TLG 1496 003 :: MEMNON :: Fragmenta

MEMNON Hist.
(fort. Heracleota: 1 B.C.–A.D. 1?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 526–558.

Prol.; frr. 1–60

Citation: Fragment — (line)

t Prol-60

ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.

Prol

Ἀνεγνώσθη βιβλίον Μέμνονος ἱστορικὸν, ἀπὸ τοῦ θ’ λόγου ἕως ιϛʹ. Ἡ δὲ πραγματεία, ὅσα περὶ τὴν Ποντικὴν Ἡράκλειαν συνηνέχθη, σκοπὸν ἀναγράψαι προτίθεται, τοὺς ἐν αὐτῇ τυραννήσαντας ἀναλεγομένη καὶ πράξεις αὐτῶν καὶ
5ἤθη, καὶ τοὺς ἄλλων (αὐτῶν?) βίους καὶ τέλη οἷς ἐχρήσαν‐ το, καὶ ὅσα τῶν εἰρημένων ἐξήρτηται.

t1-3

ΕΚ ΤΟΥ Θʹ ΚΑΙ ΤΟΥ Ιʹ ΒΙΒΛΙΟΥ.

1

Κλέαρχον μὲν οὖν ἐπιθέσθαι πρῶτον τυραννίδι κατὰ τῆς πόλεως ἀναγράφει. Φησὶ δὲ παιδείας μὲν τῆς κατὰ φιλοσοφίαν οὐκ ἀγύμναστον, ἀλλὰ καὶ Πλά‐ τωνος τῶν ἀκροατῶν ἕνα γεγονέναι, καὶ Ἰσοκράτους δὲ
5τοῦ ῥήτορος τετραετίαν ἀκροάσασθαι· ὠμὸν δὲ τοῖς ὑπηκόοις καὶ μιαιφόνον, εἴπερ τινὰ ἄλλον, ἐπιδειχθῆ‐ ναι, καὶ εἰς ἄκρον ἀλαζονείας ἐλάσαι, ὡς καὶ Διὸς υἱὸν ἑαυτὸν ἀνειπεῖν, καὶ τὸ πρόσωπον μὴ ἀνέχεσθαι ταῖς ἐκ φύσεως χρωματίζεσθαι βαφαῖς, ἄλλαις δὲ καὶ ἄλλαις
10ἰδέαις ποικιλλόμενον ἐπὶ τὸ στιλπνόν τε καὶ ἐνερευθὲς τοῖς ὁρῶσιν ἐπιφαίνεσθαι· ἐξαλλάττειν δὲ καὶ τοὺς χιτῶνας ἐπὶ τὸ φοβερόν τε καὶ ἁβρότερον. (2) Οὐ ταῦτα δὲ μόνον γενέσθαι κακὸν, ἀλλὰ καὶ πρὸς τοὺς εὐεργέτας ἀχάριστον καὶ πάντα βίαιόν τε καὶ τὰ
15ἄτοπα τολμηρόν· φῦναι δὲ καὶ δραστήριον τὸν παλα‐ μναῖον οἷς ἂν ἐπιβάλοι, οὐ κατὰ τῶν ὁμοφύλων μόνον, ἀλλὰ καὶ εἴ τι ἐν ἀλλοφύλοις ἐφρόνει πολέμιον. Βιβλιο‐ θήκην μέντοι κατασκευάσαι πρὸ τῶν ἄλλων, οὓς ἡ τυραννὶς ἀπέδειξεν ὀνομάζεσθαι. (3) Τοῦτον δὲ ἐπι‐526
20βουλὰς μὲν πολλὰς πολλάκις διὰ τὸ μιαιφόνον καὶ μι‐ σάνθρωπον καὶ ὑβριστικὸν κατ’ αὐτοῦ συστάσας διαφυ‐ γεῖν, ὀψὲ δὲ καὶ μόλις ὑπὸ Χίωνος τοῦ Μάτριος, ἀνδρὸς μεγαλόφρονος καὶ κοινωνίαν πρὸς αὐτὸν τὴν ἐξ αἵμα‐ τος ἔχοντος, καὶ Λέοντος καὶ Εὐξένωνος καὶ ἑτέρων οὐκ
25ὀλίγων συσκευασθῆναι πληγὴν καιρίαν ἐνεγκεῖν, καὶ τελευτῆσαι πικρῶς ἀπὸ τοῦ τραύματος. (4) Ἔθυεν μὲν γὰρ δημοτελῆ θυσίαν ὁ τύραννος· οἱ δὲ περὶ τὸν Χίωνα, ἐπιτήδειον εἶναι τὸν καιρὸν τῇ πράξει νομίσαντες, τῇ τοῦ Χίωνος χειρὶ τὸ ξίφος διὰ τῶν τοῦ κοινοῦ πολεμίου
30λαγόνων ἐλαύνουσιν. Ὁ δὲ, πολλῶν αὐτὸν καὶ πικρῶν ἀλγηδόνων κατατεινόντων, καὶ τοσούτων φασμάτων ἐκδειματούντων (εἴδωλα δὲ τὰ φάσματα ἦν ὧν ἐκεῖνος μιαιφόνως ἀνῃρήκει), οὕτω δευτεραῖος τὸν βίον κατέ‐ στρεψε, ζήσας μὲν ἔτη ηʹ καὶ νʹ, τούτων δὲ τυραννήσας
35δυοκαίδεκα. (5) Εἶχεν δὲ τὴν Περσῶν ἀρχὴν Ἀρταξέ‐ ρξης τότε, εἶτα καὶ Ὦχος ὁ ταύτην ἐκ πατρὸς ἐκδεξά‐ μενος· πρὸς οὓς καὶ πολλάκις ἔτι ζῶν ὁ Κλέαρχος διε‐ πρεσβεύσατο. Οἱ μέντοιγε ἀνῃρηκότες τὸν τύραννον, μικροῦ πάντες οἱ μὲν ὑπὸ τῶν σωματοφυλάκων κατ’
40αὐτὸν τὸν τῆς ἐπιθέσεως καιρὸν, οὐκ ἀγεννῶς ἀνδρισά‐ μενοι, κατεκόπησαν, οἱ δὲ καὶ ὕστερον συλληφθέντες καὶ πικραῖς τιμωρίαις ἐγκαρτερήσαντες ἀνῃρέθησαν.

2

Σάτυρος δὲ ὁ τοῦ τυράννου ἀδελφὸς, οἷα δὴ ἐπί‐ τροπος καταλειφθεὶς τῶν παίδων Τιμοθέου καὶ Διονυ‐ σίου, τὴν ἀρχὴν ὑποδέχεται· ὃς ὠμότητι μὲν οὐ Κλέαρ‐ χον, ἀλλὰ καὶ πάντας τυράννους ὑπερέβαλεν. Οὐ μόνον
5γὰρ τοὺς ἐπιβεβουλευκότας τῷ ἀδελφῷ ἐτιμωρήσατο, ἀλλὰ καὶ τῶν τέκνων ἃ μηδὲν συνῄδει τοῖς γεγεννηκό‐ σιν, οὐδὲν ἀνεκτότερον ἐδηλήσατο, καὶ πολλοὺς ἀναι‐ τίους κακούργων δίκας ἀπῄτησε. (2) Τοῦτον δὲ καὶ μαθημάτων τῶν τε κατὰ φιλοσοφίαν καὶ τῶν παντὸς
10ἐλευθερίου ἄλλου παντελῶς ὑπάρξαι ἀπαράδεκτον, καὶ νοῦν δὲ πρὸς τὰς μιαιφονίας μόνον ὀξύρροπον ἔχοντα φιλάνθρωπον μηδὲν μηδὲ ἥμερον μήτε μαθεῖν ἐθελῆσαι μήτε φῦναι ἐπιτήδειον. Ἀλλὰ πάντα μὲν ἦν οὗτος κάκιστος, εἰ καὶ χρόνος αὐτῷ κόρον λαβεῖν τῶν
15ἐμφυλίων αἱμάτων καὶ τῆς μιαιφονίας ὑπεξέλυεν· ἐπὶ δὲ τῇ φιλαδελφίᾳ τὸ πρῶτον ἠνέγκατο. (3) Τὴν γὰρ ἀρ‐ χὴν τοῖς τοῦ ἀδελφοῦ παισὶν ἀνεπηρέαστον συντηρῶν ἐπὶ τοσοῦτον τῆς αὐτῶν κηδεμονίας λόγον ἐτίθετο, ὡς καὶ γυναικὶ συνὼν, καὶ τότε λίαν στεργομένῃ, μὴ ἀνα‐
20σχέσθαι παιδοποιῆσαι, ἀλλὰ μηχανῇ πάσῃ γονῆς στέ‐ ρησιν ἑαυτῷ δικάσαι, ὡς ἂν μηδ’ ὅλως ὑπολίποι τινὰ ἐφεδρεύοντα τοῖς τοῦ ἀδελφοῦ παισίν. (4) Οὗτος ἔτι ζῶν καὶ γήρᾳ βαρυνόμενος Τιμοθέῳ τῷ πρεσβυτέρῳ τῶν παίδων τοῦ ἀδελφοῦ ἐγχειρίζει τὴν ἀρχήν, καὶ527
25μετὰ χρόνον οὐ πολὺν ἀνιάτῳ πάθει καὶ χαλεπωτάτῳ συσχεθείς *. Καρκίνωμα γὰρ μεταξὺ βουβῶνός τε καὶ ὀσχέου ὑποφυὲν τὴν νομὴν πρὸς τὰ ἔνδον ἐπεδίδου πι‐ κρότερον· ἐς οὗ ἰχῶρες ἀναστομωθείσης τῆς σαρκὸς ἐξέρ‐ ρεον βαρὺ καὶ δύσοιστον πνέουσαι, ὡς μηκέτι μήτε τὸ
30ὑπηρετούμενον μήτε τοὺς ἰατροὺς τὸ τῆς σηπεδόνος στέ‐ γειν δυσῶδες καὶ ἀνυπόστατον. Καὶ συνεχεῖς δὲ ὀδύναι καὶ δριμεῖαι ὅλον τὸ σῶμα κατέτεινον· ὑφ’ ὧν ἀγρυπνίαις τε καὶ σπασμοῖς ἐξεδίδοτο, ἕως προκόψασα μέχρις αὐ‐ τῶν τῶν σπλάγχνων τοῦ πάθους ἡ νομὴ τοῦ βίου ἀπέρ‐
35ρηξεν. (5) Ἐδίδου μὲν καὶ οὗτος ὥσπερ καὶ Κλέαρχος τελευτῶν τοῖς ὁρῶσιν ἐννοεῖν, δίκας ἀπαιτεῖσθαι ὧν ὠμῶς τε καὶ παρανόμως τοὺς πολίτας διέθεσαν. Πολ‐ λάκις γὰρ αὐτὸν φασὶν ἐν τῇ νόσῳ τὸν θάνατον ἐπελθεῖν αὑτῷ κατευχόμενον μὴ τυχεῖν, ἀλλὰ συχναῖς ἡμέραις
40τῇ πικρᾷ καὶ βαρείᾳ καταδαπανώμενον νόσῳ, οὕτως ἀποτῖσαι τὸ χρεὼν, ἔτη μὲν βιώσαντα πέντε καὶ ἑξή‐ κοντα, ὧν ἡ τυραννὶς εἶχεν ζʹ. Ἀγησίλαος δὲ τηνικαῦτα Λακεδαιμονίων ἐβασίλευεν.

