TLG 1508 003 :: METRODORUS :: Fragmenta

METRODORUS Phil.
(Chius: 4 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 233–234.

frr. 1–6

Citation: Fragment — (line)

tit,1-2

ΜΗΤΡΟΔΟΡΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ

1

CIC. Ac. pr. II 23, 73 is qui hunc maxime est admiratus Chius Metrodorus initio libri qui est De natura ‘nego, inquit, scire nos sciamusne aliquid an nihil sciamus, ne id
ipsum quidem nescire aut scire scire nos, nec omnino sitne aliquid an233
5nihil sit‘. EUS. P. E. XIV 19, 8 ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρω‐ ταγόραν τὸν Ἀβδηρίτην. τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου
10ἔφασαν ἀκηκοέναι· ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι Περὶ φύσεως εἰσβολῆι ἐχρήσατο τοιαύτηι· ‘οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν οὐδ’ αὐτὸ τοῦτο, πότερον οἴδαμεν ἢ οὐκ οἴδαμεν 〈οὐδ’ αὐτὸ τὸ μὴ εἰδέναι καὶ τὸ εἰδέναι οἴδαμεν (ὅτι ἔστιν) οὐδ’ ὅλως πότε‐
15ρον ἔστι τι ἢ οὐκ ἔστιν〉‘. ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῶι μετὰ ταῦτα γενομένωι Πύρρωνι. προβὰς δέ φησιν ὅτι

2

πάντα ἐστίν, ὃ ἄν τις νοήσαι‘.

tit,3-4

ΤΡΩΙΚΑ

3

ATHEN. IV 184A. Μ. δ’ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν [?] ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμωι συριζόντων ...

4

SCHOL. HOM. GENAV. Φ 441 p. 208, 21 Nic. Μ. ἐν Τρωικοῖς· «μετὰ ταῦτα λέγουσι παρ’ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες, οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως· ἐλθόντας δὲ εἰπεῖν, ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῆι πόλει, ἐν ἧι αὐτὸν οἰκεῖν πρέποι· ‘ἡμεῖς οὖν σοι θέλομεν
5τειχίον κτίσαι καὶ ἐπιστατῆσαι‘».

6

(tit)

ΙΩΝΙΚΑ
1 PLUT. Quaest. conv. VI 2 p. 694A τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν· ἱστορεῖ γὰρ ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυ‐
τοῦσιν.234