TLG 1521 001 :: VITA ET SENTENTIAE SECUNDI :: Vita Secundi VITA ET SENTENTIAE SECUNDI Biogr.
Gnom. Vita Secundi Citation: Page — (line) | ||
68(t) | ΒΙΟΣ ΣΕΚΟΥΝΔΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Σεκοῦνδος ἐγένετο φιλόσοφος. οὗτος ἐφιλοσόφησε τὸν ἅπαντα χρόνον σιωπὴν ἀσκήσας, Πυθαγορικὸν ἐξειληφὼς βίον. τὸ δ’ αἴτιον τῆς σιωπῆς τοῦτο· ἐπέμφθη παρὰ τῶν γονέων μικρὸς ὢν παιδευθῆναι. ὄντος δὲ αὐτοῦ ἐν τῇ παιδεύσει ἐγένετο τὸν πατέρα αὐτοῦ τελευτῆσαι. | |
---|---|---|
5 | ἦν δὲ ἀκούων περὶ τῆς παραβολῆς ταύτης· ὅτι πᾶσα γυνὴ πόρνη, ἡ δὲ λαθοῦσα σώφρων. τέλειος οὖν γενάμενος ἐπανῆλθεν εἰς τὴν ἰδίαν πα‐ τρίδα, τὴν τοῦ κυνὸς προφέρων ἄσκησιν· βάκλον καὶ πήραν περιφέρων, τὴν κεφαλὴν καὶ τὸν πώγωνα ἀναθρέψας. λαμβάνει οὗτος μετάτον ἐν τῇ ἰδίᾳ οἰκίᾳ, μηδενὸς τῶν οἰκείων αὐτὸν γνωρίζοντος, μηδὲ τῆς ἰδίας | |
10 | μητρός. βουλόμενος δὲ πεισθῆναι καὶ τὸν περὶ γυναικῶν λόγον, εἰ ἄρα ἀληθής ἐστι, καλέσας μίαν τῶν παιδισκῶν ὑπέσχετο αὐτῇ παρα‐ σχεῖν χρυσίνους ἕξ, ὑποκρινόμενος φιλεῖν τὴν κυρίαν αὐτῆς, ἑαυτοῦ δὲ μητέρα. ἡ δὲ λαβοῦσα τὸ χρυσίον ἠδυνήθη πεῖσαι τὴν ἑαυτῆς κυρίαν, | |
ὑποσχομένη αὐτῇ χρυσίνους ν. ἡ δὲ συνέθετο τῇ παιδίσκῃ εἰποῦσα | 68 | |
70 | ὅτι “ὀψίας ποιήσω αὐτὸν εἰσελθεῖν λάθρα καὶ κοιμηθήσομαι μετ’ αὐτοῦ.” ὁ δὲ φιλόσοφος ἔχων τὰς ἐπαγγελίας παρὰ τῆς παιδίσκης ἔπεμψεν τὰ πρὸς δεῖπνον. καὶ δὴ τούτων ἀποδειπνησάντων, ὡς ἦλθον πρὸς τὸν ὕπνον, αὕτη μὲν 〈ἦν〉 προσδοκῶσα σαρκικῶς αὐτῷ συμμιγῆ‐ | |
5 | ναι, αὐτὸς δὲ ὡς ἰδίαν μητέρα περιλαμβάνων, καὶ τοῖς ὀφθαλμοῖς περιλάμπων οὓς ἐθήλασε μασθούς, ἐκοιμήθη ἕως πρωΐ. περὶ δὲ τὸ διάφαυσμα ἀναστὰς Σεκοῦνδος ἐβουλεύετο ἐξελθεῖν. ἡ δὲ ἐκράτησεν αὐτὸν λέγουσα· “καταγνῶναί μου θέλων τοῦτο ἐποίησας;” ὁ δὲ εἶπεν· “οὐχί, κυρία μῆτερ, οὐ γὰρ δίκαιόν ἐστιν ὅπερ ἐξῆλθον μιᾶναι· | |
10 | μὴ γένοιτο.” ἡ δὲ ἐπυνθάνετο παρ’ αὐτοῦ τίς ἂν εἴη. ὁ δὲ εἶπεν αὐτῇ· “ἐγώ εἰμι Σεκοῦνδος, ὁ υἱός σου.” ἡ δὲ καταγνοῦσα ἑαυτῆς καὶ μὴ φέρουσα τὴν αἰσχύνην ἀγχόνῃ ἐχρήσατο. ὁ δὲ Σεκοῦνδος, γνοὺς ὅτι διὰ τῆς αὐτοῦ γλώττης ὁ θάνατος τῆς μητρὸς ἐγένετο, ἀπό‐ φασιν καθ’ ἑαυτοῦ ἔδωκεν τοῦ μὴ λαλῆσαι τοῦ λοιποῦ· καὶ μέχρι | |