3

Ὁ δὲ Τιμόθεος παραλαβὼν τὴν ἀρχὴν, οὕτω ταύτην ἐπὶ τὸ πραότερον καὶ δημοκρατικώτερον μετερ‐ ρύθμιζεν, ὡς μηκέτι τύραννον ἀλλ’ εὐεργέτην αὐτὸν, οἷς ἔπραττε, καὶ σωτῆρα ὀνομάζεσθαι. Τά τε γὰρ χρέα
5τοῖς δανεισταῖς παρ’ ἑαυτοῦ διελύσατο, καὶ τοῖς χρῄ‐ ζουσι πρὸς τὰς ἐμπορίας καὶ τὸν ἄλλον βίον τόκων ἄνευ ἐπήρκεσε, καὶ τῶν δεσμωτηρίων οὐ τοὺς ἀνευθύνους μόνον ἀλλὰ καὶ τοὺς ἐν αἰτίαις διηφίει. Καὶ δικαστὴς ἀκριβὴς ἦν ὁμοῦ καὶ φιλάνθρωπος, καὶ τὰ ἄλλα χρη‐
10στὸς, καὶ τὰς ὑποθέσεις οὐκ ἀπιστούμενος. Ἐφ’ οἷς καὶ τὸν ἀδελφὸν Διονύσιον τά τε ἄλλα πατρικῶς πε‐ ριεῖπεν, καὶ κοινωνὸν μὲν εἶχεν αὐτίκα τῆς ἀρχῆς, ἐχομένως δὲ καὶ διάδοχον. (2) Οὐ μὴν ἀλλὰ γὰρ καὶ πρὸς τὰς πολεμικὰς τῶν πράξεων ἀνδρείως ἐφέρετο,
15μεγαλόφρων δὲ ἦν καὶ γενναῖος σῶμα καὶ ψυχὴν, ἀλλὰ καὶ πρὸς τὰς τῆς μάχης διαλύσεις εὐγνώμων τε καὶ οὐκ ἄχαρις· πράγματα μὲν συνιδεῖν ἱκανὸς, ἐξικέσθαι δὲ πρὸς τὰ συνεωραμένα δραστήριος, οἰκτίρμων τε τὸ ἦθος καὶ χρηστὸς, καὶ τῇ μὲν εὐτολμίᾳ δεινῶς ἀπότομος, τῇ
20δὲ μετριότητι φιλάνθρωπός τε καὶ μειλίχιος. Διὸ σφό‐ δρα μὲν περιὼν τοῖς πολεμίοις φοβερὸς ἦν, καὶ πάντες αὐτὸν κατωρρώδουν, ἐπειδὰν ἀπεχθάνοιτο, τοῖς δ’ ἀρχο‐ μένοις γλυκύς τε καὶ ἥμερος. Ἔνθεν καὶ τελευτῶν πόθον αὑτοῦ κατέλιπε πολὺν, καὶ πένθος ἤγειρε τῷ πόθῳ ἐνά‐
25μιλλον. (3) Ὁ δὲ τούτου ἀδελφὸς Διονύσιος καίει μὲν τὸ σῶμα πολυτελῶς, σπένδει δὲ αὐτῷ καὶ τὰ ἀπὸ βλε‐ φάρων δάκρυα καὶ τὰς ἀπὸ τῶν σπλάγχνων οἰμωγὰς,
ἐπιτελεῖ δὲ καὶ ἀγῶνας ἱππικοὺς, οὐχ ἱππικοὺς δὲ μόνον, ἀλλὰ καὶ σκηνικοὺς καὶ θυμελικοὺς καὶ γυμνικούς· τοὺς528
30μὲν αὐτίκα, τοὺς δὲ λαμπροτέρους καὶ ὕστερον. Ἀλλὰ ταῦτα μὲν ἡ θʹ καὶ ιʹ τοῦ Μέμνονος, ὡς ἐν ἐπιδρομῇ φάναι, διαγράφει ἱστορία.

t4-8

ΕΚ ΤΟΥ ΙΑʹ ΚΑΙ ΙΒʹ ΒΙΒΛΙΟΥ.

4

Τὴν δὲ ἀρχὴν διαδεξάμενος Διονύσιος ηὔξησε ταύτην, Πέρσας ἐπὶ Γρανικῷ τοῦ Ἀλεξάνδρου μάχῃ καταγωνισαμένου καὶ παρασχόντος ἄδειαν τοῖς βουλο‐ μένοις αὔξειν τὰ ἑαυτῶν, τῆς τέως ἐμποδὼν πᾶσιν
5ἱσταμένης Περσικῆς ἰσχύος ὑποστελλομένης. Ὕστερον δὲ ποικίλας ὑπέστη περιστάσεις, μάλιστά γε τῶν τῆς Ἡρακλείας φυγάδων πρὸς Ἀλέξανδρον περιφανῶς ἤδη τῆς Ἀσίας κρατοῦντα διαπρεσβευομένων καὶ κάθοδον καὶ τὴν τῆς πόλεως πάτριον δημοκρατίαν ἐξαιτουμένων.
10Δι’ ἅπερ ἐγγὺς μὲν κατέστη τοῦ ἐκπεσεῖν τῆς ἀρχῆς· καὶ ἐξέπεσεν ἂν, εἰ μὴ συνέσει πολλῇ καὶ ἀγχινοίᾳ καὶ τῇ τῶν ὑπηκόων εὐνοίᾳ καὶ θεραπείᾳ Κλεοπάτρας τοὺς ἀπειληθέντας αὐτῷ πολέμους διέφυγε, τὰ μὲν ὑπείκων καὶ τὴν ὀργὴν ἐκλύων καὶ μεθοδεύων ταῖς ἀναβολαῖς,
15τὰ δὲ ἀντιπαρασκευαζόμενος. (2) Ἐπεὶ δὲ ἢ θανάτῳ ἢ νόσῳ κατὰ Βαβυλῶνα γεγονὼς Ἀλέξανδρος τὸν βίον διέδραμεν, Εὐθυμίας μὲν ὁ Διονύσιος ἄγαλμα τὴν ἀγ‐ γελίαν ἀκούσας ἱδρύσατο, παθὼν τῇ πρώτῃ προσβολῇ τῆς φήμης ὑπὸ τῆς πολλῆς χαρᾶς, ὅσα ἂν ἡ σφόδρα
20λύπη δράσειε· μικροῦ γὰρ περιτραπεὶς εἰς τὸ πεσεῖν ὑπήχθη, καὶ ἄνους ὤφθη γενόμενος. (3) Περδίκκα δὲ τῶν ὅλων ἐπιστάντος, οἱ μὲν τῆς Ἡρακλείας φυγάδες πρὸς τὰ αὐτὰ καὶ τοῦτον παρώξυνον. Διονύσιος δὲ ταῖς ὁμοίαις μεθόδοις χρώμενος ἐπὶ ξυροῦ ἀκμῆς πολλοὺς
25κινδύνους κατ’ αὐτοῦ συστάντας πάντας διέδρασεν. Ἀλλ’ ὁ μὲν Περδίκκας ὑπὸ τῶν ἀρχομένων μοχθηρὸς γεγονὼς ἀνῄρηται, καὶ αἱ τῶν φυγάδων ἐλπίδες ἐσβέννυντο· Διο‐ νυσίῳ δὲ πανταχόθεν τὰ πράγματα πρὸς τὸ εὐδαιμο‐ νέστερον μετεβάλοντο. (4) Ἡ δὲ πλείστη ῥοπὴ τῆς
30εὐδαιμονίας ὁ δεύτερος αὐτῷ κατέστη γάμος. Ἠγάγετο μὲν γὰρ Ἄμαστριν· αὕτη δὲ ἦν Ὀξάθρου θυγάτηρ· ἀδελφὸς δὲ ἦν οὗτος Δαρείου, ὃν καθελὼν Ἀλέξανδρος Στάτειραν τὴν αὐτοῦ θυγατέρα γυναῖκα ἠγάγετο, ὡς εἶναι τὰς γυναῖκας ἀλλήλαις ἀνεψιὰς, ἔχειν δέ τι πρὸς
35ἑαυτὰς καὶ φίλτρον ἐξαίρετον, ὃ τὸ συντρόφους ὑπάρ‐ ξαι ταύταις ἐνέφυσεν. (5) Ἀλλὰ ταύτην τὴν Ἄμαστριν Κρατέρῳ (τῶν φιλουμένων ἦν οὗτος ὡς μάλιστα) συν‐ αρμόζει· Ἀλεξάνδρου δὲ ἐξ ἀνθρώπων ἀποπτάντος καὶ Κρατέρου πρὸς Φίλαν τὴν Ἀντιπάτρου ἀποκλίναντος,
40γνώμῃ τοῦ λιπόντος Διονυσίῳ ἡ Ἄμαστρις συνοικίζε‐ ται. (6) Ἐξ οὗ ἐπὶ μέγα ἡ ἀρχὴ αὐτῷ διήρθη πλούτου τε περιβολῇ τῇ διὰ τῆς ἐπιγαμίας προστεθείσῃ καὶ ἰδίᾳ φιλοκαλίᾳ. Καὶ γὰρ καὶ τὴν τοῦ Διονυσίου πᾶσαν ἐπι‐
σκευὴν τοῦ Σικελίας τυραννήσαντος αὐτὸν ἐπῆλθε ἐξω‐529
45νήσασθαι, τῆς ἀρχῆς ἐκείνου διαφθαρείσης. (7) Οὐ ταῦτα δὲ μόνον αὐτῷ τὴν ἀρχὴν ἐπεκράτυνεν, ἀλλὰ καὶ εὐπραγία καὶ εὔνοια τῶν ὑπηκόων, καὶ πολλῶν ὧν οὐκ ἐκράτει πρότερον ἡ κυριότης. Καὶ Ἀντιγόνῳ δὲ τὴν Ἀσίαν κατέχοντι λαμπρῶς συμμαχήσας, ὁπότε τὴν Κύ‐

