TLG 1521 002 :: VITA ET SENTENTIAE SECUNDI :: Sententiae VITA ET SENTENTIAE SECUNDI Biogr.
Gnom. Sententiae Citation: Sententia — (line) | ||
1(t) | Τί ἐστι κόσμος; | |
1 | Ἀκατάληπτος περιοχή, θεωρητικὸν κατασκεύασμα, ἀσύνοπτον ὕψωμα, αὐτογέννητον θεώρημα, πολυχάρακτον μόρφωμα, αἰώνιον διακράτημα, αἰθὴρ θρεπτικός, ἀπλανὲς κύκλευμα, ἡλίου φῶς, ἡμέρα, ἄστρα, σκότος, νύξ, γῆ, ἀήρ, ὕδωρ. | |
---|---|---|
2(t) | Τί ἐστιν ὠκεανός; | |
1 | Κόσμου ἐναγκάλισμα, ἐστεφανωμένον ὅριον, περίαμμα ἁλμυραῖον, δεσμὸς Ἀτλαντικός, πάσης φύσεως περίδρομος, ἡλιακὸς λαμπτήρ, οἰκουμένης κάτοχος. | |
3(t) | Τί θεός; | |
1 | Ἰδιόπλαστον ἀγαθόν, πολύμορφον εἴκασμα, ἀσύνοπτον ὕψωμα, πολυχάρακτον μόρφωμα, δυσνοούμενον ζήτημα, ἀθάνατος νοῦς, πολυ‐ διοίκητον πνεῦμα, ἀκοίμητος ὀφθαλμός, πολυώνυμος δύναμις, παγκρα‐ τὲς φῶς. | 78 |
4(t) | Τί ἡμέρα; | |
1 | Στάδιον κακοπαθείας, δωδεκάωρος διαδρομή, ἀρχὴ καθημερινή, ὑπόμνησις βιωτική, δειλινὴ ἀπότασις, ζωτικὴ ἔντευξις, αἰώνιον ἀρίθ‐ μημα, φυσικὸν ἐσόπτρισμα, παλίνδρομος ἀνάμνησις. | |
5(t) | Τί ἥλιος; | |
1 | Οὐράνιος ὀφθαλμός, νυκτὸς ἀνταγωνιστής, αἰθέριον κύκλωμα, κοσμικὸς ἔλεγχος, ἀκήρατος φλόξ, ἀδιάστατον φέγγος, κεχορηγημένη λαμπάς, οὐράνιος ὁδοιπόρος, ἡμέρας κόσμιον. | |
6(t) | Τί σελήνη; | |
1 | Οὐρανοῦ πορφύρα, νυκτερινὴ παραμυθία, πλεόντων παννύχισμα, ὁδευόντων παρηγορία, ἡλίου διαδοχή, κακούργων ἔχθρα, σημεῖον | |
ἑορτῶν, μηνῶν ἀνακύκλευμα. | 80 | |
7(t) | Τί γῆ; | |
1 | Οὐράνιος βάσις, κόσμου μεσότης, ἀπύθμευτον θεώρημα, ἀεροφυὲς ῥίζωμα, [ἀκατάληπτος περιοχή], γυμνάσιον ζωῆς, σύστημα θεόκτιστον, σελήνης παννύχισμα, ἀσύνοπτον θεώρημα, ὄμβρων τιθήνη, καρπῶν φύλαγμα καὶ μήτηρ, Ἅιδου καλυπτήρ, πολυδιοίκητον χώρημα, γέννα | |
5 | καὶ ἀποδοχὴ πάντων. | |
8(t) | Τί ἄνθρωπος; | |