15 | θανάτου τὴν σιωπὴν ἤσκησεν ... Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Ἀδριανός, ὁ Καῖσαρ, παραγενόμενος ἐπὶ τὰς Ἀθήνας ἤκουσε περὶ αὐτοῦ—οὔτε γάρ τι τῶν καλῶν αὐτὸν ἐλάν‐ θανεν—καὶ τοῦτον μετεπέμψατο ἐλθεῖν. ἐλθόντα δὲ τὸν Σεκοῦνδον ὁ | |
Ἀδριανός, δοκιμάσαι θέλων εἰ ἀληθῶς ἄρα τὴν σιωπὴν ἀσκεῖ, ἐπανα‐ | 70 | |
72 | στὰς πρῶτος ἠσπάσατο αὐτόν. καὶ ὁ μὲν Σεκοῦνδος τὸ σύνηθες τηρεῖ τῆς σιωπῆς. ὁ δὲ Ἀδριανός φησιν αὐτῷ· “λάλησον, φιλόσοφε, ἵνα μάθωμέν σε· οὐ γάρ ἐστι δυνατὸν σιωπῶντος τὴν ἐνοῦσάν σοι σοφίαν ἐπιγνῶναι.” ὁ δὲ Σεκοῦνδος ὁμοίως ἐσιώπα. ὁ δὲ Ἀδριανός φησιν | |
5 | αὐτῷ· “Σεκοῦνδε, πρίν με ἐλθεῖν καλῶς ἐσιώπας· οὐ γὰρ εἶχες ὄντως ἐνδοξότερόν σου ἀκροατὴν καὶ παραστῆναι τοῖς ῥήμασί σου δυνάμενον. νῦν δ’ ἐγὼ πάρειμι καὶ ἀξιῶ, λάλησον, ἔπαρόν σου τὸν λόγον εἰς ἀρετήν.” ὁ δὲ Σεκοῦνδος οὔτε ᾐδέσθη οὔθ’ ὡς βασιλέα ἐφοβήθη. ἀγανακτήσας δὲ ὁ Ἀδριανὸς ἔφη τριβούνῳ τινὶ λέγων, | |
10 | “ποίησον τὸν φιλόσοφον ἵνα φθέγξηται ἡμῖν λόγον.” καὶ ὁ μὲν τριβοῦνος ὥσπερ ἐστὶν εἶπεν· “λέοντάς τε καὶ παρδάλεις καὶ ἄλλα θηρία ἔστι πείθειν ἀνθρωπίνῳ στόματι λαλῆσαι, τὴν δὲ τοῦ φιλοσόφου ἀπείθειαν οὔ.” μετεκαλέσατο δέ τινα σπεκουλάτορα Ἕλληνα, καί φησι· “τὸν μὴ βουλόμενον λαλῆσαι βασιλεῖ Ἀδριανῷ ζῆν οὐ βούλο‐ | |
15 | μαι· ἄπαγε, κόλασον αὐτόν.” ὁ δὲ Ἀδριανὸς λάθρα τὸν σπεκου‐ λάτορα καλέσας ἔφη αὐτῷ· “ἡνίκα τὸν φιλόσοφον μέλλεις ἐπάγειν, κατὰ τὴν ὁδὸν λάλησον αὐτῷ καὶ παραμύθησαι τοῦ λαλῆσαι. καὶ ἐὰν μὲν ἀποκριθῆναι αὐτὸν πείσῃς, ἀποκεφάλισον αὐτόν, ἐὰν δὲ οὐκ ἀπο‐ κριθῇ, σῷον πάλιν αὐτὸν ἐνταῦθα ἄγαγε.” ἀπηνέχθη δὲ σιωπῶν ὁ | |
20 | Σεκοῦνδος. καὶ ὁ μὲν σπεκουλάτωρ κατέβαινεν ἔχων αὐτὸν εἰς τὸν Πειραιᾶ· ἦν γὰρ ὁ τόπος ἐκεῖνος τῶν κολαζομένων. καὶ ἔλεγεν αὐτῷ· “ὦ Σεκοῦνδε, τί σιωπῶν ἀποθνῄσκεις; λάλησον καὶ ζήσῃ, χάρισαι σεαυτῷ ζωὴν διὰ τοῦ λόγου. καὶ γὰρ ὁ κύκνος ᾄδει πρὸς τὸ τέρμα τοῦ βίου, καὶ ὅσα δὲ ἄλλα. πετεινὰ τῇ δεδομένῃ αὐτοῖς φωνῇ | |
