TLG 1514 001 :: MNASEAS :: Fragmenta

MNASEAS Perieg.
(Patrensis: 3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 149–158.

Citation: Fragment — (line)

t1-45

ΠΕΡΙΗΓΗΣΙΣ sive ΠΕΡΙΠΛΟΥΣ.

t1-25b

αʹ. ΕΥΡΩΠΗ.

t1-11

E LIBRO PRIMO.

1

Germanicus ad Arat. Phaen.: Endymionem vero (Diana) amasse dicitur ..., quod primus hominum Endymion cursum lunae invenerit, unde et triginta annos dormisse dicitur, quia nihil
5aliud in vita sua, nisi huic repertioni studuit, sicut Mnaseas in primo libro de Europa scribens tradit.

2a

Harpocratio: Ἱππία Ἀθηνᾶ. Ἰσαῖος ἐν τῷ πρὸς Καλυδῶνα. Μνασέας ἐν αʹ Εὐρώπης τὴν ἱππίαν Ἀθη‐ νᾶν Ποσειδῶνος εἶναί φησι θυγατέρα καὶ Κορύφης τῆς Ὠκεανοῦ, ἅρμα δὲ πρώτην κατασκευάσασαν διὰ τοῦτο
5ἱππίαν κεκλῆσθαι.149

2b

Bekker. Anecd.: Ἀθηνᾶ ἱππία· ἢ ὅτι ἐκ τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθ’ ἵππου ἀνήλατο, ἢ ὅτι, ὡς Μνασέας, ἡ Ποσειδῶνος καὶ Κόρης (scr. Κορύφης) τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν
5ἵππων ἐξεῦρεν. Ἄλλοι δέ φασιν, ὡς Ἄδραστον φεύγοντα καὶ ἐπὶ Κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορευθῆναι.

3

Zenobius II, 67: Βούνας δικάζει· αὕτη λέγεται ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθε‐ μένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὡς φησι Μνα‐ σέας· τούτῳ δὲ Ἠλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι
5ἐπέτρεψαν τὴν δίκην, νομίσαντες ἀναμένειν ἕως ἂν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμ‐ φοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν.

4

Schol. Apoll. Rhod. IV, 264, variorum senten‐ tias afferens, unde Arcades Proseleni vocentur: Μνασέας δέ φησι Προσέληνον Ἀρκάδων βασιλεῦσαι.

5

Schol. Pindar. P. IV, 104: Ὅτι δὲ καὶ τὰς περὶ τὰ ἱερὰ διατελούσας Νύμφας Μελίσσας ἔλεγον, Μνα‐ σέας ὁ Παταρεὺς ἀφηγεῖται λέγων, ὡς αὐταὶ κατέπαυσαν σαρκοφαγοῦντας τοὺς ἀνθρώπους πείσασαι τῇ ἀπὸ τῶν
5δένδρων χρῆσθαι τροφῇ, καθ’ ὃν καιρὸν καὶ μία τις αὐτῶν Μέλισσα κηρία μελισσῶν εὑροῦσα πρώτη ἔφαγε καὶ ὕδατι μίξασα ἔπιε, καὶ τὰς ἄλλας δὲ ἐδίδαξε, καὶ τὰ ζῶα μελίσσας ἐξ ἑαυτῆς ἐκάλεσε, καὶ φυλακὴν πλεί‐ στην ἐποιήσατο· ταῦτα δέ φησιν ἐν Πελοποννήσῳ γε‐
10νέσθαι· ἄνευ γὰρ Νυμφῶν οὔτε Δήμητρος ἱερὸν τιμᾶ‐ ται, διὰ τὸ ταύτας πρώτας καρπὸν ἀποδεῖξαι καὶ τὴν ἀλληλοφαγίαν παῦσαι καὶ περιβλήματα χάριν αἰδοῦς ἐξ ὕλης ἐπινοῆσαι· οὔτε γάμος οὐδεὶς ἄνευ Νυμφῶν συν‐ τελεῖται, ἀλλὰ ταύτας πρῶτον τιμῶμεν μνήμης χάριν,
15ὅτι εὐσεβείας τε καὶ ὁσιότητος ἀρχηγοὶ ἐγένοντο.

