεοῦ δειδιότες οὐδ’ ἀνθρώπων, αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες,
185ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι ψεῦσται ἀπιστόφιλοι κακοπράγμονες οὐδὲν ἀληθεῖς πιστολέται εὑρεσσίλογοι δύσφημα χέοντες· οὐδέ σφιν πλούτου κόρος ἔσσεται· ἀλλά τ’ ἀναιδῶς πλείονα συλλέξουσι· τυραννωθέντες ὀλοῦνται.
190ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα,
*πολλὰ μὲν ἑξῆς ἄστρα*, καὶ ἀκτινόεντα κομήτην ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος. μή ποτ’ ἐγὼ ζῴην, ὅτε ἡ μιαρὰ βασιλεύσει,151
195ἀλλὰ τότ’, οὐρανίη ὅταν ἡ χάρις ἐμβασιλεύσῃ, καὶ ὁπόταν ἱερός ποτε παῖς *δολοφῶν* ἁπάντων ἐξολέσῃ δεσμοῖς ὀλοόφρονα βυσσὸν ἀνοίγων, αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψῃ. ἀλλ’ ὅταν ἡ δεκάτη γενεὴ δόμον Ἄιδος εἴσω,

8

(200)

θηλυτέρης μετέπειτα μέγα κράτος· ᾗ κακὰ πολλά αὐξήσει θεὸς αὐτός, ὅταν βασιληίδα τιμήν στεψαμένη τετύχῃ· σύμπαν δ’ ἔτος *ἥπιος* αἰών. ἠέλιος [μὲν] αὐχμηρὰ τρέχων νυκτερινὰ φαίνει, λείψει δ’ ἄστρα πόλον· πολλῇ δέ τε λαίλαπι θύων
205γαῖαν ἐρημώσει· νεκρῶν δ’ ἐπανάστασις ἔσται· καὶ χωλῶν δρόμος ὠκύτατος καὶ κωφὸς ἀκούσει καὶ τυφλοὶ βλέψουσι, λαλήσους’ οὐ λαλέοντες,
καὶ κοινὸς πάντεσσι βίος καὶ πλοῦτος ἐσεῖται. γαῖα δ’ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς152
210διαμεριζομένη καρπούς ποτε πλείονας οἴσει, πηγὰς δὲ γλυκεροῦ οἴνου λευκοῦ τε γάλακτος καὶ μέλιτος δώσει ...........
212— — — — — — — — — — — — — — — — — καὶ *κρίσιν* ἀθανάτοιο θεοῦ ......... ἀλλ’ ὅταν ἀλλάξῃ θεὸς καιροὺς ........
215χεῖμα θέρος ποιῶν, τότε θέσφατα 〈πάντα τελεῖται〉. ἀλλ’ ὅτε κόσμος ὄλωλεν ............
216* *
216
* ΙΗϹΟΥϹ ΧΡΕΙϹΤΟϹ ΘΕΟΥ ΥΙΟϹ ϹΩΤΗΡ ϹΤΑΥΡΟϹ.
217Ἱδρώσει δὲ χθών, κρίσεως σημεῖον ὅτ’ ἔσται.
Ἥξει δ’ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων, Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα.153
220Ὄψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι Ὕψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο. Σαρκοφόρων δ’ ἀνδρῶν ψυχὰς ἐπὶ βήματι κρίνει, Χέρσος ὅταν ποτὲ κόσμος ὅλος καὶ ἄκανθα γένηται. Ῥίψουσιν δ’ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα.154
225Ἐκκαύσει δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν Ἰχνεῦον, ῥήξει τε πύλας εἱρκτῆς Ἀίδαο. Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει Τῶν ἁγίων· ἀνόμους δὲ τὸ πῦρ αἰῶσιν ἐλέγξει. Ὁππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει·
230Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει. Θρῆνος δ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Ἐκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι. Οὐρανὸν εἱλίξει· μήνης δέ τε φέγγος ὀλεῖται. Ὑψώσει δὲ φάραγγας, ὀλεῖ δ’ ὑψώματα βουνῶν,155
235Ὕψος δ’ οὐκέτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται. Ἶσα δ’ ὄρη πεδίοις ἔσται καὶ πᾶσα θάλασσα Οὐκέτι πλοῦν ἕξει. γῆ γὰρ φρυχθεῖσα τότ’ ἔσται Σὺν πηγαῖς, ποταμοί τε καχλάζοντες λείψουσιν. Σάλπιγξ δ’ οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει
240Ὠρύουσα μύσος μελέων καὶ πήματα κόσμου. Ταρτάρεον δὲ χάος δείξει τότε γαῖα χανοῦσα.
Ἥξουσιν δ’ ἐπὶ βῆμα θεοῦ βασιλῆος ἅπαντες. Ῥεύσει δ’ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου. Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς, σφρηγὶς ἐπίσημος156
245Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται, Ἀνδρῶν εὐσεβέων ζωή, πρόσκομμα δὲ κόσμου, Ὕδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· Ῥάβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει. Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν

8

(250)

Σωτὴρ ἀθάνατος βασιλεύς, ὁ παθὼν ἕνεχ’ ἡμῶν. ὃν Μωσῆς ἐτύπωσε προτείνας ὠλένας ἁγνάς νικῶν τὸν Ἀμαλὴκ πίστει, ἵνα λαὸς ἐπιγνῷ
ἐκλεκτὸν παρὰ πατρὶ θεῷ καὶ τίμιον εἶναι τὴν ῥάβδον Δαυὶδ καὶ τὸν λίθον, ὅνπερ ὑπέστη,157
255εἰς ὃν ὁ πιστεύσας ζωὴν αἰώνιον ἕξει. οὐδὲ γὰρ ἐν δόξῃ, ἀλλ’ ὡς βροτὸς εἰς κτίσιν ἥξει οἰκτρὸς ἄτιμος ἄμορφος, ἵν’ οἰκτροῖς ἐλπίδα δώσει· καὶ φθαρτῇ σαρκὶ μορφὴν καὶ πίστιν ἀπίστοις οὐράνιον δώσει καὶ μορφώσει τὸν ἀπ’ ἀρχῆς
260ἄνθρωπον πλασθέντα θεοῦ παλάμαις ἁγίαισιν, ὅν τ’ ἐπλάνησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε, ὥστε θεὸν προλιπόντα λατρεύειν ἤθεσι θνητοῖς.
αὐτὸν γὰρ πρώτιστα λαβὼν σύμβουλον ἀπ’ ἀρχῆς158
265εἶπεν ὁ παντοκράτωρ· ‚ποιήσωμεν, τέκνον, ἄμφω εἰκόνος ἡμετέρης ἀπομαξάμενοι βροτὰ φῦλα· νῦν μὲν ἐγὼ χερσίν, σὺ δ’ ἔπειτα λόγῳ θεραπεύσεις μορφὴν ἡμετέρην, ἵνα κοινὸν ἀνάστεμα δῶμεν.‛ γνώμης οὖν ταύτης μεμνημένος ἐς κτίσιν ἥξει
270ἀντίτυπον μίμημα φέρων εἰς παρθένον ἁγνήν, ὕδατι φωτίζων διὰ πρεσβυτέρων ἅμα χειρῶν, πάντα λόγῳ πράσσων, πᾶσαν δὲ νόσον θεραπεύων. τοὺς ἀνέμους παύσειε λόγῳ, στορέσει δὲ θάλασσαν μαινομένην ποσὶν εἰρήνης πίστει τε πατήσας.
275ἐκ δ’ ἄρτων ἅμα πέντε καὶ ἰχθύος εἰναλίοιο ἀνδρῶν χιλιάδας ἐν ἐρήμῳ πέντε κορέσσει, καὶ τὰ περισσεύοντα λαβὼν τότε κλάσματα πάντα δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν. καὶ καλέσει ψυχὰς μακάρων, οἰκτροὺς δ’ ἀγαπήσει,
280οἳ καλὸν ἀντὶ κακοῦ χλευαζόμενοι πρήξουσιν
τυπτόμενοι μαστιζόμενοι πενίην ποθέοντες. πάντα νοῶν καὶ πάντα βλέπων καὶ πάντ’ ἐπακούων σπλάγχνα κατοπτεύσει καὶ γυμνώσει πρὸς ἔλεγχον· αὐτὸς γὰρ πάντων ἀκοὴ καὶ νοῦς καὶ ὅρασις159
285καὶ λόγος ὁ κτίζων μορφάς, ᾧ πάνθ’ ὑπακούει, καὶ νέκυας σῴζων, πᾶσαν δὲ νόσον θεραπεύων. εἰς ἀνόμων χεῖρας καὶ ἀπίστων ὕστερον ἥξει, δώσουσιν δὲ θεῷ ῥαπίσματα χερσὶν ἀνάγνοις καὶ στόμασιν μιαροῖς ἐμπτύσματα φαρμακόεντα.
290δώσει δ’ εἰς μάστιγας ἀναπλώσας τότε νῶτον· [αὐτὸς γὰρ κόσμῳ παραδώσει παρθένον ἁγνήν.] καὶ κολαφιζόμενος σιγήσει, μή τις ἐπιγνῷ, τίς τίνος ὢν πόθεν ἦλθεν, ἵνα φθιμένοισι λαλήσει. καὶ στέφανον φορέσει τὸν ἀκάνθινον· ἐκ γὰρ ἀκανθῶν
295τὸ στέφος ἐκλεκτῶν αἰώνιόν ἐστιν ἄγαλμα.
πλευρὰς νύξουσιν καλάμῳ διὰ τὸν νόμον αὐτῶν· ἐκ καλάμων γὰρ σειομένων ὑπὸ πνεύματος *ἄλλου* πρὸς κρίματα *ψυχῆς* ἐτράφη ὀργῆς καὶ ἀμοιβῆς. ἀλλ’ ὅτε ταῦτά γε πάντα τελειωθῇ ἅπερ εἶπον.160

8

(300)

εἰς αὐτὸν τότε πᾶς λύεται νόμος, ὅστις ἀπ’ ἀρχῆς δόγμασιν ἀνθρώποις ἐδόθη διὰ λαὸν ἀπειθῆ. ἐκπετάσει χεῖρας καὶ κόσμον ἅπαντα μετρήσει. εἰς δὲ τὸ βρῶμα χολὴν καὶ πιεῖν ὄξος ἔδωκαν· τῆς ἀφιλοξενίης ταύτην δείξουσι τράπεζαν.
305ναοῦ δὲ σχισθῇ τὸ πέτασμα καὶ ἤματι μέσσῳ νὺξ ἔσται σκοτόεσσα πελώριος ἐν τρισὶν ὥραις.
οὐκέτι γὰρ κρυφίῳ τε νόμῳ ναῷ τε λατρεύειν φαντασίαις κόσμου κεκαλυμμένον αὖτις ἐδείχθη αὐθέντου καταβάντος ἐπὶ χθονὸς ἀενάοιο.161
310ἥξει δ’ εἰς Ἀίδην ἀγγέλλων ἐλπίδα πᾶσιν τοῖς ἁγίοις, τέλος αἰώνων καὶ ἔσχατον ἦμαρ, καὶ θανάτου μοῖραν τελέσει τρίτον ἦμαρ ὑπνώσας· καὶ τότ’ ἀπὸ φθιμένων ἀναλύσας εἰς φάος ἥξει πρῶτος ἀναστάσεως κλητοῖς ἀρχὴν ὑποδείξας,
315ἀθανάτου πηγῆς ἀπολουσάμενος ὑδάτεσσιν τὰς πρότερον κακίας, ἵνα γεννηθέντες ἄνωθεν μηκέτι δουλεύσωσιν ἀθέσμοις ἤθεσι κόσμου. πρῶτα δὲ τοῖς ἰδίοις φανερῶς τότε κύριος ὀφθῇ σάρκινος, ὡς πάρος ἦν, χερσίν τε ποσίν τ’ ἐπιδείξει
320τέσσαρα τοῖς ἰδίοις ἴχνη πηχθέντα μέλεσσιν, ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον· τόσσαι γὰρ κόσμου βασιληίδες ἐκτελέσουσιν
πρᾶξιν τὴν ἀθέμιστον ἐπίψογον εἰς τύπον ἡμῶν. χαῖρ’, ἁγνὴ θύγατερ Σιών, ⏔ πολλὰ παθοῦσα·162
325αὐτός σου βασιλεὺς ἐπιβὰς ἐπὶ πῶλον ἐσάγει *πρᾶος πᾶσι φανείς, ἵνα τὸ(ν) ζυγὸν ἡμῶν* δοῦλον δυσβάστακτον ἐπ’ αὐχένι κείμενον ἄρῃ καὶ θεσμοὺς ἀθέους λύσῃ δεσμούς τε βιαίους. αὐτόν σου γίνωσκε θεὸν θεοῦ υἱὸν ἐόντα·
330τοῦτον δοξάζουσα καὶ ἐν στέρνοισιν ἔχουσα ἐκ ψυχῆς ἀγάπα καὶ τοὔνομα βάστασον αὐτοῦ. τοὺς προτέρους δ’ ἀπόθου καὶ λοῦσον ἀφ’ αἵματος αὐτοῦ· οὐ γὰρ σαῖς οἴμαις ἱλάσκεται οὐδὲ λιταῖσιν, οὐ θυσίαις προσέχει φθαρταῖς ἄφθαρτος ὑπάρχων·
335*ἀλλ’ ὕμνον στομάτων συνετῶν τότε ἐκπροφέροντες* γνῶθι, τίς ἔσθ’ οὗτος, καὶ τὸν γενετῆρα τότ’ ὄψει.
336* *
336
* χηρεύσει τότε πάντα χρόνῳ στοιχεῖα τὰ κόσμου,
ἀὴρ γαῖα θάλασσα φάος πυρὸς αἰθομένοιο· καὶ πόλος οὐράνιος καὶ νὺξ καὶ ἤματα πάντα163
340εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον. ἄστρα γὰρ οὐρανόθεν φωστήρων πάντα πεσεῖται. κοὐκέτι δὴ πτήσονται ἐπ’ ἀέρος εὔπτεροι ὄρνεις οὐδὲ βάσις γαίης· θῆρες γὰρ ἅπαντες ὀλοῦνται. κοὐκ ἀνδρῶν φωναί, οὐ θηρῶν, οὐ πετεηνῶν.
345κόσμος ἄτακτος ἐὼν οὐ χρήσιμον ἦχον ἀκούσει· ἠχήσει δὲ βαθὺς πόντος μέγαν ἦχον ἀπειλῆς ζῷά τε νηκτὰ τρέμοντα θαλάσσης πάντα θανεῖται· καὶ ναῦς φόρτον ἔχους’ ἐπὶ κύμασιν οὐκέτι πλεύσει. μυκήσει δὲ χθὼν αἱμασσομένη πολέμοισιν·

8

(350)

πᾶσαι δ’ ἀνθρώπων ψυχαὶ βρύξουσιν ὀδοῦσιν
[τῶν ἀνόμων *ψυχῶν* ὀλολυγμοῖσίν τε φόβῳ τε,] τηκόμεναι δίψει λιμῷ λοιμῷ τε φόνοις τε καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ’ ἀπ’ αὐτῶν· οὐκέτι γὰρ θάνατος κείνους, οὐ νὺξ ἀναπαύσει·164
355πολλὰ δ’ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα, καὶ τότ’ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ’ αὐτῶν. ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ’ ἔδωκεν ἀνδράσι πλαζομένοις διὰ χειρῶν παρθένου ἁγνῆς. αὐτός μοι τάδε πάντα θεὸς νόῳ ἐγκατέδειξεν
360καὶ δι’ ἐμοῦ στόματος τὰ λελεγμένα πάντα τελέσσει· Οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης, οἶδα μυχοὺς γαίης καὶ Τάρταρον ἠερόεντα, οἶδ’ ἀριθμοὺς ἄστρων καὶ δένδρεα καὶ πόσα φῦλα τετραπόδων νηκτῶν τε καὶ ὀρνίθων πετεηνῶν
365καὶ μερόπων ὄντων τε καὶ ἐσσομένων νεκύων τε· αὐτὸς γὰρ μορφὰς καὶ νοῦν ἀνδρῶν ἐτύπωσα, καὶ λόγον ὀρθὸν ἔδωκα ἐπιστήμην τ’ ἐδίδαξα, ὀφθαλμοὺς ὁ πλάσας καὶ ὦτα, βλέπων καὶ ἀκούων καὶ πᾶν ἐνθύμημα νοῶν καὶ πᾶσι συνίστωρ
370ἐντὸς ἐὼν σιγῶ καὶ ὕστερον αὐτὸς ἐλέγξω [κἀκπράξων ⏔ ὅσσα λαθών γε βροτῶν τις ἔπραξεν, *ἐλθὼν καὶ* ἐπὶ βῆμα θεοῦ θνητοῖσι λαλήσων.]· καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω καὶ πόσον ἐστὶ τὸ πᾶν ἀπὸ γῆς εἰς οὐρανὸν ὕψος,165
375ἀρχὴν καὶ τέλος οἶδα, ὃς οὐρανὸν ἔκτισα καὶ γῆν. [πάντα γὰρ ἐξ αὐτοῦ, τὰ ἀπ’ ἀρχῆς εἰς τέλος οἶδε.] μοῦνος γὰρ θεός εἰμι καὶ οὐκ ἔστιν θεὸς ἄλλος. εἰκόνα θεσπίζουσιν ἐμὴν πλασθεῖσαν ἀφ’ ὕλης, χερσί τε μορφώσαντες ἑαῖς εἴδωλον ἄναυδον
380δοξάζουσι λιταῖς καὶ θρησκείῃσιν ἀνάγνοις. τὸν κτίστην προλιπόντες ἀσελγείαις ἐλάτρευσαν *πάντες δ’ αὐτοῦ* ἔχοντες ἀχρήστοις δῶρα διδοῦσιν *καὶ ὡς ἐμὰς* τιμὰς τάδε χρήσιμα πάντα δοκοῦσιν θοίνῃ κνισσοῦντες, ὡς τοῖς ἰδίοις νεκύεσσιν.
385σάρκας γὰρ καίουσι καὶ ὀστέα μυελόεντα
θύοντες βωμοῖς καὶ δαίμοσιν αἷμα χέουσιν καὶ λύχνους ἅπτουσιν ἐμοὶ τῷ φῶτα διδόντι, χὡς διψῶντι θεῷ θνητοὶ σπένδουσι τὸν οἶνον εἰς οὐδὲν μεθύοντες ἐπ’ εἰδώλοισιν ἀχρήστοις.166
390οὐ χρῄζω θυσίης ἢ σπονδῆς ὑμετέρηφιν, οὐ κνίσσης μιαρῆς, οὐχ αἵματος ἐχθίστοιο. ταῦτα γὰρ ἐς μνήμην βασιλήων ἠδὲ τυράννων δαίμοσι ποιήσουσι νεκροῖς, ὡς οὐρανίοισιν, θρησκείαν ἄθεον καὶ ὀλέθριον ἐκτελέοντες.
395καὶ καλέουσι θεοὺς ἄθεοι τὰς εἰκόνας αὐτῶν τὸν κτίστην προλιπόντες, ἀπ’ αὐτῶν ἐλπίδα πᾶσαν καὶ ζωὴν νομίσαντες ἔχειν, κωφοῖς καὶ ἀναύδοις ἐς τὸ κακὸν πιστοὶ ἀγαθὸν τέλος ἀγνοιοῦσιν. αὐτὸς ὁδοὺς προέθηκα δύο, ζωῆς θανάτου τε,