4

(50)

προν ἐπολιόρκει, τὸν ἀδελφιδοῦν Πτολεμαῖον (στρατη‐ γὸς δὲ οὗτος ἦν τῶν περὶ τὸν Ἑλλήσποντον) φιλοτιμίας ἀμοιβὴν εὕρατο παρ’ Ἀντιγόνῳ γαμβρὸν λαβεῖν ἐπὶ θυ‐ γατρί· ἡ δὲ παῖς ἐκ προτέρων ἦν αὐτῷ γεγενημένη γάμων. Οὕτω γοῦν εἰς μέγα δόξης ἀνελθὼν, καὶ τὸν τύραννον
55ἀπαξιώσας, τὸ βασιλέως ἀντέλαβεν ὄνομα. (8) Φόβων δὲ καὶ φροντίδων ἐλευθεριάσας, καὶ ταῖς καθημεριναῖς τρυφαῖς ἐνδιαιτηθεὶς, ἐξωγκώθη τε τὸ σῶμα καὶ τοῦ κατὰ φύσιν πολὺ πλέον ἐλιπάνθη. Ὑφ’ ὧν οὐ μόνον περὶ τὴν ἀρχὴν ῥᾳθύμως εἶχεν, ἀλλὰ καὶ ἐπειδὰν
60ἀφυπνώσειε, βελόναις μακραῖς τὸ σῶμα διαπειρόμενος (τοῦτο γὰρ ἄκος μόνον τοῦ κάρου καὶ τῆς ἀναισθησίας ὑπελείπετο) μόλις τῆς κατὰ τὸν ὕπνον καταφορᾶς ἐξ‐ ανίστατο. (9) Τεκνωσάμενος δὲ γʹ παῖδας ἐκ τῆς Ἀμά‐ στριος, Κλέαρχον, Ὀξάθρην καὶ θυγατέρα ὁμώνυμον τῇ
65μητρὶ, μέλλων τελευτᾶν ταύτην τε τῶν ὅλων δέσποιναν καταλιμπάνει καὶ τῶν παίδων κομιδῆ νηπίων ὄντων σύν τισιν ἑτέροις ἐπίτροπον, βιοὺς μὲν ἔτη εʹ καὶ νʹ, ὧν ἐπὶ ἀρχῆ λʹ ἐγνωρίζετο, πραότατος ἐν αὐτῇ, ὡς εἴρηται, γεγονὼς καὶ τὸ Χρηστὸς ἐπίκλησιν ἐκ τῶν ἠθῶν ἐνεγ‐
70κάμενος, καὶ πολὺν πόθον τοῖς ὑπὸ χεῖρα καὶ πένθος λιπών. (10) Οὐδὲν δὲ ἧττον καὶ μετὰ τὴν ἐκείνου ἐξ ἀνθρώπων ἀναχώρησιν τὰ τῆς πόλεως πρὸς εὐδαιμονίαν ἐφέρετο, Ἀντιγόνου τῶν τε παίδων Διονυσίου καὶ τῶν πολιτῶν οὐ παρέργως προνοουμένου. Ἐκείνου δὲ πρὸς
75ἕτερα τὰς φροντίδας τρεψαμένου, Λυσίμαχος πάλιν τῶν περὶ Ἡράκλειαν καὶ τῶν παίδων ἐπεμελεῖτο, ὃς καὶ Ἄμαστριν ποιεῖται γυναῖκα, καὶ κατ’ ἀρχὰς μὲν λίαν ἔστερξε, πραγμάτων δὲ αὐτῷ προσπεσόντων, αὐτὴν μὲν ἐν Ἡρακλείᾳ λείπει, αὐτὸς δ’ εἴχετο τῶν
80ἐπειγόντων. Εἰς Σάρδεις δὲ μετ’ οὐ πολὺν χρόνον, τῶν πολλῶν πόνων ῥαΐσας, μετεπέμψατο ταύτην, καὶ ἔστερ‐ γεν ὁμοίως. Ὕστερον δὲ πρὸς τὴν θυγατέρα Πτολε‐ μαίου τοῦ Φιλαδέλφου (Ἀρσινόη δὲ ἦν τὸ ὄνομα) τὸν ἔρωτα μεταθεὶς, διαζυγῆναι τὴν Ἄμαστριν αὐτοῦ πα‐
85ρέσχεν αἰτίαν, καὶ καταλιποῦσαν τοῦτον καταλαβεῖν τὴν Ἡράκλειαν. Ἐγείρει δὲ αὕτη παραγενομένη καὶ
συνοικίζει πόλιν Ἄμαστριν.530

5

Κλέαρχος δὲ ἀνδρωθεὶς ἤδη τῆς τε πόλεως ἦρχε, καὶ πολέμοις οὐκ ὀλίγοις, τὰ μὲν συμμαχῶν ἄλλοις, τὰ δὲ καὶ τοῖς ἐπιφερομένοις αὐτῷ, ἐξητάζετο· ἐν οἷς καὶ κατὰ Γετῶν Λυσιμάχῳ συστρατευόμενος ἑάλω τε σὺν
5αὐτῷ, καὶ ἀνεθέντος τῆς αἰχμαλωσίας ἐκείνου, καὶ αὐτὸς ὕστερον τῇ Λυσιμάχου προνοίᾳ ἀφίετο. (2) Οὗ‐ τος ὁ Κλέαρχος ἅμα τῷ ἀδελφῷ τῆς ἀρχῆς κατα‐ στάντες διάδοχοι, πρὸς μὲν ἡμερότητα καὶ χρηστότητα πολὺ τοῦ πατρὸς ἐλάττους τοῖς ὑπηκόοις ἀπέβησαν, εἰς
10ἔκθεσμον δὲ καὶ μιαρώτατον ἔργον ἐξέπεσον· τὴν γὰρ μητέρα, μηδὲν περὶ αὐτοὺς μέγα πλημμελήσασαν, μηχανῇ δεινῇ καὶ κακουργίᾳ ἐπιβᾶσαν νηὸς θαλάσσῃ ἀποπνιγῆναι κατειργάσαντο.

6

Δι’ ἣν αἰτίαν καὶ Λυσίμαχος ὁ πολλάκις ῥηθεὶς (Μακεδονίας δὲ ἐβασίλευεν), εἰ καὶ τὴν Ἄμαστριν διὰ τὴν συνάφειαν Ἀρσινόης λιπεῖν αὐτὸν παρεσκευάσατο, ἀλλ’ οὖν τοῦ τε προτέρου πόθου φέρων ἐν ἑαυτῷ τὸ
5ἐμπύρευμα, καὶ τὸ μυσαρὸν καὶ ὠμὸν τῆς πράξεως οὐκ ἀνασχετὸν ποιούμενος, στεγανώτατα μὲν τὴν αὑ‐ τοῦ κατεῖχεν ἔνδον γνώμην, τὴν ἀρχαίαν δὲ φιλίαν πρὸς τοὺς περὶ Κλέαρχον τῷ σχήματι ἐπιδεικνὺς, διὰ πολλῶν τε μηχανῶν καὶ τῶν τοῦ λανθάνειν στρατηγη‐
10μάτων (κρύψαι γὰρ τὸ βουλόμενον δεινότατος ἀνθρώπων γεγονέναι λέγεται) ἐν Ἡρακλείᾳ μὲν ὡς ἐπὶ τῷ τῶν δε‐ χομένων συνοίσοντι παραγίνεται, πατρὸς δὲ στοργὴν τῷ προσωπείῳ τοῖς περὶ Κλέαρχον προβαλλόμενος, ἀναιρεῖ μὲν τοὺς μητροκτόνους, πρῶτον μὲν Κλέαρ‐
15χον, εἶτα καὶ Ὀξάθρην, μητρικῆς ἀπαιτήσας μιαιφο‐ νίας δίκας· καὶ τὴν πόλιν ποιησάμενος ὑπὸ τὴν πρό‐ νοιαν τὴν αὑτοῦ, καὶ τὰ πολλὰ δὲ λαφυραγωγήσας ὧν ἡ τυραννὶς ἠθροίκει χρημάτων, ἄδειάν τε δοὺς δημο‐ κρατεῖσθαι τοὺς πολίτας, οὗ ἐφίεντο, πρὸς τὴν ἰδίαν
20βασιλείαν ἐστέλλετο.