6

Athenaeus VIII: Μνασέας δ’ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέ‐ λους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον.

7a

Schol. Theocrit. I, 64: Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης Πανὸς υἱόν φησι Βουκολίωνα, ἀφ’ οὗ καὶ τὸ βουκολεῖν.

7b

Schol. Vatican. in Eurip. Rhes.
36: [Κρονίου πανός] Μνασέας δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πανὸς, ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν, Αἰθέρος γενεαλογούμενος (Κρόνους γὰρ καὶ Κρονίους150
5τοὺς πάνυ ἀρχαίους ἔλεγον) ἢ παππωνυμικῶς, ὅτι Διὸς, ὡς τὸν Ἀχιλλέα Αἰακίδην [λέγουσιν].

8

Schol. Apoll. Rhod. II, 1053: Στυμφαλίδες δὲ λέγονται αἱ περὶ αὐτὴν (sc. τὴν Στυμφαλίδα λίμνην) ὄρ‐ νιθες ... Ἰδίως δὲ Μνασέας φησὶ Στυμφάλου τινὸς ἥρωος καὶ Ὄρνιθος γυναικὸς γενέσθαι Στυμφαλίδας θυγατέ‐
5ρας· ἃς ἀνελεῖν τὸν Ἡρακλέα, ὅτι οὐ προσεδέξαντο αὐτὸν, καὶ ἐξένισαν τοὺς Μολίονας.

9

Schol. Pind. Ol. XI, 39: Ὅτι ἐν τῷ πρὸς Αὐγείαν πολέμῳ ὁ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λό‐ χον, φησὶ Μνασέας ὁ Παταρεύς.

10

Schol. Apoll. Rhod. I, 131: Ὕλας· οὗτος Ἡρα‐ κλέους ἐρώμενος, υἱὸς δὲ Θειοδάμαντος τοῦ Δρύοπος. Οὕτω Μνασέας. Ἑλλάνικος δὲ κτλ.

11

Aelianus H. A. XVIII, 47: Λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ [Διός] Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἣν ᾄδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. Οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέ‐
5φεσθαι πολλούς φησι, καὶ τοῦτο δὲ εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνις. Νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφὰς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημέ‐ νων. Αἱ μὲν οὖν ἀλεκτορίδες ἐν τῷ τῆς Ἥβης
10νέμονται νεῷ, οἱ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γα‐ μέται. Ὀχετὸς δὲ ἄρα ἀεννάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. Θῆλυς μὲν οὖν οὐδὲ εἷς εἰς Ἡρακλέους πάρεισιν, οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ὑποθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν· εἶτα ὁμιλήσαντες ταῖς θη‐
15λείαις ἐπανίασιν εἰς τὰ σφέτερα αὖθις περὶ τὸν θεὸν ᾧ λατρεύουσιν, καθηράμενοι τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. Τίκτεται οὖν, οἷα εἰκὸς, πρῶτα ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρ’
20ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν, αἱ δὲ ὄρνις κἀκείναις ἐστὶ τρέφειν τὰς θυγατέρας.

t12-18

E LIBRO TERTIO.

12

Athenaeus VII: Μνασέας δ’ ἐν τρίτῳ τῶν Εὐρωπιακῶν Ἀνθηδόνος καὶ Ἀλκυόνης αὐτὸν (τὸν Γλαῦ‐ κον) γενεαλογεῖ. Ναυτικὸν δὲ αὐτὸν καὶ κολυμβητὴν ἀγαθὸν γενόμενον Πόντιον καλεῖσθαι· ἁρπάσαντα δὲ
5Σύμην, τὴν Ἰαλύσου καὶ Δωτίδος θυγατέρα, ἀποπλεῦ‐ σαι εἰς τὴν Ἀσίαν, καὶ τὴν ἐγγὺς τῆς Καρίας νῆσον ἔρημον κατοικίσαντα ἀπὸ τῆς γυναικὸς Σύμην αὐτὴν
προσαγορεῦσαι.151

13

Stephan. Byz.: Ἐγγελᾶνες, ἔθνος Ἰλλυρίας, οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν Περιηγή‐ σεων.