8

(400)

καὶ γνώμῃ προέθηκ’ ἀγαθὴν ζωὴν προελέσθαι·
αὐτοὶ δ’ ἐς θάνατον καὶ πῦρ αἰώνιον ᾖξαν. εἰκών ἐστ’ ἄνθρωπος ἐμὴ λόγον ὀρθὸν ἔχουσα τούτῳ θὲς καθαρὰν καὶ ἀναίμακτον σὺ τράπεζαν πληρώσας ἀγαθῶν καὶ δὸς πεινῶντι τὸν ἄρτον167
405καὶ διψῶντι ποτὸν καὶ εἵματα σώματι γυμνῷ ἐκ μόχθων ἰδίων πορίσας ἁγναῖς παλάμῃσιν. θλιβόμενον κτῆσαι καὶ τῷ κάμνοντι παράστα καὶ ζῶσαν θυσίαν ἐμοὶ τῷ ζῶντι πόριζε, σπείρων νῦν ἐς ὕδωρ, ἵνα σοι κἀγώ ποτε δώσω
410καρποὺς ἀθανάτους, καὶ φῶς αἰώνιον ἕξεις καὶ ζωὴν ἀμάραντον, ὅταν πυρὶ πάντας ἐλέγξω. χωνεύσω γὰρ ἅπαντα καὶ εἰς καθαρὸν διαλέξω, οὐρανὸν εἱλίξω, γαίης κευθμῶνας ἀνοίξω, καὶ τότ’ ἀναστήσω νεκροὺς μοῖραν ἀναλύσας
415καὶ θανάτου κέντρον, καὶ ὕστερον εἰς κρίσιν ἥξω κρίνων εὐσεβέων καὶ δυσσεβέων βίον ἀνδρῶν·
καὶ κριὸν κριῷ καὶ ποιμένι ποιμένα θήσω καὶ μόσχον μόσχῳ πέλας ἀλλήλων ἐς ἔλεγχον· οἵτινες ὑψώθησαν ἐλεγχόμενοι ὑπ’ ἐλέγχῳ168
420καὶ στόμα παντὸς ἔφραξαν, ἵν’ αὐτοὶ ζηλώσαντες τοὺς ὁσίως πράσσοντας ἴσως καταδουλώσουσιν σιγᾶν προστάσσοντες, ἐπειγόμενοι διὰ κέρδος. *καὶ δόκιμοι παρ’ ἐμοὶ τότε χωρήσουσιν ἅπαντες*, κοὐκέτι λοιπὸν ἐρεῖς λυπούμενος, ‚αὔριον ἔσται‛,
425οὐκ ‚ἐχθὲς γέγονεν‛· οὐκ ἤματα πολλὰ μεριμνᾷς, οὐκ ἔαρ, οὐ χειμῶν’, οὔτ’ ἂρ θέρος, οὐ μετόπωρον, οὐ δύσιν ἀντολίην· ποιήσω γὰρ μακρὸν ἦμαρ. εἰς δ’ αἰῶνα τὸ φῶς ⏕ – πεποθημένον ἔσται.
428— — — — — — — — — — — — — — — — — αὐτογένητος, ἄχραντος, ἀένναος ἀίδιός τε,
430*οὐρανοῦχος ἰσχύι μετρῶν* πυρόεσσαν αὐτμήν καὶ πατάγου σκῆπτρον κατέχει σὺν ἀπηνέι πυρσῷ, πρηΰνει τε βαρυκτυπέων δουπήματα βροντῶν, γῆν κλονέων κατέχει ῥοιζήματα ...... κἀστεροπῶν μάστιγας ἀπαμβλύνει πυροφεγγεῖς169
435ὄμβρων δ’ ἄσπετα χεύματ’ ἔχει ῥιπάς τε χαλάζης κρυμαλέης νεφελῶν τε βολὰς καὶ χείματος ὁρμάς.
436— — — — — — — — — — — — — — — — — αὐτοὶ μὲν γὰρ ἕκαστα νόῳ διατεκμαίρονται, ὅσσα περ αὐτῷ σοι δοκέει πρήσσειν τ’ ἐπινεύεις.
438— — — — — — — — — — — — — — — — — *σῷ παιδὶ πρὸ κτίσεως πάσης στέρνοις ἴσοισι πεφυκώς*
440σύμβουλος, πλάστης μερόπων κτίστης τε βίοιο. ὃν πρώτῃ στόματος γλυκερῇ προσφθέγξαο φωνῇ· ‚ποιήσωμεν ἰδοὺ πανομοίιον ἀνέρα μορφῇ ἡμετέρῃ καὶ δῶμεν ἔχειν ζωαρκέα πνοιήν· ᾧ θνητῷ περ ἐόντι τὰ κοσμικὰ πάντα λατρεύσει
445καὶ χοικῷ πλασθέντι τὰ πάνθ’ ὑποτάξομεν αὐτῷ‛. ταῦτα δ’ ἔφησθα Λόγῳ, τῇ σῇ φρενὶ πάντα δ’ ἐτύχθη·
πάντα δ’ ὁμοῦ στοιχεῖα κελεύσματι πείθετο τῷ σῷ, καὶ κτίσις ἀίδιος συνετάσσετο πλάσματι θνητῷ, οὐρανὸς ἀὴρ πῦρ χθὼν γῆ καὶ χεῦμα θαλάσσης,170

8

(450)

ἠέλιος μήνη, χορὸς ἄστρων *οὔρεα ...* εὐφρόνη ἡμέρη ὕπνος ἔγερσις πνεῦμα καὶ ὁρμή, ψυχὴ καὶ σύνεσις, τέχνη φωνή τε καὶ ἀλκή ζῴων τ’ ἄγρια φῦλα τὰ νηκτῶν καὶ πετεηνῶν πεζῶν τ’ ἀμφιβίων τε καὶ ἑρπυστῶν διφυῶν τε·
455πάντα γὰρ αὐτός σοι συνετάσσετο σῇ ὑπ’ ἀγωγῇ. ὑστατίοις τε χρόνοις χθόν’ ἀμείψατο καὶ βραχὺς ἐλθών παρθένου ἐκ Μαρίας λαγόνων ἀνέτειλε νέον φῶς, οὐρανόθεν δὲ μολὼν βροτέην ἐνεδύσατο μορφήν. πρῶτα μὲν οὖν Γαβριὴλ σθεναρὸν δέμας ἁγνὸν ἐδείχθη·
460δεύτερα καὶ κούρην ἀρχάγγελος ἔννεπε φωνῇ· ‚δέξαι ἀχράντοισι θεὸν σοῖς, παρθένε, κόλποισ‛. ὣς εἰπὼν ἔμπνευσε θεὸς χάριν *ἠδ’ αἰεὶ* κούρῃ· τὴν δ’ ἄρα τάρβος ὁμοῦ θάμβος θ’ ἕλεν εἰσαΐουσαν, στῆ δ’ ἄρ’ ὑποτρομέουσα· νόος δέ οἱ ἐπτοίητο
465παλλομένης κραδίης ὑπ’ ἀγνώστοισιν ἀκουαῖς. αὖτις δ’ εὐφράνθη καὶ ἰάνθη κέαρ αὐδῇ, κουρίδιον δ’ ἐγέλασσεν, ἑὴν δ’ ἐρύθηνε παρειήν χάρματι τερπομένη καὶ θελγομένη φρένας αἰδοῖ, καί οἱ θάρσος ἐπῆλθεν. ἔπος δ’ εἰσέπτατο νηδύν,171
470σαρκωθὲν δὲ χρόνῳ καὶ γαστέρι ζῳογονηθέν ἐπλάσθη βροτέην ἰδέην καὶ κοῦρος ἐτύχθη παρθενικοῖς τοκετοῖς· τόδε γὰρ μέγα θαῦμα βροτοῖσιν, ἀλλ’ οὐδὲν μέγα θαῦμα θεῷ πατρὶ καὶ θεῷ υἱῷ. τικτόμενον δὲ βρέφος ποτὶ δ’ ἔπτατο γηθοσύνη χθών,
475οὐράνιος δ’ ἐγέλασσε θρόνος καὶ ἀγάλλετο κόσμος. καινοφαὴς δὲ μάγοισι σεβάσθη θέσφατος ἀστήρ, σπειρωθὲν δὲ βρέφος δείχθη θεοπειθέσι φάτνῃ βουπελάταις τε καὶ αἰγονόμοις καὶ ποιμέσιν ἀρνῶν· καὶ Λόγου ἡ Βηθλεὲμ πατρὶς θεόκλητος ἐλέχθη.
479* *
479*
480ἐν κραδίῃ τε ταπεινοφρονεῖν, πικρὰ τέρματα μισεῖν καὶ πάντων ἀγαπᾶν τὸν πλησίον ὥσπερ ἑαυτόν· καὶ θεὸν ἐκ ψυχῆς φιλέειν, αὐτῷ δὲ λατρεύειν. τοὔνεκ’ ἄρ’ ἡμεῖς καὶ ὁσίης Χριστοῖο γενέθλης οὐρανίης πεφυῶτες ἐπικλεόμεσθα σύναιμοι
485μνῆστιν ἐυφροσύνης ἐπὶ θρησκείῃσιν ἔχοντες, εὐσεβίης τε καὶ ἀτρεκίης βαίνοντες ἀταρπούς.
οὔποτε πρὸς νηῶν ἀδύτοις ἐώμεσθα πελάζειν, οὐ ξοάνοις σπένδειν, οὐδ’ εὐχωλῇσι γεραίρειν, οὐδ’ ὀδμαῖς ἀνθῶν πολυτερπέσιν οὐδὲ μὲν αὐγαῖς172
490λαμπτήρων, ἀτὰρ οὐδ’ *ἄρα τοὺς* ἀναθήμασι κοσμεῖν, οὐ λιβάνου ἀτμοῖσιν ἀνιεῖσιν φλόγα *βωμόν*· οὐδ’ ἐπὶ ταυροθύτοις μηλόσφαγα αἵματα λοιβαῖς λυτροχαρεῖς πέμπειν, χθονίας μειλίγματα ποινῆς· οὐδ’ ἀπὸ σαρκοβόροιο πυρῆς κνισσώδεϊ καπνῷ
495καὶ μιαραῖς πνοιῇσι μιαίνειν αἰθέρος αὐγήν· ἀλλ’ ἁγναῖς πραπίδεσσι γεγηθότες εὔφρονι θυμῷ ἀφνειαῖς τ’ ἀγάπῃσι καὶ εὐδώροις παλάμῃσιν μειλιχίοις ψαλμοῖσι θεοπρεπέεσσί τε μολπαῖς ἄφθιτον ἐξυμνεῖν σε καὶ ἄψευστον κελόμεσθα,

8

(500)

παγγενετῆρα θεόν, πινυτόφρονα ..........

8

(500)

* *

8

(500)

*173

11

(T1)

Σιβύλλης λόγος ιαʹ.
1Κόσμε πολυσπερέων ἀνδρῶν καὶ τείχεα μακρά καὶ πόλιες ἄπλητοι ἰδ’ ἔθνεα μυριόεντα ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου παντοδαπαῖς φωναῖς μεμερισμένα καὶ βασιλείαις·
5*ἀλλ’ ἅπερ ὑμῶν* μέλλω τὰ κάκιστ’ ἀγορεύειν. ἐξ οὗ γὰρ κατακλυσμὸς ἐπὶ προτέρους γένετ’ ἄνδρας καὶ γενεὴν *πενίην* ἐξώλεσεν ὕδασι πολλοῖς αὐτὸς ὁ παντοκράτωρ, ἕτερον δὲ γένος πόρεν ἄλλο ἀκαμάτων ἀνδρῶν· οἳ οὐρανῷ ἀντιφέροντες
10πύργον δωμήσαντ’ ἐς ἀθέσφατον ὕψος· ἀπ’ ἄλλων γλῶσσαι δ’ αὖτ’ ἐλύθησαν· ἐπ’ αὐτοὺς δ’ ἤλυθεν ὀργή ὑψίστοιο θεοῦ βεβολημένη, κἄπεσε πύργος ἄσπετος· οἳ δὲ κακὴν γὰρ ἐπ’ ἀλλήλους ἔριν ὦρσαν.
δὴ τότε καὶ δεκάτη γενεὴ μερόπων ἀνθρώπων,174
15ἐξ οὗ ταῦτ’ ἐγένοντο· μερίζετο γαῖα δ’ ἅπασα ἀλλοδαπῶν ἀνδρῶν καὶ παντοδαπῶν διαλέκτων, ὧν ἀριθμοὺς λέξω καὶ ἀκροστιχίοις ὀνομήνω γράμματος ἀρχομένου καὶ τοὔνομα δηλώσαιμι. πρώτη δ’ Αἴγυπτος βασιληίδα δέξεται ἀρχήν
20ἔξοχον ἠδὲ δίκαιον· ἔπειτα δὲ φῶτες ἐν αὐτῇ πολλοὶ ἐπάρξουσιν βουληφόροι· αὐτὰρ ἔπειτα ἄρξει δεινὸς ἀνὴρ κρατερώτερος ἀγχιμαχητής· οὔνομα δὲ σχήσει τοῦ ἀκροστιχίου τὸ γράμμα, Φάσγανα δ’ ἐκτανύσειε κατ’ εὐσεβέων ἀνθρώπων.
25*σῆμα δ’ ἔσται ἐκείνῳ* μέγα τούτου κρατέοντος γαίῃ ἐν Αἰγύπτῳ, ἥτις μέγα κυδαίνουσα ὀλλυμένας ψυχὰς λιμῷ τότε σιτοδοτήσει· ἀντολίην θρέψει ἠδ’ Ἀσσυρίων γένος ἀνδρῶν αὐτὸς δεσμώτης ὁ δικασπόλος· οὔνομα δ’ αὐτοῦ
30*ἴσθιν ....* μέτρου δεκάτου ἀριθμοῖο. ἀλλ’ ὁπόταν δεκάπληγος ἀπ’ οὐρανοῦ αἰγλήεντος ἥξει ἐπ’ Αἴγυπτον, τότε σοι πάλι ταῦτα βοήσω. αἰαῖ σοι, Μέμφι, αἰαῖ μεγάλη βασιλείη· *ἐξολέσειε λαόν σου πολὺν* Ἐρυθραία θάλασσα.
35ἔνθ’ ὁπόταν λείψωσι *πέδον πολύκαρπον* ὄλεθρον λαὸς ὁ δωδεκάφυλος ἀπ’ ἀθανάτοιο κελευσθείς, καὶ νόμον αὐτὸς ἄναξ δώσει θεὸς ἀνθρώποισιν.
Ἑβραίοις δ’ ἄρ’ ἔπειτα μέγας βασιλεὺς μεγάθυμος ἄρξει, ἀπ’ Αἰγύπτου ψαμαθώδεος οὔνομ’ ἔχων τι〈σ〉,175
40ψευδόπατρις Θηβαῖος ἀνήρ· Μέμφιν δ’ ἀγαπήσει δεινὸς ὄφις, καὶ πολλὰ *φυλάξεται* ἐν πολέμοισιν. δωδεκάτης δεκάδος περιτελλομένης βασιλείας ἕπτ’ ἐπὶ καὶ δεκάτης ἐτέων ἑκατοντάδος, ἄλλων πέντ’ ἐπιλειπομένων, τότε δὴ Περσηίδος ἀρχή.
45καὶ τότ’ Ἰουδαίοις σκότος ἔσσεται οὐδὲ φυγοῦνται λιμὸν καὶ λοιμὸν δυσανάσχετον ἤματι κείνῳ. ἀλλ’ ὁπόταν ἄρξῃ Πέρσης καὶ σκῆπτρα προλείψῃ *υἱὸς υἱωνοῖο* περιτελλομένων ἐνιαυτῶν ἐς μούνας πέντε τετράδας *δεκατεύσει δὲ ταύτας

11

(50)