7

Λυσίμαχος δὲ τὴν ἰδίαν ἀρχὴν καταλαβὼν, δι’ ἐπαίνων μὲν τὴν Ἄμαστριν εἶχεν, ἐθαύμαζε δὲ αὐτῆς τούς τε τρόπους καὶ τὴν ἀρχὴν, πρὸς ὄγκον καὶ μέγεθος καὶ ἰσχὺν ὡς ἐκρατύνατο, ἐξαίρων μὲν τὴν Ἡράκλειαν,
5μέρος δὲ τῶν ἐπαίνων καὶ τὴν Τῖον καὶ τὴν Ἄμαστριν, ἣν ἐπώνυμον ἤγειρεν ἐκείνη, ποιούμενος. (2) Καὶ ταῦτα λέγων τὴν Ἀρσινόην ἠρέθιζε δεσπότιν τῶν ἐπαι‐ νουμένων γενέσθαι· ἡ δὲ ἐδεῖτο τυχεῖν ὧν ἐπόθει. Καὶ ὁ Λυσίμαχος σεμνύνων τὸ δῶρον, κατ’ ἀρχὰς μὲν οὐ
10προσίετο· ἐκλιπαρηθεὶς δὲ χρόνῳ παρέσχεν. Ἦν γὰρ δεινὴ περιελθεῖν ἡ Ἀρσινόη, καὶ τὸ γῆρας ἤδη Λυσί‐ μαχον παρεῖχεν εὐεπιχείρητον. (3) Δεξαμένη δ’ οὖν ἡ Ἀρσινόη τῆς Ἡρακλείας τὴν ἀρχὴν, πέμπει τὸν Κυ‐ μαῖον Ἡρακλείδην, ἄνδρα μὲν εὔνουν αὐτῇ, ἀπότομον
15δὲ ἄλλως καὶ δεινὸν ἐν βουλευμάτων ἐντρεχείᾳ καὶ ὀξύτητι· ὁ δὲ τῆς Ἡρακλείας ἐπιβὰς, τά τε ἄλλα σφό‐ δρα ἐπιστρόφως τῶν πραγμάτων ἐξηγεῖτο, καὶ πολλοὺς αἰτίαις ὑποβάλλων τῶν πολιτῶν οὐκ ἐλάττους ἐτιμω‐ ρεῖτο, ὡς πάλιν ἀποβαλεῖν αὐτοὺς τὴν μόλις ἐπιφα‐531
20νεῖσαν εὐδαιμονίαν.

8

Ὁ μέντοι Λυσίμαχος περιδρομῇ Ἀρσινόης τὸν ἄριστον τῶν παίδων καὶ πρεσβύτερον Ἀγαθοκλέα (ἐκ προτέρων δὲ φὺς ἦν αὐτῷ γάμων) κατ’ ἀρχὰς μὲν λανθάνοντι φαρμάκῳ, ἐκείνου δὲ κατὰ πρόνοιαν ἐξεμε‐
5θέντος, ἀναιδεστάτῃ διαχειρίζεται γνώμῃ· δεσμωτη‐ ρίῳ ἐμβαλὼν κελεύει κατακοπῆναι, ἐπιβουλὴν αὑτῷ καταψευσάμενος. Ὁ δὲ Πτολεμαῖος, ὃς αὐτόχειρ τοῦ μιάσματος ἐγεγόνει, ἀδελφὸς ἦν Ἀρσινόης, καὶ ἐπώνυ‐ μον διὰ τὴν σκαιότητα καὶ ἀπόνοιαν τὸν κεραυνὸν ἔφε‐
10ρεν. (2) Ὁ τοίνυν Λυσίμαχος διὰ τὴν παιδοκτονίαν μῖσός τε δίκαιον παρὰ τῶν ὑπηκόων ἐλάμβανε, καὶ Σέλευκος ταῦτα πυθόμενος, καὶ ὡς εὐχερὲς εἴη τοῦτον παραλῦσαι τῆς ἀρχῆς τῶν πόλεων ἀφεσταμένων αὐτοῦ, μάχην συνάπτει πρὸς αὐτόν. Καὶ πίπτει ἐν τῷ πολέμῳ
15Λυσίμαχος παλτῷ βληθείς· ὁ δὲ βαλὼν ἀνὴρ Ἡρα‐ κλεώτης ἦν, ὄνομα Μαλάκων, ὑπὸ Σελεύκῳ ταττόμε‐ νος. Πεσόντος δὲ, ἡ τούτου ἀρχὴ προσχωρήσασα τῇ τοῦ Σελεύκου μέρος κατέστη. Ἀλλ’ ἐνταῦθα μὲν καὶ τὸ ιβʹ τῆς Μέμνονος ἱστορίας λήγει.

t9-26

ΕΚ ΤΟΥ ΙΓʹ ΚΑΙ ΙΔʹ ΒΙΒΛΙΟΥ.

9

Ἐν δὲ τῷ ιγʹ τοὺς Ἡρακλεώτας λέγει πυθομέ‐ νους τὴν ἀναίρεσιν τοῦ Λυσιμάχου καὶ ὡς εἴη ὁ τοῦτον ἀπεκτονὼς Ἡρακλεώτης, τάς τε γνώμας ἀναρρώννυσθαι καὶ πρὸς τὸν τῆς ἐλευθερίας ἀνδραγαθίζεσθαι πόθον, ἣν
5δʹ καὶ πʹ ἔτεσιν ὑπό τε τῶν ἐμφυλίων τυράννων καὶ μετ’ ἐκείνους ὑπὸ Λυσιμάχου ἀφῄρηντο. (2) Προσῆλθον οὖν πρότερον Ἡρακλείδῃ, πείθοντες αὐτὸν μὲν ἐκχωρεῖν τῆς πόλεως, οὐκ ἀπαθῆ κακῶν μόνον ἀλλὰ καὶ λαμπροῖς δώ‐ ροις ἐφοδιαζόμενον, ἐφ’ ᾧ τὴν ἐλευθερίαν ἐκείνους ἀνα‐
10λαβεῖν. (3) Ὡς δὲ οὐ μόνον οὐκ ἔπειθον, ἀλλὰ καὶ εἰς ὀργὴν ἐκπεσόντα εἶδον καί τινας αὐτῶν καὶ τιμωρίαις. ὑπάγοντα, συνθήκας θέμενοι πρὸς τοὺς φρουράρχους οἱ πολῖται, αἳ τήν τε ἰσοπολιτείαν αὐτοῖς ἔνεμον καὶ τοὺς μισθοὺς λαβεῖν ὧν ἐστέρηντο, συλλαμβάνουσι τὸν
15Ἡρακλείδην καὶ φυλαττόμενον εἶχον ἐπὶ χρόνον. Ἐκεῖ‐ θεν λαμπρὰς ἀδείας λαβόντες τῆς τε ἀκροπόλεως μέχρις ἐδάφου τὰ τείχη κατέβαλον, καὶ πρὸς Σέλευκον διε‐ πρεσβεύοντο, τῆς πόλεως ἐπιμελητὴν προστησάμενοι Φώκριτον.

10

Ζιποίτης δὲ ὁ Βιθυνῶν ἐπάρχων, ἐχθρῶς ἔχων Ἡρακλεώταις πρότερον μὲν διὰ Λυσίμαχον, τότε δὲ
διὰ Σέλευκον (διάφορος γὰρ ἦν ἑκατέρῳ), τὴν κατ’ αὐ‐ τῶν ἐπιδρομὴν, ἔργα κακώσεως ἀποδεικνὺς, ἐποιεῖτο.532
5Οὐ μὴν οὐδὲ τὸ αὐτοῦ στράτευμα κακῶν ἀπαθεῖς ἔπραττον ἅπερ ἔπραττον, ἔπασχον δὲ καὶ αὐτοὶ ὧν ἔδρων οὐ κατὰ πολὺ ἀνεκτότερα.

11

Ἐν τούτῳ δὲ Σέλευκος Ἀφροδίσιον πέμπει διοικητὴν εἴς τε τὰς ἐν Φρυγίᾳ πόλεις καὶ τὰς ὑπερκει‐ μένας τοῦ Πόντου. Ὁ δὲ, διαπραξάμενος ἃ ἐβούλετο καὶ ἐπανιὼν, τῶν μὲν ἄλλων πόλεων ἐν ἐπαίνοις ἦν,
5Ἡρακλεωτῶν δὲ κατηγόρει μὴ εὐνοϊκῶς ἔχειν τοῖς τοῦ Σελεύκου πράγμασιν. Ὑφ’ οὗ Σέλευκος παροξυνθεὶς, τούς τε πρὸς αὐτὸν ἀφικομένους πρέσβεις ἀπειλητικοῖς ἐξεφαύλιζε λόγοις καὶ κατέπληττεν, ἑνὸς τοῦ Χαμαι‐ λέοντος οὐδὲν ὀρρωδήσαντος τὰς ἀπειλὰς, ἀλλὰ φαμέ‐
10νου «Ἡρακλῆς κάρρων, Σέλευκε» (κάρρων δὲ ὁ ἰσχυ‐ ρότερος παρὰ Δωριεῦσιν). Ὁ δ’ οὖν Σέλευκος τὸ μὲν ῥηθὲν οὐ συνῆκεν, ὀργῆς δ’ ὡς εἶχε, καὶ ἀπετρέπετο. Τοῖς δὲ οὔτε τὸ ἀναχωρεῖν οἴκαδε οὔτε τὸ προσμένειν λυσιτελὲς ἐδόκει. (2) Ταῦτα δὲ Ἡρακλεῶται πυθόμε‐
15νοι τά τε ἄλλα παρεσκευάζοντο καὶ συμμάχους ἤθροιζον, πρός τε Μιθριδάτην τὸν Πόντου βασιλέα διαπρεσβευό‐ μενοι καὶ πρὸς Βυζαντίους καὶ Χαλκηδονίους. (3) Οἱ δὲ περιλειπόμενοι τῶν ἀπὸ Ἡρακλείας φυγάδων, Νύμ‐ φιδος, καὶ αὐτοῦ ἑνὸς ὑπάρχοντος τούτων, κάθοδον
20βουλεύσαντος αὐτοῖς, καὶ ῥᾳδίαν εἶναι ταύτην ἐπι‐ δεικνύντος, εἰ μηδὲν ὧν οἱ πρόγονοι ἀπεστέρηντο αὐτοὶ φανεῖεν διοχλοῦντες ἀναλήψεσθαι, ἔπεισέν τε σὺν τῷ ῥᾴστῳ, καὶ τῆς καθόδου ὃν ἐβούλευσε τρόπον γεγενη‐ μένης, οἵ τε καταχθέντες καὶ ἡ δεξαμένη πόλις ἐν
25ὁμοίαις ἡδοναῖς καὶ εὐφροσύναις ἀνεστρέφοντο, φιλο‐ φρόνως τῶν ἐν τῇ πόλει τούτους δεξιωσαμένων, καὶ μη‐ δὲν τῶν εἰς αὐτάρκειαν αὐτοῖς συντελούντων παραλε‐ λοιπότων. Καὶ οἱ Ἡρακλεῶται τὸν εἰρημένον τρόπον τῆς παλαιᾶς εὐγενείας τε καὶ πολιτείας ἐπελαμβάνοντο.

