TLG 1545 001 :: OCELLUS :: De universi natura [Sp.] OCELLUS Phil., vel Occelus De universi natura [Sp.] Citation: Chapter — section — (line) | ||
1.1 | Τάδε συνέγραψεν Ὄκελλος ὁ Λευκανὸς περὶ τῆς τοῦ παντὸς φύ‐ σεως, τὰ μὲν τεκμηρίοις σαφέσι παρ’ αὐτῆς τῆς φύσεως ἐκμαθών, τὰ δὲ καὶ δόξῃ μετὰ λόγου τὸ εἰκὸς ἀπὸ τῆς νοήσεως στοχαζόμενος. | |
1.2 | Δοκεῖ γάρ μοι τὸ πᾶν ἀνώλεθρον εἶναι καὶ ἀγένητον· ἀεί τε γὰρ ἦν καὶ ἔσται· εἰ γὰρ ἔγχρονον, οὐκ ἂν ἔτι ἦν· οὕτως οὖν ἀνώ‐ λεθρόν τε καὶ ἀγένητον τὸ πᾶν. οὔτε γὰρ εἰ γενόμενόν τις αὐτὸ δοξάζοι, εὕροιτο ἂν 〈ἐξ ὅτου γέ‐ | |
5 | νοιτο, οὔτε εἰ φθαρτόν, εὕροιτο ἂν〉 εἰς ὃ φθαρείη καὶ διαλυθείη· ἐξ ὅτου τε καὶ γέγονεν, ἐκεῖνο πρῶτον τοῦ παντός ἐστιν, εἰς ὅ τε πάλιν φθαρήσεται, ἐκεῖνο ἔσχατον τοῦ παντὸς ἔσται. τὸ δέ γε πᾶν γινόμενον σὺν πᾶσι γίνεται καὶ [τὸ] φθειρόμενον σὺν πᾶσι φθείρεται· καὶ τοῦτό γε δὴ ἀδύνατον· ἄναρχον ἄρα καὶ ἀτελεύτητον τὸ πᾶν. οὐ μὲν οὖν | |
---|---|---|
10 | ἄλλως ἔχει ἢ οὕτως. | |
1.3 | Πᾶν τε τὸ γενέσεως ἀρχὴν εἰληφός, καὶ διαλύσεως ὀφεῖλον κοινωνῆσαι, δύο ἐπιδέχεται μεταβολάς· μίαν μὲν τὴν ἀπὸ τοῦ μείονος ἐπὶ τὸ μεῖζον καὶ τὴν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ βέλτιον· καλεῖται δὲ τὸ μὲν ἀφ’ οὗπερ ἂν ἄρξηται μεταβάλλειν γένεσις τὸ δὲ εἰς ὃ ἀφι‐ | |
5 | κνεῖται ἀκμή· δευτέραν δὲ τὴν ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ μεῖον καὶ τὴν ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ χεῖρον· τὸ δὲ συμπέρασμα τῆς μετα‐ βολῆς ταύτης ὀνομάζεται φθορὰ καὶ διάλυσις. | |
1.4 | ἐὰν οὖν καὶ τὸ ὅλον καὶ τὸ πᾶν γενητόν ἐστι καὶ φθαρτόν, γενόμενον ἀπὸ τοῦ μείονος ἐπὶ τὸ μεῖζον μετέβαλε καὶ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ βέλτιον, ὥστε καὶ ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ μεῖον μεταβαλεῖ καὶ ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ χεῖρον. | 11 |
5 | γενόμενος ἄρα ὁ κόσμος αὔξησιν ἔλαβε καὶ ἀκμὴν καὶ πάλιν λήψεται φθίσιν καὶ τε‐ λευτήν· ἅπασα γὰρ φύσις ἡ ἔχουσα διέξοδον ὅρους ἔχει τρεῖς καὶ δύο διαστήματα· ὅροι μὲν οὖν εἰσι τρεῖς γένεσις ἀκμὴ τελευτή, διαστήματα δὲ τό τε ἀπὸ τῆς γενέσεως μέχρι τῆς ἀκμῆς καὶ τὸ ἀπὸ τῆς ἀκμῆς μέχρι τῆς τελευτῆς. | |
1.5 | τὸ δέ γε ὅλον καὶ τὸ πᾶν οὐδὲν ἡμῖν ἐξ αὐτοῦ παρέχεται τεκμήριον τοιοῦτον· οὔτε γὰρ γενόμενον αὐτὸ εἴδομεν οὔτε μὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ μεῖζον μεταβάλλον οὔτε χεῖρόν ποτε ἢ μεῖον γινόμενον, ἀλλ’ ἀεὶ κατὰ ταὐτὸ | |
5 | καὶ ὡσαύτως διατελεῖ καὶ ἴσον καὶ ὅμοιον αὐτὸ ἑαυτῷ. | |
1.6 | τὰ σημεῖα δὲ καὶ τεκμήρια τούτου ἐναργῆ· αἱ τάξεις αἱ συμμετρίαι σχημα‐ τισμοὶ θέσεις διαστάσεις δυνάμεις, ταχυτῆτες πρὸς ἄλληλα καὶ βραδυτῆτες, ἀριθμῶν καὶ χρόνων περίοδοι· πάντα γὰρ τὰ τοιαῦτα μεταβολὴν καὶ μείωσιν ἐπιδέχεται κατὰ τὴν τῆς γενητῆς φύσεως διέξοδον· τῇ μὲν γὰρ ἀκμῇ διὰ τὴν δύναμιν τὰ μείζονα καὶ | |
5 | τὰ βελτίονα παρέπεται, τῇ δὲ φθίσει διὰ τὴν ἀσθένειαν τὰ μείονα καὶ τὰ χείρονα. | |
1.7 | τὸ δέ γε ὅλον καὶ τὸ πᾶν ὀνομάζω τὸν σύμπαντα κόσμον· δι’ αὐτὸ γὰρ τοῦτο καὶ τῆς προσηγορίας ἔτυχε ταύτης, ἐκ τῶν ἁπάντων διακοσμηθείς. σύστημα γάρ ἐστι τῆς τῶν ὅλων φύσεως αὐτοτελὲς καὶ τέλειον. ἐκτὸς γὰρ τοῦ παντὸς οὐδέν· εἰ γάρ τι ἔστιν, ἐν τῷ παντί | |