ἐννεάδας τελεθεὶς ἑκατὸν* καὶ πάντ’ ἀποτίσεις· καὶ τότ’ ἔσῃ, Περσηΐ, λάτρις Μήδοισι δοθεῖσα, πληγαῖς ὀλλυμένη διά [τε] κρατερὰς ὑσμίνας. αὐτίκα δὴ Πέρσαισι καὶ Ἀσσυρίοις κακὸν ἔσται πάσῃ τ’ Αἰγύπτῳ, Λιβύῃ τ’ ἠδ’ Αἰθιόπεσσιν
55Καρσί τε Παμφύλοισιν ἰδ’ ἄλλοις πᾶσι βροτοῖσιν. καὶ τότε υἱωνοῖς δώσει βασιλήιον ἀρχήν, οἳ πάλι πορθήσουσι γένη πολλοῖσι λαφύροις
γαῖαν ἀφαρπάζοντες ὅλην μὴ συμπαθέοντες. αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Τίγριδι Πέρσαι.176
60Αἴγυπτος δάκρυσιν πολλὴν χθόνα ἀρδεύσειεν. καὶ τότε σοι, Μηδεία γαίη, κακὰ πολλὰ ποιήσει Ἰνδογενὴς πολύολβος ⏑ –, ἄχρι πάντ’ ἀποτίσεις, ὅσσα πάρος πεποίηκας ἀναιδέα θυμὸν ἔχουσα. αἰαῖ σοι, Μήδειον ἔθνος, μετέπειτα λατρεύσεις
65ἀνδράσιν Αἰθιόπεσσιν ὑπὲρ Μεροηίδα χώραν· ἕπτ’ ἐπὶ τοῖς προσθεῖς’ ἑκατὸν λυκάβαντας ἀπ’ ἀρχῆς πληρώσεις, δύστηνε, χ’ ὑπὸ ζυγὸν αὐχένα θήσεις. καὶ τότε κυανόχρως πολιοπλόκαμος μεγάθυμος Ἰνδὸς ἄναξ μετέπειτα γενήσεται, ὃς κακὰ πολλά
70θήσει ἐπ’ ἀντολίης διὰ κρατερὰς ὑσμίνας· καὶ σέ γε λωβήσει μᾶλλον παρὰ πάντας ὀλέσσει. ἀλλ’ ὅταν *εἰκοστὸν ἔτος καὶ* δέκατον βασιλεύσῃ ἕπτ’ ἐπὶ καὶ δέκατον, τότε δὴ βασιληίου ἀρχῆς πᾶν ἔθνος οἰστρήσει καὶ ἐλευθερίην ἀναδείξει
75λείψας δούλιον *αἷμ’* ἐπὶ τρεῖς μονάδας ἐνιαυτῶν. ἀλλὰ πάλιν ἥξει καὶ ὑπὸ ζυγὸν αὐχένα θήσει πᾶν ἔθνος ἀνθρώπων κρατερῷ πάλιν, ᾗ πάρος ἦεν δουλεῦον βασιλεῖ, καὶ ἑκουσίως ὑποτάξει. ἔσσεται εἰρήνη μεγάλη κατὰ κόσμον ἅπαντα.
80 καὶ τότε δ’ Ἀσσυρίοις βασιλεὺς μέγας ἔσσεται ἀνήρ, ἄρξει καὶ πάντας πείσει καταθύμια βάζειν, ἅσσα θεὸς νομίμως διετάξατο· καὶ τότε τοῦτον φρίξουσιν πάντες βασιλεῖς κομόωντες ἀκωκαῖς δειμαλέοι καὶ ἄναυδοι, ὑπερμενέες τ’ ἐρατωποί
85τούτῳ δουλεύσουσι θεοῦ μεγάλου διὰ βουλάς. πείσει γὰρ τὰ ἅπαντα λόγῳ καὶ πάνθ’ ὑποτάξει καὶ ναὸν μεγάλοιο θεοῦ καὶ βωμὸν ἐραννόν αὐτὸς δωμήσει κρατερῶς, εἴδωλα δὲ ῥίψει· φῦλα δὲ καὶ γενεὴν πατέρων καὶ νήπια τέκνα177
90εἰς ἓν συγκομίσας οἰκήτορας ἀμφιβαλεῖται· οὔνομα δὲ σχήσειε διακοσίων ἀριθμοῖο, ὀκτωκαιδεκάτης γραμμῆς σημήια δείξει. ἀλλ’ ὁπόταν δεκάσιν περιτελλομένῃσι κρατήσῃ ταῖς δύο καὶ πρὸς πέντ’, ἐλθὼν ἐπὶ τέρμα χρόνοιο,
95ἔσσονται δὲ τόσοι βασιλεῖς, ὅσα φῦλα τὰ θνητῶν, ὅσσαι φῆτραι, ὅσαι δὲ πόλεις, ὅσσαι δέ τε νῆσοι, ἤπειροι μακάρων ἠδ’ ἀγλαόκαρποι ἄρουραι. εἷς ἔσται δὲ μέγας τούτων βασιλεὺς ἀγὸς ἀνδρῶν· εἴξουσιν δ’ αὐτῷ πολλοὶ βασιλεῖς μεγάθυμοι,

11

(100)

καὶ τούτῳ παισίν τε καὶ υἱωνοῖς πολυόλβοις δώσουσιν μοίρας βασιληίδος εἵνεκεν ἀρχῆς ἐς δεκάδας δεκάδων ὀκτώ, μονάδας 〈τ’〉 ἐπὶ ταύταις ἓξ ἐτέων· ἄρξει καὶ ἐς ὕστατον ἀντειλοῦσιν. ἡνίκα θὴρ βριαρὸς δ’ ἥξει σὺν Ἄρηι κραταιῷ,
105καὶ τότε σοι, βασίλισσα γαίη, χόλος ἐξαναφύσει. αἰαῖ σοι, Περσὶς γῆ, ὅσς’ ἐκχύματα δέξῃ αἵματος ἀνδρομέου, ὁπόταν ἥξει σοι ἐκεῖνος
ὀμβριμόθυμος ἀνήρ· τότε τοι πάλι ταῦτα βοήσω. ἀλλ’ ὅταν Ἰταλίη προφύῃ μέγα θαῦμα βροτοῖσιν,178
110νηπιάχων μινύρισμα ἀκηρασίῃ παρὰ πηγῇ, ἄντρῳ ἐπὶ σκιερῷ θηρὸς τέκνα μηλοφάγοιο, οἵτινες ἀνδρωθέντες ἐφ’ ἑπτὰ λόφοισι κραταιοῖς πολλοὺς πρηνίξουσιν ἀναιδέα θυμὸν ἔχοντας, ἀμφότεροι ἀριθμῶν ἑκατόν, οἷς οὔνομα δείξει
115σῆμα μέγ’ ἐσσομένων· καὶ ἑπτὰ λόφοισι δὲ τείχη καρτερὰ δωμήσουσι καὶ ἀμφ’ αὐτοῖς βαρὺν Ἄρη στήσουσιν. τότε δ’ αὖτ’ ἔσται ἐπανάστασις ἀνδρῶν φυομένη περὶ σέ, μεγάλη καλλίσταχυ γαῖα, Αἴγυπτε μεγάθυμε· ἀτὰρ πάλι ταῦτα βοήσω.
120*πρὸς ἐπὶ – πληγὴν* μεγάλην οἴκοις ὑποδέξῃ, καὶ πάλι σοι ἰδίων ἔσται ἐπανάστασις ἀνδρῶν. ἄρτι δέ σε, τλῆμον Φρυγίη, κατοδύρομαι οἰκτρῶς· ἥξει γάρ σοι ἅλωσις ἀφ’ Ἑλλάδος ἱπποδάμοιο καὶ πόλεμος δεινός [τε] διὰ κρατερὰς ὑσμίνας. —
125Ἴλιον, οἰκτείρω σε· ἀπὸ Σπάρτης γὰρ Ἐριννύς ἥξει σοῖς μελάθροις ὀλοῷ κεκερασμένη ἄστρῳ· σοὶ δὲ μάλιστα πόνους μόχθους στοναχάς τε γόους τε θήσει, ἐπὰν ἄρξωσι μάχην εὖ εἰδότες ἄνδρες, ἥρωες Ἑλλήνων ἀρηιφίλων ὄχ’ ἄριστοι.
130τούτων δ’ εἷς ἔσται βασιλεύς, κρατερὸς αἰχμητής· ἀμφὶ κασιγνήτῳ μετελεύσεται ἔργα κάκιστα. αὐτοὶ δ’ αὖτ’ ὀλέσουσι Φρυγῶν κλυτὰ τείχεα Τροίης·
ἡνίκα δὶς πέντε περιτελλομένων ἐνιαυτῶν πληρώσει πολέμοιο μιαιφόνα ἔργα Κρονίων,179
135αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψει, καὶ τοῦτον δέξῃ ἐπὶ γούνασιν οὐχὶ νοοῦσα ἔγκυον Ἑλλήνων λόχον ἔμμεναι, ἡ βαρυπενθής· αἰαῖ, *ἐν νυκτὶ μιᾷ* πόσους ὑποδέξεται Ἅιδης, ἠδὲ λάφυρα πόσα πολυδακρύτοιο γέροντος
140*ἄξει*· ἀγήρατον δ’ ἔσται κλέος ἐσσομένοισιν. τοὔνομα δὲ σχήσει βασιλεὺς μέγας ἐκ Διὸς ἀνήρ στοιχείου ἀρχομένου· ὃς ἐπεὶ νόστου τετύχῃσι, δὴ τότε καὶ πέσεται δολίης ἐν χειρὶ γυναικός. — ἄρξει δ’ ἐκ γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο
145παῖς κλυτὸς ἡρώων, κρατερὸς καὶ ἄλκιμος ἀνήρ. ἥξει δ’ ἐκ Τροίης μεγάλῳ πυρὶ δῃωθείσης φεύγων ἐκ πάτρης φοβερὸν διὰ μῶλον Ἄρηος· βαστάζων ὤμοισιν ἑὸν πρέσβυν γενετῆρα, υἱὸν δ’ ἐν παλάμῃ κατέχων μόνον, εὐσεβὲς ἔργον

11

(150)

ῥέξει, παπταίνων [,ὅστις πυρὸς ἔσχισεν ὁρμήν αἰθομένης Τροίης,] καὶ ἐπειγόμενος δι’ ὁμίλου δειμαίνων περάσει γαῖαν φοβερήν τε θάλασσαν. οὔνομα δὲ σχήσει τὸ τρισύλλαβον, οὐ γὰρ ἄσημον στοιχεῖον ἀρχόμενον δηλοῖ τὸν ὑπέρτατον ἄνδρα.
155καὶ τότ’ ἀναστήσειε πόλιν κρατερήν τε Λατίνων.
πέντ’ ἐπὶ 〈καὶ〉 δεκάτῳ ἔτεϊ ἐπὶ βένθεσιν ἅλμης ὕδασιν ὀλλύμενος σχήσει θανάτοιο τελευτήν. ἀλλά μιν οὐδὲ θανόντ’ ἐπιλήσεται ἔθνεα φωτῶν· ἄρξει γὰρ γενεὴ τούτου μετόπισθεν ἁπάντων180
160ἄχρις ἐπ’ Εὐφράτου Τίγριος ποταμῶν ἀνὰ μέσσον χώρης Ἀσσυρίων, ὅππη μηκύνετο Πάρθος. ἔσσεται ἐσσομένοις, ὁπόταν τάδε πάντα γένηται. καί τις πρέσβυς ἀνὴρ σοφὸς ἔσσεται αὖτις ἀοιδός, ὃν πάντες καλέουσι σοφώτατον ἐν μερόπεσσιν,
165οὗ κόσμος πραπίδεσσιν ὅλος παιδεύσεται ἐσθλαῖς· γράψει γὰρ κεφάλαια *⏑ – δύναμίν τ’ ἐπίνοιαν*. καί τε σαφῶς γράψει μάλ’ ἀθέσφατα ἄλλοτε ἄλλη τοῖσιν ἐμοῖσι λόγοις μέτροις ἐπέεσσι κρατήσας· αὐτὸς γὰρ πρώτιστος ἐμὰς βίβλους ἀναπλώσει
170καὶ κρύψει μετὰ ταῦτα καὶ ἀνδράσιν οὐκέτι δείξει ἐς τέλος οὐλομένου θανάτου, βιότοιο τελευτῆς. ἀλλ’ ὁπόταν δὴ ταῦτα τελειωθῇ, ἅπερ εἶπον, Ἕλληνες πάλιν αὖτις ἐπ’ ἀλλήλους μαχέονται· Ἀσσύριοι Ἄραβές τε φαρετροφόροι τ’ ἔτι Μῆδοι,
175Πέρσαι καὶ Σικελοὶ Λυδοί τ’ ἐπαναστήσονται, Θρῇκες Βιθυνοί τε καὶ οἳ παρὰ ῥεύμασι Νείλου ναίουσιν γαίην καλλίσταχυν· ἐν δὲ κυδοιμόν πᾶσιν ὁμοῦ θήσει θεὸς ἄφθιτος. ἀλλὰ μάλ’ αἰνῶς
ἀνὴρ Ἀσσύριος νόθος Αἰθίοψ ἵξεται ἄφνω181
180θυμὸν ἔχων θηρὸς καὶ πάντ’ ἰσθμὸν διακόψει παπταίνων, ἐπὶ πᾶσιν ἰὼν πέλαγος διαπλεύσει. καὶ τότε σοι μάλα πολλὰ γενήσεται, Ἑλλὰς ἄπιστε. αἰαῖ σοι, τλῆμον Ἑλλάς, ὅσα δεῖ ς’ ἀνοιμῶξαι. ἕπτ’ ἐπὶ ὀγδοήκοντα ἐτῶν ἐπιτελλομενάων
185παμφύλου φοβεροῦ πολέμου σκύβαλον λυγρὸν ἔσσῃ. ἔνθα *Μακηδονίων* πάλιν ἔσσεται Ἑλλάδι πῆμα καὶ Θρῄκην ὀλέσει πᾶσαν καὶ μῶλον Ἄρηος νήσοις ἠπείροις τε φιλοπτολέμοις τε *τοράτροις*.
188— — — — — — — — — — — — — ἔσσετ’ ἐνὶ προμάχοισι, τὸ δ’ οὔνομα τοῦτο μεθέξει,
190πεντήκοντ’ ἀριθμῶν δεκάκις στοιχεῖον ὃ δηλοῖ. ἀρχὴν ὠκύμορος δὲ γενήσεται· ἀλλὰ μεγίστην καλλείψει βασιλείαν ἀπειρεσίην τε κατ’ αἶαν. αὐτὸς δ’ αὖ πέσεται ὑπὸ δουροφόρου κακοβούλου *ζήσας ἐν συρίᾳ* ἡγούμενος οἷά περ οὐδείς.
195 ἄρξει δ’ αὖ μετέπειτα πάις τούτου μεγάθυμος στοιχείου ἀρχομένου· γένους 〈δὲ〉 διέξοδος ἔσται. οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα τοῦτον ἐροῦσιν πάντες ὁμῶς, Κρονίδαο νόθον δ’ ὣς ἀναπλάσονται. πολλῶν δ’ αὖ μερόπων ἀνδρῶν πόλεις ἐξαλαπάξει·

11

(200)

Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἕλκος. οὗτος καὶ Βαβυλῶνα πόλιν λωβήσεται λοιμῷ καὶ πᾶσαν ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν, ἀντολίῃ, κόσμον τε καταπλεύσει μόνος αὐτός. αἰαῖ σοι, Βαβυλών, θριαμβίαισι λατρεύσεις,182
205δεσπότις αὐδηθεῖσα· κατ’ Ἀσίδος ἔρχεται Ἄρης, ἔρχεται ἀτρεκέως καὶ σφάξει σου τέκνα πολλά. καὶ τότε δ’ ἐκπέμψεις τὸν σὸν βασιλήιον ἄνδρα τετράδος ἐξ ἀριθμοῦ συνώνυμον, ἐγχεσίμωρον δεινὸν τοξοβόλον τε μετὰ κρατερῶν πολεμιστῶν.
210καὶ τότε δὴ Κιλίκων καὶ Ἀσσυρίων μέσον ἕξει λιμὸς καὶ πόλεμος· αὐτὰρ βασιλεῖς μεγάθυμοι θυμοβόρου ἔριδος δεινὴν στάσιν ἀμφιβαλοῦσιν. ἀλλὰ σὺ μὲν *φύγε πέρον τὸν βασιλῆα λεῖπε δ’ αὐτόν* μηδὲ θέλῃς μενέειν μηδ’ αἴδεο δειλὸς ὑπάρχειν·
215δεινὸς γάρ σε λέων ἐπιίξεται, ὠμοβόρος θήρ, ἄγριος ἀλλοδίκης λώπην ἀμφειμένος ὤμοις. φεῦγε κεραύνιον ἄνδρα. κακὸν δ’ Ἀσίῃ ζυγὸν ἥξει καὶ πάλι πᾶσα χθὼν πίεται φόνον ὀμβρήεντα. ἀλλ’ ὅταν Αἰγύπτου μεγάλην πόλιν ὀλβοδότειραν
220στηρίξει Πελλαῖος Ἄρης, αὐτῷ δ’ ὀνομήνῃ, μοῖραν καὶ θάνατον προδοθεὶς δολίως ὑφ’ ἑταίρων
221— — — — — — — — — — — — — — — — — Ἰνδοὺς γὰρ προλιπόντα καὶ ἐς Βαβυλῶνα μολόντα βάρβαρος ἐξολέσει τοῦτον φόνος ἀμφὶ τραπέζαις. ἄρξουσιν μετέπειτ’ ἄλλοι κατὰ φῦλον ἕκαστον183
225δημοβόροι βασιλεῖς καὶ ὑπερφίαλοι καὶ ἄπιστοι ἐν ὀλίγοις ἔτεσιν· αὐτὰρ μεγάθυμος ἀγήνωρ, *ὃς πᾶσιν Εὐρώπην* ἐπικαλαμήσεται γυμνήν, ἐξότε πᾶσα χθὼν πίεται παμφύλιον αἷμα, λείψει *ἀτὰρ βιότου μορφὴν ἰδίαν ἀναλώσας*.
230ἔσσονται δ’ ἄλλοι βασιλεῖς δὶς τέσσαρες ἄνδρες ἐκ γενεῆς τούτου, οἷς οὔνομα πᾶσι τὸ αὐτό. ἔσται δ’ Αἴγυπτος νύμφη τότε κοιρανέουσα, καὶ πόλις ἡ μεγάλη [τε] Μακηδονίοιο ἄνακτος, πότνι’ Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα πολήων
235κάλλει τε στίλβουσα, μόνη μητρόπτολις ἔσται. καὶ τότε μεμφέσθω Μέμφις τοῖς κοιρανέουσιν. εἰρήνη δ’ ἔσται βαθεῖα κατὰ κόσμον ἅπαντα· γῆ δὲ μελάμβωλος καρποὺς τότε πλείονας ἕξει. καὶ τότ’ Ἰουδαίοις κακὸν ἔσσεται οὐδὲ φυγοῦνται
240λιμὸν καὶ λοιμὸν δυσανασχέτῳ ἤματι κείνῳ· ἀλλὰ μελάμβωλος καλλίσταχυς ἡ νεόκοσμος ὀλλυμένους πολλοὺς ὑποδέξεται ἀμβροσίη χθών. ἀλλ’ ὀκτὼ βασιλεῖς ἑλώδεος Αἰγύπτοιο πληρώσουσιν 〈ἐτῶν〉 ἀριθμοὺς τρεῖς καὶ τριάκοντα
245πρός τε διακοσίους. αὐτὰρ γένος ἐξαπολεῖται αὐτῶν οὐ πάντων, ῥίζη δέ γε ἐξαναφύσει
θηλυτέρη βροτολοιγός, ἑῆς προδότις βασιλείης. ἀλλ’ αὐτοὶ κακότητι κατ’ αὐτῶν ἔργα πονηρά ῥέξουσιν μετέπειτα καὶ ἄλλος ἄλλον ὀλέσσει·184