12

Σέλευκος δὲ τοῖς κατωρθωμένοις κατὰ Λυσι‐ μάχου ἐπαρθεὶς, εἰς τὴν Μακεδονίαν διαβαίνειν ὥρμητο, πόθον ἔχων τῆς πατρίδος, ἐξ ἧς σὺν Ἀλεξάνδρῳ ἐστρα‐ τεύετο, κἀκεῖ τοῦ βίου τὸ λεῖπον διανῦσαι, γηραιὸς
5ἤδη ὢν, διανοούμενος, τὴν δὲ Ἀσίαν Ἀντιόχῳ παρα‐ θέσθαι τῷ παιδί. (2) Πτολεμαῖος δὲ ὁ Κεραυνὸς, τῶν Λυσιμάχου πραγμάτων ὑπὸ Σελεύκῳ γεγενημένων, καὶ αὐτὸς ὑπ’ αὐτὸν ἐτέλει, οὐχ ὡς αἰχμάλωτος πα‐ ρορώμενος, ἀλλ’ οἷα δὴ παῖς βασιλέως τιμῆς τε καὶ
10προνοίας ἀξιούμενος, οὐ μὴν ἀλλὰ καὶ ὑποσχέσεσι λαμπρυνόμενος, ἃς αὐτῷ Σέλευκος προὔτεινεν, εἰ τε‐ λευτήσειεν ὁ γεινάμενος, [αὐτὸν εἰς] τὴν Αἴγυπτον, πατρῴαν οὖσαν ἀρχὴν, καταγαγεῖν. (3) Ἀλλ’ ὁ μὲν
τοιαύτης κηδεμονίας ἠξίωτο· κακὸν δὲ ἄρα αἱ εὐεργε‐533
15σίαι οὐκ ἐβελτίουν. Ἐπιβουλὴν γὰρ συστήσας, προσ‐ πεσὼν τὸν εὐεργέτην ἀναιρεῖ, καὶ ἵππου ἐπιβὰς πρὸς Λυσιμαχίαν φεύγει, ἐν ᾗ διάδημα περιθέμενος μετὰ λαμπρᾶς δορυφορίας κατέβαινεν εἰς τὸ στράτευμα, δεχομένων αὐτὸν ὑπὸ τῆς ἀνάγκης, καὶ βασιλέα κα‐
20λούντων, οἳ πρότερον Σελεύκῳ ὑπήκουον.

13

Ἀντίγονος δὲ ὁ Δημητρίου τὰ συνενεχθέντα μαθὼν ἐπὶ Μακεδονίαν διαβαίνειν ἐπεχείρει πεζῷ καὶ νηΐτῃ στρατεύματι, προφθάσαι σπεύδων τὸν Πτολε‐ μαῖον. Ὁ δὲ Πτολεμαῖος τὰς Λυσιμάχου νῆας ἔχων
5ἀπήντα καὶ ἀντιπαρετάττετο. (2) Ἦσαν δ’ ἐν αὐταῖς ἄλλαι τε καὶ τῆς Ἡρακλείας αἱ μετάπεμπτοι, ἑξήρεις τε καὶ πεντήρεις καὶ ἄφρακτοι, καὶ ὀκτήρης μία ἡ λεοντοφόρος καλουμένη, μεγέθους ἕνεκα καὶ κάλλους ἥκουσα εἰς θαῦμα· ἐν ταύτῃ γὰρ ἑκατὸν μὲν ἄνδρες
10ἕκαστον στοῖχον ἤρεττον, ὡς ὀκτακοσίους ἐκ θατέρου μέρους γενέσθαι, ἐξ ἑκατέρων δὲ χιλίους καὶ ἑξακο‐ σίους, οἱ δὲ ἀπὸ τῶν καταστρωμάτων μαχησόμενοι χίλιοι καὶ διακόσιοι, καὶ κυβερνῆται δύο. (3) Τῆς οὖν συμβολῆς γενομένης, κρατεῖ Πτολεμαῖος τὸ ναυτι‐
15κὸν τρεψάμενος τοῦ Ἀντιγόνου, ἀνδρειότερον τῶν ἄλλων ἀγωνισαμένων αἳ ἦσαν ἐξ Ἡρακλεώτιδος· αὐτῶν δὲ τῶν Ἡρακλεωτίδων τὸ ἐξαίρετον ἔφερεν ἡ λεοντοφόρος ὀκτήρης. Οὕτω κακῶς Ἀντίγονος τῷ στόλῳ πράξας, εἰς τὴν Βοιωτίαν ἀνεχώρησε. Πτολεμαῖος δὲ ἐπὶ Μα‐
20κεδονίαν διέβη, καὶ βεβαίως ἔσχε τὴν ἀρχήν.

14

Αὐτίκα γοῦν τὴν οἰκείαν μᾶλλον ἐκφαίνων σκαιότητα, Ἀρσινόην μὲν, ὡς πάτριον τοῦτο τοῖς Αἰγυπτίοις, τὴν ἀδελφὴν γαμεῖ, τοὺς ἐκ Λυσιμάχου δὲ παῖδας αὐτῇ γεγεννημένους ἀναιρεῖ. Μεθ’ οὓς κἀ‐
5κείνην τῆς βασιλείας ἐξεκήρυξε. Καὶ πολλὰ καὶ παρά‐ νομα ἐν δυσὶ διαπραξάμενος ἔτεσι, Γαλατικοῦ μέρους τῆς πατρίδος μεταναστάντος διὰ λιμὸν, καὶ Μακεδονίαν καταλαβόντων καὶ εἰς μάχην αὐτῷ συναψάντων, ἀξίως τῆς ὠμότητος καταστρέφει τὸν βίον, διασπαραχθεὶς
10ὑπὸ τῶν Γαλατῶν· ζῶν γὰρ ἐλήφθη, τοῦ ἐλέφαντος, ἐν ᾧ ὠχεῖτο, τρωθέντος καὶ καταβαλόντος αὐτόν. Ἀντί‐ γονος δὲ ὁ Δημητρίου, [ὁ] ἡττηθεὶς τῷ ναυτικῷ, Πτολεμαίου ἀνῃρημένου, τὴν Μακεδόνων λαμβάνει ἀρχήν.

15

Ὁ δὲ Σελεύκου Ἀντίοχος πολλοῖς πολέμοις, εἰ καὶ μόλις καὶ οὐδὲ πᾶσαν, ὅμως ἀνασωσάμενος τὴν πατρῴαν ἀρχὴν, πέμπει στρατηγὸν Πατροκλέα σὺν ἐκστρατεύματι εἰς τὴν ἐπιτάδε τοῦ Ταύρου. Ὁ δὲ
5Ἑρμογένην προσαιρεῖται τὸ γένος Ἀσπένδιον, ὃς ἐπί τε πόλεις ἄλλας καὶ ἐπὶ τὴν Ἡράκλειαν ὥρμητο εἰσβα‐ λεῖν. Τῶν δὲ Ἡρακλεωτῶν πρὸς αὐτὸν διαπρεσβευσα‐ μένων, τῆς χώρας ἀναχωρεῖ καὶ φιλίαν συντίθεται ἐπὶ τὴν Βιθυνίαν διὰ τῆς Φρυγίας τραπόμενος. Ἐνεδρευ‐
10θεὶς δὲ ὑπὸ τῶν Βιθυνῶν, διεφθάρη τε αὐτὸς καὶ ἡ σὺν αὐτῷ στρατιὰ, ἀνδρὸς ἔργα τὸ καθ’ ἑαυτὸν εἰς πολε‐ μίους ἀποδειξάμενος.534

16

Διὰ ταῦτα δὴ ἐπιστρατεύειν ἐγνωκότος Ἀντιό‐ χου κατὰ Βιθυνῶν, ὁ τούτων βασιλεὺς Νικομήδης διαπρεσβεύεται πρὸς Ἡράκλειαν συμμαχίαν αἰτῶν, καὶ τυγχάνει τῆς σπουδῆς, ἐν ὁμοίοις καιροῖς καὶ χρείαις
5τὴν ἀμοιβὴν ὑποσχόμενος. Ἐν τούτῳ δὲ Ἡρακλεῶται τήν τε Κίερον καὶ τὴν Τῖον ἀνεσώσαντο καὶ τὴν Θυνίδα γῆν, πολλὰ τῶν χρημάτων δαπανήσαντες· τὴν δὲ Ἄμαστριν (ἦν γὰρ καὶ αὐτὴ μετὰ τῶν ἄλλων ἀφῃρη‐ μένη) καὶ πολέμῳ καὶ χρήμασι βουληθέντες τέως ἀνα‐
10λαβεῖν αὐτὴν οὐ κατώρθωσαν, τοῦ κατέχοντος αὐτὴν Εὐμένους Ἀριοβαρζάνῃ τῷ Μιθριδάτου παιδὶ προῖκα μᾶλλον παραδοῦναι ταύτην ἢ παρέχουσι χρήματα τοῖς Ἡρακλεώταις διὰ τὸ τῆς ὀργῆς ὑπαχθέντος ἀλόγιστον.