5 | ἐστι, καὶ σὺν τούτῳ τὸ πᾶν, [καὶ] σὺν [του]τῷ τὰ πάντα ἔχειν, τὰ μὲν ὡς μέρη τὰ δὲ ὡς ἐπιγεννήματα. | |
1.8 | τὰ μὲν οὖν ἐμπεριεχόμενα τῷ κόσμῳ πρὸς τὸν κόσμον ἔχει τὴν συναρμογήν, ὁ δὲ κόσμος πρὸς οὐδὲν ἕτερον ἀλλ’ αὐτὸς πρὸς αὑ‐ τόν. τὰ μὲν γὰρ ἄλλα πάντα τὴν φύσιν οὐκ αὐτοτελῆ ἔχοντα συνέ‐ | |
στηκεν, ἀλλ’ ἐπιδεῖται τῆς πρὸς τὰ [ἐκτὸς] ἐχόμενα συναρμογῆς, ζῷα | 12 | |
5 | μὲν πρὸς ἀναπνοήν, ὄψις δὲ πρὸς τὸ φῶς, αἱ δὲ ἄλλαι αἰσθήσεις πρὸς τὸ οἰκεῖον αἰσθητόν, τὰ δὲ φυτὰ πρὸς τὸ φύεσθαι, ἥλιος δὲ καὶ σελήνη καὶ οἱ πλάνητες καὶ οἱ ἀπλανεῖς κατὰ τὸ μέρος μὲν τῆς κοινῆς διακοσμή‐ σεως· αὐτὸς δὲ πρὸς οὐδὲν ἕτερον ἀλλ’ αὐτὸς πρὸς αὑτόν. | |
1.9 | ἔτι δὲ καὶ οὕτως εὔγνωστον ἔσται τὸ λεγόμενον ὅτι ἀληθές ἐστι· τό τε γὰρ πῦρ, ἑτέρῳ θερμαντικὸν ὄν, αὐτὸ ἐξ ἑαυτοῦ θερμόν ἐστι, καὶ τὸ μέλι, γλυκαντικὸν γινόμενον, αὐτὸ ἐξ ἑαυτοῦ γλυκύ ἐστι, καὶ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, τῶν ἀφανῶν σημαντικαὶ οὖσαι, αὐταὶ | |
5 | ἐξ ἑαυτῶν ἐμφανεῖς τε καὶ γνώριμοί εἰσιν· οὕτως οὖν καὶ τὸ τοῖς ἄλ‐ λοις αἴτιον γινόμενον τῆς αὐτοτελείας αὐτὸ ἐξ ἑαυτοῦ αὐτοτελές ἐστι, καὶ τὸ τοῖς ἄλλοις αἴτιον γινόμενον τῆς σωτηρίας καὶ διαμονῆς αὐτὸ ἐξ ἑαυτοῦ σῳζόμενον καὶ διαμένον ἐστί, καὶ τὸ τοῖς ἄλλοις αἴτιον γινό‐ μενον τῆς συναρμογῆς αὐτὸ ἐξ ἑαυτοῦ συνηρμοσμένον ἐστίν. ὁ δέ γε | |
10 | κόσμος αἴτιός ἐστι τοῖς ἄλλοις καὶ τοῦ εἶναι καὶ τοῦ σῴζεσθαι καὶ τοῦ αὐτοτελῆ εἶναι· αὐτὸς ἄρα ἐξ ἑαυτοῦ ἀίδιός ἐστι καὶ αὐτοτελὴς καὶ διαμένων τὸν πάντα αἰῶνα, καὶ δι’ αὐτὸ τοῦτο [τοῖς ἄλλοις] παρ‐ αίτιος γινόμενος τῆς διαμονῆς τῶν ὅλων. | |
1.10 | ὅλως δὲ εἰ καὶ διαλύεται τὸ πᾶν, ἤτοι εἰς τὸ ὂν ἢ εἰς τὸ μὴ ὂν διαλυθήσεται. καὶ εἰς μὲν τὸ ὂν ἀδύνατον, οὐ γὰρ ἔσται τοῦ παντὸς φθορὰ ἐὰν εἰς τὸ ὂν διαλύηται, τὸ γὰρ ὂν ἤτοι τὸ πᾶν ἢ μέρος τί ἐστι τοῦ παντός· καὶ μὴν οὐδὲ εἰς τὸ μὴ ὄν, ἀμήχανον γὰρ | |
5 | τὸ ὂν ἀπολέσθαι ἐκ τῶν ὄντων ἢ εἰς τὸ μὴ ὂν ἀναλυθῆναι. ἄφθαρ‐ τον ἄρα καὶ ἀνώλεθρον τὸ πᾶν. | |
1.11 | εἰ δὲ καὶ δοξάζοι τις αὐτὸ φθείρεσθαι, ἤτοι ὑπό τινος τῶν ἔξω τοῦ παντὸς φθαρήσεται δυναστευόμενον ἢ ὑπό τινος τῶν ἐντός. οὔτε δ’ ὑπό τινος τῶν ἔξωθεν· ἐκτὸς γὰρ τοῦ παντὸς οὐδέν, τὰ γὰρ ἄλλα πάντα ἐν τῷ παντί, καὶ τὸ ὅλον καὶ τὸ πᾶν ὁ κόσμος· οὔτε ὑπὸ | |
5 | τῶν ἐν αὐτῷ· δεήσει γὰρ ταῦτα μείζονά τε καὶ δυναμικώτερα εἶναι τοῦ παντός, τοῦτο δὲ οὐκ ἀληθές· ἄγεται γὰρ τὰ ἄλλα πάντα ὑπὸ τοῦ παντὸς καὶ κατὰ τοῦτο καὶ σῴζεται καὶ συνήρμοσται καὶ βίον ἔχει καὶ ψυχήν. εἰ δὲ οὔτε ὑπό τινος τῶν ἔξωθεν οὔτε ὑπό τινος τῶν ἔν‐ δοθεν φθαρήσεται τὸ πᾶν, ἄφθαρτος ἄρα καὶ ἀνώλεθρος ὁ κόσμος· | 13 |
10 | τοῦτον γὰρ ἔφαμεν εἶναι τὸ πᾶν. | |
1.12 | ἔτι δὲ καὶ ὅλη δι’ ὅλης ἡ φύσις θεωρουμένη τὸ συνεχὲς ἀπὸ τῶν πρώτων καὶ τιμιωτάτων ἀφαιρεῖ κατὰ λόγον ἀπομαραινομένη καὶ προσάγουσα ἐπὶ πᾶν τὸ θνητὸν καὶ διέξοδον ἐπιδεχόμενον τῆς ἰδίας συστάσεως. τὰ μὲν γὰρ πρῶτα [κινούμενα], κατὰ τὰ αὐτὰ καὶ ὡσαύ‐ | |
5 | τως κύκλον ἀμείβοντα, διέξοδον οὐκ ἐπιδεχόμενα τῆς οὐσίας. τὰ δὲ δεύτερα, πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ· ὅρον γὰρ ἀμείβουσιν ἐφεξῆς καὶ συνεχῶς, οὐ μὴν τόν γε κατὰ τόπον ἀλλὰ τὸν κατὰ μεταβολήν· | |