11

(250)

[κόψει πορφύρεος γενέτης γενετῆρα μαχητήν καὐτὸς ἀφ’ υἱῆος, πρὶν δὴ φυτὸν ἄλλο φυτεύσει, ἐκλείψει· ῥίζη δ’ ἀναθηλήσει μετέπειτα αὐτοφυής· τοῦ δὴ παραφυόμενον γένος ἔσται.] ἔσται γὰρ χώρης βασιλὶς παρὰ χεύμασι Νείλου
255ἑπταπόροις στομάτεσσιν ἐπερχομένοιο θαλάσσης, εἰκοστοῦ δ’ ἀριθμοῦ πολυήρατον οὔνομα ταύτῃ· μυρία δ’ αἰτήσει καὶ χρήματα πάντα συνάξει χρυσοῦ τ’ ἀργυρίου τε· δόλος δὴ ἔσσεται αὐτῇ ἐξ ἰδίων ἀνδρῶν. τότε σοι πάλι, γαῖα μάκαιρα,
260ἔσσονται πόλεμοί τε μάχαι τ’ ἀνδροκτασίαι τε. ἀλλ’ ὅταν ἄρξωνται πολλοὶ Ῥώμης ἐριθήλου, οὔτι γε μὴν μακάρων προλελεγμένοι, *ἀλλὰ* τύραννοι χιλιάδων δ’ ἀρχοὶ καὶ μυριάδων γεγαῶτες καὶ νομίμων ἀγορῶν οἱ ἐπίσκοποι ἠδὲ μέγιστοι
265Καίσαρες ἄρξουσιν διαδέγμενοι ἤματα πάντα· τούτων δ’ ὑστάτιος ἄρξει δεκάτου ἀριθμοῖο *ὑστάτιος Καίσαρος* ἐπὶ χθονὶ γυῖ’ ἐκτείνων, Ἄρηι δεινῷ βεβλημένος ἀνδρὸς ὑπ’ ἐχθροῦ· ὃν παῖδες Ῥώμης ἰδίῃς παλάμῃσι φέροντες
270εὐσεβέως θάψους’, ἐπὶ δ’ αὐτῷ σῆμα χέουσιν ἧς φιλίης ἕκατι χάριν μνήμῃ μετέχοντες. ἀλλ’ ὁπόταν λυκάβαντος ἐπέλθῃ τέρμα χρόνοιο, δὶς δὲ *διηκοσίων* καὶ δὶς δέκα πληρώσασα, ἐξότε σου κτίστης, θηρὸς παῖς, ἡγεμόνευσεν,185
275οὐκέτι δικτάτωρ ἔσται μεμετρημένος ἄρχων· ἀλλὰ ἄναξ βασιλεύς τε γενήσεται ἀντίθεος φώς. ἴσθι τότ’, Αἴγυπτέ, σοι ἐπερχόμενον βασιλῆα· ἥξει δ’ ἀτρεκέως φοβερὸς κορυθαίολος Ἄρης. καὶ τότε σοι, χήρη, ἔσται μετόπισθεν ἅλωσις·
280δεινοὶ γὰρ μαλεροί τε βίῃ περὶ τείχεα γαίης ἔσσονται πόλεμοι κακοεργέες. ἐν πολέμοις δέ αὐτὴ λυγρὰ παθοῦσα νεοτρώτων καθύπερθεν φεύξει δειλαίη· μετέπειτα δὲ εἰς λέχος ἥξεις αὐτῷ τῷ φοβερῷ· ὁ *γάμος τέλος* ἐστὶ σύνευνος.
285αἰαῖ σοι, δύσνυμφε κόρη, βασιλήιον ἀρχήν δώσεις Ῥωμαίῳ βασιλεῖ καὶ πάντ’ ἀποτίσεις, ὅσσα πάρος *πολέμοισιν ἀνδρείῃσιν* ἔπραξας· δώσεις γαῖαν ὅλην ἐμπροίκιον ἀνδρὶ κραταιῷ ἄχρις ἔσω Λιβύης καὶ ἀνδρῶν κυανοχρώτων.
290ἔσσῃ δ’ οὐκέτι χήρα, συνοικήσεις δὲ λέοντι ἀνδροβόρῳ φοβερῷ τε ἐνυαλίῳ πολεμιστῇ. καὶ τότε δειλαία ἐν ἀνθρώποισιν ἄφαντος πᾶσιν ⏑ –, λείψεις γὰρ ἀναιδέα θυμὸν ἔχουσα·
καὶ λάβεται *σεμνὴν ὁπο περίδρομος*, ἠχέτα τύμβος186
295ζῶσαν ἔσω *υ σπλην ἐφάρμοστος κορυφαῖος*, δαιδάλεος, πουλὺς δέ σε κλαύσεται – ⏑ ⏑ λαός, καὶ βασιλεὺς ἐπὶ σοὶ δεινὸν στοναχήσεται οἶκτον. καὶ τότε δ’ Αἴγυπτος λάτρις ἔσσεται ἡ πολύμοχθος, ἣ πολλοῖς ἔτεσιν τροπαιοφορέουσα κατ’ Ἰνδῶν·

11

(300)

δουλεύσει δ’ αἰσχρῶς, ποταμῷ δ’ ἐπὶ δάκρυα μίξει καρποφόρῳ Νείλῳ, ὅτι δὴ κεκτημένη ὄλβον καὶ πάντων μέγεθος ἀγαθῶν, θρέπτειρα πολήων, θρέψει μηλοφάγου γενεὴν φοβερῶν ἀνθρώπων. αἶ, ὁπόσοις θήρεσσι λάτρις καὶ κύρμα γενήσῃ,
305Αἴγυπτε πολύολβε, θεμιστεύουσα δὲ λαοῖς· ἣ πρὶν καὶ βασιλεῦσιν ἀγαλλομένη μεγάλοισιν λαοῖς δουλεύσεις τλήμων διὰ λαὸν ἐκεῖνον, ὃν πάρος εὐσεβέοντα μετήγαγες ἐς πολὺ πῆμα μόχθων καὶ κοπετῶν, ἐπὶ δ’ αὐχένα θῆκας ἄροτρον
310αὐτοῦ καὶ δάκρυσιν βροτέοις ἤρδευσας ἀρούρας. τοὔνεκεν αὐτὸς ἄναξ θεὸς ἄφθιτος αἰθέρι ναίων ἐξαλαπάξει ὅλην καὶ εἰς κοπετὸν προϊάψει· καὶ τίσεις ἀνθ’ ὧν σὺ πάρος ποίησας ἀθέσμως, ὕστατα δὲ γνώσῃ, ὅτι σοὶ θεοῦ ἤλυθεν ὀργή.
315 αὐτὰρ ἐγὼ Πυθῶνα καὶ εὔπυργον Πανοπῆα βήσομαι· ἔνθα με πάντες ἀληθέα φημίξουσιν
μάντιν *χρησμῶ*· αὐτὰρ μεμανηότι θυμῷ ἄγγελον – ⏔ – ⏑· ἐπὴν βίβλοις δὲ προσέλθῃ μὴ τρέσσῃ, καὶ πάντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα187
320γνώσετ’ ἀφ’ ἡμετέρων ἐπέων· τότε τὴν θεόληπτον οὐκέτι τις *μάντιν* καλέσει χρησμῳδὸν ἀνάγκης. — ἀλλά, ἄναξ, νῦν παῦσον ἐμὴν πολυήρατον αὐδήν οἶστρον ἀπωσάμενος καὶ ἐτήτυμον ἔνθεον ὀμφήν
καὶ μανίην φοβεράν, δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.188

12

(T1)

Σιβύλλης λόγος ιβʹ.
1Ἀλλ’ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων· ἦ τοι μὲν πρώτιστα μετ’ ὀλλυμένους βασιλῆας Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν, καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα
5ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος, ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δ’ ὤρεξε Φιλίππῳ, οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα, καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο, ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν,
10πολλοὺς δ’ αὖ μετ’ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας, καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο, καὶ μετὰ τὰς ἐτέων ἑκατοντάδας ἓξ διαβῆναι καὶ δισσὰς δεκάδας Ῥώμης δικτάτορος οὔσης, ἔσσετ’ ἄναξ πρώτιστος ἀφ’ ἑσπερίοιο θαλάσσης
15Ῥώμην κοιρανέων μεγάλ’ ἄλκιμος ἠδὲ μαχητής,
ἀρχὴν στοιχείων ὅστις λάχε καὶ σὲ πεδήσας Ἄρεος ἀνδροφόνοιο παγήσεται, ἀγλαόκαρπε· λώβην ἐκτίσεις, ἥν περ προέηκας ἑκοῦσα· αὐτὸς γὰρ μεγάθυμος ἀριστεύσει πολέμοισιν·189
20ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις, Μέμφις πρηνιχθεῖσα δι’ ἡγεμόνων κακότητα ἠδὲ γυναικὸς ἀδουλεύτου ὑπὸ δουρὶ πεσούσης· καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ’ ὑποτάξει· κῦδος ἔχων κρατερὸν σκήπτρων ἐπὶ πουλὺ κρατήσει·
25οὐ γὰρ ὑπερθήσει ὀλίγον χρόνον οὐδέ ποτ’ ἄλλος σκηπτοῦχος βασιλεὺς τούτου πλέον, οὐ μίαν ὥρην, Ῥωμαίων, ὅτι πάντα θεὸς κατένευς’ ἐπὶ τούτῳ· [καὶ δὴ καὶ καιροὺς ἐπεδείξατο ἐν χθονὶ δίῃ θεσπεσίους μεγάλους, ἐπὶ δ’ αὐτοῖς σήματ’ ἔδειξεν.
30 ἀλλ’ ὁπόταν ἀστὴρ πανείκελος ἠελίοιο λαμπρὸς ἀπ’ οὐρανόθεν προφανῇ ἐνὶ ἤμασι μέσσοις, καὶ τότε δὴ κρύφιος ἥξει λόγος Ὑψίστοιο σάρκα φέρων θνητοῖσιν ὁμοίιον· ἀλλὰ σὺν αὐτῷ αὐξήσει τὸ κράτος Ῥώμης κλεινῶν τε Λατίνων,]
35αὐτὸς δ’ αὖθ’ ὁ μέγας βασιλεὺς ἰδίης ὑπὸ μοίρης κατθάνεται παραδοὺς ἑτέρῳ βασιλήιον ἀρχήν. καί τις δ’ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής, ἄρξει πορφυρέην λώπην ἀμφειμένος ὤμοις, ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην
39— — — — — — — — — — — — — — — — —190
40ἐξολέσει Μήδους καὶ ἰοβόλους ἅμα Πάρθους· αὐτὸς δ’ ὑψίπυλον καθελεῖ πόλιν ἐν κράτεϊ ᾧ· καὶ πόλει Αἰγύπτου κακὸν ἔσσεται Ἀσσυρίοις τε Κόλχοις Ἡνιόχοις καὶ τοῖς παρὰ χεύμασι Ῥήνου Γερμανοῖς ναίουσιν ὑπὲρ ψαμαθώδεας ἀκτάς.
45αὐτὸς πορθήσει καὶ ὑψίπυλον μετόπισθεν ἐγγύθεν Ἠριδανοῖο πόλιν κακὰ μητιόωσαν. καὶ τότε δὴ πέσεται πληγεὶς αἴθωνι σιδήρῳ. ἄρξει δ’ αὖ μετέπειτ’ ἄλλος δολιοπλόκος ἀνήρ, τῶν τρισσῶν ἀριθμῶν ὅστις λάχεν, οὔνομα δ’ αὐτοῦ

12

(50)

δηλώσει κεραίη· χρυσὸν δὲ πολὺν συναθροίσει· κοὐκ ἔσται πλούτου πολλοῦ κόρος, ἀλλά τ’ ἀναιδῶς πλείονα συλήσας θήσει κατὰ γαῖαν ἅπαντα. εἰρήνη δ’ ἔσται, πολέμων δ’ ἀναπαύσεται Ἄρης. πολλὰ δὲ δηλήσει ἐπὶ μαντοσύνῃσι μέγιστον
55πειθόμενος, βιότου ζωῆς χάριν· αὐτὰρ ἐπ’ αὐτῷ ἔσται σῆμα μέγιστον· ἀπ’ οὐρανοῦ αἱματόεσσαι ῥεύσουσιν ψεκάδες [καὶ] ἀπολλυμένου βασιλῆος. πολλὰ δὲ ποιήσει ἄνομα, περὶ δ’ αὐχένᾳ θήσει ἄλγεα Ῥωμαίοις ἐπὶ μαντοσύναισι πεποιθώς·
60συγκλήτου δ’ ὀλέσει κεφαλάς. λιμὸς δὲ καθέξει Καμπανοὺς Θρᾷκάς τε Μακηδόνας Ἰταλιήτας· μούνη δ’ Αἴγυπτος θρέψει πολυπληθέα φῦλα. παρθενικὴν δὲ κόρην μυστήριον ἐξαπατήσας αὐτὸς ἄναξ ὀλέσει δολίως· τὴν δ’ αὖ πολιῆται191
65ἀχνύμενοι θάψουσι· χόλον δ’ ἐπ’ ἀνάκτορι πάντες κατθέμενοι δολίως τοῦτον διαλωβήσονται. ἀνθούσῃ κρατερὸς Ῥώμῃ κρατεροῖσιν ὀλεῖται. δὶς δεκάτου δ’ ἀριθμοῦ ἄρξει πάλι κοίρανος ἄλλος· καὶ τότε Σαυρομάταις πόλεμοι καὶ κήδεα λυγρά
70ἥξει καὶ Θρᾳξὶν καὶ ἀκοντισταῖσι Τριβαλλοῖς· καὶ πάντας Ῥωμαῖος Ἄρης διαδηλήσηται. σημεῖον δ’ ἔσται φοβερὸν τούτου κρατέοντος Ἰταλικῶν γαίης καὶ Παννονίων· περὶ δ’ αὐτάς νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ
75καὶ λάινος ὑετὸς ἀπ’ οὐρανοῦ· αὐτὰρ ἔπειτα κοίρανος ἴφθιμός τε δικασπόλος Ἰταλιήων βήσεται εἰν Ἀίδαο δόμοις ἰδίης ὑπὸ μοίρης. πεντήκοντ’ ἀριθμῶν πάλιν ἄλλος ἐλεύσεται ἀνήρ δεινὸς καὶ φοβερός· πολλοὺς δ’ αὐτὸς ἀπολέσσει
80ἐκ πασῶν πόλεων ὄλβῳ γεγαῶτας ἀρίστους δεινὸς ὄφις φύσεως ὁ βραχὺς λόγος. ὅς ποτε χεῖρας
ἡγεμόνας τανύσει καὶ ὀλεῖ καὶ πολλὰ τελέσσει ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν· καὶ τμήξει τὸ δίκυμον ὄρος, λύθρῳ δὲ παλάξει.192
85ἀλλ’ ἔσται καὶ ἄιστος ὀλοίιος Ἰταλίδαισιν ἰσάζων θεῷ αὐτόν, ἐλέγξει δῆμον ἑκόντα· εἰρήνη δ’ ἔσται βαθεῖα τούτου κρατέοντος. [καὶ τρόμοι ἀνθρώπων· ὑπὸ Αὐσονίοισι δ’ ἀίξας εἶξεν ὕδωρ ἄτοπον ἀπ’ Ὠκεανοῖο ῥοάων·]
90ἀμφί ἑ παπταίνων θήσει δ’ ἀθλεύματα λαοῖς πολλὰ μάλ’ ἠδ’ αὐτὸς ἐναγώνιος ἀθλεύσειεν φωνῇ καὶ κιθάρῃ, νευρῇ μέλπων ἅμ’ ἀοιδήν· ὕστερον αὖ φύγεται λείψας βασιλήιον ἀρχήν, ὀλλύμενος δὲ κακῶς ἀποτίσεται, ὅσσα ἔοργεν.
95 τὸν μέτα τρεῖς ἄρξουσιν, ἐπωνυμίῃσι λαχόντες ἑβδομήκοντ’ ἀριθμὸν δύο κοίρανοι, εἷς δ’ ἐπὶ τούτοις στοιχείου τριτάτου· καὶ ἐπ’ ἄλλυδις ἄλλος ὀλεῖται Ἄρηι κρατερῷ ὑπὸ στρατιῆς παλαμάων. εἶτά τις εὐσεβέων ἥξει ὀλέτης μέγας ἀνδρῶν

12

(100)