1 | Νοῦς σεσαρκωμένος, πνευματικὸν ἀγγεῖον, αἰσθητικὸν χώρημα, ἐπίπονος ψυχή, οἰκητήριον ὀλιγοχρόνιον, φάντασμα χρόνου, ὠστεω‐ μένον ὄργανον, κατάσκοπος βίου, Τύχης παίγνιον, ἀπαράμονον ἀγαθόν, ζωῆς δαπάνημα, φυγὰς βίου, φωτὸς ἀποστάτης, γῆς ἀπαίτημα, αἰώνιος | |
5 | νεκρός. | |
9(t) | Τί ἐστι κάλλος; | |
1 | Φυσικὴ ζωγραφία, ἰδιόπλαστον ἀγαθόν, ὀλιγοχρόνιον εὐτύχημα, | |
ἀπαράμονον κτῆμα, ἀνδρὸς εὐσεβοῦς ναυάγιον, σεσαρκωμένη ἐπιτυχία, ἡδονῶν ὑπηρεσία, ἄνθος μαραινόμενον, ἀσύνθετος πραγματεία, ἀνθρώ‐ πων ἐπιθυμία. | 82 | |
10(t) | Τί ἐστι γυνή; | |
1 | Ἀνδρὸς ἐπιθυμία, συνεστιώμενον θηρίον, συνεγειρομένη μέριμνα, συμπλεκομένη ἀσέλγεια, συγκοιμωμένη λέαινα, ἱματισμένη ἔχιδνα, αὐθαίρετος μάχη, συγκοιμωμένη ἀκρασία, καθημερινὴ ζημία, οἰκίας χειμών, ἀμεριμνίας ἐμπόδιον, ἀνδρὸς ἀκρατοῦς ναυάγιον, μοιχῶν | |
5 | κατασκευή, βίου ἅλωσις, πολυτελὴς πόλεμος, ζῷον πονηρόν, ἱκανὸν φορτίον, ἐννεαπνεύμων ζάλη, ἰοβόλος ἀσπίς, ἀνθρωποποιὸν ὑπούργημα, ἀναγκαῖον κακόν. | |
11(t) | Τί φίλος; | |
1 | Ζητούμενον ὄνομα, ἄνθρωπος ἀφανής, δυσεύρετον κτῆμα, ἀπορίας παραμύθιον, καταφυγὴ δυστυχίας, ἀγκὼν ταλαιπορίας, κατάσκοπος βίου, ἄνθρωπος ἀκατάληπτος, ἐνυπόστατον κειμήλιον, ἀκατάληπτος | |
εὐτυχία. | 84 | |
12(t) | Τί γεωργός; | |
1 | Καρπῶν ὑπηρέτης, ὄμβρων διαιτητής, ἐρημίας συνήθης, ἀθάλασσος ἔμπορος, ὕλης ἀνταγωνιστής, τροφῆς ὑπουργός, πεδίων ἀριστευτής, γῆς ἰατρός, δένδρων φυτουργός, ὀρέων παιδαγωγός, κακοπαθίας συνήθεια. | |
13(t) | Τί ἐστι μονομάχος; | |
1 | Θάνατος πωλούμενος, ἀγωνοθέτου θῦμα, [γαστριμαργίας ἐπιθυμία], διδασκαλουμένη μοῖρα, ἔναιμος τέχνη, Τύχης παράπτωμα, ὀξὺς θάνατος, περισαλπιζομένη μοῖρα, παραμένων μόρος, κακὴ νίκη. | |
14(t) | Τί ἐστι πλοῖον; | |
1 | Ἐπίσαλος πρᾶξις, ἀθεμελίωτος οἰκία, ἡρμοσμένος τάφος, κυβικὴ σανίς, ἀνέμων ὁδοιπορία, ἀνιπταμένη φυλακή, συνδεδεμένη μοῖρα, ἀνέμων παίγνιον, ἐπιπλέων μόρος, ὄρνεον ξύλινον, πελάγιος ἵππος, ἠνεωγμένη γαλεάγρα, ἄδηλος σωτηρία, προσδοκώμενος θάνατος, ἐγ‐ | |
5 | κύματος ὁδοιπόρος. | |
15(t) | Τί ἐστι ναύτης; | |