1.13 | πῦρ μὲν γὰρ εἰς ἓν συνερχόμενον ἀέρα ἀπογεννᾷ ἀὴρ δὲ ὕδωρ ὕδωρ δὲ γῆν, ἀπὸ δὲ γῆς πάλιν ἡ αὐτὴ περίοδος τῆς μεταβολῆς μέχρι πυρὸς ὅθεν ἤρξατο μεταβάλλειν. οἱ δὲ καρποὶ καὶ τὰ πλεῖστα τῶν ῥιζοφυτῶν ἀπὸ σπερμάτων ἀνέλαβον τὴν ἀρχὴν τῆς γενέσεως, καρπω‐ | |
5 | θέντα δὲ καὶ τελεσφορήσαντα πάλιν ἐπὶ τὸ σπέρμα τὴν ἀνάλυσιν ποι‐ εῖται, ἀπὸ τοῦ αὐτοῦ καὶ ἐπὶ τὸ αὐτὸ τὴν διέξοδον ἐπιτελουμένης τῆς φύσεως. | |
1.14 | οἱ δὲ ἄνθρωποι καὶ τὰ λοιπὰ ζῷα μᾶλλον ὑποβεβηκότως τὸν καθόλου ὅρον τῆς φύσεως ἀμείβουσιν· οὐ γὰρ ἔστιν ἐπανάκαμψις αὐτοῖς ἐπὶ τὴν πρώτην ἡλικίαν, οὐδὲ ἀντιπερίστασις μεταβολῆς εἰς ἄλ‐ ληλα καθάπερ ἐπὶ πυρὸς 〈καὶ ἀέροσ〉 καὶ ὕδατος καὶ γῆς, ἀλλὰ τὸν | |
5 | διὰ τεσσάρων τετραμερῆ κύκλον ἀνύσαντα κατὰ τὰς μεταβολὰς τῶν ἡλικιῶν διαλύεταί τε καὶ ἀπογίνεται. ταῦτα οὖν ἐστι σημεῖά τε καὶ τεκμήρια τοῦ τὸ μὲν ὅλον καὶ τὸ περιέχον μένειν ἀεὶ καὶ σῴζεσθαι, | |
τὰ δ’ ἐπὶ μέρους καὶ ἐπιγινόμενα αὐτοῦ φθείρεσθαι καὶ διαλύεσθαι. | 14 | |
1.15 | ἔτι δὲ καὶ τὸ ἄναρχον καὶ τὸ ἀτελεύτητον καὶ τοῦ σχήματος καὶ τῆς κινήσεως καὶ τοῦ χρόνου καὶ τῆς οὐσίας τοῦτο πιστοῦται διότι ἀγένητος ὁ κόσμος καὶ ἄφθαρτος. ἥ τε γὰρ τοῦ σχήματος ἰδέα κύκλος, οὗτος δὲ πάντοθεν ἴσος καὶ ὅμοιος, διόπερ ἄναρχος καὶ ἀτελεύτητος· | |
5 | ἥ τε τῆς κινήσεως κατὰ κύκλον, αὕτη δὲ ἀπαράβατος καὶ ἀδιέξοδος· ὅ τε χρόνος ἄπειρος ἐν ᾧπερ ἡ κίνησις διὰ τὸ μήτε ἀρχὴν εἰληφέναι τὸ κινούμενον μήτε τελευτὴν λήψεσθαι· ἥ γε μὴν οὐσία τῶν πραγμά‐ των ἀνέκβατος καὶ ἀμετάβλητος διὰ τὸ μήτε ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ βέλτιον μήτε ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ χεῖρον πεφυκέναι μεταβάλλειν. | |
10 | ἐκ τούτων οὖν ἁπάντων σαφῶς πιστοῦται ὅτι ὁ κόσμος ἀγένητος καὶ ἄφθαρτος. | |
2ante1 | Καὶ περὶ μὲν τοῦ ὅλου καὶ τοῦ παντὸς ἅλις εἰρήσθω. | |
2.1 | ἐπεὶ δὲ ἐν τῷ παντὶ τὸ μέν τοι γένεσις τὸ δὲ αἰτία γενέσεως, καὶ γένεσις μὲν ὅπου μεταβολὴ καὶ ἔκβασις τοῦ ὑποκειμένου αἰτία δὲ γενέσεως ὅπου ταὐτότης καὶ ὑπόστασις τοῦ ὑποκειμένου, φανερὸν ὅτι περὶ μὲν | |
5 | τὴν αἰτίαν τῆς γενέσεως τό τε ποιεῖν καὶ τὸ κινεῖν ἐστι περὶ δὲ τὸ δεχόμενον τὴν γένεσιν τό τε πάσχειν καὶ τὸ κινεῖσθαι. | |
2.2 | αἱ δὲ μοῖραι †αὐτοὺς διορίζουσι καὶ τέμνουσι τό τε ἀειπαθὲς μέρος τοῦ κόσμου καὶ τὸ ἀεικίνητον· ἰσθμὸς γάρ ἐστιν ἀθανασίας καὶ γενέσεως ὁ περὶ τὴν σελήνην δρόμος· τὸ μὲν ἄνωθεν ὑπὲρ ταύτης πᾶν καὶ τὸ ἐπ’ αὐτῆς | |
5 | θεῶν κατέχει γένος, τὸ δ’ ὑποκάτω σελήνης Νείκους καὶ φύσεως· τὸ μὲν γάρ ἐστιν ἐν αὐτῷ διαλλαγὴ γεγονότων, τὸ δὲ γένεσις ἀπογεγο‐ νότων. | |
2.3 | ἐν ᾧ δὲ μέρει τοῦ κόσμου φύσις τε καὶ γένεσις ἔχουσι τὴν δυναστείαν, τρία δεῖ ταῦτα ὑπεῖναι· πρῶτον μὲν τὸ πρὸς ἁφὴν ὑφι‐ ζόμενον σῶμα πᾶσι τοῖς εἰς γένεσιν ἐρχομένοις· τοῦτο δ’ ἂν εἴη παν‐ δεχὲς καὶ ἐκμαγεῖον αὐτῆς τῆς γενέσεως, οὕτως ἔχον πρὸς τὰ ἐξ αὐτοῦ | 15 |
5 | γινόμενα ὡς ὕδωρ πρὸς χυλὸν καὶ σιγὴ πρὸς ψόφον καὶ σκότος πρὸς φῶς καὶ ὕλη πρὸς τεχνητόν. (τό τε γὰρ ὕδωρ, ἄχυλον καὶ ἄποιον, πρός τε τὸ γλυκὺ καὶ τὸ πικρὸν 〈ὑφιζόμενον〉 καὶ τὸ [ἀνάλογον] δριμὺ καὶ τὸ ἁλμυρόν· καὶ ὁ ἀήρ, ἀδιατύπωτος, πρὸς ψόφον καὶ λέξιν καὶ μέλος· καὶ τὸ σκότος, ἄχροον καὶ ἄμορφον, πρός τε τὸ λαμπρὸν καὶ | |