14

Athenaeus XII: Οὐ μόνος δὲ ὁ Σαρδανά‐ παλλος διετέθρυπτο, ἀλλὰ καὶ Ἀνδρόκοττος ὁ Φρύξ. Καὶ γὰρ οὗτος ἐνεδύσατο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐ‐ πρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ
5Εὐρώπης.

15

Idem IV: Οἶδα δὲ καὶ τὴν Ὀδυσσέως τοῦ φρονιμωτάτου καὶ συνετωτάτου ἀδελφὴν Φακῆν κα‐ λουμένην, ἣν ἄλλοι τινὲς Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πατρέα ἐν τρίτῳ Εὐρωπιακῶν
5φησὶ Λυσίμαχος ἐν τρίτῳ Νόστων.

16

Fulgentius Exp. serm. ant.: Mnaseas III Europae libro scripsit Apollinem postquam a Jove ictus et interfectus est, a vispillonibus ad sepultu‐ ram elatum esse.

17

Photius Lex.: Πραξιδίκη· θεὸς ἧς κεφαλὴν μό‐ νον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης, Σω‐ τῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς
5μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας, Ἀλαλκομένειαν, Θελξίνειαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι.

18

Schol. Eur. Phoen. 651: [Βρόμιον ἔνθα τέκετο μάτηρ Διὸς γάμοις, κισσὸς ὃν περιστεφὴς ἑλικτὸς εὐθὺς ἔτι βρέφος χλοηφόροισιν ἔρνεσιν κατασκίοισιν ὀλβίσας ἐνώτισεν, βάκχιον χόρευμα παρθένοισι Θηβαίαισι καὶ
5γυναιξὶν εὐίοις.] Ἱστορεῖ γὰρ Μνασέας, ὅτι τῶν Κα‐ δμείων βασιλείων κεραυνωθέντων, κισσὸς περὶ τοὺς κίο‐ νας φυεὶς ἐκάλυψεν αὐτὸν, μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ καλυφθέν. Διὸ καὶ περικιόνιος
ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις.152

t19

E LIBRO OCTAVO.

19

Schol. Il. Ο, 336: Ὁμοίως τῷ ποιητῇ καὶ Ἑλλά‐ νικος τὴν Ἐριώπην μητέρα Αἴαντός (Ajacis Locri, Oilei f.) φησι. Φερεκύδης δὲ ἐν εω (i. e. ἐν πέμπτῳ) καὶ Μνασέας ἐν ηʹ Ἀλκιμάχην· ὁ δὲ τῶν Ναυπακτικῶν
5ποιητὴς διώνυμον αὐτήν φησι· «Τὴν δὲ μεθ’ ὁπλοτά‐ την Ἐριώπην ἐξονόμαζεν, Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος καλέεσκεν.»

t20-25b

E LIBRIS INCERTIS.

20

Stephan. Byz. v. Δωδώνη· Διτταὶ δ’ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Ἰταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας.

21

Stephan. Byz.: Δώτιον, πόλις Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα Κνιδία .. Ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου· ὡς δὲ Ἀρχῖ‐
5νος, ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος· Μνασέας δὲ ἀπὸ Δώτου τοῦ Πελασγοῦ.

22

Stephan. Byz.: Ἄκανθος, πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη ὑπὲρ τὸν Ἄθω, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας.

23

Photius Lex.: Ζάμολξις ... Μνασέας δὲ παρὰ Γέ‐ ταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖ‐ σθαι Ζάμολξιν.

24

Schol. Apoll. Rh. II, 675: Μνασέας δέ φησι νῦν τοὺς Ὑπερβορείους Δελφοὺς λέγεσθαι.