25 | κελαδεῖ, καὶ οὐδέν ἐστιν ἄφωνον ἐν τῷ βίῳ. μετανόησον οὖν· ἱκανὸς | 72 |
74 | γὰρ ὁ προσγενόμενός σοι σιωπῆς χρόνος.” καὶ ἄλλοις δὲ πλείοσι λόγοις παρεμυθεῖτο καὶ ἐδελέαζε τὸν Σεκοῦνδον. ὁ δὲ Σεκοῦνδος καὶ τὸ ζῆν καταφρονήσας σιωπῶν τὸν θάνατον ἐξεδέχετο, τοῖς λόγοις μὴ ἐπιστραφείς. ὁ δὲ σπεκουλάτωρ, ἀπαγαγὼν τὸν ἄνδρα ἐπὶ τὸν | |
5 | συνήθη τόπον, φησί· “Σεκοῦνδε, πρότεινόν σου τὸν αὐχένα, καὶ δέξαι δι’ αὐτοῦ τὸ ξίφος.” ὁ δὲ Σεκοῦνδος τείνας τὸν αὐχένα διὰ τῆς σιωπῆς τῷ βίῳ ἀπετάξατο. γυμνὸν δὲ τὸ ξίφος ἐνδεικνύμενος ὁ σπεκουλάτωρ φησί· “ὦ Σεκοῦνδε, ἀγόρασον φωνῇ σου τὸν θάνατον.” ὁ δὲ Σεκοῦν‐ δος οὐκ ἐλάλησεν. παραλαβὼν δὲ ὁ σπεκουλάτωρ αὐτὸν ἦλθε πρὸς | |
10 | Ἀδριανόν, καί φησι· “δέσποτα Καῖσαρ, τὸν Σεκοῦνδον ὁποῖόν μοι παρέδωκας τοιοῦτόν σοι αὐτὸν ἤγαγον, μέχρι θανάτου σιωπήσαντα.” Ἀδριανὸς δὲ θαυμάσας τὴν τοῦ φιλοσόφου ἐγκράτειαν, ἀναστὰς ἔφη· “Σεκοῦνδε, τὴν σιωπὴν ἐτήρησας ὥσπερ τινὰ νόμον σεαυτῷ προσθείς, ἐγὼ δὲ τὸν νόμον σου παραλῦσαι οὐκ ἠδυνήθην. λαβὼν τοίνυν ταύτην τὴν | |
15 | δέλτον γράψον καὶ ὁμίλησόν μοι διὰ τῶν χειρῶν σου.” δεξάμενος δὲ ὁ Σεκοῦνδος ἔγραψε τάδε· “Ἐγὼ μέν, ὦ Ἀδριανέ, οὐ φοβηθήσομαί σε ἕνεκεν τοῦ ἀποθανεῖν. τὸ γάρ με ἀποκτείνειν μόνον ἐν σοί ἐστιν· ἄρχων γὰρ τοῦ καιροῦ τούτου εὑρέθης. τῆς δ’ ἐμῆς φωνῆς καὶ τοῦ ἐμοῦ προφορητικοῦ λόγου | |
20 | οὐδεμία σοί ἐστιν ἐξουσία.” Ἀδριανὸς δὲ ἀναγνοὺς ἔφη· “καλῶς ἀπελογήσω· ἀλλὰ καὶ ἐν ἑτέροις πλείοσιν 〈ἀπόκριναί μοι〉. καὶ γὰρ εἴκοσί σοι προβλήματα προτίθημι, ὧν πρῶτον, τί ἐστι κόσμος;” [ἀπόκριναί μοι πρὸς ταῦτα] Πάλιν δὲ Σεκοῦνδος ἀντέγραψε· “κόσμος ἐστίν, ὦ Ἀδριανέ, τὸ | |
25 | σύστημα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν αὐτοῖς πάντων, ὧν | 74 |
76 | ἐροῦμαι μικρὸν ὕστερον, ἐὰν τοῖς λεγομένοις προσσχῇς. καὶ σὺ γὰρ ἄνθρωπος εἶ, ὦ Ἀδριανέ, ὥσπερ καὶ ἡμεῖς πάντες, παντὸς πάθους μέτοχοι, σποδὸς σαπρίας. καὶ ἡ ἀλόγων ζωή ἐστι τοιαύτη· τὰ μὲν γὰρ αὐτῶν πεφολίδωται, τὰ δὲ τετρίχωται, τὰ δὲ πεπήρωται, τὰ δὲ κεκόσ‐ | |