10 | ξανθὸν καὶ λευκόν· καὶ ἡ ὕλη δὲ πρὸς ἀνδριαντοποιητικὴν καὶ πρὸς κηροπλαστικήν.) δυνάμει 〈μὲν〉 οὖν πάντα ἐν τούτῳ πρὸ τῆς γενέσεως, συντελείᾳ δὲ γενόμενα καὶ λαβόντα φύσιν. ἓν οὖν δεῖ τοῦτο πρῶτον ὑπεῖναι πρὸς τὸ γίνεσθαι γένεσιν· | |
2.4 | δεύτερον δὲ τὰς ἐναντιό‐ τητας, ἵνα μεταβολαὶ καὶ ἀλλοιώσεις ἐπιτελῶνται πάθος καὶ διάθεσιν ἐπιδεχομένης τῆς ὕλης, καὶ ἵνα αἱ δυνάμεις ἀντιπαθεῖς οὖσαι μήτε κρατῶσιν εἰς τέλος αὐταὶ αὐτῶν μήτε κρατῶνται αὐταὶ ὑπ’ αὐτῶν· | |
5 | τυγχάνουσι δὲ αὗται τό τε θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. | |
2.5 | τρίτον δὲ αἱ οὐσίαι ὧν αἱ δυνάμεις εἰσὶν αὗται, πῦρ καὶ ὕδωρ καὶ ἀὴρ καὶ γῆ· διαφέρουσι δὲ αὗται τῶν δυνάμεων· αἱ μὲν γὰρ οὐ‐ σίαι ἐν τόπῳ φθείρονται ἐξ ἀλλήλων, αἱ δὲ δυνάμεις οὔτε φθείρονται οὔτε γίνονται, λόγοι γὰρ ἀσώματοι τυγχάνουσι τούτων. | |
2.6 | τῶν δὲ τεσσάρων τὸ μὲν θερμὸν καὶ ψυχρὸν ὡς αἴτια καὶ ποιητικά, τὸ δὲ ξηρὸν καὶ ὑγρὸν ὡς ὕλη καὶ παθητικά. πρώτως δὲ ὕλη τὸ πανδεχές, κοινὸν γὰρ ὑπόκειται πᾶσιν· ὥστε πρῶτον μὲν τὸ δυνάμει σῶ‐ | |
5 | μα αἰσθητὸν ἀρχή, δεύτερον δὲ αἱ ἐναντιώσεις οἷον | |
θερμότης καὶ ψυχρότης καὶ ὑγρότης καὶ ξηρότης, τρίτον δὲ πῦρ καὶ ὕδωρ καὶ γῆ καὶ ἀήρ· ταῦτα γὰρ μεταβάλλουσιν εἰς ἄλληλα, αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. | 16 | |
2.7 | αἱ δὲ διαφοραὶ τῶν σωμάτων δύο· αἱ μὲν γάρ εἰσι τῶν πρώτων, αἱ δὲ τῶν γενομένων ἐκ τούτων· θερμὸν μὲν γὰρ καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν τῶν πρώτων, τὸ δὲ βαρὺ καὶ κοῦφον καὶ πυκνὸν καὶ μανὸν τῶν | |
5 | γενομένων ἐκ τούτων. τυγχάνουσι δὲ αἱ πᾶσαι δεκαέξ· θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν καὶ βαρὺ καὶ κοῦφον καὶ ἀραιὸν καὶ πυκνὸν καὶ λεῖον καὶ τραχὺ καὶ σκληρὸν καὶ μαλακὸν καὶ λεπτὸν καὶ παχὺ καὶ ὀξὺ καὶ ἀμβλύ. τούτων δὲ γνωστικὴ καὶ κριτικὴ πάντων ἁφή· διὸ καὶ τὸ πρῶτον σῶμα, ἐν ᾧ αἱ | |
10 | διαφοραὶ αὗται, δυνάμει αἰσθητόν ἐστι πρὸς ἁφήν. | |
2.8 | τὸ μὲν οὖν θερμὸν καὶ τὸ ξηρὸν καὶ τὸ ἀραιὸν καὶ τὸ ὀξὺ πυρός ἐστι, τὸ δὲ ψυ‐ χρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ πυκνὸν καὶ τὸ ἀμβλὺ ὕδατος, τὸ δὲ μαλακὸν καὶ τὸ λεῖον καὶ τὸ κοῦφον καὶ τὸ λεπτὸν ἀέρος, τὸ δὲ σκληρὸν καὶ | |
5 | τραχὺ καὶ βαρὺ καὶ παχὺ γῆς. | |
2.9 | τῶν δὲ τεσσάρων πῦρ μὲν καὶ γῆ ὑπερβολαὶ καὶ ἀκρότητες τῶν ἐναντίων· τὸ μὲν γὰρ πῦρ ἐστιν ὑπερβολὴ θερμότητος ὥσπερ ὁ κρύσταλλος ψυχρότητος· ἡ γὰρ πῆξίς τε καὶ ζέσις ὑπερβολή τινός ἐστιν, ἡ μὲν θερ‐ | |
5 | μότητος ἡ δὲ ψυχρότητος. ἐὰν οὖν ὁ κρύσταλλός ἐστι πῆ‐ ξις ὑγροῦ καὶ ψυχροῦ, καὶ τὸ πῦρ ἔσται ζέσις ξηροῦ καὶ θερμοῦ· διόπερ οὐδὲν 〈οὔτε〉 ἐκ κρυστάλλου γίνεται οὔτε ἐκ πυρός. | |
2.10 | τὸ μὲν οὖν πῦρ καὶ ἡ γῆ ἄκρα· τὸ δὲ ὕδωρ καὶ ὁ ἀὴρ μεσότητες, μικτὴν γὰρ ἔχουσι τὴν σωματοποιίαν. οὔτε δὲ ἓν τῶν ἄκρων οἷόν τε εἶναι, δεῖ δὲ καὶ τὸ ἐναντίον εἶναι, οὔτε δύο, | |
δεῖ γὰρ τὸ μεταξὺ εἶναι· ἀντίθετοι γὰρ ταῖς ἀκρότησιν αἱ μεσότη‐ | 17 | |
5 | τες. | |
2.11 | τὸ μὲν οὖν πῦρ θερμὸν καὶ ξηρὸν ὁ δὲ ἀὴρ θερ‐ μὸς καὶ ὑγρὸς τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρὸν ἡ δὲ γῆ ψυ‐ χρὰ καὶ ξηρά· ἀέρι μὲν οὖν καὶ πυρὶ κοινὸν τὸ θερμὸν ὕδατι δὲ καὶ γῇ κοινὸν τὸ ψυχρὸν γῇ δὲ καὶ πυρὶ κοινὸν τὸ ξηρὸν ὕδατι δὲ | |