25

Schol. Odyss. XVIII, 86: Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφ’ οὗ καὶ ἐν Σικελίᾳ πόλις Βούχετος κα‐ λεῖται. Σικελῶν δὲ τύραννος λέγεται. Τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους
5ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν, ὡς καὶ τοὺς μακρὰν οἰκοῦντας, ὅτε θέλοιεν σφόδρα τινὰ τιμω‐ ρῆσαι καὶ ξένῳ περιβαλεῖν θανάτῳ, ἐκπέμπειν αὐτῷ· πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦτον κακίας· ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραννίδα,
10λίθοις δὲ αὐτὸν ἀνελεῖν. Ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρσύᾳ.

25a

Schol. in Hom. Il. Β, 671: Ἀπὸ μιᾶς αἱ πᾶσαι [Μοῦσαι] λέγονται. Μνασέας δέ φησιν, ὅτι αἱ πᾶσαι τρεῖς εἰσίν· Μοῦσα, Θεὰ, Ὑμνώ. Ἐν μὲν οὖν Ἰλιάδι μεμνῆσθαι τῆς Θεᾶς·
5«Μῆνιν ἄειδε Θεά»· ἐν δὲ Ὀδυσσείᾳ τῆς Μούσας· «Ἄνδρα μοι ἔννεπε Μοῦσα»· ἐν δὲ τῇ Παλαμηδείᾳ
τῆς Ὑμνοῦς. Arnobius Adv. gent. III, 16: Musas Mnaseas auctor est filias esse153
10Telluris et Coeli ... Ephorus has igitur numero esse tres effert, Mnaseas quem diximus quattuor, Myr‐ silus inducit septem, octo asseverat Crates.

25b

Ammonius: Νηρεΐδες τῶν τοῦ Νηρέως θυγατέρων διαφέρει, Δίδυμος ἐν Ὑπομνήματι Βακχυλίδου ἐπι‐ νικίων. Φησὶ γὰρ κατὰ λέξιν· «Εἰσὶ τοίνυν οἵ φασι διαφέρειν τὰς Νηρεΐδας τῶν τοῦ Νηρέως θυγατέρων·
5καὶ τὰς μὲν ἐκ Δωρίδος γνησίας αὐτοῦ θυγατέρας νο‐ μίζεσθαι, τὰς δὲ ἐξ ἄλλων ἤδη κοινότερον Νηρεΐδας καλεῖσθαι· καὶ τὰς μὴ γνησίας καὶ τὸν ἀριθμὸν, πλείους δὲ τὰς ἄλλας. Ταῦτά φησι Μνασέας ἐν τοῖς Περὶ τῆς Εὐρώπης τὸν
10τρόπον τοῦτον.»

t26-37

βʹ. ΑΣΙΑ.

t26-31a

E LIBRO PRIMO.

26

Schol. Apoll. Rhod. I, 1129: Ὡς δὲ Μνασέας ἐν πρώτῳ Περὶ Ἀσίας, Ἰδαῖοι Δάκτυλοι λέγονται ἀπὸ τοῦ πατρὸς Δακτύλου καὶ τῆς μητρὸς Ἴδης.

27a

Schol. Apoll. Rhod. I, 917: Μυοῦνται δὲ ἐν τῇ Σαμοθρᾴκῃ τοῖς Καβείροις, ὧν Μνασέας φησὶ καὶ τὰ ὀνόματα. Τέσσαρες δ’ εἰσὶ τὸν ἀριθμόν· Ἀξίερος, Ἀξιό‐ κερσα, Ἀξιόκερσος. Ἀξίερος μὲν οὖν ἐστιν ἡ Δημήτηρ,
5Ἀξιόκερσα δὲ ἡ Περσεφόνη, Ἀξιόκερσος δὲ ὁ ᾍδης· ὁ δὲ προστιθέμενος τέταρτος, Κάσμιλος, ὁ Ἑρμῆς ἐστιν, ὡς ἱστορεῖ Διονυσόδωρος.

