TLG 1533 001 :: NICIAS :: Epigrammata

NICIAS Epigr.
(Milesius: 3 B.C.)

Epigrammata

Citation: Book — epigram — (line)

6

.

122

(p1)

ΝΙΚΙΟΥ
1Μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια, τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ; — „Μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα
ἐν προμάχοις Ὀδρύσας δήιον ἂμ πεδίον.“

6

.

127

(p1)

ΝΙΚΙΟΥ
1Μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηι ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ’ ἔθηκεν, λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.

6

.

270

(p1)

ΝΙΚΙΟΥ
1Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα, Εἰλήθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς, ὥς σε μετ’ εὐχωλαῖς ἐκαλέσσατο λευγαλέας οἱ κῆρας ἀπ’ ὠδίνων τῆλε βαλεῖν λοχίων.

7

.

200

(p1)

ΝΙΚΙΟΥ
1Οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς τέρψομ’ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων· χεῖρα γὰρ εἰς ἀρεὰν παιδὸς πέσον, ὅς με λαθραίως μάρψεν ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.

9

.

315

(p1)

ΝΙΚΙΟΥ
1Ἵζευ ὑπ’ αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδ’, ὁδῖτα, καὶ πῖθ’ ἆσσον ἰὼν πίδακος ἁμετέρας· μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ἃν ἐπὶ Γίλλῳ
Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται.

9

.

564

(p1)

ΝΙΚΙΟΥ
1Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα ξουθά, ἐφ’ ὡραίοις ἄνθεσι μαινομένα, χῶρον ἐφ’ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ, ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.

16

.

188

(p1)

ΝΙΚΙΟΥ
1Εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελοιπὼς τῇδ’ ἕστηκ’ ἐρατοῦ γυμνασίου μεδέων Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδ’ ὑάκινθον
πολλάκι καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.