1 | Κυμάτων ὁδοιπόρος, θαλάσσιος βερεδάριος, ἀνέμων ἰχνευτής, ἀνέμων συνοδευτής, οἰκουμένης ξένος, γῆς ἀποστάτης, χειμῶνος ἀνταγωνιστής, διαπόντιος μονομάχος, ἄδηλος ἐπὶ σωτηρίᾳ, θανάτου γείτων, θαλάσσης ἐραστής. | 86 |
16(t) | Τί ἐστι πλοῦτος; | |
1 | Χρυσοῦν φορτίον, ἡδονῶν ὑπηρέτης, φόβος ἐλπιζόμενος, ἀπόλαυσις ἄνευ φροντίδος, συνεστιώμενος φθόνος, καθημερινὴ μελέτη, εὐμετάπτω‐ τον πρᾶγμα, φιλούμενον ἀτύχημα, ἐπιβουλευόμενον πρᾶγμα, ἀπλήρω‐ τος ἐπιθυμία, πολυπόθητον ταλαιπώρημα, ὑψηλὸν πτῶμα, ἀργυρικὸν | |
5 | σύνθεμα, παρερχόμενον εὐτύχημα. | |
17(t) | Τί ἐστι πενία; | |
1 | Μισούμενον ἀγαθόν, ὑγείας μήτηρ, ἡδονῶν ἐμποδισμός, ἀμέριμνος διατριβή, δυσαπόσπαστον κτῆμα, ἐπινοιῶν διδάσκαλος, σοφίας εὑρετής, ἄφθονος πραγματεία, ἀσκόπευτος οὐσία, ἀζημίωτος ἐμπορία, ἀψήφιστον κέρδος, ἀσυκοφάντητον κτῆμα, ἄδηλος εὐτυχία, ἀμέριμνος εὐτυχία. | |
18(t) | Τί ἐστι γῆρας; | |
1 | Εὔκτητον κακόν, ζῶν θάνατος, ὑγιαίνουσα νόσος, προσδοκωμένη μοῖρα, πολυχρόνιον γέλασμα, ἄτονος φρόνησις, ἔμπνους νεκρός, Ἀφροδίτης ἀλλότριος, θάνατος προσδοκώμενος, νεκρὸς κινούμενος. | 88 |
19(t) | Τί ὕπνος; | |
1 | Καμάτων ἀνάπαυσις, ἰατρῶν κατόρθωμα, δεδεμένων λύσις, ἀγρυπ‐ νούντων σοφία, νοσούντων εὐχή, θανάτου εἰκών, ταλαιπωρούντων ἐπιθυμία, πάσης πνοῆς ἡσυχία, πλουσίων ἐπιτήδευμα, [πενήτων ἀδολεσχία], καθημερινὴ μελέτη. | |
20(t) | Τί ἐστι θάνατος; | |
1 | Αἰώνιος ὕπνος, ἀνάλυσις σώματος, ταλαιπωρούντων ἐπιθυμία, πνεύματος ἀπόστασις, πλουσίων φόβος, πενήτων ἐπιθυμία, λύσις μελῶν, φυγὴ καὶ ἀπόκτησις βίου, ὕπνου πατήρ, ἀληθινὴ προθεσμία, ἀπόλυσις πάντων.” | |
5 | Τότε Ἀδριανὸς ἀναγνούς, καὶ μαθὼν τὴν αἰτίαν δι’ ἣν σιωπὴν ἐφιλοσόφησεν, ἐκέλευσεν αὐτοῦ τὰς βίβλους ἐν τῇ ἱερατικῇ βιβλιοθήκῃ ἐντεθῆναι Σεκούνδου τοῦ φιλοσόφου: — Τῷ δακτύλοις γράψαντι, τῷ κεκτημένῳ, τῷ ἀναγινώσκοντι μετ’ εὐλαβίας, | |
10 | φύλαττε τοὺς τρεῖς ἡ Τριὰς τρισόλβιος. | 90 |