27b

Codex Parisinus: Τοὺς δὲ μυοῦντας ἐν Σαμοθρᾴκῃ Καβείρους εἶναί φησι Μνασέας τρεῖς ὄντας τὸν ἀριθμὸν, Ἀξίερον, etc. .. ᾍδην. Οἱ δὲ προστιθέασι καὶ τέταρτον, Κάσμιλον. Ἔστι δὲ οὗτος ὁ Ἑρμῆς, ὡς ἱστορεῖ Διονυ‐
5σόδωρος.

28

Stephan. Byz.: Δάρδανος, πόλις Τρωάδος, ἡ πρό‐ τερον Τευκρίς. Μνασέας δέ φησιν, ὅτι Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ Παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος, τῶν
5ἀδελφῶν· κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλο‐ ποιήσατο· καὶ ἀποθανούσης Τηλεψάης (l. Τηλεφάσσης) γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦ‐ κρον τὸν Τρῶα· ὁ δὲ Τρὼς ἀναγνωρίσας τὸν Δάρδανον
10δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. Καὶ πόλιν ᾤκισε Δάρδανον, καὶ Δαρδα‐ νίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο.

29

Schol. Il. Τ, 291: Κατὰ Μνασέαν Βρισέως υἱὸς ἦν Ἠετίων.

30

Schol. Il. Υ, 234: Μνασέας δέ φησιν ὑπὸ Ταντά‐ λου ἡρπάσθαι (Γανυμήδην) καὶ ἐν κυνηγεσίῳ ἀναιρε‐ θῆναι· πεσόντα ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός.

31

Schol. Theocrit. XIII, 75: Μνασέας δὲ Κόλχους
φησὶ κληθῆναι ἀπὸ Κόλχου τοῦ Φάσιδος.154

31a

Schol. Aesch. Pers. 742: Ἱερὸν δὲ τοῦτον (sc. τὸν Ἑλλήσποντον Αἰσχύλος) φησὶ διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερὸν, ὡς Μνασέας.

32

(t)

E LIBRO SECUNDO.
1 Athenaeus VIII: Μνασέας δὲ ἐν δευ‐ τέρῳ Περὶ Ἀσίας φησὶν οὕτως· «Ἐμοὶ μὲν ἡ Ἀτεργά‐ τις δοκεῖ χαλεπὴ βασίλισσα γεγονέναι, καὶ τῶν λαῶν σκληρῶς ἐπεστατηκέναι, ὥστε καὶ ἀπονομίσαι αὐτοῖς
5ἰχθὺν μὴ ἐσθίειν, ἀλλὰ πρὸς αὐτὴν ἀναφέρειν, διὰ τὸ ἀρέσαι αὐτῇ τὸ βρῶμα. Καὶ διὰ τόδε νόμιμον ἔτι δια‐ μένειν, ἐπὰν εὔξωνται τῇ θεῷ, ἰχθῦς ἀργυροῦς ἢ χρυ‐ σοῦς ἀνατιθέναι· τοὺς δὲ ἱερεῖς πᾶσαν ἡμέραν τῇ θεῷ ἀληθινοὺς ἰχθῦς ἐπὶ τὴν τράπεζαν ὀψοποιησαμένους
10παρατιθέναι, ἑφθούς τε ὁμοίως καὶ ὀπτοὺς, οὓς δὴ αὐτοὶ καταναλίσκουσιν οἱ τῆς θεοῦ ἱερεῖς.» Καὶ μικρὸν προελθὼν πάλιν φησίν· «Ἡ δέ γε Ἀτεργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδὸς, ὑπὸ Μόψου (l. Μόξου) τοῦ Λυ‐ δοῦ ἁλοῦσα κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ
15περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν ὕβριν, καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη.»

33

Idem VII: Μνασέας δ’ ὁ Πατρεύς φη‐ σιν· «Ἰχθύος δὲ γίνεται καὶ Ἡσυχίας τῆς ἀδελφῆς Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατῆνες.»