5 | καὶ ἀέρι κοινὸν τὸ ὑγρόν· ἴδια δὲ ἑκάστου πυρὸς μὲν τὸ θερμὸν γῆς δὲ τὸ ξηρὸν ἀέρος δὲ τὸ ὑγρὸν ὕδατος δὲ τὸ ψυχρόν. κατὰ μὲν οὖν τὰ κοινὰ διαμένουσιν αἱ οὐσίαι αὐτῶν· κατὰ δὲ τὰ ἴδια μεταβάλλουσιν, ὅταν τὸ ἐναντίον τοῦ ἐναντίου κατακρατήσῃ, τὸ μὲν ἐν τῷ ἀέρι ὑγρὸν τοῦ ἐν τῷ πυρὶ ξηροῦ τὸ δ’ ἐν τῷ ὕδατι ψυχρὸν τοῦ ἐν τῷ ἀέρι θερ‐ | |
10 | μοῦ τὸ δ’ ἐν τῇ γῇ ξηρὸν τοῦ ἐν τῷ ὕδατι ὑγροῦ, καὶ ἀνάπαλιν τὸ μὲν ἐν τῷ ὕδατι ὑγρὸν τοῦ ἐν τῇ γῇ ξηροῦ τὸ δ’ ἐν τῷ ἀέρι θερμὸν τοῦ ἐν τῷ ὕδατι ψυχροῦ τὸ δ’ ἐν τῷ πυρὶ ξηρὸν τοῦ ἐν τῷ ἀέρι ὑγροῦ. καὶ οὕτως αἱ μεταβολαὶ γίνονται καὶ γενέσεις εἰς ἄλληλα ἐξ ἀλλήλων· | |
2.12 | τὸ δὲ ὑποκείμενον σῶμα καὶ τὸ δεχόμενον τὰς μεταβολὰς τὸ πανδεχὲς καὶ τὸ δυνάμει πρῶτον πρὸς ἁφήν. | |
2.13 | γίνονται δὲ αἱ 〈μὲν〉 μεταβολαὶ ἤτοι ἐκ γῆς εἰς πῦρ, ἢ ἐκ πυρὸς εἰς ἀέρα καὶ ἐξ ἀέρος εἰς ὕδωρ καὶ ἐξ ὕδατος εἰς γῆν· 〈αἱ δὲ κατ’ ἐναλλαγήν〉· καὶ τρίτον ὅταν τὸ ἐν ἑκάστῳ ἐναντίον φθαρῇ καὶ καταλειφθῇ τὸ συγγενὲς | |
5 | καὶ τὸ σύμφυλον. ἡ μὲν οὖν γένεσις ἀποτελεῖται ὅταν μία ἐναντιότης φθαρῇ. ἐπεὶ γὰρ τὸ μὲν πῦρ θερμὸν καὶ ξηρὸν ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός, κοινὸν ἀμφοτέροις αὐτοῖς τὸ θερμόν, ἴδιον δὲ πυρὶ μὲν τὸ ξηρὸν ἀέρι δὲ τὸ ὑγρόν· ὅταν οὖν τὸ ἐν τῷ ἀέρι ὑγρὸν ἐπικρατήσῃ τοῦ ἐν τῷ πυρὶ ξηροῦ, μεταβάλλει τὸ πῦρ εἰς ἀέρα. | |
2.14 | πάλιν ἐπεὶ τὸ μὲν ὕδωρ ὑγρὸν καὶ ψυχρὸν ὁ δὲ ἀὴρ ὑγρὸς καὶ θερμός, κοινὸν ἀμφοτέρων αὐτῶν τὸ ὑγρόν, ἴδιον δὲ τοῦ μὲν ὕδατος τὸ ψυχρὸν τοῦ δὲ ἀέρος τὸ θερμόν· ὅταν οὖν τὸ ἐν τῷ ὕδατι ψυχρὸν ἐπικρατήσῃ τοῦ ἐν | |
5 | τῷ ἀέρι θερμοῦ, γίνεται ἐξ ἀέρος εἰς ὕδωρ μεταβολή. | |
2.15 | πάλιν ἐπεὶ ἡ μὲν γῆ ψυχρὰ καὶ ξηρὰ τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, κοινὸν | |
ἀμφοτέρων αὐτῶν τὸ ψυχρόν, ἴδιον δὲ γῆς μὲν τὸ ξηρὸν ὕδατος δὲ τὸ ὑγρόν· ὅταν οὖν τὸ ἐν τῇ γῇ ξηρὸν ἐπικρατήσῃ τοῦ ἐν τῷ ὕδατι ὑγροῦ, | 18 | |
5 | γίνεται ἐξ ὕδατος εἰς γῆν μεταβολή. | |
2.16 | ἀπὸ γῆς δὲ ἄνω κατὰ τὸ ἐναντίον. ἡ δὲ κατ’ ἐναλλαγήν, ὅταν ὅλον ὅλου κρατήσῃ καὶ δύο δυνάμεις τὰς ἐναντίας φθείρωσι μηδενὸς ὄντος αὐτοῖς κοινοῦ. ἐπεὶ γὰρ τὸ μὲν πῦρ ἐστι θερμὸν καὶ ξηρὸν τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, | |
5 | ὅταν τὸ ἐν τῷ ὕδατι ὑγρὸν ἐπικρατήσῃ τοῦ ἐν τῷ πυρὶ ξηροῦ τὸ δὲ ἐν τῷ ὕδατι ψυχρὸν ἐπικρατήσῃ τοῦ ἐν τῷ πυρὶ θερμοῦ, γίνεται ἐκ πυρὸς εἰς ὕδωρ μεταβολή. | |
2.17 | πάλιν ἐπεὶ ἡ μὲν γῆ ἐστι ψυχρὸν καὶ ξηρὸν ὁ δὲ ἀὴρ θερμὸν καὶ ὑγρόν, ὅταν τὸ μὲν ἐν τῇ γῇ ψυχρὸν ἐπι‐ κρατήσῃ τοῦ ἐν τῷ ἀέρι θερμοῦ τὸ δὲ ἐν τῇ γῇ ξηρὸν ἐπικρατήσῃ τοῦ ἐν τῷ ἀέρι ὑγροῦ, γίνεται ἐξ ἀέρος εἰς γῆν μεταβολή. | |
2.18 | ὅταν δὲ τοῦ μὲν ἀέρος φθαρῇ τὸ ὑγρὸν τοῦ δὲ πυρὸς τὸ θερμόν, γενηθή‐ σεται ἐξ ἀμφοτέρων αὐτῶν πῦρ· καταλείπεται γὰρ τοῦ μὲν ἀέρος τὸ θερμὸν τοῦ δὲ πυρὸς τὸ ξηρόν· τὸ δέ γε πῦρ ἐστι θερμὸν καὶ ξηρόν. | |
2.19 | ὅταν δὲ τῆς μὲν γῆς φθαρῇ τὸ ψυχρὸν τοῦ δὲ ὕδατος τὸ ὑγρόν, γενηθήσεται ἐξ ἀμφοτέρων αὐτῶν γῆ· καταλείπεται γὰρ τῆς μὲν γῆς τὸ ξηρὸν τοῦ δὲ ὕδατος τὸ ψυχρόν· ἡ δὲ γῆ ἐστι ψυχρὰ καὶ ξη‐ ρά. | |
2.20 | ὅταν δὲ τοῦ μὲν ἀέρος φθαρῇ τὸ θερμὸν καὶ τοῦ πυρὸς τὸ θερμόν, γένεσις οὐκ ἔσται· τὰ γὰρ ἐναντία καταλείπεται ἐπ’ ἀμφοτέ‐ ρων, τοῦ μὲν ἀέρος τὸ ὑγρὸν τοῦ δὲ πυρὸς τὸ ξηρόν· τὸ δὲ ὑγρὸν τῷ ξηρῷ ἐναντίον. | |