5 | μηται· αὐτένδυτα καὶ αὐτοβοήθητά ἐστιν ὑπὸ τῆς δωρηθείσης αὐτοῖς φύσεως. τυγχάνεις δὲ σύ, ὦ Ἀδριανέ, φόβου πλήρης· † 〈χειμῶνοσ〉 πνεύματι βαρυήχῳ λίαν μὲν ἐνοχλῇ 〈ῥιγῶν〉, θέρους δὲ ἀέρι λίαν συνάγει θερμαινόμενος. οἰδαίνων ὁμοίως εἶ 〈τοῖς σπόγγοισ〉. καὶ γὰρ ἔχεις ζῷα ἐν τῷ 〈σώματι〉, ἕλμιγγας καὶ φθειρῶν ἀγέλας, αἵ | |
10 | σοι καθέλκουσιν αὔλακας ἐν 〈τοῖσ〉 ἔγκασί σου· καὶ ὥσπερ πυρὶ τῶν ἐγκαυτήρων 〈ἔγκαυστοσ〉 πέλεις. † προνοεῖς μὲν τεμνόμενον καὶ διαιρούμενον ὀλιγοχρόνιον καὶ πολυπαθὲς ζῷον, ἡλίῳ φρυγόμενον, βορρᾷ ψυχόμενον. γέλωτα δὲ ἔχεις προοίμιον πένθους, δάκρυα τὴν μεταβολήν [ἔχων]. πότερόν ἐστιν ἡμῖν ἡ τῆς | |
15 | μοίρας ἢ ἡ τοῦ δαίμονος ἀνάγκη; τὴν μὲν γὰρ οὐκ οἴδαμεν πόθεν ἐστίν, ἡ δὲ σήμερον παρέρχεται ἡμᾶς, τὴν δὲ ἐπιοῦσαν οὐκ ἴσμεν. μὴ οὖν τῶν λεγομένων καταφρόνει, ὦ Ἀδριανέ. μὴ λέγε ὅτι τὸν κόσμον ἐγύρευσας μόνος· ἥλιος γάρ ἐστι καὶ σελήνη σὺν ἄστροις οἱ τὸν κόσμον διοδεύοντες· μηδὲ δόκει καλὸς εἶναι καὶ μέγας καὶ πλούσιος καὶ ἄρχων | |
20 | τῆς οἰκουμένης. οὐκ οἶδας δὲ ὡς ἄνθρωπος 〈ὢν〉 βίου πέφυκας παίγνιον, ὑπὸ τύχης καὶ μοίρας κρατούμενος, ποτὲ μὲν ὢν ὑψηλός, ποτὲ δὲ ταπεινότερος Ἅιδου; μαθεῖν οὐ δυνήσῃ τὸν βίον, ὦ Ἀδριανέ, ἐκ τῶν | |
πολλῶν ὑποδειγμάτων; πῶς πλούσιος μὲν ἦν χρυσικοῖς ὀβολοῖς τῶν | 76 | |
78 | Λυδίων βασιλεύς, στρατηλάτης δὲ μέγας ὁ Δαναῶν βασιλεὺς Ἀγαμέμ‐ νων, τολμηρὸς δὲ καὶ ἀνδρεῖος Μακεδόνων βασιλεὺς Ἀλέξανδρος, θρασὺς ὁ Ἡρακλῆς, ἄγριος ὁ Κύκλωψ, συνετὸς Ὀδυσσεύς, καὶ καλὸς ὁ Ἀχιλλεύς. εἰ τοίνυν τούτους ἰδίως ἃ εἶχον ἡ Τύχη ἀφείλατο, πολλῷ | |
5 | μᾶλλον ἂν σέ· οὐχ οὕτως γὰρ εἶ καλὸς ὡς ὁ Ἀχιλλεύς, οὐδὲ συνετὸς ὡς Ὀδυσσεύς, οὐδὲ ἄγριος ὡς ὁ Κύκλωψ, οὐδὲ θρασὺς ὡς Ἡρακλῆς, οὐδὲ ἀνδρεῖος καὶ τολμηρὸς ὡς ὁ Ἀλέξανδρος, οὐδὲ στρατηλάτης ὡς ὁ Ἀγα‐ μέμνων, οὐδὲ πλούσιος ὡς ὁ Γύγης, ὁ τῶν Λυδῶν βασιλεύς. ταῦτα μέν, ὦ Ἀδριανέ, ἐν μέρει προοιμίου ἡμῖν ἀνεγράφη· ἴωμεν δὲ καθὼς | |
10 | ἐπερώτησας· | 78 |