34

Josephus C. Apion. I, 23, Mnaseam inter scri‐ ptores recenset, qui de Judaeis aliqua tradiderint. Idem in Ant. Jud. I, 3, 6, postquam de diluvio et de arca quaedam e Beroso apposuit, subjicit:
5Μέμηνται δὲ τούτων καὶ Ἱερώνυμος ὁ τὴν ἀρχαιολο‐ γίαν τὴν Φοινικικὴν συγγραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους.

35

Schol. Luc. Dial. deor. 23.: Μνασέας δὲ ὁ Παταρεὺς ἑρμαφρόδιτον τὸν Πρίαπον λέγει.

36

Harpocratio: Σαβο· Δημοσθένης Ὑπὲρ Κτησι‐ φῶντος. Οἱ μὲν Σαβοὺς λέγεσθαι τοὺς τελου‐ μένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. Τὸν δὲ αὐτὸν εἶναι Σαβάζιον
5καὶ Διόνυσόν φασιν ἄλλοι τε καὶ Ἀμφίθεος βʹ Περὶ Ἡρακλείας. Οὕτω δέ φασι καὶ τοὺς Ἕλληνάς τινες τοὺς Βάκχους Σαβοὺς καλεῖν. Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναί φησι τοῦ Διονύσου Σαβάζιον.

37

Plutarchus De Is. et Os. c. 37: Ἐῶ δὲ Μνασέαν τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν.

t38-42

γʹ. ΛΙΒΥΗ.

38

Paroemiogr. Append. III: Μὴ ἔνι δούλων πόλις· πόλις ἐστὶν ἐν Λιβύῃ Δούλων πόλις καλουμένη, ὡς Μνασέας ἱστορεῖ ὁ Πατρεύς ** καὶ τὸν εἰς ἐλευθερίαν * ἀνα‐
5βοῶντα λέγειν· Οὐκ ἔστι δούλων οὐδ’ ἐλευθέρων πόλις
** ἐν ᾗ μόνος ἐλεύθερός ἐστιν ὁ τῆς Ἀρτέμιδος ἱερεύς.155

39

Schol. Apoll. Rh. II, 498: Μνασέας δέ φησι κατ’ ἰδίαν αὐτὴν (sc. τὴν Κυρήνην) προαίρεσιν ἐς Λιβύην ἐληλυθέναι, οὐκ ἀπ’ Ἀπόλλωνος διαχθεῖσαν.

40

Hesychius: Βαρκαίοις ὄχοις· Λιβυκοῖς. Οὗτοι γὰρ ἐσπούδαζον περὶ ἱπποτροφίαν. Φασὶ δὲ αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος· τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθηνᾶς, ὡς Μνασέας ἐν τοῖς Περὶ
5Λιβύης.

41

Plinius H. N. VII, 2, 11: Mnaseas Africae locum Sicyonem appellat, et Crathin amnem in Oceanum effluentem e lacu, in quo aves, quas Meleagridas et Penelopas vocat: et vere ibi nasci
5(electrum), ratione eadem, qua supra dictum est de Electride lacu.

42

Hyginus Fab. astr. II, 21: Pleiades autem appellatae sunt, ut ait Mnaseas, quod ex Atlante et Pleione Oceani filia sint quin‐ decim filiae procreatae, quarum quinque Hyadas
5appellatas demonstrat, quod earum Hyas fuerit frater a sororibus plurimum dilectus: qui quum venans a leone esset interfectus, quinque, de qui‐ bus supra diximus, lamentationibus assiduis per‐ motae dicuntur interiisse: quare eas, quod pluri‐
10mum de ejus morte laborarent, Hyadas appella‐ tas. Reliquas vero decem sorores deliberasse de sororum morte, et earum septem sibi mortem con‐ scisse: quare quod plures idem senserunt, Pleiadas dictas.

t43-45

INCERTAE SEDIS.

