TLG 1503 002 :: MENECRATES :: Fragmenta

MENECRATES Hist.
(Xanthius: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 343.

frr. 1–4

Citation: Fragment — (line)

t1-2

ΛΥΚΙΑΚΑ.

1

(t)

E LIBRO PRIMO.
1 Steph. Byz.: Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. τὸ ἐθνικὸν Ἀρτυμνησεύς. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν φησὶν ὅτι πολυανθρωπήσασαν τὴν Ξάνθον τοὺς πρεσβύτας εἰς τρία μέρη διελεῖν·
5τούτων δὲ τὴν μὲν ἐπὶ τὸν Κράγον ἐλθεῖν καὶ οἰκίσαι ἐν τῷ ὄρει λόφον στρόγγυλον [κατοικίσαι] καὶ κα‐ λέσαι τὴν πόλιν Πινάραν, ἣν μεθερμηνεύεσθαι στρογ‐ γύλην. Τὰ γὰρ στρογγύλα πάντα Λύκιοι πίναρα κα‐ λοῦσιν.

2

Antoninus Liberal. c. 35: Ἱστορεῖ Μενεκράτης Ξάνθιος Λυκιακοῖς καὶ Νίκανδρος. Λητὼ, ἐπεὶ ἔτεκεν Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐν Ἀστερίᾳ τῇ νήσῳ, ἀφίκετο εἰς Λυκίαν ἐπιφερομένη τοὺς παῖδας ἐπὶ τὰ λουτρὰ τοῦ
5Ξάνθου· καὶ ἐπεὶ τάχιστα ἐγένετο ἐν τῇ γῇ ταύτῃ, ἐνέτυχε πρῶτα Μελίτῃ κρήνῃ· καὶ προεθυμεῖτο πρὶν ἐπὶ τὸν Ξάνθον ἐλθεῖν, ἐνταυθοῖ τοὺς παῖδας ἀπολοῦσαι. Ἐπεὶ δ’ αὐτὴν ἐξήλασαν ἄνδρες βουκόλοι, ὅπως ἂν αὐτοῖς οἱ βόες ἐκ τῆς κρήνης πίωσιν, ἀπαλλάττεται
10καταλιποῦσα τὴν Μελίτην ἡ Λητώ. Λύκοι δὲ συναντό‐ μενοι καὶ σήναντες, ὑφηγήσαντο τῆς ὁδοῦ, καὶ ἀπήγα‐ γον ἄχρι πρὸς τὸν ποταμὸν αὐτὴν τὸν Ξάνθον. Ἡ δὲ πιοῦσα τοῦ ὕδατος καὶ ἀπολούσασα τοὺς παῖδας, τὸν μὲν Ξάνθον ἱερὸν ἀπέδειξεν Ἀπόλλωνος, τὴν δὲ γῆν
15Τριμιλίδα λεγομένην Λυκίαν μετωνόμασεν ἀπὸ τῶν καθηγησαμένων λύκων. Ἐπὶ δὲ τὴν κρήνην αὖτις ἐξί‐ κετο, δίκην ἐπιβαλοῦσα τοῖς ἀπελάσασιν αὐτὴν βουκό‐ λοις· καὶ οἱ μὲν ἀπελούοντο ἔτι παρὰ τὴν κρήνην τοὺς βοῦς· Λητὼ δὲ μεταβαλοῦσα πάντας ἐποίησε βατρά‐
20χους· καὶ λίθῳ τραχεῖ τύπτουσα τὰ νῶτα καὶ τοὺς ὤμους κατέβαλε πάντας εἰς τὴν κρήνην, καὶ βίον ἔδω‐ κεν αὐτοῖς καθ’ ὕδατος. Οἱ δ’ ἄχρι νῦν παρὰ ποταμοὺς βοῶσι καὶ λίμνας.

t3-4

E SCRIPTIS INCERTIS.

3

Steph. Byz.: Βλαῦδος, πόλις Φρυγίας, ἀπὸ Βλαύ‐ δου τοῦ τὸν τόπον εὑρόντος, ὡς Μενεκράτης.

4

Dionysius Hal. A. R. I, 48: Μενεκρά‐ της δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν (τὸν Αἰ‐ νείαν) ἀποφαίνει τὴν πόλιν (Τροίαν) τῆς πρὸς Ἀλέ‐ ξανδρον ἔχθρας ἕνεκα· καὶ διὰ τὴν εὐεργεσίαν ταύτην
5Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. Σύγκειται δὲ ὁ λόγος αὐτῷ ἀρξαμένῳ ἀπὸ Ἀχιλλέως ταφῆς, τὸν τρόπον τόνδε· «Ἀχαιοὺς δ’ ἀνίη εἶχε, καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι· ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον γῇ πάσῃ, ἄχρις Ἴλιον
10ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου, καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος, ἀνέτρεψε Πρίαμον. Ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν
ἐγεγόνει.»343