κοίρανος, ὀμβριμόθυμος ἀνήρ, ἐγχέσπαλος Ἄρης, ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον· Φοινίκην ὀλέσει καὶ Συρίαν ἐξολοθρεύσει·
ἥξει καὶ ῥομφαία ἐπὶ Σολυμηίδα γαῖαν ἄχρις ἐπ’ ἐσχατίας καμπῆς Τιβεριάδος ἅλμης.193
105αἰαῖ, Φοινίκη, ὅσα τλήσεαι ἡ βαρυπενθής· *σφικτῇσι τροπαίησι*, καὶ πᾶν ἔθνος σε πατήσει. αἰαῖ, ἐπ’ Ἀσσυρίους ἥξεις καὶ νήπια τέκνα ὄψει δουλεύοντα παρ’ ἀνδράσι δυσμενέεσσιν σύν τ’ ἀλόχοις καὶ παντὶ βίῳ, πλοῦτος δ’ ἀπολεῖται·
110ὀργὴ γάρ τε θεοῦ ἐπελεύσεται ἡ βαρυπενθής, ὅττι μιν οὐκ ἐφύλαξαν ἑὸν νόμον, ἀλλ’ ἐπὶ πᾶσιν εἰδώλοις ἐλάτρευσαν ἀεικελίῃς τέχνῃσιν. πολλοὶ δ’ αὖ πόλεμοί τε μάχαι τ’ ἀνδροκτασίαι τε λιμοὶ καὶ λοιμοὶ ἀκαταστασίαι τε πολήων.
115εἰς δὲ τὸ τέρμα βίου γεραρὸς βασιλεὺς μεγάθυμος αὐτὸς ἀριστεύων πέσεται στρατιῆς ὑπ’ ἀνάγκης. ἄρξουσιν μετέπειτ’ ἄλλοι δύο φῶτες ἄνακτες στέργοντες μνήμην πατέρος μεγάλου βασιλῆος πολλὰ δὲ κυδιάοντες ἐν ἀγχιπάλοισι μαχηταῖς.
120 ἔσται δ’ εἷς τούτων ἐσθλὸς καὶ κοίρανος ἀνήρ, τοὔνομα δὲ σχήσει τριακοσίων· ἀτὰρ οὗτος καππέσεται δολίως [καὶ] ἐνὶ στρατιῇσι τανυσθείς, βληθεὶς δ’ ἐν δαπέδῳ Ῥώμης ἀμφήκεϊ χαλκῷ. καί τις δ’ αὖ μετὰ τοῦτον ἀνήρ, κρατερὸς αἰχμητής,
125τετράδος ἐκ κεραίης ἄρξει μεγάλης βασιλείης, ὃν πάντες στέρξουσι βροτοὶ κατ’ ἀπείρονα γαῖαν.
καὶ τότε γ’ ἄμπαυσις πολέμου κατὰ κόσμον ἅπαντα ἔσται. ἀτὰρ τούτῳ κεν ἀφ’ ἑσπερίης μέχρις ἠοῦς πάντες δουλεύσουσιν ἑκούσιοι οὐδ’ ὑπ’ ἀνάγκης,194
130καὶ πόλεις αὐτόματοι ὑποχείριοι ἠδ’ ὑπόδουλοι ἔσσονται. μάλα γάρ μιν ἐπ’ αὐτῷ κῦδος ἐποίσει οὐράνιος Σαβαώθ, θεὸς ἄφθιτος αἰθέρι ναίων. καὶ τότε Παννονίην καὶ Κελτίδα γαῖαν ἅπασαν μειώσει λιμὸς καὶ ἐπ’ ἀλλήλοισιν ὀλέσσει.
135ἔσσεται Ἀσσυρίοις, οὕσπερ παρακλύζει Ὀρόντης, κτίσματα καὶ κόσμος καὶ *εἴ που τι* μεῖζον ὁρᾶται. καὶ τούτους βασιλεὺς στέρξει μέγας ἠδ’ ἀγαπήσει ἔξοχα τῶν ἄλλων πολιητῶν· ἀλλὰ μὲν αὐτός δέξεται ὠτειλὴν μεγάλην ἐν στήθεϊ μέσσῳ,
140εἰς τὸ τέλος βιότου δολίως ληφθεὶς ὑφ’ ἑταίρου εἴσω ἐνὶ ζαθέῳ μεγάλῳ βασιληίδος οἴκῳ καππέσεται τρωθείς· μετὰ δ’ αὐτὸν κοίρανος ἔσται πεντήκοντ’ ἀριθμῶν γεραρὸς βροτός, ὃς περὶ πάντα πολλοὺς ἐξολέσει Ῥώμης *ἀστούς τε πολίτας*·
145ἀλλ’ ὀλιγαρχήσει· διὰ γὰρ πρότερον βασιλῆα βήσεται εἰν Ἀίδαο δόμοις τρωθεὶς μετόπισθεν. αὐτίκ’ ἔπειτ’ ἄλλος βασιλεὺς κρατερός τ’ αἰχμητής ὅς τε τριηκοσίων ἀριθμῶν λάχεν ἔντυπον ἀρχήν, ἄρξει καὶ Θρᾳκῶν γαίην πολυποίκιλον οὖσαν

12

(150)

ἐκπέρσει καὶ τοὺς ἐπὶ ἔσχατα βάρβαρα Ῥήνου
Γερμανοὺς ναίοντας ὀιστοβόλους τ’ Ἴβηρας. αὐτίκ’ Ἰουδαίοις κακὸν ἔσσεται ἄλλο μέγιστον, Φοινίκη δ’ ἐπὶ τοῖς πίεται φόνον ὀμβρήεντα· τείχη δ’ Ἀσσυρίων πέσεται πολλοῖς πολεμισταῖς.195
155καὶ πάλιν ἐξολέσει τούτους θυμοφθόρος ἀνήρ. ἔσσονται δ’ ἤπειτα θεοῦ κρατέοντος ἀπειλαί, σεισμοὶ καὶ λιμοὶ μεγάλοι κατὰ γαῖαν ἅπασαν καὶ νιφετοὶ παρὰ καιρόν, ἀτὰρ μαλεροί τε κεραυνοί. καὶ τότε δὴ βασιλεὺς ὁ μέγας διὰ μῶλον Ἄρηος
160Κελτὸς ὀρειοβάτης σπεύδων ἐπὶ δῆριν ἀγῶνος μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται· ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, οὔνομα δ’ εἴη ἄνθεος οὔνομ’ ἔχουσα· μετ’ αὐτὸν δ’ ἄλλος ἀνάξει ἀργυρόκρανος ἀνήρ, τοῦ δ’ ἔσσεται οὔνομα πόντου,
165ἀρχὴν στοιχείου προφέρων, τετρασύλλαβος Ἄρης. οὗτος καὶ ναοὺς πόλεσιν πάσαις ἀναθήσει κόσμον ἐποπτεύων ἰδίῳ ποδί, δῶρα κομίζων, χρυσόν τ’ ἤλεκτρόν τε πολὺν πολλοῖσι παρέξει· οὗτος καὶ μαγικῶν μυστήρια πάντα καθέξει
170ἐξ ἀδύτων· καὶ μὴν πολὺ φέρτερον ἀνθρώποισιν θήσει κοιρανέοντα ......... κεραυνός· εἰρήνη μακρὰ δὲ γενήσεται, ὁππόταν ἔσται
οὗτος ἄναξ· ἔσται δὲ καὶ ἀγλαόφωνος ἀοιδός καὶ νομίμων μέτοχος θεμιστοπόλος τε δίκαιος·196
175αὐτὸς δ’ αὖ πέσεται μοίρῃ ἰδίῃ καταλύσας. τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει τρεῖς δεκάδας κατέχων· αὐτὰρ μονάδος πάλι πρώτης ἄλλος ἄναξ ἄρξει· μετὰ δ’ αὐτὸν κοίρανος ἄλλος ἐκ δεκάδων ἑπτά· τοῖς οὐνόματ’ ἔσσεται ἐσθλά.
180αὐτοὶ δ’ αὖτ’ ὀλέσουσι πολυστίκτους ἀνθρώπους, Βρεττανοὺς Μαύρους, μεγάλους Δάκας Ἄραβάς τε. ἀλλ’ ὁπόταν τούτων ὁ νεώτατος ἐξαπολεῖται, δὴ τότε Παρθίᾳ πάλιν ἐπελεύσεται Ἄρης δεινός, ὁ πρὶν τρώσας, καὶ εἰς τέλος ἐξαλαπάξει.
185καὶ τότε δ’ αὐτὸς ἄναξ πέσεται δολίου ὑπὸ θηρός γυμνάζων παλάμας· πρόφασις δ’ αὕτη θανάτοιο. τὸν μέτα γ’ ἄλλος ἀνὴρ ἄρξει σοφὰ πολλά τε εἰδώς τοὔνομ’ ἔχων ⏔ – πρώτου κρατεροῦ βασιλῆος ἐκ μονάδος πρώτης· ἔσται δ’ ἀγαθός τε μέγας τε·
190πολλὰ δ’ ἂν ἐκτελέσῃ κρατερὸς μεγάλοισι Λατίνοις μνήμης εἵνεκα πατρός· ἐς αὐτίκα τείχεα Ῥώμης κοσμήσει χρυσῷ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι ἔν τ’ ἀγοραῖς ναοῖς τε μολὼν σὺν φωτὶ κραταιῷ. καί ποτε Ῥωμαίοισιν ἀνασταχυώσεται ἕλκος
195δεινότατον πολέμοις· χώρην δέ *μιν* ἐξαλαπάξει πᾶσαν Γερμανῶν, ὁπόταν μέγα σῆμα θεοῖο
οὐρανόθεν προφανῇ καί τ’ ἄνδρας χαλκοκορυστάς τρυχομένους σώσειε δι’ εὐσεβίην βασιλῆος· αὐτῷ γὰρ θεὸς οὐράνιος μάλα πάνθ’ ὑπακούσει·197

12

(200)

εὐξαμένῳ βρέξει παρακαίριον ὄμβριον ὕδωρ. ἀλλ’ ὁπόταν δὴ ταῦτα τελειωθῇ ἅπερ εἶπον, καὶ τότε δὴ βασιλεία κλυτὴ μεγάλοιο ἄνακτος εὐσεβέος λείψει περιτελλομένοις ἐνιαυτοῖς· εἰς δὲ τὸ τέρμα βίου τὸν ἑὸν γόνον ἀμφαναδείξας
205εἰς βασίλει’ ἀνιόντα θανεῖτ’ ἰδίης ὑπὸ μοίρης ξανθῷ κοιρανέοντι λιπὼν βασιλήιον ἀρχήν, ὃς δεκάδων ἕξει δύο τοὔνομα, πατρὸς ἑοῖο ἐκ γενετῆς βασιλεὺς γεγαὼς διαδέξεται ἀρχήν. οὗτος ἀνὴρ ἕξει περισσοτέρῳ τε λογισμῷ
210πάντα, μάλα μεγάθυμον ὑπέρβιον Ἡρακλῆα ζηλώσει καὶ ὅπλοισιν ἀριστεύσει κρατεροῖσιν ἔν τε κυνηγεσίαισι καὶ ἱππείαισι μέγιστον κῦδος ἔχων· σφαλερῶς δὲ βιώσεται οἰόθεν οἶος. σῆμα δέ τοι ἔσται φοβερὸν τούτου κρατέοντος·
215ἐν δαπέδῳ Ῥώμης ἔσται νεφέλη ὀμίχλη τε, ὡς ἕτερον μὴ ὁρᾶν μερόπων τὸν πλησίον αὐτοῦ. καὶ τότε δὴ πόλεμοί τε ὁμοῦ καὶ κήδεα λυγρά, ὁππόταν αὐτὸς ἄναξ ἐρωτομανής, ὁ μεμηνώς ἥξει ἐπαισχύνων τὸ ἑὸν γένος ἐν λεχέεσσιν
220αἰσχρὸς ἀβουλεύτοις ἐπ’ οὐχ ὁσίοις ὑμεναίοις.
δὴ τότε χηροσύνῃ κρυφθεὶς μέγας οὔλιμος ἀνήρ μῆνιν ὑποσχόμενος *κακὰ χώσεται* ἐν βαλανείῳ, ἀνὴρ ἀνδροφόνος δολίαις μοίραισι πεδηθείς. ἴσθι τότε Ῥώμης ὀλοὸν χρόνον ἐγγὺς ἐόντα198
225ζήλου κοιρανίης ἕνεκεν· πολλοὶ δ’ ἀπολοῦνται Παλλαδίοισι δόμοισιν ὑπ’ Ἄρηος παλαμάων. καὶ τότε χηρεύσει Ῥώμη καὶ πάντ’ ἀποτίσει, ὅσσα πάρος μούνη πολέμοις πολλοῖσιν ἔδρασεν. κλαίει μοι κραδίη, κλαίει δέ μοι ἔνδοθεν ἦτορ·
230ἐξότε γὰρ πρῶτος βασιλεύς, ὑψαύχενε Ῥώμη, εἷς νόμον ἐσθλὸν ἔθηκεν ἐπιχθονίοις ἀνθρώποις [καὶ λόγος ἀθανάτου μεγάλου θεοῦ ἤλυθεν ἐς γῆν,] ἐννεακαιδεκάτης βασιληίδος ἄχρι τελευτῆς δὶς ἑκατὸν δὶς εἴκοσι δὶς δύο πληρωθείη
235πρὸς τοῖς ἓξ μησὶν ἐτέων χρόνος· εἶτα γενέθλην
235— — — — — — — — — — — — — — — — χήρην εἰκοστὸς βασιλεύς, ὅτε σοῖσι μελάθροις φασγάνῳ αἷμα χέῃ βεβολημένος ὀξέι χαλκῷ, ὀγδοήκοντ’ *ἀριθμὸν ἔτεος* στοιχεῖον ὃ δηλοῖ οὔνομα καὶ βαρὺ γῆρας ἔχων· χήρην δὲ ποιήσει
240εἰν ὀλίγῳ καιρῷ, ὁπόταν πολλοὶ πολεμισταί πολλοὶ πρηνισμοί τε φόνοι τ’ ἀνδροκτασίαι τε οὐλόμεναί τ’ ἔριδες καὶ ὀιζύες εἵνεκα νίκης κοιρανίης, πολλοί τ’ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες ἐν δαπέδῳ πολέμοισι δαϊζόμενοι πεσέονται.
245 καὶ τότε δ’ ἄλλος ἀνὴρ ἥξει δεκάτου ἀριθμοῖο οὐνόματος σημεῖον ἔχων καὶ πολλὰ ποιήσει ἄλγεα καὶ στοναχάς, πολλοὺς δέ τοι ἐξαλαπάξει· ὠκύμορος δ’ αὐτὸς πάλιν ἔσσεται ἠδὲ πεσεῖται Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ.199

12

(250)

ἄλλος πεντήκοντ’ ἀριθμῶν ἥξει πολεμιστής κοιρανίης ἕνεκεν ἀπ’ ἀντολίης ἐπεγερθείς· μέχρι δὲ καὶ Θρῄκης ἥξει πολεμήιος Ἄρης· καὶ φύγεται μετέπειτα καὶ εἰς Βιθυνῶν πέδον ἥξει καὶ Κιλίκων δάπεδον· ταχὺ δ’ αὐτὸν χάλκεος Ἄρης
255Ἀσσυρίοις πεδίοις θυμοφθόρος ἐξαλαπάξει. καὶ τότε *κρατῆσαι* δολίως ἐπιτήδεια εἰδώς ἀνὴρ ποικιλόμητις ἀφ’ ἑσπερίης ἐπεγερθείς, οὔνομα δὲ σχήσει διακοσίων ἀριθμοῖο σημεῖον· πολὺ μᾶλλον ὑπὲρ βασιληίδος ἀρχῆς
260συστήσει πόλεμον, κατ’ Ἀσσυρίων ἀνθρώπων συλλέξας πᾶσαν στρατιήν, καὶ πάντ’ ὑποτάξει. Ῥωμαίοις δ’ ἄρξει τὸ μέγα κράτος· ἐν φρεσὶ δ’ αὐτοῦ πολλὴ μηχανίη, ὀλοόφρονος Ἄρεος ὀργή· δεινὸς ὄφις πόλεμόν τε βαρύς, ὃς πάντας ὀλέσσει
265ὑψηλοὺς γεγαῶτας ἐπιχθονίους ἀνθρώπους, ἐσθλοὺς δὲ κτείνας πλούτου χάριν, οἷά τε ἀστήρ, συλήσας χθόνα πᾶσαν ἀπολλυμένων ἀνθρώπων,
267— — — — — — — — — — — — — — — — θήσει ἐπ’ ἀντολίην· καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς.
268* *
268
* ἔνθ’ ὅτε νηπίαχος Καῖσαρ σὺν τῷ βασιλεύσῃ
200
270τοὔνομ’ ἔχων βριαροῖο Μακηδονίοιο ἄνακτος στοιχείου ἀρχομένου· περὶ δ’ αὐτοῦ μῶλος *ἀπάξας* ἐκφύγεται δόλον αἰπὺν ἐπερχομένου βασιλῆος ἐν κόλποις στρατιῆς· ὁ δὲ βαρβαρικοῖσιν ἐθισμοῖς ἄρχων ἐξαπίνης, ὁ νεωκόρος, ἐξαπολεῖται
275Ἄρηι κρατερῷ δμηθεὶς αἴθωνι σιδήρῳ· τὸν καὶ τεθνηῶτα λαὸς διαδηλήσηται. καὶ τότε δὴ βασιλεῖς Περσῶν ἐπαναστήσονται κ........ Ῥωμαῖος Ἄρης Ῥωμαῖον ἄνακτα. καὶ Φρυγίη σεισμοῖσι πολυμήλη στοναχήσει.
280αἰαῖ Λαοδίκεια, αἰαῖ Ἱεράπολι τλήμων· ὑμᾶς γὰρ πρώτας ποτ’ ἐδέξατο γαῖα χανοῦσα. Ῥώμης ......... πελώρια Αὐς....... πάνθ’ ὅσα .................... οἰμώξει ...... ἀπολλυμένων ἀνθρώπων
285Ἄρεος ἐν παλάμῃσι· κακὴ δέ σοι ἔσσεται αἶσα ἀνδρῶν· αὐτὰρ 〈ἔπει〉τα καὶ ἀντολίης δι’ ὁδοῖο σπεύδων Ἰταλίην κατιδεῖν αἴθωνι σιδήρῳ γυμνωθεὶς πέσε〈ται〉 διὰ μητέρα μῖσος ἀγε〈ίρ〉ας.
ὧραι γὰρ *πάντα ..........τάρτη* δ’ ἄλλο καθέξει201
290*αἰθομένου .......* τὸ δ’ οὐχ ἅμα πάντες ἴσασιν· οὐ γὰρ πάντων πάντα· μόνοι δ’ ἐπὶ τέρψιν ἔσονται, οἳ θεὸν ἀσκήσουσι καὶ εἰδώλων ἐλάθοντο. νῦν δέ, ἄναξ κόσμου, βασιλεῦ πάσης βασιλείας ἄψευστ’ ἀθάνατε—σὺ γὰρ εἰς ἐμὸν ἦτορ ἔθηκας
295αὐδὴν ἀμβροσίην—παῦσον λόγον· οὐδὲ γὰρ οἶδα, οἷα λέγω· σὺ γὰρ εἶ ἐν ἐμοὶ ὁ τὰ πάντ’ ἀγορεύων. βαιὸν δ’ ἄμπαυσόν με καὶ ἱμερόεσσαν ἀοιδήν κάτθες ἐμῆς κραδίης· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ
θεσπεσίων ἐπέων, προλέγον βασιληίδας ἀρχάς.202