17

Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐκδέχεται τοὺς Ἡρακλεώτας ὁ πρὸς Ζιποίτην τὸν Βιθυνὸν πόλεμος, ὃς τῆς Θυνιακῆς ἐπῆρχεν Θρᾴκης. Ἐν ᾧ πολέμῳ πολλοὶ τῶν Ἡρακλεωτῶν γενναίως ἀνδρισάμενοι κατε‐
5κόπησαν. Καὶ νικᾷ μὲν κατὰ κράτος ὁ Ζιποίτης, συμμαχίδος δὲ δυνάμεως τοῖς Ἡρακλεώταις ἐπελθού‐ σης, φυγῇ τὴν νίκην καταισχύνει· οἱ δὲ ἡττημένοι τοὺς σφετέρους νεκροὺς ἀδεῶς ἀναλαβόντες καὶ καύσαν‐ τες, εἶτα καὶ πάντων κύριοι, περὶ ὧν ἦν ὁ πόλεμος,
10καταστάντες, καὶ τὰ ὀστᾶ τῶν ἀνῃρημένων ἀνακομί‐ σαντες εἰς τὴν πόλιν, ἐπιφανῶς ἐν τῷ τῶν ἀριστέων ἔθαψαν μνήματι.

18

Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Ἀντιόχῳ τῷ Σελεύκου καὶ Ἀντιγόνῳ τῷ Δημητρίου, μεγάλων ἑκα‐ τέρωθεν στρατευμάτων ἀντιπαραταττομένων, κινεῖται ὁ πόλεμος καὶ χρόνον συχνὸν κατέτριψε· συνεμάχει δὲ
5τῷ μὲν ὁ τῆς Βιθυνίας βασιλεὺς Νικομήδης, Ἀντιόχῳ δὲ πολλοὶ ἕτεροι. Οὔπω δὲ συρραγεὶς Ἀντίοχος Ἀντι‐ γόνῳ, τὸν πρὸς Νικομήδην χειρίζεται πόλεμον· ὁ δὲ Νικομήδης ἀλλαχόθεν τε δυνάμεις ἀθροίζει, καὶ συμ‐ μαχεῖν πρὸς Ἡρακλεώτας διαπρεσβευσάμενος, τριήρεις
10τρισκαίδεκα συμμάχους λαμβάνει, καὶ λοιπὸν ἀντικα‐ θίσταται τῷ τοῦ Ἀντιόχου στόλῳ. Ἐπὶ χρόνον δέ τινα ἀντικαταστάντες ἀλλήλοις, οὐδέτεροι μάχης ἦρξαν, ἀλλ’ ἄπρακτοι διελύθησαν.

19

Ἐπεὶ δὲ Γαλάται πρὸς τὸ Βυζάντιον ἧκον καὶ τὴν πλείστην αὐτῆς ἐδῄωσαν, τῷ πολέμῳ ταπεινωθέν‐ τες οἱ ἐν Βυζαντίῳ πέμπουσι πρὸς τοὺς συμμάχους δεό‐ μενοι ὠφελείας. Καὶ παρέσχον μὲν πάντες ὡς εἶχον
5ἰσχύος, παρέσχον δὲ καὶ οἱ τῆς Ἡρακλείας (τοσοῦτον γὰρ ἡ πρεσβεία ᾔτει) χρυσοῦς τετρακισχιλίους. (2) Μετ’ οὐ πολὺ δὲ Νικομήδης τοὺς Γαλάτας, οἷς ἡ καταδρομὴ τῶν Βυζαντίων ἐγεγένητο, πολλάκις μὲν ἐπιχειρήσαντας
[εἰς] τὴν Ἀσίαν περαιωθῆναι, τοσαυτάκις δὲ ἀποτυχόν‐535
10τας, οὐκ ἀνεχομένων τὴν πρᾶξιν Βυζαντίων, ἐπὶ συνθή‐ καις ὅμως παρασκευάζει περαιωθῆναι. Αἱ δὲ συνθῆκαι· Νικομήδει μὲν καὶ τοῖς ἐκγόνοις ἀεὶ φίλα φρονεῖν τοὺς βαρβάρους, καὶ τῆς γνώμης τοῦ Νικομήδους χωρὶς μη‐ δενὶ συμμαχεῖν τῶν πρὸς αὐτοὺς διαπρεσβευομένων,
15ἀλλ’ εἶναι φίλους μὲν τοῖς φίλοις, πολεμίους δὲ τοῖς οὐ φιλοῦσι, συμμαχεῖν δὲ καὶ Βυζαντίοις, εἴ που δεήσοι, καὶ Τιανοῖς δὲ καὶ Ἡρακλεώταις καὶ Καλχηδονίοις καὶ Κιερανοῖς καί τισιν ἑτέροις ἐθνῶν ἄρχουσιν. (3) Ἐπὶ ταύταις μὲν ταῖς συνθήκαις Νικομήδης τὸ Γαλατικὸν
20πλῆθος εἰς Ἀσίαν διαβιβάζει· ὧν περιφανεῖς μὲν ἐπὶ τῷ ἄρχειν ἑπτακαίδεκα τὸν ἀριθμὸν ἦσαν, οἱ δὲ καὶ αὐτῶν τούτων προκεκριμένοι καὶ κορυφαῖοι Λεωννώριος ἤστην καὶ Λουτούριος. (4) Αὕτη τοίνυν τῶν Γαλατῶν ἡ ἐπὶ τὴν Ἀσίαν διάβασις κατ’ ἀρχὰς μὲν ἐπὶ κακῷ τῶν οἰκητό‐
25ρων προελθεῖν ἐνομίσθη, τὸ δὲ τέλος ἔδειξεν ἀποκριθὲν πρὸς τὸ συμφέρον. Τῶν γὰρ βασιλέων τὴν τῶν πόλεων δη‐ μοκρατίαν ἀφελεῖν σπουδαζόντων, αὐτοὶ μᾶλλον ταύτην ἐβεβαίουν, ἀντικαθιστάμενοι τοῖς ἐπιτιθεμένοις. (5) Νι‐ κομήδης δὲ κατὰ Βιθυνῶν πρῶτον, συμμαχούντων αὐτῷ
30καὶ τῶν ἐξ Ἡρακλείας, τοὺς βαρβάρους ἐξοπλίσας, τῆς τε χώρας ἐκράτησε καὶ τοὺς ἐνοικοῦντας κατέκοψε, τὴν ἄλλην λείαν τῶν Γαλατῶν ἑαυτοῖς διανειμαμένων. Οὗ‐ τοι δὲ πολλὴν ἐπελθόντες χώραν αὖθις ἀνεχώρησαν, καὶ τῆς αἱρεθείσης αὐτοῖς ἀπετέμοντο τὴν νῦν Γαλα‐
35τίαν καλουμένην, εἰς τρεῖς μοίρας ταύτην διανείμαντες, καὶ τοὺς μὲν Τρωγμοὺς ὀνομάσαντες, τοὺς δὲ Τολοστο‐ βογίους, τοὺς δὲ Τεκτόσαγας. Ἐδείμαντο δὲ πόλεις, Τρωγμοὶ μὲν Ἄγκυραν, Τολοστοβόγιοι δὲ Ταβίαν, Τε‐ κτόσαγες δὲ Πισινοῦντα.

20

Ὁ δὲ Νικομήδης εἰς λαμπρὰν εὐδαιμονίαν ἀρ‐ θεὶς, πόλιν ἑαυτῷ ὁμώνυμον ἀνεγείρει ἀντικρὺ Ἀστα‐ κοῦ. Τὴν Ἀστακὸν δὲ Μεγαρέων ᾤκησαν ἄποικοι, Ὀλυμπιάδος ἱσταμένης ιζʹ, Ἀστακὸν ἐπίκλησιν κατὰ
5χρησμὸν θέμενοι ἀπό τινος τῶν λεγομένων Σπαρτῶν καὶ Γηγενῶν τῶν ἀπογόνων τῶν ἐν Θήβαις, Ἀστακοῦ τὴν κλῆσιν, ἀνδρὸς γενναίου καὶ μεγαλόφρονος. Αὕτη πολλὰς ἐπιθέσεις παρά τε τῶν ὁμορούντων ὑποστᾶσα, καὶ πολέμοις πολλάκις ἐντρυχωθεῖσα, Ἀθηναίων αὐτὴν
10μετὰ Μεγαρέας ἐπῳκηκότων, ἔληξέ τε τῶν συμφορῶν καὶ ἐπὶ μέγα δόξης καὶ ἰσχύος ἐγένετο, Δυδαλσοῦ τηνι‐ καῦτα τὴν Βιθυνῶν ἀρχὴν ἔχοντος. (2) Οὗ τελευτήσαν‐
τος ἄρχει Βοτείρας, ζήσας ϛʹ καὶ οʹ ἔτη. Τοῦτον δια‐ δέχεται Βᾶς ὁ υἱὸς, ὃς καὶ Κάλαν τὸν Ἀλεξάνδρου536
15στρατηγὸν, καίτοι γε λίαν παρεσκευασμένον πρὸς τὴν μάχην, κατηγωνίσατο, καὶ τῆς Βιθυνίας παρεσκεύασε τοὺς Μακεδόνας ἀποσχέσθαι. Τούτου βίος μὲν ἐγεγόνει ἐτῶν αʹ καὶ οʹ, ὧν ἐβασίλευσε νʹ. (3) Οὗ παῖς τῆς ἀρχῆς διάδοχος, Ζιποίτης, λαμπρὸς ἐν πολέμοις γεγονὼς, καὶ
20τοὺς Λυσιμάχου στρατηγοὺς τὸν μὲν ἀνελὼν, τὸν δὲ ἐπὶ μήκιστον τῆς οἰκείας ἀπελάσας ἀρχῆς, ἀλλὰ καὶ αὐτοῦ Λυσιμάχου, εἶτα καὶ Ἀντιόχου τοῦ παιδὸς Σε‐ λεύκου ἐπικρατέστερος γεγονὼς, τοῦ τε τῆς Ἀσίας βα‐ σιλεύοντος καὶ τοῦ Μακεδόνων, κτίζει πόλιν ὑπὸ τῷ
25Λυπερῷ ὄρει, τῇ αὑτοῦ κλήσει ἐπώνυμον. Οὗτος βιοὺς μὲν ἔτη ἓξ καὶ ἑβδομήκοντα, κρατήσας δὲ τῆς ἀρχῆς ὀκτὼ καὶ τεσσαράκοντα, καταλείπει παῖδας τέσσαρας. Τοῦτον ὁ πρεσβύτερος τῶν παίδων Νικομήδης διαδέ‐ χεται, τοῖς ἀδελφοῖς οὐκ ἀδελφὸς ἀλλὰ δήμιος γεγονώς.
30Ἐκρατύνατο μέντοι καὶ οὗτος τὴν Βιθυνῶν ἀρχὴν, μά‐ λιστά γε τοὺς Γαλάτας ἐπὶ τὴν Ἀσίαν διαπεραιωθῆναι συναράμενος· καὶ πόλιν, ὡς προείρηται, τὴν αὑτοῦ προσηγορίαν ἀνέστησε φέρουσαν.