43

Photius Lex.: Πύθου χελιδόνος· παροιμία ἀπό τινος Χελιδόνος θεολόγου ἀνδρὸς καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς Μνασέας ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ· οἱ δὲ ὅτι θρηνητικὸν τὸ ζῷον· οἱ δ’ ὅτι
5τὸ ἔαρ προσημαίνει.

44a

Στησίχορος ἐν δευ‐ τέρῳ Ὀρεστείας τὸν Παλαμήδην φησὶν εὑρηκέναι (τὰ γράμματα), Μνασέας δὲ Ἑρμῆν, ἄλλοι δὲ ἄλλον. Πι‐ θανὸν δὲ κατὰ τόπον εὑρετὰς γεγενῆσθαι, διὸ καὶ ἄλλοι
5παρ’ ἄλλοις εἰσὶ χαρακτῆρες τῶν στοιχείων.

44b

Στης. Παλαμήδην εὑρε‐ τὴν αὐτῶν ποιεῖται, ᾧ συμφωνεῖ Εὐριπίδης· Μνασέας δὲ κατὰ πάντα τόπον εὑρετὰς γεγενῆσθαι τῶν στοι‐
χείων.156

45

Herodian.: Ἴουρα· μέμνη‐ ται Μνασέας.

t46-50

ΔΕΛΦΙΚΩΝ ΧΡΗΣΜΩΝ ΣΥΝΑΓΩΓΗ.

46

Schol. Hesiod. Theog. 117: Μνασέας ὁ Πατρεὺς ἐν τῇ τῶν Δελφικῶν χρησμῶν συν‐ αγωγῇ Εὐρυστέρνας ἱερόν φησιν ἀναστῆσαι.

47

Schol. Pindar. Ol. II, 70: Ἐν δὲ τοῖς Παιᾶσιν (Πινδάρου) εἴρηται περὶ τοῦ χρησμοῦ τοῦ ἐκπεσόντος Λαΐῳ, καθὰ καὶ Μνασέας ἐν τῷ Περὶ χρησμῶν γράφει· Λάϊε Λαβδακίδη, ἀνδρῶν περιώνυμε πάντων·

48

Eurip. Phoeniss. 410: [Ἔχρης’ Ἀδράστῳ Λοξίας χρησμόν τινα. —Ποῖον; —Κάπρῳ λέοντί θ’ ἁρμόσαι παίδων γάμους.] Ad haec scholiasta: Ὁ χρησμὸς ὑπὸ Μνασέου οὕτως ἀναγέ‐
5γραπται· Κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς. Καὶ οἱ μὲν λέγουσιν, ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπί‐
10δων συνέβαλλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε Καλυδώ‐ νιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’, ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν, καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς, ἀναθήματα κυνη‐ γετῶν, ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρί‐
15σιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον· ἀπείκασε γὰρ τὸν μὲν λέοντι, τὸν δὲ Τυδέα κάπρῳ, ὃς ἔγημε Δηϊπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν. —Δύο δέρματα ἔκειντο εἰς τὰ οἰκήματα τοῦ Ἀδράστου εἰς ἀνάπαυσιν τῶν ξένων, τὸ μὲν ἓν λέοντος, τὸ δὲ ἕτερον κάπρου.
20Καὶ ἐλθόντες εἰς τὰ προλεχθέντα οἰκήματα τοῦ Ἀδρά‐ στου ὁ Τυδεύς τε καὶ Πολυνείκης φιλονεικίαν ἐποιή‐ σαντο ἄμφω, ἵνα αὐτὰ ἐπάρωσιν. Τοῦτο δὲ νοήσας ὁ Ἄδραστος κατὰ τὸν χρησμὸν ἔδωκε τὰς αὑτοῦ θυγα‐ τέρας τοῖς δυσὶ τούτοις.

49

Zenobius V, 74: Πᾶσα γῆ πατρίς. Τοῦτο μέρος ἐστὶ χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πε‐ λασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς.

50

Suidas et Photius v. Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε
τρίτοι οὔτε τέταρτοι.157