2.21 | καὶ πάλιν ὅταν τῆς μὲν γῆς φθαρῇ τὸ ψυχρὸν καὶ τοῦ ὕδατος τὸ ὅμοιον, οὐδὲ οὕτως ἔσται γένεσις· καταλείπεται γὰρ τῆς μὲν γῆς τὸ ξηρὸν τοῦ δὲ ὕδατος τὸ ὑγρόν· τὸ δὲ ξηρὸν τῷ ὑγρῷ ἐναντίον. καὶ περὶ μὲν γενέσεως τῶν πρώτων σωμάτων πῶς | |
5 | τε καὶ τίνων ὑποκειμένων γίνεται, ἱκανῶς εἴρηται διὰ βραχέων. | |
2.22 | ἐπεὶ δὲ ἀνώλεθρος καὶ ἀγένητος ὁ κόσμος καὶ οὔτε ἀρχὴν γενέσεως εἴληφεν οὔτε τελευτήν ποτε λήψεται, δεῖ καὶ τὸ ποιοῦν ἐν | |
ἑτέρῳ τὴν γένεσιν καὶ τὸ γεννῶν ἐν ἑαυτῷ συνυπεῖναι ἀλλήλοις. τὸ μὲν ποιοῦν τὴν γένεσιν τὸ ὑπεράνω σελήνης ἐστὶ πᾶν· (σύνεγγυς δὲ | 19 | |
5 | μᾶλλον ὁ ἥλιος, κατά τε τὰς προσόδους καὶ τὰς ἀφόδους μεταβάλλων τὸν ἀέρα συνεχῶς πρὸς λόγον ψύχους τε καὶ θερμασίας, ᾧ συνεπ‐ ακολουθεῖ καὶ τὴν γῆν μεταβάλλειν καὶ πάντα τὰ ἐπὶ γῆς· | |
2.23 | εὖ δὲ ἔχει καὶ ἡ λόξωσις [τῶν ζῳδίων] τοῦ πόλου πρὸς τὴν τοῦ ἡλίου φο‐ ράν· αἰτία γὰρ καὶ αὕτη τῆς γενέσεώς ἐστι· καθόλου δὲ ἡ τοῦ παν‐ τὸς διακόσμησις ὥστε εἶναι ἐν αὐτῇ τὸ μὲν ποιοῦν τὸ δὲ πάσχον·) τὸ | |
5 | μὲν οὖν ἐν ἑτέρῳ γεννῶν τὸ ὑπεράνω σελήνης ἐστί, τὸ δὲ ἐν ἑαυτῷ τὸ ὑποκάτω σελήνης· τὸ δὲ ἐξ ἀμφοτέρων αὐτῶν, τοῦ μὲν ἀεὶ θέοντος θείου τοῦ δὲ ἀεὶ μεταβάλλοντος γενητοῦ, κόσμος ἄρα ἐστίν. | |
3.1 | ἀνθρώπου δὲ ἀρχὴ γενέσεως πρώτη οὐ γέγονεν ἐκ γῆς οὐδὲ τῶν ἄλλων ζῴων οὐδὲ φυτῶν, ἀλλ’ ἀεὶ τῆς διακοσμήσεως οὔσης ἀνάγκη καὶ τὰ ἐνυπάρχοντα καὶ τὰ ἐνδιακεκοσμημένα συνυπεῖναι. πρῶτον μὲν γὰρ ἀεὶ ὄντος τοῦ κόσμου ἀναγκαῖον καὶ τὰ μέρη αὐτοῦ | |
5 | συνυπάρχειν (λέγω δὲ μέρη οὐρανόν, γῆν, τὸ μεταξὺ τούτων ὃ δὴ μετ‐ άρσιον καὶ ἀέριον ὀνομάζεται), οὐ γὰρ ἄνευ τούτων ἀλλὰ σὺν τούτοις καὶ ἐκ τούτων ὁ κόσμος· | |
3.2 | τῶν δὲ μερῶν συνυπαρχόντων ἀνάγκη καὶ τὰ ἐμπεριεχόμενα συνυπάρχειν αὐτοῖς, οὐρανῷ μὲν ἥλιον σελήνην ἀπλα‐ νεῖς τε ἀστέρας καὶ πλάνητας, γῇ δὲ ζῷα φυτὰ χρυσὸν ἄργυρον, μετ‐ αρσίῳ δὲ καὶ ἀερίῳ πνεύματα ἀνέμους μεταβολὴν ἐπὶ τὸ θερμότερον | |
5 | μεταβολὴν ἐπὶ τὸ ψυχρότερον· σὺν τούτῳ γὰρ οὐρανός, σὺν τῷ τὰ περιεχόμενα ἔχειν, καὶ σὺν τούτῳ γῆ, σὺν τῷ τὰ ἐπ’ αὐτῆς φυόμενα καὶ βοσκόμενα ὑπεῖναι, καὶ σὺν τούτῳ μετάρσιον καὶ ἀέριον, σὺν τῷ τὰ ἐν αὐτῷ γινόμενα πάντα γίνεσθαι. | |
3.3 | ἐπεὶ οὖν καθ’ ἑκάστην ἀποτομὴν ὑπερέχον τι γένος ἐντέτακται τῶν ἄλλων, ἐν μὲν οὐρανῷ τὸ | |
τῶν θεῶν ἐν δὲ γῇ ἄνθρωπος ἐν δὲ τῷ μεταρσίῳ τόπῳ δαίμονες, ἀνάγκη τὸ γένος τῶν ἀνθρώπων ἀίδιον εἶναι, εἴπερ ἀληθῶς ὁ λόγος | 20 | |
5 | συμβιβάζει μὴ μόνον τὰ μέρη συνυπάρχειν τῷ κόσμῳ ἀλλὰ καὶ τὰ 〈ἐμ〉περιεχόμενα τοῖς μέρεσιν. | |
3.4 | φθοραὶ δὲ καὶ μεταβολαὶ βίαιοι γίνονται κατὰ τὰ μέρη τῆς γῆς, ὁτὲ μὲν ἀνάχυσιν λαμβανούσης τῆς θαλάσσης εἰς ἕτερον μέρος, ὁτὲ δὲ καὶ αὐτῆς τῆς γῆς εὐρυνομένης καὶ διισταμένης ὑπὸ πνευ‐ μάτων ἢ ὑδάτων κρύβδην ὑποφερομένων· παντελὴς δὲ φθορὰ τῆς περὶ | |
5 | τὴν γῆν διακοσμήσεως οὔτε γέγονεν οὔτε ἔσται ποτέ. | |
3.5 | διὸ καὶ τοῖς λέγουσι τὴν τῆς Ἑλληνικῆς ἱστορίας ἀρχὴν ἀπὸ Ἰνάχου εἶναι τοῦ Ἀρ‐ γείου προσεκτέον οὕτως ὡς οὐκ ἀπό τινος ἀρχῆς πρώτης, ἀλλὰ τῆς γενομένης μεταβολῆς κατ’ αὐτόν. πολλάκις γὰρ καὶ γέγονε καὶ ἔσται | |
5 | βάρβαρος ἡ Ἑλλάς, οὐχ ὑπ’ ἀνθρώπων μόνον γινομένη μετανάστατος ἀλλὰ καὶ ὑπ’ αὐτῆς τῆς φύσεως, οὐ μείζονος οὐδὲ μείονος αὐτῆς γινο‐ μένης ἀλλὰ καινοτέρας ἀεί, καὶ πρὸς ἡμᾶς ἀρχὴν λαμβανούσης. περὶ μὲν οὖν τοῦ ὅλου καὶ παντός, ἔτι δὲ καὶ γενέσεως καὶ φθορᾶς τῆς ἐν αὐτῷ γινομένης ὡς ἔχει καὶ ἕξει τὸν ἅπαντα αἰῶνα, | |