21

Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ πόλεμος ἀνερ‐ ράγη Βυζαντίοις πρὸς Καλατιανοὺς (ἄποικοι δὲ οὗτοι Ἡρακλεωτῶν ἦσαν) καὶ πρὸς Ἰστριανοὺς περὶ Τόμεως τοῦ ἐμπορίου, ὃ τοῖς Καλατιανοῖς ὅμορον ἦν, μονοπώ‐
5λιον τοῦτο διανοουμένων κατασκευάσαι τῶν Καλατια‐ νῶν. Διεπρεσβεύοντο οὖν πρὸς Ἡρακλεώτας ἐπὶ συμ‐ μαχίᾳ ἑκάτεροι· οἱ δὲ πολεμικὴν μὲν ῥοπὴν οὐδετέρῳ ἔνεμον μέρει, διαλλακτηρίους δὲ ἄνδρας ἑκατέροις ἀπέστελλον, κἂν ἄπρακτος αὐτῶν ἡ σπουδὴ τότε γέγονε.
10Πολλὰ δὲ οἱ τῆς Καλατίδος ὑπὸ τῶν πολεμίων παθόντες ὕστερον εἰς διαλύσεις ἦλθον, ἀπὸ ταύτης τῆς συμφορᾶς οὐκέτι σχεδὸν ἀναλαβεῖν αὑτοὺς δυνηθέντες.

22

Οὐ πολλοῦ δὲ πάνυ ῥυέντος χρόνου, ὁ τῶν Βιθυνῶν βασιλεὺς Νικομήδης, ἐπεὶ ὁ μὲν ἐκ προτέρων αὐτῷ γάμων γεγονὼς παῖς Ζηΐλας φυγὰς ἦν πρὸς τὸν Ἀρμενίων βασιλέα, ταῖς τῆς μητρυιᾶς Ἐταζέτας μη‐
5χαναῖς ἐλαθεὶς, οἱ δὲ ἐκ ταύτης αὐτῷ γεγονότες ἐνη‐ πίαζον, πρὸς τῷ τελευτᾶν γεγονὼς κληρονόμους μὲν τοὺς ἐκ τῆς δευτέρας γυναικὸς γράφει παῖδας, ἐπιτρό‐ πους δὲ Πτολεμαῖον καὶ Ἀντίγονον καὶ τὸν δῆμον τῶν Βυζαντίων καὶ δὴ καὶ Ἡρακλεωτῶν καὶ τὸν τῶν Κια‐
10νῶν ἐφίστησιν. (2) Ὁ μέντοι Ζηΐλας μετὰ δυνάμεως, ἣν αὐτῷ τῶν Γαλατῶν οἱ Τολοστοβόγιοι θάρσους ἐπλή‐ ρουν, ἐπὶ τὴν βασιλείαν κατῄει. Βιθυνοὶ δὲ τὴν ἀρχὴν σώζειν τοῖς νηπίοις σπουδάζοντες τὴν μὲν τούτων μη‐ τέρα ἀδελφῷ συνοικίζουσι τῷ Νικομήδους, αὐτοὶ δὲ
15στράτευμα παρὰ τῶν εἰρημένων ἐπιτρόπων λαβόντες
ὑπέμενον τὸν Ζηΐλαν· συχναῖς δὲ μάχαις καὶ μεταβο‐ λαῖς ἑκάτεροι ἀποχρησάμενοι, τὸ τελευταῖον κατέστησαν εἰς διαλύσεις, Ἡρακλεωτῶν ἐν ταῖς μάχαις ἀριστευόν‐ των, κἀν ταῖς συμβάσεσι τὸ συμφέρον καταπραττόντων.537
20Διὸ Γαλάται ὡς ἐχθρὰν τὴν Ἡράκλειαν κατέδραμον ἕως Κάλλητος ποταμοῦ, καὶ πολλῆς κύριοι γεγονότες λείας οἴκαδε ἀνεχώρησαν.

23

Βυζαντίους δὲ Ἀντιόχου πολεμοῦντος, τριή‐ ρεσι συνεμάχησαν τεσσαράκοντα οἱ Ἡρακλεῶται, καὶ τὸν πόλεμον παρεσκεύασαν μέχρις ἀπειλῶν προκό‐ ψαι.

24

Συνέβη δὲ μετ’ οὐ πολὺ ἐξ ἀνθρώπων Ἀριο‐ βαρζάνην γενέσθαι, παῖδα Μιθριδάτην καταλιπόντα, καὶ ἐν διαφορᾷ πρὸς τοὺς Γαλάτας γεγονότα. Δι’ ἣν αἰτίαν καταφρονήσαντες τοῦ παιδὸς οὗτοι, τὴν αὐτοῦ
5βασιλείαν ἐσίνοντο. Καὶ ἀπορίας αὐτοὺς καταλαβούσης, ἀνελάμβανον οἱ ἀπὸ τῆς Ἡρακλείας, σῖτον εἰς Ἀμισὸν πέμποντες, ἐξ ἧς ῥᾷον ἦν τοὺς τοῦ Μιθριδάτου σιτη‐ γεῖν ἑαυτοῖς καὶ ἐξακεῖσθαι τὴν ἔνδειαν. Διὰ ταῦτα πάλιν οἱ Γαλάται εἰς τὴν Ἡρακλεῶτιν ἔπεμψαν στρά‐
10τευμα, καὶ ταύτην κατέτρεχον, μέχρις ἂν οἱ Ἡρακλε‐ ῶται διεπρεσβεύσαντο πρὸς αὐτούς. Νύμφις δὲ ἦν ὁ ἱστορικὸς ὁ κορυφαῖος τῶν πρέσβεων, ὃς τὸν μὲν στρατὸν ἐν τῷ κοινῷ χρυσοῖς πεντακισχιλίοις, τοὺς δὲ ἡγεμόνας ἰδίᾳ διακοσίοις ὑποθεραπεύσας, τῆς χώρας
15ἀπαναστῆναι παρεσκεύασεν.

25

Πτολεμαῖος δὲ ὁ τῆς Αἰγύπτου βασιλεὺς, εἰς ἄκρον εὐδαιμονίας ἀναβὰς, λαμπροτάταις μὲν δω‐ ρεαῖς εὐεργετεῖν τὰς πόλεις προήγετο· ἔπεμψε δὲ καὶ τοῖς Ἡρακλεώταις ἀρτάβας πυροῦ πεντακοσίας, καὶ
5νεὼν αὐτοῖς Προκοννησίας πέτρας ἐν τῇ ἀκροπόλει Ἡρακλέους ἀνεδείματο. (2). Μέχρι τούτου φθάσας ὁ συγγραφεὺς εἰς τὴν τῶν Ῥωμαίων ἐπικράτειαν τὴν ἐκβολὴν ποιεῖται· ὅθεν τε γένους ἔφυσαν, καὶ τίνα τρόπον τῆς Ἰταλίας ἐνταῦθα
10κατῴκησαν, ὅσα τε εἰς τὴν τῆς Ῥώμης κτίσιν προὔλαβέ τε καὶ ἐπράχθη, καὶ τῶν ἐπαρξάντων αὐτῶν ἐπιτρέ‐ χων, καὶ πρὸς οὓς πολέμοις διηγωνίσαντο, καὶ τήν τε τῶν βασιλέων κατάστασιν, καὶ τὴν εἰς ὑπάτους τῆς μοναρχίας μεταβολὴν, ὅπως τε ὑπὸ Γαλατῶν Ῥωμαῖοι
15ἡττήθησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ Κάμιλλος ἐπι‐ βοηθήσας τὴν πόλιν ἐρρύσατο· (3) ὅπως τε ἐπὶ τὴν Ἀσίαν Ἀλεξάνδρῳ διαβαίνοντι καὶ γράψαντι ἢ κρατεῖν, ἐὰν ἄρχειν δύνωνται, ἢ τοῖς κρείττοσιν ὑπείκειν, στέ‐ φανον χρυσοῦν ἀπὸ ἱκανῶν ταλάντων Ῥωμαῖοι ἐξέπεμ‐
20ψαν· καὶ ὡς πρὸς Ταραντίνους καὶ Πύρρον συμμα‐ χοῦντα τούτοις ἐπολέμησαν, καὶ τὰ μὲν παθόντες τὰ δὲ
κακῶς τοὺς πολεμίους διαθέμενοι Ταραντίνους μὲν ὑπη‐ γάγοντο, Πύρρον δὲ τῶν τῆς Ἰταλίας ἀπήλασαν· (4) ὅσα τε πρὸς Καρχηδονίους καὶ Ἀννίβαν Ῥωμαίοις ἐπράχθη,538
25καὶ ὅσα πρὸς Ἴβηρας ἄλλοις τε καὶ Σκιπίωνι κατωρ‐ θώθη, καὶ ὡς παρὰ τῶν Ἰβήρων βασιλεὺς ψηφισθεὶς οὐκ ἐδέξατο· ὅπως δὲ καταπολεμηθεὶς ἔφυγεν Ἀννίβας· καὶ ὡς πέραν τοῦ Ἰονίου Ῥωμαῖοι διέβησαν· καὶ ὡς Περσεὺς ὁ Φιλίππου τὴν Μακεδόνων ἀρχὴν ἐκδεξάμε‐
30νος, καὶ τὰς συνθήκας τὰς πρὸς τὸν αὐτοῦ πατέρα Ῥω‐ μαίοις γεγενημένας νεότητι κινῶν κατεπολεμήθη, Παύ‐ λου τὸ κατ’ αὐτὸν ἀναστήσαντος τρόπαιον· ὅπως τε (πρὸς) Ἀντίοχον τὸν Συρίας καὶ Κομμαγηνῆς καὶ Ἰου‐ δαίας βασιλέα δυσὶ μάχαις νικήσαντες τῆς Εὐρώπης
35ἐξέβαλλον. Τὰ μὲν οὖν περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς μέχρι τοῦδε δίεισιν ὁ συγγραφεύς.