13

(T1)

Σιβύλλης λόγος ιγʹ.
1 *θεὸν ἀείδειν με λόγον κέλεται μέγαν ..* ἅγιος ἀθάνατος θεὸς ἄφθιτος, ὃς βασιλεῦσιν δῶκε κράτος καὶ ἀφείλατ’ ἰδὲ χρόνον ὥρισεν αὐτοῖς ἀμφοτέρων, ζωῆς τε καὶ οὐλομένου θανάτοιο.
5καὶ τὰ μὲν οὐράνιός με θεὸς ἀέκουσαν ἐπείγει ἀγγέλλειν βασιλεῦσιν ὑπὲρ βασιληίδος ἀρχῆς.
6* *
6
* καὶ δόρυ θοῦρος Ἄρης· ὑπὸ δ’ αὐτοῦ πάντες ὀλοῦνται, νηπίαχος *γεγαώς τε θεμιστεύει* ἀγοραῖσιν· πολλοὶ γὰρ πόλεμοί τε μάχαι τ’ ἀνδροκτασίαι τε
10λιμοὶ καὶ λοιμοὶ σεισμοὶ μαλεροί τε κεραυνοί *ἀσσυρίων τε πόροι πολλοὶ* κατὰ κόσμον ἅπαντα
ἠδὲ λεηλασίη τε καὶ ἱεροσυλία ναῶν. καὶ τότε δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων Ἰνδῶν τ’ Ἀρμενίων τ’ Ἀράβων θ’ ἅμα· καὶ περὶ τούτοις203
15Ῥωμαῖος πελάσει βασιλεὺς πολέμου ἀκόρητος αἰχμητὰς ἐπάγων καὶ ἐπ’ Ἀσσυρίους, νέος Ἄρης· ἄχρις ἐπ’ Εὐφράτην τε βαθύρροον ἀργυροδίνην ἐκτανύσει πέμψας λόγχην πολεμήιος Ἄρης *ιδετεωσ* ἕνεκα· καὶ γὰρ προδοθεὶς ὑφ’ ἑταίρου
20καππέσετ’ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ. αὐτίκα δ’ αὖτ’ ἄρξειε φιλοπόρφυρος αἰχμητής τε ἐκ Συρίης προφανείς, Ἄρεος φόβος, ἔν τε καὶ υἱῷ Καίσαρι καὶ πέρσει πᾶσαν χθόνα· τοὔνομα δ’ αὐτοῖς ἓν πέλετ’ ἀμφοτέροισιν· ἐπὶ πρώτου κεἰκοστοῦ
25πένθ’ ἑκατοντάδες εἰσὶ τεθειμέναι. ἡνίκα δ’ οὗτοι ἐν πολέμοις ἄρξουσι, θεμιστονόμοι δὲ γένωνται, ἄμπαυσις πολέμου βαιὸν ἔσσεται, οὐκ ἐπὶ δηρόν· ἀλλ’ ὁπόταν ποίμνῃ λύκος ὅρκια πιστώσηται πρὸς κύνας ἀργιόδοντας, ἔπειτα δὲ δηλήσηται
30βλάψας εἰροπόκους ὄιας, περὶ δ’ ὅρκια ῥίψει· καὶ τότε δῆρις ἄθεσμος ὑπερφιάλων βασιλήων ἔσσεται ἐν πολέμοισι, Σύροι δ’ ἔκπαγλ’ ἀπολοῦνται, Ἰνδοί τ’ Ἀρμένιοί τ’ Ἄραβες Πέρσαι Βαβυλῶνες. ἀλλήλους ὀλέσουσι διὰ κρατερὰς ὑσμίνας.
35 ἀλλ’ ὁπόταν Ῥωμαῖος Ἄρης Γερμανὸν ὀλέσσῃ Ἄρεα νικήσας θυμοφθόρον ὠκεανοῖο, δὴ τότε καὶ Πέρσῃσιν, ὑπερφιάλοις ἀνθρώποις, πουλυετὴς πόλεμος, νίκη δ’ οὐκ ἔσσεται αὐτοῖς· ὡς γὰρ ἐφ’ ὑψηλῆς πολυδειράδος ἠνεμοέσσης204
40ἠλιβάτου πέτρης ἰχθὺς οὐ νήχετ’ ἐπ’ ἄκρης οὐδὲ χέλυς πέταται, αἰετὸς δ’ οὐ νήχετ’ ἐς ὕδωρ, οὕτω καὶ Πέρσαι μακρόθεν νίκης γεγάωσιν ἤματι τῷ, ἐφ’ ὅσον τε φίλη τροφὸς Ἰταλιήων κειμένη ἐν πεδίῳ Νείλου παρὰ θέσφατον ὕδωρ
45ἑπταλόφῳ Ῥώμῃ ὥρης ἀπόμοιραν ἰάλλοι. ταῦτα δὲ πέπρωται· ὅσσον δέ τοι οὔνομα, Ῥώμη, εἰν ἀριθμοῖς ἔσχεν ψηφιζομένοιο χρόνοιο, τοσσούτους λυκάβαντας ἑκοῦσά σε σιτομετρήσει, δῖα πόλις μεγάλη Μακηδονίοιο ἄνακτος.

13

(50)

ἄλλο δ’ ἄχος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω ὀλλυμένοις διὰ δῆριν ἀεικελίων ἀνθρώπων. ἄρσενες οἱ πρότερον δειλοὶ καὶ ἀνάλκιδες ὄντες εἰρήνην στέρξουσι δι’ ἡγεμόνων κακότητα. καὶ χόλος Ἀσσυρίοις ἥξει μεγάλοιο θεοῖο
55αὐτούς τ’ ἐξολέσει ποταμοῦ χείμαρρος, ὃς ἐλθών Καίσαρος ἐς πτολίεθρα Χαναναίους ἀδικήσει. Πύραμος ἀρδεύσει Μόψου πόλιν, ἔνθα πεσοῦνται Αἰγαῖοι διὰ δῆριν ὑπερμενέων ἀνθρώπων.
τλήμων Ἀντιόχεια, σὲ δ’ οὐ λείψει βαρὺς Ἄρης205
60Ἀσσυρίου πολέμοιο ἐπειγομένου περὶ σεῖο· σοῖς γὰρ ἐνὶ μελάθροισι κατοικήσει πρόμος ἀνδρῶν, ὃς Πέρσας μὲν ἅπαντας ὀιστοβόλους πολεμήσει, αὐτὸς [ὁ] Ῥωμαίων γεγαὼς βασιληίδος ἀρχῆς. νῦν κοσμεῖσθε, πόλεις Ἀράβων, ναοῖς σταδίοις τε
65ἠδ’ ἀγοραῖς πλατείαις τε καὶ ἀγλαοφεγγέι πλούτῳ καὶ ξοάνοις χρυσῷ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι· ἐκ πάντων δὲ μάλιστα μαθηματική περ ἐοῦσα Βόστρα Φιλιππόπολίς 〈τε〉, ἵν’ ἔλθῃς εἰς μέγα πένθος οὐ γάρ ς’ ὀνήσει σφαιρώματα καγχαλόωντα
70ζῳδιακοῦ κύκλου, Κριὸς Ταῦρος Δίδυμοί τε, ἠδ’ ὁπόσοι σὺν τοῖσιν ἐν οὐρανῷ ἰνδάλλονται ἀστέρες ὡρονόμοι, τλήμων, πόλλ’ οἷς σὺ πέποιθας, ὁππόταν ἦμαρ ἐκεῖνο τὸ σὸν μετόπισθε πελάσσῃ. νῦν δὲ φιλοπτολέμοισιν Ἀλεξανδρεῦσιν ἀείσω
75δεινοτάτους πολέμους· πουλὺς δ’ ἄρα λαὸς ὀλεῖται ἀστῶν ὀλλυμένων ὑπ’ ἀντιπάλων πολιητῶν μαρναμένων στυγερῆς ἔριδος χάριν, ἀμφὶ δὲ τούτοις ἀίξας φοβερωπὸς Ἄρης *στήσει* πολέμοιο. — καὶ τότε δ’ αὖ μεγάθυμος ἑῷ σὺν παιδὶ κραταιῷ
80καππέσεται δολίως διὰ πρεσβύτερον βασιλῆα. τὸν μέτα δ’ αὖτ’ ἄρξει κρατερᾶς Ῥώμης ἐριθήλου ἄλλος ἄναξ μεγάθυμος ἐπιστάμενος πολεμίζειν,
Δακῶν ἐξαναδύς, τριηκοσίων ἀριθμοῖο· ἔσσεται ἐκ τετράδος κεραίης, πολλοὺς δ’ ἀπολέσσει,206
85καὶ τότε δὴ μάλα πάντας ἀδελφειούς τε φίλους τε ἐξολέσει βασιλεύς, καὶ ἀποφθιμένων βασιλήων· αὐτίκα δ’ αὖ πιστῶν τε λεηλασίαι τε φόνοι τε ἔσσοντ’ ἐξαπίνης [γε] διὰ πρότερον βασιλῆα. ἔνθ’ ὁπόταν δολόμητις ἀνὴρ *ἐπὶ κλίνης* ἔλθῃ,
90λῃστὴς ἐκ Συρίης προφανείς, Ῥωμαῖος ἄδηλος, καὶ πελάσει δολίως ἐς Καππαδόκων γένος ἀνδρῶν καὶ πολιορκήσας *πέσεται* πολέμου ἀκόρητος, δὴ τότε σοι, Τύανα καὶ Μάζακα, ἔσσεθ’ ἅλωσις· λατρεύσεις, τούτῳ δὲ ὑπὸ ζυγὸν αὐχένα θήσεις·
95καὶ Συρίη κλαύσειεν ἀπολλυμένων ἀνθρώπων οὐδὲ Σεληναίη τότε ῥύσεται ἱερὸν ἄστυ. ἡνίκ’ ἂν ἐκ Συρίης φθάμενος *περιφυξανασέλγην* Ῥωμαίους προφυγὼν διὰ [δ’] Εὐφρήταο ῥοάων, οὐκέτι Ῥωμαίοις ἐναλίγκιος, ἀλλ’ ἀγερώχοις

13

(100)

ἰοβόλοις Πέρσαις, τότε κοίρανος Ἰταλιητῶν καππέσετ’ ἐν τάξει τυφθεὶς αἴθωνι σιδήρῳ ὃν κόσμον ἐάσας· ἐπὶ δ’ αὐτῷ παῖδες ὀλοῦνται. ἀλλ’ ὁπόταν γ’ ἄλλος βασιλεὺς Ῥώμης βασιλεύσῃ, καὶ τότε Ῥωμαίοις ἀκατάστατα ἔθνεα *ἔλθῃ*
105οὖλος Ἄρης σὺν παιδὶ νόθῳ ἐπὶ τείχεα Ῥώμης.
καὶ τότε δὴ λιμοὶ λοιμοὶ μαλεροί τε κεραυνοί καὶ πόλεμοι δεινοὶ ἀκαταστασίαι τε πολήων ἔσσοντ’ ἐξαπίνης· Σύροι δ’ ἔκπαγλ’ ἀπολοῦνται· ἥξει γὰρ τούτοις μέγας χόλος Ὑψίστοιο207
110αὐτίκα δὴ Περσῶν ἐπανάστασις ἀλφηστήρων, Ῥωμαίους δ’ ὀλέσουσι Σύροι Πέρσῃσι μιγέντες· ἀλλ’ οὐ νικήσουσιν ὅμως θεοκράντορι βουλῇ. αἶ, ὁπόσοι φεύξονται ἀπ’ ἀντολίης γεγαῶτες σὺν κτεάτεσσιν ἑοῖσιν ἐς ἀλλοθρόους ἀνθρώπους·
115αἶ, ὁπόσων ἀνδρῶν πίεται χθὼν αἷμα κελαινόν· ἔσται γὰρ χρόνος οὗτος, ἐν ᾧ ποτε τοῖς τεθνεῶσιν οἱ ζῶντες μακαρισμὸν ἀπὸ στομάτων ἐνέποντες φθέγξονται καλὸν τὸ θανεῖν καὶ φεύξετ’ ἀπ’ αὐτῶν. ἄρτι δὲ σέ, τλήμων Συρίη, κατοδύρομαι οἰκτρῶς·
120ἥξει καὶ πληγή σοι ἀπ’ ἰοβόλων ἀνθρώπων δεινή, ἥν τοι οὔποτ’ ἐπήλπισας ἥξουσάν σοι. ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας, Εὐφράτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν, ὅς σε καταφλέξει καὶ πάντα κακῶς διαθήσει.
125τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ’ ἐροῦσιν, ὁππόταν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς· πάντα δὲ συλήσας καὶ γυμνώσας σε προλείψει ἄστεγον ἀοίκητον· ἄφνω δέ σε κλαύσεθ’ ὁρῶν τις. καὶ σὺ θρίαμβος ἔσῃ, Ἱεράπολι, καὶ σύ, Βέροια·
130Χαλκίδι συγκλαύσαιτε νεοτρώτοις ἐπὶ τέκνοις.
αἶ, ὁπόσοι ναίουσι ⏑ – Κάσιον ὄρος αἰπύ, ἠδ’ ὁπόσοι κατ’ Ἀμανόν, ὅσους δὲ Λύκος παρακλύζει, Μαρσύας δὲ ὅσους καὶ Πύραμος ἀργυροδίνης· ἄχρι τε γὰρ Ἀσίης περάτων θήσουσι λάφυρα,208
135ἄστεα γυμνώσαντες, ὅλων δ’ εἴδωλ’ ἀφελοῦνται καὶ ναοὺς ῥίψουσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ. καί ποτε Γαλλίῃ καὶ Παννονίῃ μέγα πῆμα Μυσοῖς Βιθυνοῖς θ’, ὁπόταν ἥξει πολεμιστής. ὦ Λύκιοι, Λύκιοι, λύκος ἔρχεται αἷμα λιχμῆσαι,
140Σάννοι ὅταν ἔλθωσι σὺν Ἄρηι πτολιπόρθῳ καὶ Κάρποι πελάσωσιν ἐπ’ Αὐσονίοισι μάχεσθαι. καὶ τότε δὴ νόθος υἱὸς ἑῇ ὑπ’ ἀναιδέι τόλμῃ ἐξολέσει βασιλῆα, παραυτίκα δ’ αὐτὸς ὀλεῖται δυσσεβίης ἕνεκεν· μετὰ δ’ αὖτ’ ἄρξει πάλιν ἄλλος
145ἀρχὴν οὐνομάτεσσι φέρων· ταχὺ δ’ αὖτε πεσεῖται Ἄρηι κρατερῷ βληθεὶς αἴθωνι σιδήρῳ. καὶ πάλι κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων λοιμῷ καὶ πολέμῳ. Πέρσαι δ’ ἐπὶ μῶλον Ἄρηος αὖτις ἐφορμήσουσι μεμηνότες Αὐσονίοισιν.

13

(150)

καὶ τότε Ῥωμαίων φυγὴ ἔσσεται· αὐτὰρ ἔπειτα ἀρητὴρ ἥξει ὁ πανύστατος ἡλιόπεμπτος ἐκ Συρίης προφανεὶς καὶ πάντα δόλῳ διαπράξει. καὶ τότε δ’ ἠελίου πόλις ἔσσεται· ἀμφὶ δ’ ἄρ’ αὐτῇ Πέρσαι Φοινίκων φοβερὰς τλήσονται ἀπειλάς.
155 ἡνίκα δ’ αὖτ’ ἄρξουσιν ὑπερμενέων Ῥωμαίων ἄνδρες ἀρηίθοοι δύο κοίρανοι· ὃς μὲν ἐφέξει
ἑβδομήκοντ’ ἀριθμόν, ὁ δὲ τριτάτου ἀριθμοῖο· καὶ τότε δ’ ὑψαύχην ταῦρος σκάπτων ὀνύχεσσιν γαῖαν καὶ κέρασιν κονίην δισσοῖσιν ἐγείρων,209
160ἑρπυστὴν κυανόχρωον δράσει κακὰ πολλά ὁλκὸν σύροντα φολίσιν· ἐπὶ δ’ αὐτὸς ὀλεῖται. ἠυκέρως δ’ ἔλαφος μετὰ τόνδ’ ἥξει πάλιν ἄλλος πεινάων κατ’ ὄρη μεμαὼς ἐν γαστρὶ πάσασθαι ἰοβόλους θῆρας· τότ’ ἐλεύσεται ἡλιόπεμπτος
165δεινός τε φοβερός τε λέων πνείων φλόγα πολλήν. δὴ τόθ’ ὅ γ’ αὖτ’ ὀλέσει πολλῇ καὶ ἀναιδέι τόλμῃ εὐκεράωτ’ ἔλαφόν τε θοὸν καὶ θῆρα μέγιστον ἰοβόλον φοβερὸν συρίγματα πόλλ’ ἀφιέντα λοξοβάτην τε τράγον, ἐπὶ δ’ αὐτῷ κῦδος ὀπηδεῖ·
170αὐτὸς δὴ ὁλόκληρος ἀλώβητος καὶ ἄπλητος ἄρξει Ῥωμαίων, Πέρσαι δ’ ἔσσοντ’ ἀλαπαδνοί. ἀλλὰ ἄναξ, βασιλεῦ κόσμου, θεέ, παῦσον ἀοιδήν
ἡμετέρων ἐπέων, δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.210

14

(T1)

