TLG 1516 003 :: MOLPIS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 453–454. Frr. 1–4 Citation: Fragment — (line) | ||
t1-3b | ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ. | |
1 | Athenaeus IV: Τίς δ’ ἐστιν ἡ κοπὶς, σαφῶς | |
ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ, γρά‐ φων οὕτως· «Ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας. Ἔστι δὲ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον | 453 | |
5 | ὠμὸν, ζωμὸς, σῦκον, τράγημα, θέρμος.» | |
---|---|---|
2 | Athenaeus IV: Ὁ δὲ Μόλπις καὶ ματ‐ τύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάϊκλα. | |
3a | Idem IV: Μόλπις δέ φησι· «Μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ’ αὐτοῖς κατ’ οἶκον ἠρτυμένη ματτύη, ὃ καλοῦσιν ἐπάϊκλον. Τῶν δὲ κομιζομένων | |
5 | οὐδεὶς οὐδὲν ἀγοράσας εἴωθε φέρειν· οὔτε γὰρ ἡδονῆς οὔτ’ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμε‐ νοι. Πολλοὶ δὲ καὶ ποίμνι’ αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. Ἔστι δ’ ἡ ματτύη φάτται, | |
10 | χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγὼ, ἄρνες, ἔριφοι. Οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζον‐ τας εἰς μέσον, ἵνα πάντες ἴδωσι τὴν τῆς θήρας φιλο‐ πονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν» | |
3b | Idem XIV: Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαΐκλεια (ὃ σημαίνει τὰς ἐπι‐ | |
δειπνίδας) ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις. | 454 |