10 | τῆς μὲν ἀεικινήτου φύσεως οὔσης τῆς δὲ ἀειπαθοῦς καὶ τῆς μὲν ἀεὶ κυβερνώσης τῆς δὲ κυβερνωμένης, ἱκανῶς εἴρηταί μοι διὰ τούτων. | |
4.1 | περὶ δὲ τῆς ἐξ ἀλλήλων ἀνθρώπων γενέσεως, ὅπως τε καὶ ἐκ τίνων ἔσται κατὰ τρόπον ἐπιτελουμένη νόμῳ τε καὶ σωφροσύνης καὶ ὁσιότητος ἐπισυνεργούσης, τάδε καλῶς ἔχειν οἴομαι. πρῶτον μὲν τοῦτο 〈δεῖ〉 διαλαβεῖν, ὅτι οὐχ ἡδονῆς ἕνεκα πρόσιμεν ἀλλὰ τέκνων | |
5 | γενέσεως· | |
4.2 | καὶ γὰρ αὐτὰς τὰς δυνάμεις καὶ τὰ ὄργανα καὶ τὰς | |
ὀρέξεις τὰς πρὸς τὴν μῖξιν ὑπὸ τοῦ θεοῦ δεδομένας τοῖς ἀνθρώποις οὐχ ἡδονῆς ἕνεκα δεδόσθαι συμβέβηκεν ἀλλὰ τῆς εἰς τὸν ἀεὶ χρόνον διαμονῆς τοῦ γένους. ἐπειδὴ γὰρ ἀμήχανον ἦν θνητὸν φύντα θείου | 21 | |
5 | βίου κοινωνῆσαι, †τῆς τοῦ γένους ἀθανασίας φθειρομένης† καθ’ ἕκαστον ἀνεπλήρωσεν ὁ θεός, ἀκατάληκτον ποιήσας καὶ συνεχῆ ταύτην τὴν γέ‐ νεσιν. ἓν οὖν τοῦτο πρῶτον δεῖ θεωρεῖν ὅτι οὐχ ἡδονῆς ἕνεκα ἡ μῖξις· | |
4.3 | ἔπειτα δὲ καὶ αὐτὴν τὴν τοῦ ἀνθρώπου σύνταξιν πρὸς τὸ ὅλον, ὅτι μέρος ὑπάρχων οἴκου τε καὶ πόλεως καί, τὸ μέγιστον, κό‐ σμου συμπληροῦν ὀφείλει τὸ ἀπογινόμενον τούτων ἕκαστον, ἐὰν μέλλῃ μήτε συγγενικῆς ἑστίας λειποτάκτης γίνεσθαι μήτε πολιτικῆς μήτε μὴν | |
5 | τῆς θείας. | |
4.4 | οἱ γὰρ καθάπαξ μὴ διὰ παιδοποιίαν συναπτόμενοι ἀδικήσουσι τὰ τιμιώτατα τῆς κοινωνίας συστήματα· εἰ δὲ καὶ γεννή‐ σουσιν οἱ τοιοῦτοι μεθ’ ὕβρεως καὶ ἀκρασίας, μοχθηροὶ οἱ γενόμενοι καὶ κακοδαίμονες ἔσονται καὶ βδελυροὶ ὑπό τε θεῶν καὶ δαιμόνων καὶ | |
5 | ἀνθρώπων καὶ οἴκων καὶ πόλεων. ταῦτα οὖν προδιανοουμένους οὐ δεῖ ὁμοίως τοῖς ἀλόγοις ζῴοις προσέρχεσθαι τοῖς ἀφροδισίοις, ἀλλ’ ὡς ἀναγκαῖον 〈καὶ〉 καλὸν ἡγουμένους ὅπερ ἀναγκαῖον καὶ καλὸν εἶναι νομίζουσιν οἱ ἀγαθοὶ τῶν ἀνθρώπων, τὸ μὴ μόνον πολυανδρεῖσθαι τοὺς οἴκους καὶ τὸν πλείονα τῆς γῆς τόπον πληροῦσθαι (ἡμερώτατον γὰρ | |
10 | πάντων καὶ βέλτιστον ζῷον ὁ ἄνθρωπος), ἀλλὰ καί, τὸ μέγιστον, εὐανδρεῖσθαι. | |
4.5 | διὰ γὰρ ταύτην τὴν αἰτίαν καὶ τὰς πόλεις εὐνο‐ μουμένας οἰκήσουσι καὶ τοὺς ἰδίους οἴκους κατὰ τρόπον οἰκονομή‐ σουσι, καὶ τοὺς θεοὺς δὲ φίλους αὑτοῖς καταστήσουσι. πάρεστι δὲ θεωρεῖν ὅτι καὶ ἡ βάρβαρος καὶ ἡ Ἑλλὰς τότε μάλιστα εὐδοκιμεῖν | |
5 | πέφυκε κατὰ τὰς πολιτείας καὶ τὰς πολιτικὰς πράξεις, ὅτε μὴ μόνον πολυπληθείᾳ ἀνθρώπων ἀλλὰ καὶ ἀνδρείᾳ χορηγοῦνται. | |
4.6 | ὅθεν | |
ἁμαρτάνουσι πολλοί, μὴ πρὸς τὸ 〈..... ἀλλὰ πρὸς τὸ〉 μέγεθος τῆς τύχης μηδὲ πρὸς τὸ συμφέρον τῷ κοινῷ συνιστάντες τοὺς γάμους, ἀλλὰ πρὸς τὸν πλοῦτον ἢ τὴν ὑπεροχὴν τοῦ γένους ἀποβλέποντες. ἀντὶ μὲν | 22 | |
5 | γὰρ τοῦ νέαν καὶ ὡραίαν συναρμόζεσθαι συνηρμόσαντο ἂν τὴν ὑπερη‐ λικεστέραν, ἀντὶ δὲ τοῦ συμπαθῆ τὴν ψυχὴν καὶ ὁμοιοτάτην ἐπίδοξον τῷ γένει ἢ ὑπερχρήματον. τοιγάρτοι ἀντὶ συμφωνίας διαφωνίαν καὶ ἀντὶ ὁμοφροσύνης διχοφροσύνην κατασκευάζουσι περὶ ἡγεμονίας διαμα‐ χόμενοι πρὸς ἀλλήλους· ἡ μὲν γὰρ ὑπερέχουσα πλούτῳ καὶ γένει καὶ | |
10 | φίλοις ἄρχειν προαιρεῖται τοῦ ἀνδρὸς παρὰ τὸν τῆς φύσεως νόμον, ὁ δέ γε διαμαχόμενος δικαίως καὶ οὐ δεύτερος ἀλλὰ πρῶτος θέλων εἶναι ἀδυνατεῖ τῆς ἡγεμονίας ἐφικέσθαι. | |
