TLG 1545 002 :: OCELLUS :: Fragmenta [Sp.]

OCELLUS Phil., vel Occelus
(Lucanus: 5 B.C.)

Fragmenta [Sp.]

Source: Harder, R. (ed.), Ocellus Lucanus [Neue philologische Untersuchungen, vol. 1] Berlin: Weidmann, 1926: 26–27.

frr. 1–3

Citation: Fragment — (line)

1

Συνέχει γὰρ τὰ μὲν σκάνεα τῶν ζῴων ζωά, ταύτας δ’ αἴτιον ψυχά· τὸν δὲ κόσμον ἁρμονία, ταύτας δ’ αἴτιος ὁ θεός· τὼς δ’ οἴκως καὶ τὰς πόλιας ὁμόνοια, ταύτας δ’ αἴτιος νόμος. τίς ὧν αἰτία καὶ φύσις τὸν μὲν κόσμον ἁρμόχθαι διὰ παντὸς καὶ μηδέποτ’ ἐς ἀκοσμίαν
5ἐκβαίνειν, τὰς δὲ πόλιας καὶ τὼς οἴκως ὀλιγοχρονίως ἦμεν; ὅσα μὲν ὧν γενατὰ καὶ θνατὰ τὰν φύσιν, ἐξ ἇς συνέστακεν ὕλας, τὰν αὐτὰν αἰτίαν ἔχει τᾶς διαλύσιος· συνέστακε γὰρ ἐκ μεταβαλλοίσας καὶ ἀειπαθέος· ἁ γὰρ τῶν γεννωμένων ἀπογένεσις σωτηρία τᾶς γεννάτορος ὕλας. τὸ δὲ ἀεικίνατον κυβερνῇ τὸ δ’ ἀειπαθὲς κυβερνῆται, καὶ τὸ
10μὲν πρῶτον τᾷ δυνάμει τὸ δὲ ὕστερον, καὶ τὸ μὲν θεῖον καὶ λόγον ἔχον καὶ ἔμφρον, τὸ δὲ γενατὸν καὶ ἄλογον [τὸ μεταβάλλον].

2

Δοκεῖ μοι τῶν ἀνδρῶν τὰν δικαιοσύναν ματέρα τε καὶ τιθηνὰν
τᾶν ἀλλᾶν ἀρετᾶν προσειπέν· ἄτερ γὰρ ταύτας οὔτε σώφρονα οὔτε ἀν‐ δρεῖον οὔτε φρόνιμον οἷόν τε ἦμεν· ἁρμονία γάρ ἐστι καὶ εἰράνα τᾶς ὅλας ψυχᾶς μετ’ εὐρυθμίας. δηλοφανέστερον δέ κα γένοιτο τὸ ταύτας26
5κράτος ἐτάζουσιν ἁμῖν τὰς ἄλλας ἕξιας· μερικὰν γὰρ ἔχοντι αὗται τὰν ὠφέλειαν καί ποθ’ ἕνα, ἁ δέ ποθ’ ὅλα τὰ συστάματα καὶ ἐν πλάθει. ἐν κόσμῳ μὲν οὖν αὐτὰ τὰν ὅλων ἀρχὰν διαστραταγοῦσα πρόνοιά τε καὶ ἁρμονία καὶ δίκα †γενως τινος† θεῶν οὕτω ψαφιξαμένων· ἐν πόλει δὲ εἰράνα τε καὶ εὐνομία δικαίως κέκληται· ἐν οἴκῳ δ’ ἐστὶν
10ἀνδρὸς μὲν καὶ γυναικός ποτ’ ἀλλάλως ὁμοφροσύνα, οἰκετᾶν δὲ ποτὶ δεσπότας εὔνοια, δεσποτᾶν δὲ ποτὶ θεράποντας καδεμονία· ἐν σώματι δὲ καὶ ψυχᾷ πράτα μὲν ἁ πᾶσιν ἀγαπατοτάτα ζωά, ἅ τε ὑγίεια καὶ ἀρ‐ τιότας, σοφία τ’ ἐκ τᾶς ἐπιστάμας τε καὶ δικαιοσύνας γενομένα [ἰστέον παρ’ ἀνθρώποις]. εἰ δ’ αὐτὰ τὸ ὅλον καὶ τὰ μέρεα οὕτω παιδαγωγεῖ
15τε καὶ σῴζει ὁμόφρονα καὶ ποτάγορα ἀλλάλοις ἀπεργαζομένα, πῶς οὔ 〈κα〉 μάτηρ καὶ τιθηνὰ πασᾶν †τε καὶ πάντων† παμψαφεὶ λέγοιτο;

3

ἡ τριὰς πρώτη συνέστησεν ἀρχὴν μεσότητα καὶ τελευτήν.27