Σιβύλλης λόγος ιδʹ.
1Ἄνθρωποι, τί μάτην ὡς ἀθάνατοί περ ἐόντες καὶ βραχὺ κοιρανέοντες ἄγαν ὑψηλὰ φρονεῖτε καὶ βασιλεύειν πάντες ὑπὲρ θνητοὺς ἐθέλοντες, οὐχὶ νοοῦντες, ὅτι φιλοκοιρανίην θεὸς αὐτός
5ἐχθαίρει, τὰ μάλιστα δ’ ἀπληστοκόρους βασιλῆας δεινοὺς δυσσεβέας, σκοτίην δ’ ἐπὶ τοῖσιν ἐγείρει· οὕνεκεν ἀντ’ ἀγαθῶν ἔργων δικαίων τε λογισμῶν φάρεα πορφύρεα χλαίνας προύκριναν ἅπαντες τοὺς πολέμους ποθέοντες ὀιζύας τε φόνους τε·
10ὠκυμόρους θήσει θεὸς ἄφθιτος αἰθέρι ναίων τούτους ἐκπέρσας καὶ ἐπ’ ἄλλυδις ἄλλον ὀλέσσει. ἀλλ’ ὁπόταν ταύρων ὀλετὴρ ᾗ ἀλκὶ πεποιθώς ἠύκομος βλοσυρὸς ἥξῃ καὶ πάντας ὀλέσσῃ καὶ νομέας θραύσῃ, *βίη* δ’ οὐκ ἔσσεται αὐτοῖς,
15εἰ μὴ ἄρ’ ὠκύτητι ποδῶν σκύλακες διὰ βήσσας εἰς ἔριν ἀντήσουσι διωκέμεναι μεμαῶτες· τὸν δὲ λέοντ’ ἐδίωξε κύων ὀλέκοντα νομῆας. καὶ τότ’ ἄναξ ἔσται τετρασύλλαβος ἀλκὶ πεποιθώς ἐκ μονάδος προφανείς· ταχὺ δ’ αὐτὸν χάλκεος Ἄρης211
20ἐξολέσει διὰ δῆριν ἀπληστοκόρων ἀνθρώπων. ἄρξουσιν μετέπειτ’ ἄλλοι δύο φῶτες ἄνακτες ἄμφω τεσσαράκοντ’ ἀριθμῶν· μεγάλη δ’ ἐπὶ τούτοις ἔσσεται εἰρήνη *κόσμοιο* παντί τε δήμῳ καὶ θέμις ἠδὲ δίκη· τοὺς δ’ αὖ κορυθαίολοι ἄνδρες
25χρυσοῦ δευόμενοι καὶ ἀργύρου οὕνεκα τούτου δυσσεβέως κτείνουσιν ἐνὶ παλάμῃσι λαβόντες. καὶ τότε δ’ 〈αὖτ’〉 ἄρξει δεινὸς νέος ἀγχιμαχητής κοίρανος ἑβδομήκοντ’ ἀριθμῶν, θυμοφθόρος αἴθων, ὃς λαὸν Ῥώμης ἀσεβῶς στρατιῇ παραδώσει
30κτεινόμενον κακότητι διὰ μῆνιν βασιλήων πρηνίξας πᾶσάν τε πόλιν κλεινήν τε Λατίνων. Ῥώμην δ’ οὐκέτι ἔστιν ἰδεῖν οὐδ’ ἔστιν ἀκοῦσαι *οἵαν περ πρώην εἶδεν τοίαν παροδίτης*· πάντα γὰρ ἐν σποδιῇ τάδε κείσεται οὐδέ τις ἔργων
35ἔσται φειδωλή· ὅλος γὰρ ἐλεύσεται αὐτός οὐρανόθεν, πρηστῆρας ἀπ’ αἰθέρος ἠδὲ κεραυνούς ἀνθρώποις πέμψει θεὸς ἄμβροτος· οὓς μὲν ὀλέσσει σκηπτοῖς αἰθομένοις, οὓς δ’ αὖ κρυεροῖσι κεραυνοῖς. καὶ τότε δὴ κτανέουσιν ἀναιδέα κοίρανον αἰνόν
40νηπίαχοι Ῥώμης κρατερᾶς *Ῥώμης* τε Λατῖνοι. οὔτοι τεθνηῶτι κόνις περικείσετ’ ἐλαφρή, ἀλλὰ κυσὶν μέλπηθρα καὶ οἰωνοῖς τε λύκοις τε ἔσσεται, οὕνεκα δῆμον Ἀρήιον ἐξενάριξεν. τὸν μέτα τεσσαράκοντ’ ἀριθμῶν ἄρξει κλυτὸς ἄλλος212
45Παρθολέτης Γερμανολέτης θῆρας καταλύσας δεινοὺς ἀνδροφόνους, οἳ ἐπ’ ὠκεανοῖο ῥοῇσιν ἠδὲ καὶ Εὐφράταο διηνεκέως ἐφέπουσιν. καὶ τότε δὴ Ῥώμη πάλιν ἔσσεται ὡς τὸ πρὶν ἦεν. αὐτὰρ ἐπὴν ἔλθῃσι μέγας λύκος ἐν δαπεδοῖς οἷς,

14

(50)

κοίρανος ἐκ δυσμῶν ἐπιβὰς μετέπειτα θανεῖται Ἄρηι κρατερῷ δεδαϊγμένος ὀξέι χαλκῷ. καὶ τότε δ’ αὖτ’ ἄρξει [καὶ] ὑπερμενέων Ῥωμαίων ἄλλος Ἄρης μεγάθυμος ἀπ’ Ἀσσυρίης ἀναδειχθείς γράμματος ἀρχομένου πολέμοισί τε πάνθ’ ὑποτάξει
55αὐτὸς καὶ στρατιῇσιν ὁμοῦ ἀρχὴν ἐπιδείξει καὶ θεσμοὺς θήσει· ταχὺ δ’ αὐτὸν χάλκεος Ἄρης ἐξολέσει δολίοισιν ἐπὶ στρατιῇσι πεσόντα. τὸν μέτα τρεῖς ἄρξουσιν ὑπέρβιον ἦτορ ἔχοντες, ὃς μὲν ἔχων ἀριθμὸν μονάδος, δεκάδων δέ τε τρισσῶν
60εἷς, ἕτερος δὲ ἄναξ τε τριηκοσίοισι μεθέξει· σχέτλιοι, οἳ χρυσόν τε καὶ ἄργυρον ἐν πυρὶ πολλῷ χωνεύσουσι, ναῶν ἱδρύματα χειροποιήτων, καὶ στρατιαῖς δώσουσιν ὁπλιζόμενοι περὶ νίκης χρήματα, δασσόμενοι κειμήλια πολλὰ καὶ ἐσθλά·
65αἴσχεά τε μεμαῶτες ἴσως διαδηλήσονται,
ἰοβόλους Πάρθους τε βαθυρρόου Εὐφράταο καὶ Μήδους ἐχθρούς τε καὶ ἁβροκόμους πολεμιστάς Μασσαγέτας Πέρσας τε, φαρετροφόρους ἀνθρώπους. ἀλλ’ ὁπόταν βασιλεὺς ἰδίῃ μοίρῃ καταλύσῃ213
70λείψας ὁπλοτέροις σκῆπτρον βασιλήιον υἱοῖς καὶ θέμιν ἀντιβολῶν, οἳ δ’ αὐτίκα πατρὸς ἐφετμῶν λησάμενοι καὶ χεῖρας ἐφοπλίσσαντες Ἄρηι εἰς ἔριν ὁρμήσουσιν ὑπὲρ βασιληίδος ἀρχῆς. καὶ τότε μοῦνος ἄναξ ἀπὸ τριτάτων πάλιν ἄλλος
75ἄρξει καὶ ταχὺ μοῖραν ἐπόψεται δουρὶ βοληθείς. τὸν μέτα πολλοὶ ἔπειτα ἐπ’ ἀλλήλοισιν ὀλοῦνται ἴφθιμοι μέροπές τε ὑπὲρ βασιληίδος ἀρχῆς. εἷς δ’ ἄρξει μεγάθυμος ὑπερμενέων Ῥωμαίων πρέσβυς ἄναξ τετράδος καὶ πάντα καλῶς διαθήσει.
80 καὶ τότε Φοινίκῃ πόλεμος καὶ δῆρις ἐσεῖται, ἡνίκ’ ἂν ἰοβόλων ἔλθῃ πέλας ἔθνεα Περσῶν. *αἶ, πόσα προπέσεται ὑπὸ* ἀνδρῶν βαρβαροφώνων. Σιδὼν καὶ Τρίπολις Βηρυτός θ’ ἡ μεγάλαυχος ἀλλήλας ὄψονται ἐν αἵματι καὶ νεκύεσσιν.
85 τλήμων Λαοδίκεια, σὺ δ’ ἀμφ’ αὐτῇ μέγαν αἴρῃ ἄπρηκτον πόλεμον διὰ δυσσεβίας ἀνθρώπων. αἶ, μέλεοι Τύριοι, τὸ κακὸν θέρος ἀμήσεσθε, ὁππόταν ἠέλιος φαεσίμβροτος ἤματι λείψῃ,
δίσκος δ’ οὐ φαίνῃ, ψεκάδες δ’ ἥξους’ ἐπὶ γαῖαν214
90πυκναὶ καὶ θαμέαι ἐξ οὐρανοῦ αἱματόεσσαι. καὶ τότε δὴ θάνεται βασιλεὺς προδοθεὶς ὑφ’ ἑταίρων. πολλοὶ δ’ αὖ μετὰ τοῦτον ἀναιδέες ἡγεμονῆες ἀλλήλους κτενέουσι κακὴν ἔριδα προφέροντες. καὶ τότε δ’ αὖτ’ ἔσται γεραρὸς πολύμητις ἀνάκτωρ
95οὔνομα πέντ’ ἀριθμῶν μεγάλαις στρατιαῖσι πεποιθώς, ὃν μέροπες στέρξουσι χάριν βασιληίδος ἀρχῆς· τοὔνομα δ’ ἐσθλὸν ἔχων ἐσθλοῖς ἔργοισι προσάψει. σῆμα δέ τοι ἔσται φοβερόν· τούτου κρατέοντος μεσσηγὺς Ταυροῦ τε νιφοβλήτοιό τ’ Ἀμανοῦ

14

(100)

ἐκ Κιλίκων γαίης μία τις πόλις ἐξαπολεῖται καλή τε βριαρή τε βαρυσθενέος ποταμοῖο. πολλοὶ δ’ αὖ σεισμοί [τε] Προποντίδι καὶ Φρυγίαισιν ἔσσονται· βασιλεὺς 〈δὲ〉 κλυτὸς ἰδίης ὑπὸ μοίρης τηκεδανῷ θανάτοιο νόσῳ ψυχὴν ἀπολέσσει.
105 ἄρξουσιν μετὰ τόνδε δύο βασιλῆες ἄνακτες, ὃς μὲν τριηκοσίων ἀριθμὸν προφέρων, ὁ δὲ τρισσῶν· τοὔνεκα καὶ πολλοὺς ὑπὲρ ἄστεος ἐξολοθρεύσει Ῥώμης ἑπταλόφου [δὲ] διὰ κρατερὴν βασιλείαν. καὶ τότε συγκλήτῳ κακὸν ἔσσεται οὐδὲ φυγεῖται
110χωομένου βασιλῆος ἐπ’ αὐτῇ θυμὸν ἔχοντος. σῆμ’ ἔσται παρὰ πᾶσιν ἐπιχθονίοις ἀνθρώποις· πλειότεροί θ’ ὑετοὶ νιφάδες *ἔσονται*, χάλαζα ἐξολέσει ληίων καρποὺς ἐπ’ ἀπείρονα γαῖαν. αὐτοὶ δ’ αὖτε πεσοῦνται ἐνὶ πολέμοισι δαμέντες
115Ἄρηι κρατερῷ πολέμου χάριν Ἰταλιήων. καὶ τότε δ’ αὖτ’ ἄρξει βασιλεὺς πολυμήχανος ἄλλος συλλέξας πᾶσαν στρατιὴν καὶ χρήματα νείμας χαλκεοθώρηξιν πολέμου χάριν· αὐτὰρ ἔπειτα Νεῖλος ὑπὲρ Λιβύην πουλύσταχυν *ἠπείροιο*215
120ἀρδεύσει δύ’ ἔτη τὸ μέλαν πέδον Αἰγύπτοιο χώρην τ’ ἀροσίμην· λιμὸς δὲ τὰ πάντα καθέξει καὶ πόλεμος λῃσταί τε φόνοι τ’ ἀνδροκτασίαι τε. πολλαὶ δ’ αὖτε πόλεις ὑπ’ ἀνθρώπων πολεμιστῶν πρηνισμοῖς ἀπολοῦνται ὑπὸ στρατιῆς παλαμάων·
125αὐτὸς δ’ αὖ πέσεται προδοθεὶς αἴθωνι σιδήρῳ. τὸν μέτα τριηκοσίων ἀριθμῶν ὅς τ’ ἔλλαχεν ἀρχήν Ῥωμαίων ἄρξει [καὶ] ὑπερμενέων ἀνθρώπων· ἐκτανύσει λόγχην θυμοφθόρον Ἀρμενίοισιν Πάρθοις Ἀσσυρίοισι μενεπτολέμοισί τε Πέρσαις.
130καὶ τότε δ’ αὖ Ῥώμης κτίσις ἔσσεται ἀγλαοτεύκτου χρυσῷ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι κόσμῳ ἐπαιρομένης· πουλὺς δέ τε λαὸς ἐν αὐτῇ ἀντολίης πάσης ἠδ’ ἑσπερίης πολυόλβου οἰκήσει· βασιλεύς τε νόμους ἑτέρους ἐπὶ ταύτῃ
135θήσει· τὸν μετὰ δ’ αὖτις ἀπειρεσίῃ ἐνὶ νήσῳ δέξεται οὐλόμενος θάνατος καὶ μοῖρα κραταιή. ἄρξει δ’ ἄλλος ἀνὴρ τριάδων δέκα θηρὶ ἐοικώς εὐχαίτῃ βλοσυρῷ, ὃς ἀφ’ Ἑλλήνων γένος ἔσται. καὶ τότε δὴ Φθίης πολυτρόφον ἄστυ Μολοσσῶν
140καὶ Λάρισσα κλυτὴ καὶ ἐπ’ ὀφρύσι Πηνειοῖο
140— — — — — — — — — — — — — — — — καὶ τότε δ’ ἱπποβότου Σκυθίης ἐπανάστασις ἔσται. καὶ πόλεμος δεινὸς Μαιώτιδος ὕδασι λίμνης ἔσται, ἐπὶ προχοαῖσι παρ’ ὑστάτιον στόμα πηγῆς Φάσιδος ὑγροκόμοιο κατ’ ἀσφοδελὸν λειμῶνα·216
145πολλοὶ δὴ πεσέονται ὑπὸ κρατερῶν πολεμιστῶν. αἶ μέλεοι, χαλκῷ ὁπόσους παραλήψεται Ἄρης. καὶ τότε δὴ βασιλεὺς Σκυθικὸν γένος ἐξαλαπάξας θνήξεται εἰν ἰδίῃ μοίρῃ βίοτον ἀναλύσας. ἄλλος δ’ αὖτ’ ἄρξει τετράδος μετέπειτ’ ἀναδειχθείς

14

(150)

δεινὸς ἀνήρ, ὃν πάντες, ὅσοι πίνουσι πάχιστον Ἀρμένιοι κρύσταλλον ἄγαν ῥείοντος Ἀράξεω, δείσουσιν πολέμοισιν, ἀτὰρ Πέρσαι μεγάθυμοι. μεσσηγὺς Κόλχων τε πολυσθενέων τε Πελασγῶν ἔσσονται πόλεμοι δεινοί τ’ ἀνδροκτασίαι τε.
155καὶ Φρυγίη γαίη τε Προποντίδος ἄστεα γαίης φάσγανά [τ’] ἐκ κολεῶν ἀμφήκεα γυμνώσαντες ἀλλήλους κόψουσι διὰ δυσσεβίας ἀλεγεινάς. καὶ τότε δὴ μέγα σῆμα θεὸς μερόπεσσι βροτοῖσιν οὐρανόθεν δείξει περιτελλομένοις ἐνιαυτοῖς,
160φάλκην, ἐσσομένοιο τέρας πολέμοιο κακοῖο. καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας, ἀλλὰ θανεῖθ’ ὑπὸ χειρὶ δαμεὶς αἴθωνι σιδήρῳ. τὸν μέτα πεντήκοντ’ ἀριθμῶν ἄρξει πάλιν ἄλλος ἐξ Ἀσίης προφανείς, δεινὸς φόβος, ἀγχιμαχητής·
165καὶ θήσει πόλεμον καὶ ἐπ’ ἀγλαὰ τείχεα Ῥώμης, Κόλχοις θ’ Ἡνιόχοις τε γαλακτοπόταις 〈τ’〉 Ἀγαθύρσοις Εὐξείνῳ πόντῳ, Θρῄκης ψαμαθώδεϊ κόλπῳ. καὶ τότε δὴ βασιλεὺς στρατιῆς οὐ φεύξεται χεῖρας, ὃν καὶ τεθνηῶτα νέκυν διαδηλήσονται·217
170καὶ τότε δὴ βασιλῆος ὀλωλότος ἔσσετ’ ἐρήμη Ῥώμη κυδιάνειρα, πολὺς δέ τε λαὸς ὀλεῖται. καὶ τότε δ’ αὖτ’ ἄρξει ἀπ’ Αἰγύπτοιο μεγίστης δεινὸς καὶ φοβερός, Πάρθους δ’ ὀλέσει μεγαθύμους Μήδους Γερμανούς τε Βοοσπορίδας τ’ Ἀγαθύρσους
175Βρεττανοὺς *Περμανίους* φαρετροφόρους τ’ Ἴβηρας Μασσαγέτας σκολιοὺς Πέρσας θ’ ὑπερηνορέοντας. καὶ τότε Ἑλλάδα πᾶσαν ἐσόψεται ἀγλαὸς ἀνήρ *ἐχθαίρων* Σκυθίῃ καὶ Καυκάσῳ ἠνεμόεντι. σῆμα δέ τοι ἔσται κρατερόν· τούτου κρατέοντος
180οὐρανόθεν στέφανοι μεσημβρίης τε καὶ ἄρκτου ἀστράσι φαινομένοις πανομοίιοι ἀντείλωσιν. καὶ τότε παιδὶ ἑῷ λείψει βασιλήιον ἀρχήν στοιχείου ἀρχομένου [γὰρ], ἐπὴν ἰδίῃ ἐνὶ μοίρῃ βήσεται εἰν Ἀίδαο δόμοις βασιλεὺς ἀγαπήνωρ.
185 ἀλλ’ ὁπόταν ἄρχῃ τούτου παῖς ἐν χθονὶ Ῥώμης ἐκ μονάδος προφανείς, ἔσται κατὰ γαῖαν ἅπασαν εἰρήνη μεγάλη πολυήρατος· ὅν τε Λατῖνοι στέρξουσιν βασιλῆα ἑοῦ πατρὸς εἵνεκα τιμῆς·
ὃν σπεύδοντα μολεῖν καὶ ἐπ’ ἀντολίην 〈τε〉 δύσιν τε218
190Ῥωμαῖοι σχήσουσι καὶ οὐκ ἐθέλοντα πρὸς οἴκοις Ῥώμης κοιρανέονθ’, ὅτι δὴ φίλος ἔπλετο πᾶσιν θυμὸς ὑπὲρ βασιλῆος ἀγακλυτοῖο ἄνακτος. ἀλλὰ μινυνθάδιόν μιν ἀφαρπάξει βιότοιο οὐλόμενος θάνατος προδοθέντ’ ἰδίῃ ἐνὶ μοίρῃ.
195 ἄλλοι δ’ αὖ μετέπειτα πάλιν κρατεροὶ πολεμισταί ἀλλήλους κόψουσι κακὴν ἔριδα προφέροντες, οὐ βασίλειον ἔχοντες ἀνάκτορον, ἀλλὰ τυράννων. πολλὰ δὲ δὴ τελέσουσι κακὰ κόσμῳ ἔνι παντί, Ῥωμαίοις δὲ μάλιστα μέχρις τριτάτου Διονύσου,