4.7 | ὧν δὴ γενομένων οὐ μόνον τοὺς οἴκους κακοδαίμονας ἀλλὰ καὶ τὰς πόλεις συμβαίνει γενέσθαι. μέρη γὰρ τῶν πόλεων οἱ οἶκοι· ἐκ δὲ τῶν μερῶν ἡ τοῦ ὅλου καὶ τοῦ παντὸς σύνθεσις· εἰκὸς οὖν, ὁποῖα τὰ μέρη τυγχάνουσιν ὄντα, καὶ τὸ | |
5 | ὅλον καὶ τὸ πᾶν τὸ ἐκ τοιούτων συντιθέμενον τοιοῦτον εἶναι. | |
4.8 | καὶ ἐν ταῖς τέχναις δὲ αἱ πρῶται ἀρχαὶ μεγάλα συνεργοῦσι πρὸς τὸ κα‐ λῶς ἢ τὸ κακῶς τὸ ὅλον ἔργον συντελεσθῆναι· οἷον ἐπὶ μὲν οἰκο‐ δομίας θεμελίου καταβολή, ἐπὶ δὲ ναυπηγίας τρόπις, ἐπὶ δὲ συναρ‐ | |
5 | μογῆς καὶ μελοποιίας τάσις φωνῆς καὶ λῆψις· οὕτως οὖν καὶ ἐπὶ πολιτείας εὐνομουμένης τε καὶ κακονομουμένης οἴκων κατάστασις καὶ συναρμογὴ μέγιστα συμβάλλεται. | |
4.9 | περὶ γεννήσεως οὖν σκοπουμένους τάδε χρὴ πράττειν· καθόλου μὲν δὴ φυλάττεσθαι χρὴ πᾶν τὸ ἄνωρον καὶ ἀτελές· οὔτε γὰρ τῶν φυτῶν τὰ ἀτελῆ οὔτε τῶν ζῴων εὔκαρπα γίνεται, ἀλλὰ δεῖ γενέσθαι τινὰ χρόνον πρὸ τῆς καρποφορίας, ὅπως ἐξ ἰσχυόντων τε καὶ τετελειω‐ | |
5 | μένων τῶν σωμάτων τὰ σπέρματα καὶ οἱ καρποὶ γίνωνται. | |
4.10 | ὅθεν δεῖ τοὺς παῖδας καὶ τὰς παρθένους ἐν γυμνασίοις τε καὶ καρτερίαις ταῖς προσηκούσαις τρέφειν τροφὴν προσφέροντας τὴν ἁρμόζουσαν φιλοπόνῳ τε καὶ σώφρονι καὶ καρτερικῷ βίῳ. | 23 |
4.11 | πολλὰ δὲ τῶν κατὰ τὸν ἀνθρώπινον βίον τοιαῦτά ἐστιν ἐν οἷς βέλτιον ἡ ὀψιμαθία. διὸ καὶ πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν οὕτως ἄγεσθαι χρὴ τὸν παῖδα ὡς μηδὲ ἐπιζητεῖν πρὸ τῶν εἴκοσιν ἐτῶν τὴν τοιαύτην χρῆσιν, | |
5 | ἀλλὰ καὶ χρησάμενον σπανίως χρῆσθαι. ἔσται δὲ τοῦτο ἐὰν καλὸν καὶ τίμιον εἶναι νομίζῃ τὴν εὐεξίαν καὶ τὴν ἐγκράτειαν. | |
4.12 | δεῖ δὲ καὶ παιδεύειν τὰ τοιαῦτα τῶν νομίμων ἐν ταῖς Ἑλληνικαῖς πόλεσι, τὸ μήτε μητρὶ συγγίνεσθαι μήτε θυγατρὶ μήτε ἀδελφῇ μήτε ἐν ἱεροῖς μήτε ἐν φανερῷ τόπῳ· καλὸν γάρ ἐστι καὶ πρόσφορον τὸ ὡς πλεῖστα | |
5 | κωλύματα γίνεσθαι τῆς ἐνεργείας ταύτης. | |
4.13 | καθόλου δὲ δεῖ περι‐ αιρεῖν τάς τε παρὰ φύσιν γεννήσεις καὶ τὰς μεθ’ ὕβρεως γινομένας, καταλιμπάνειν δὲ τὰς κατὰ φύσιν καὶ μετὰ σωφροσύνης ἐπὶ τεκνοποιίᾳ σώφρονί τε καὶ νομίμῳ γινομένας. δεῖ δὲ πολλὴν πρόνοιαν ποιεῖσθαι | |
5 | τοὺς τεκνοποιουμένους τῶν ἐσομένων τέκνων. πρώτη μὲν οὖν καὶ με‐ γίστη φυλακὴ πρὸς γέννησιν τῷ τεκνοποιεῖν βουλομένῳ δίαιτα σωφρο‐ νικὴ καὶ ὑγιεινή, ὡς μήτε πληρώσει χρῆσθαι τροφῆς ἀκαίρῳ μήτε μέθῃ μήτε ἄλλῃ τινὶ ταραχῇ ἐξ ὧν χείρονες αἱ τῶν σωμάτων ἕξεις γίνονται· μάλιστα δὲ πάντων προσήκει φυλάττεσθαι τὸ καθεστηκυίας τῆς διανοίας | |
10 | τὰς μίξεις γίνεσθαι· ἐκ φαύλων γὰρ καὶ ἀσυμφώνων καὶ ταραχωδῶν ἕξεων μοχθηρὰ γίνονται τὰ σπέρματα. | |
4.14 | μετὰ πάσης οὖν σπουδῆς καὶ προσοχῆς δεῖ καταβάλλεσθαι ὅπως τὰ γεννώμενα γίνηται χαριέστατα καὶ γενόμενα καλῶς ἀνατραφῇ. οὐδὲ γὰρ δίκαιον τοὺς μὲν φιλίππους καὶ φιλόκυνας καὶ φιλόρνιθας μετὰ πάσης ἐπιμελείας φροντίδα ποι‐ | |
5 | εῖσθαι τῶν γινομένων, ὡς δεῖ καὶ ἐξ ὧν δεῖ καὶ ὅτε δεῖ καὶ πῶς διακειμένων γίνεσθαι τὰς μίξεις καὶ τὰς κοινωνίας, τοῦ μὴ ὡς ἔτυχε | |
γίνεσθαι τὰ γεννώμενα, τοὺς δὲ ἀνθρώπους μηδένα ποιεῖσθαι λόγον τῶν ἰδίων ἐκγόνων, ἀλλὰ καὶ γεννᾶν ὡς ἔτυχε καὶ γεννωμένων ὀλι‐ γωρεῖν τῆς τροφῆς καὶ τῆς παιδείας. ταῦτα γὰρ ἀμελούμενα πάσης | 24 | |
10 | κακίας καὶ φαυλότητος παραίτια γίνεται βοσκηματώδη καὶ ἀγεννῆ | |
ἀποτελοῦντα τὰ γεννώμενα. | 25 |