14

(200)

ἄχρις ἀπ’ Αἰγύπτου κεκορυθμένος ἵξεται Ἄρης, ὃν Διόνυσον ἄνακτα μετωνυμίην καλέουσιν. ἀλλ’ ὁπόταν φόνιός τε λέων φονίη τε λέαινα πορφύρεον ῥήξουσι κλυτὸν βασιλήιον εἷμα, *πνεύμονι συμμάρψουσιν ἐπειγομένης βασιλείης*·
205καὶ τότε δ’ ἁγνὸς ἄναξ, ὅς τ’ ἔλλαχε γράμματος ἀρχήν, ἐχθροὺς ἡγεμονῆας *ἀμειψάμενος* περὶ νίκης φέρβεσθαι σκυλάκεσσι καὶ οἰωνοῖσι μεθήσει. αἰαῖ σοι, πυρίκαυστε πόλις, μεγαλόσθενε Ῥώμη, ὁππόσα δεῖ σε παθεῖν, ὁπόταν τάδε πάντα γένηται.
210ἀλλὰ μέγας βασιλεὺς ὁ περίκλυτος ἀμφὶς ἔπειτα χρυσῷ τ’ ἠλέκτρῳ τε καὶ ἀργύρῳ ἠδ’ ἐλέφαντι ἐξεγερεῖ πᾶσάν σε καὶ ἐν κόσμῳ προτερήσεις κτήμασι καὶ ναοῖς ἀγοραῖς πλούτοις σταδίοις τε·
καὶ τότε δ’ αὖτις ἔσῃ πᾶσιν φῶς, ὡς τὸ πρὶν ἦσθα.219
215 αἶ, μέλεοι Κέκροπες Καδμεῖοι ἠδὲ Λάκωνες, οἳ περὶ Πηνειόν τε βαθύσχοινόν τε Μολοσσόν Τρίκην Δωδώνην τε καὶ ὑψίδμητον Ἰθώμην αὐχένα Πιερικόν τε, μέγαν περὶ ῥίον Ὀλύμπου, Ὄσσαν Λάρισσάν τε καὶ ὑψίπυλον Καλυδῶνα.
220 ἀλλ’ ὁπόταν μέγα σῆμα θεὸς μερόπεσσι ποιήσῃ, ἡμερίην σκοτόεσσαν ἀμολγαίην περὶ κόσμον, καὶ τότε σοι, βασιλεῦ, τέλος ἔσσεται, οὐδὲ φύγοις ἄν ὀξὺ κασιγνήτοιο βιὸν βεβολημένον ἐς σέ. καὶ τότε δ’ αὖτ’ ἄρξει θυμοφθόρος ἄσπετος αἴθων
225ἐκ γενετῆς βασιλῆος, ὃς Αἰγύπτου γένος ἕξει, ὁπλότερος μέν, πολλὸν ἀρειότερος δὲ συναίμου, ὀγδοήκοντ’ ἀριθμῶν ὃς ἔλλαχεν ἔντυπον ἀρχήν· καὶ τότε δ’ ἀθανάτοιο θεοῦ θυμαλγέα μῆνιν κόσμος ἅπας κόλποις ὑποδέξεται εἵνεκα τιμῆς·
230ἔσται γὰρ μερόπεσσιν ἐφημερίοις ἀνθρώποις λιμοὶ καὶ λοιμοὶ πόλεμοί τ’ ἀνδροκτασίαι τε καὶ σκότος ἀκάματον [καὶ] ἐπὶ χθόνα μητέρα λαῶν ἠδ’ ἀκαταστασίη καιρῶν καὶ ἀμείλιχος ὀργή οὐρανόθεν σεισμοί τε κεραυνοί 〈τε〉 φλεγέθοντες
235καὶ λάινοι ὑετοὶ καὶ αὐχμηραὶ ψεκάδες 〈τε〉. σείετο δ’ αὖ Φρυγίης γαίης αἰπεινὰ κάρηνα, σείοντο Σκυθικῶν ὀρέων πόδες, ἔτρεμεν ἄστη, ἔτρεμε δὲ χθὼν πᾶσα μετὰ σφίσιν Ἑλλάδος αἴης.
πολλαὶ δ’ αὖτε πόλεις τε θεοῦ μέγα θυμήναντος220
240πρηνισμοῖσι πέσονται ὑπ’ αἰθαλόεσσι κεραυνοῖς καὶ κοπετοῖς, κοὐκ ἔστι φυγεῖν χόλον οὐδ’ ὑπαλύξαι. καὶ τότε δ’ αὖ πέσεται βασιλεὺς στρατιῆς ὑπὸ χειρός βληθεὶς οἷά περ οὔτις ὑπὸ σφετέρων ἀνθρώπων. τὸν μέτα Λατίνων πολλοὶ πάλιν ἐξεγεροῦνται
245ἄνδρες πορφυρέην λώπην ἀμφειμένοι ὤμοις, οἳ κλήρῳ στέρξουσι λαβεῖν βασιλήιον ἀρχήν. καὶ τότε τρεῖς βασιλεῖς ἐπ’ ἀγλαὰ τείχεα Ῥώμης ἔσσονται, δύο μὲν πρῶτον κατέχοντες ἀριθμόν, εἷς δὲ φέρων νεῖκος τὸ μετώνυμον οἷά περ οὐδείς·

14

(250)

στέρξουσιν Ῥώμην αὐτοὶ καὶ κόσμον ἅπαντα κηδόμενοι μερόπων· ἄνυσις δ’ οὐκ ἔσσεται αὐτοῖς· οὐ γὰρ ἔφυ κόσμῳ θεὸς ἵλαος οὐδὲ μὲν ἔσται ἥμερος ἀνθρώποις, ὅτι δὴ κακὰ πολλὰ ἔοργαν. τοὔνεκεν αὖ βασιλεῦσιν ἀεικέα θυμὸν ἐποίσει
255παρδαλίων τε λύκων πολὺ χείρονα· τοὺς γὰρ ἀφειδῶς χαλκεοθώρηκες παλάμαις ἰδίαισι λαβόντες ἀπρήκτως δμηθέντας ἀνάλκιδας οἷα γυναῖκας ἐξολέσουσιν ἄνακτας ἐπὶ σκήπτροισιν ἑοῖσιν. αἶ, μέλεοι Ῥώμης ἐρικυδέος ἔξοχοι ἄνδρες,
260ψευδαπάταις ὅρκοισι πεπεισμένοι ἐξαπολεῖσθε. καὶ τότε δὴ πολλοὶ δορυκοίρανοι οὐ κατὰ κόσμον φῶτες ἐφορμηθέντες ἀφαιρήσουσι γενέθλας αἵματι πρωτογόνων ἀνδρῶν .........
δὶς *τοίην δ’ οὐ πρῶτον ἄγειν οἰκτρὴν τότε δαίμων*,221
265πάντας δ’ ἀνθρώπους ἰδίοις ἔργοισιν ὀλέσσει. ἀλλὰ πάλιν θεὸς ἄξει ἀναιδέα θυμὸν ἔχοντας εἰς κρίσιν ἐλθέμεναι, ὅσσοι κακὰ τεκμήραντο· *αὐτοὶ* ἐπιφράσσονται, ἐν ἀλλήλοισι βαλόντες, αὐτὴν *εἰσοικρίσιν* ἐφιέμενοι κακότητος.
269a〈ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα〉
270πολλὰ μὲν ἑξῆς ἄστρα, καὶ ἀκτινόεντα κομήτην
270a〈ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο〉
271πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος.
271— — — — — — — — — — — — — — — — — — ἡνίκα δ’ αὖ χρησμοὺς συνάγει πολλοὺς *περὶ* νήσων *φραζόμενοι* ξείνοισι μάχην καὶ δηιοτῆτα ἀργαλέην τ’ ἄτην *ἱερόν*, λέξει δὲ τάχιστα
275πυροὺς καὶ κριθὰς συνάγειν ἐν δώμασι Ῥώμης εἰς ἄφενον σπεύδοντι ἐπὶ δυοκαίδεκα μῆνας. καί τε ταλαίπωρος πόλις ἔσσεται ἤμασι κείνοις, εὐθὺς δ’ εὐδαίμων πάλιν ἔσσεται οὐ κατὰ μικρόν· ἡσυχίη δ’ ἔσται, ὁπόταν τὸ κρατοῦν ἀπόληται.
280καὶ τότε Λατίνων γενεὴ πύματος βασιλεύων ἔσται *καὶ* βασιλεία μετ’ αὐτὴν ἐξαναφύσει, παῖδες καὶ παίδων γενεὴ ἀσάλευτος ὑπάρξει· *ἔσται γὰρ γνωστή οἱ*, ἐπεὶ θεὸς αὐτὸς ἀνάσσει. ἔστι δέ τις γαίη φίλη τροφὸς ἀνθρώποισιν
285κειμένη ἐν πεδίῳ, περὶ δ’ αὐτὴν Νεῖλος ὁρίζει
πᾶσαν ἐπουρίζων Λιβύην ἠδ’ Αἰθιοπίαν, καὶ Σύροι ἁρπάζουσιν ἐφήμεροι ἄλλοθεν ἄλλος πᾶσαν ἀπαρτίην τῆσδ’ ἐκ γῆς· ᾗ μέγας ἔσται κεδνὸς ἄναξ βασιλεὺς *παίδων καὶ φώτεσι πέμπων*.222
290καὶ δεινὸν φρονέων *περὶ δεινοτάτοις ἐπὶ πᾶσιν, Ἰταλίης πάσης μεγαλόφρονος οἷσιν* ἀρωγόν καρτερόν· ἡνίκα δ’ Ἀσσυρίης ἐπὶ οἴνοπα πόντον ἔλθῃ καὶ Φοίνικας ἑοῖς οἴκοις δ’ ἀλαπάξει δησόμενος πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνήν,
295τῶν δύο κοιρανιῶν γαίης εἷς κοίρανος ἔσται. νῦν δὲ τέλος πολύμοχθον Ἀλεξανδρεῦσιν ἀείσω· *οἱ δ’* ἱερὴν Αἴγυπτον ἀπήμονα τὴν ἀσάλευτον βάρβαροι οἰκήσουσιν, ὅταν φθόνος ἔκποθεν ἔλθῃ·
298a〈ἀλλ’ ὅταν ἀλλάξῃ καιροὺς θεὸς ..........〉
299χεῖμα θέρος ποιεῖ, τότε θέσφατα πάντα τελεῖται.

14

(300)

ἀλλ’ ὁπόταν τρεῖς παῖδες Ὀλύμπια νικήσωσιν, κἂν μὲν δὴ *φράζωσι θεόκλυτα θέσφατα λέξῃ, αἵματι τετράποδος γαλαθηνοῦ πρῶτα καθήρη*, τρὶς τοίνυν Ὕψιστος ἄγοι μοίρην τότε δεινήν,
*οὔ γ’ ἂν πενθαλέον* δόρυ μακρὸν πᾶσι τανύσῃ,223
305αἷμα πολὺ ῥεύσει τότε βάρβαρον ἐν κονίῃσιν, ξείνοις ἀξείνοισιν ὅταν πόλις ἐξαλαπαχθῇ. ὄλβιος ὃς τέθνηκε καὶ ὄλβιος ὅστις ἄτεκνος· *τὸν γὰρ δὴ* δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει ὁ πρὶν ἐλευθερίῃσιν ἐπώνυμον ἡγεμονήσας,
310βουλὰς ἔμπροσθεν μὲν ἀοίδιμον οὗτος ἑλίσσων· τοίην δουλοσύνην θήσει *πολύεδρον* ἀνάκτωρ. καὶ τότε δὴ Σικελῶν στρατὸς αὐτίκα δύσμορος ἥξει δεῖμα φέρων, ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ· καρπὸν ἐπὰν φύσωσι, διατμήξουσιν ἀρούρας.
315τοῖς κακὸν ἀντ’ ἀγαθοῦ δώσει θεὸς ὑψικέραυνος· ξεῖνος ξεῖνον ἀεὶ προνομεύσει χρυσὸν ἀπεχθῆ. αὐτὰρ ἐπὴν δὴ πάντες ἐπόψονθ’ αἷμα λέοντος ὠμοβόρου, φονία τ’ ἐπὶ σώματι ἥξει *λέαινα* αὐτοῦ κὰκ κεφαλῆς, σκῆπτρον δ’ ἀπορίψει ἀπ’ αὐτοῦ.
320ὡς δ’ ὁπόταν ἐν δαιτὶ φίλῃ γεύσωνται ἅπαντες λαοὶ ἐν Αἰγύπτῳ, τελέουσι δὲ καρτερὰ ἔργα, ἄλλος δ’ ἄλλον ἔρυκε, πολὺς δ’ ἀλαλητὸς ἐν αὐτοῖς· ὣς αὔτως καὶ τάρβος ἐπέσσεται ἀνθρώποισιν μαινομένης ἔριδος, πολλοὶ δ’ ἀπόλοιντο καὶ ἄλλοι
325ἀλλήλους κτείνοντες ὑπὸ κρατερῆς ὑσμίνης· καὶ τότε κυανέαις φολίσιν πεπυκασμένος ἥξει· ἥξουσιν δύο ἄλλοι ὁμόρροθοι ἀλλήλοισιν
καὶ τρίτατος αὐτοῖσι κριὸς μέγας ἐκ Κυρήνης, ὃν πρὶν ἔλεξα φυγόντα μάχης παρὰ χεύμασι Νείλου·224
330ἀλλ’ οὐδ’ ὣς ἄπρηκτον ὁδὸν τελέουσιν ἅπαντες. καὶ τότε μὲν μεγάλων περιτελλομένων ἐνιαυτῶν ἔσσονται μήκη πολυήσυχα· αὐτὰρ ἔπειτα θήσετ’ ἐν Αἰγύπτῳ πόλεμος πάλι δεύτερος αὐτοῖς, ναυμαχίη δ’ ἔσται, νῖκος δ’ οὐκ ἔσσεται αὐτοῖς.
335ὦ μέλεοι, χείρωμ’ ἔσται πόλεως ἐπισήμου, καὶ πολέμοις σκύλευμα γενήσεται οὐκ ἐπὶ δηρόν. καὶ τότε δὴ χώρης πολλῆς ὁμοτέρμονες ἄνδρες φεύξονται δειλοί, πολιοὺς δ’ ἄξουσι τοκῆας. καὶ πάλιν ἐγκύρσουσι *παῖδα* μέγα νῖκος ἔχοντες,
340*Ἰουδαίους* ὀλέσουσι μενεπτολέμους ἀνθρώπους, ἄχρις ἁλὸς πολιῆς κεραΐζοντες πολέμοισιν, ποιμένες *ἀμφότεροι*, περὶ πατρίδος ἠδὲ τοκήων. *θήσει δὲ* φθιμένοισι τροπαιοφόρων γένος ἀνδρῶν. αἶ, ὁπόσοι φῶτες περὶ κύματα νηχήσονται·
345πολλοὶ γὰρ κείσονται ἐπὶ ψαμαθώδεας ἀκτάς· ξανθὰ κάρηνα πέσονται ὑπ’ Αἰγυπτίων πετεηνῶν·
δὴ τότε *τῶν Ἀράβων* μετελεύσεται αἷμα βρότειον. ἀλλ’ ὅταν αὖτε λύκοι κυσὶν ὅρκια πιστώσωνται νήσῳ 〈ἐν〉 ἀμφιρύτῃ, πύργων τότ’ ἀνάστασις ἔσται,225

14

(350)

ἄνδρες 〈δ’〉 οἰκήσουσι πόλιν τὴν πολλὰ παθοῦσαν. οὐκέτι γὰρ δόλιος χρυσὸς οὐδ’ ἄργυρος ἔσται, οὐ κτῆσις γαίης, οὐ δουλείη πολύμοχθος· ἀλλὰ μίη φιλότης τε καὶ εἷς τρόπος εὔφρονι δήμῳ· κοινὰ δὲ πάντ’ ἔσται καὶ φῶς ἴσον ἓν βιότοιο.
355ἐν γαίῃ κακίη καταδύσεται εἰς ἅλα δῖαν. καὶ τότε δ’ ἐγγὺς ἔην τὸ θέρος μερόπων ἀνθρώπων. ταῦτα τελεσθῆναι κρατερὴ ἐπικείσετ’ ἀνάγκη. οὐ λέξει τότε τις συμβλήμενος ἄλλος ὁδίτης, ὥς ῥά ποτ’ ἀμπαύσει μερόπων γένος ὀλλυμένων περ.
360καὶ τότε δ’ ἁγνὸν ἔθνος πάσης γῆς σκῆπτρα κρατήσει
εἰς αἰῶνας ἅπαντας ἅμ’ ἰφθίμοισι τοκεῦσιν.226