26

Ἀναλαβὼν δὲ γράφει, ὅπως Ἡρακλεῶται διαπρεσβευσάμενοι πρὸς τοὺς τῶν Ῥωμαίων στρατη‐ γοὺς ἐπὶ τὴν Ἀσίαν διαβεβηκότας, ἀσμένως τε ἀπεδέ‐ χθησαν καὶ ἐπιστολῆς φιλοφρονούμενοι ἔτυχον, Ποπλίου
5Αἰμυλίου ταύτην ἀποστείλαντος, ἐν ᾗ φιλίαν τε πρὸς αὐτοὺς τῆς συγκλήτου βουλῆς ὑπισχνεῖτο καὶ τὰ ἄλλα προνοίας τε καὶ ἐπιμελείας, ἐπειδάν τινος αὐτῶν δέοιντο, μηδεμιᾶς ὑστερεῖσθαι. Ὕστερον δὲ καὶ πρὸς Κορνήλιον Σκιπίωνα τὸν τὴν Λιβύην Ῥωμαίοις κτη‐
10σάμενον διαπέμπουσι πρεσβείαν, τὴν ὡμολογημένην φιλίαν ἐπικυροῦντες. (2) Μετὰ ταῦτα δὲ πάλιν πρὸς τὸν αὐτὸν διαπρεσβεύονται, διαλλάττειν πρὸς Ῥωμαίους ἀξιοῦντες τὸν βασιλέα Ἀντίοχον· καὶ ψήφισμα πρὸς αὐτὸν ἔγραψαν, παραινοῦντες αὐτὸν τὴν πρὸς Ῥω‐
15μαίους διαλύσασθαι ἔχθραν. Ὁ δὲ Κορνήλιος Σκιπίων ἀντεπιστέλλων τοῖς Ἡρακλεώταις, ἐπιγράφει οὕτως· «Σκιπίων στρατηγὸς ἀνθύπατος Ῥωμαίων, Ἡρα‐ κλεωτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν·» ἐν ταύτῃ τήν τε πρὸς αὐτοὺς εὔνοιαν ἐπιβεβαιῶν, καὶ ὡς δια‐
20λύσαιντο Ῥωμαῖοι τὴν πρὸς Ἀντίοχον μάχην. Τὰ αὐτὰ δὲ Λευκίῳ Πόπλιος Κορνήλιος Σκιπίων ὁ ἀδελφὸς καὶ στρατηγὸς τοῦ ναυτικοῦ τοῖς Ἡρακλεώταις διαπρε‐ σβευσαμένοις ἀντέγραψε. (3) Μετ’ οὐ πολὺ δὲ πάλιν εἰς μάχην Ἀντίοχος Ῥωμαίοις κατέστη, καὶ ἀνὰ κρά‐
25τος ἡττηθεὶς ἐπὶ συνθήκαις διελύσατο τὴν ἔχθραν, αἳ καὶ τῆς Ἀσίας αὐτὸν ἁπάσης ἀπεῖργον, καὶ τοὺς ἐλέ‐ φαντας καὶ τῶν νηῶν συναφῃροῦντο τὸν στόλον, τῆς Κομμαγηνῆς αὐτῷ καὶ τῆς Ἰουδαίας εἰς ἀρχὴν ὑπο‐ λειπομένων. (4) Ἡ δὲ τῶν Ἡρακλεωτῶν πόλις πρὸς
30τοὺς ἐκπεμπομένους παρὰ τῶν Ῥωμαίων τῶν στρατη‐ γῶν διαδόχους τὰ αὐτά τε διεπρεσβεύετο, καὶ ταῖς ὁμοίαις ἀντεδεξιοῦτο εὐνοίαις καὶ φιλοφρονήσεσι, καὶ τέλος συνθῆκαι προῆλθον Ῥωμαίοις τε καὶ Ἡρακλεώ‐ ταις, μὴ φίλους εἶναι μόνον ἀλλὰ καὶ συμμάχους ἀλ‐
35λήλοις, καθ’ ὧν τε καὶ ὑπὲρ ὧν δεηθεῖεν ἑκάτεροι.
Καὶ χαλκοῖ πίνακες δύο τὰς ὁμολογίας ἴσας καὶ ὁμοίας ἔφερον· ὧν ὁ μὲν παρὰ Ῥωμαίοις ἐν τῷ κατὰ τὸ Κα‐ πητώλιον ἱερῷ τοῦ Διὸς καθηλώθη, ὁ δὲ κατὰ τὴν Ἡρά‐ κλειαν, καὶ αὐτὸς ἐν τῷ τοῦ Διὸς ἱερῷ.539

t27-46

ΕΚ ΤΟΥ ΙΕʹ ΒΙΒΛΙΟΥ.

27

Ταῦτα διεξελθὼν ὁ συγγραφεὺς κατὰ τὸ ιγʹ καὶ ιδʹ τῆς ἱστορίας εἰς τὴν ιεʹ εἰσβαλὼν, διηγεῖται, ὅπως Προυσίας ὁ Βιθυνῶν βασιλεὺς, δραστήριος ὢν καὶ πολλὰ πράξας, μετὰ τῶν ἄλλων καὶ Κίερον πόλιν
5Ἡρακλεωτῶν οὖσαν ὑφ’ ἑαυτὸν ἔθετο τῷ πολέμῳ, ἀντὶ Κιέρου Προυσιάδα καλέσας. Εἷλε δὲ καὶ τὴν Τῖον καὶ αὐτὴν ὑπήκοον αὐτοῖς οὖσαν, ὥστε ἐκ θαλάσσης εἰς θάλασσαν τὴν Ἡράκλειαν περιγράψαι. (2) Ἐφ’ αἷς κἀκείνην κραταιῶς ἐπολιόρκει, καὶ πολλοὺς μὲν
10τῶν πολιορκουμένων ἀπέκτεινεν, ἐγγὺς δ’ ἂν καὶ ἡ πό‐ λις τοῦ ἁλῶναι κατέστη, εἰ μὴ ἐπὶ τῆς κλίμακος ἀνα‐ βαίνων Προυσίας, λίθῳ βαλόντος ἑνὸς τῶν ἀπὸ τῆς ἐπάλξεως, συνετρίβη τὸ σκέλος, καὶ τὴν πολιορκίαν τὸ πάθος διέλυσε. Φοράδην γὰρ ὁ βληθεὶς, οὐκ ἄνευ
15ἀγῶνος, ὑπὸ τῶν Βιθυνῶν ἀνακομισθεὶς εἰς τὰ οἰκεῖα ἀνέστρεψε, κἀκεῖ βιοὺς ἔτη οὐ πολλὰ, καὶ χωλὸς καὶ ὢν καὶ καλούμενος, τὸν βίον κατέστρεψεν.

28

Οἱ δὲ ὑπὲρ τὸν Πόντον Γαλάται, οὔπω τῶν Ῥωμαίων εἰς τὴν Ἀσίαν διαβεβηκότων, πόθον ἔχοντες πεῖραν λαβεῖν τῆς θαλάσσης προελεῖν ἐπεχεί‐ ρουν τὴν Ἡράκλειαν, καὶ οὐ χαλεπὸν ἐνόμιζον· πολὺ
5γὰρ τῆς παλαιᾶς ῥώμης ὑφεῖτο καὶ πρὸς τὸ καταφρο‐ νούμενον ὑπέρρει. Στρατεύουσι δὴ κατ’ αὐτῆς ἁπάσαις ταῖς δυνάμεσιν, οὐδ’ αὐτῆς συμμάχων ἀμελούσης, ἀλλ’ εἰς ὅσα παρεῖχεν ὁ καιρὸς, παρασκευαζομένης. (2) Ἐπο‐ λιορκεῖτο μὲν οὖν αὕτη, καὶ χρόνος ἐτρίβετο, ὃς τοὺς
10Γαλάτας εἰς ἔνδειαν τῶν ἀναγκαίων συνήλαυνε· θυμῷ γὰρ καὶ οὐ παρασκευῇ τῇ δεούσῃ Γαλάτης ἀνὴρ τὸν πό‐ λεμον διαφέρειν οἶδε. Πρὸς οὖν συλλογὴν τῶν ἐπιτηδείων τὸ στρατόπεδον ἀπολελοιπότων, ἐκδραμόντες οἱ τῆς πό‐ λεως καὶ ἀδοκήτοις ἐπιπεσόντες αὐτό τε εἷλον καὶ πολ‐
15λοὺς ἀνεῖλον καὶ τοὺς ἐπὶ τῆς χώρας σκεδασθέντας οὐ χαλεπῶς συνελάμβανον, ὡς μηδὲ τὴν τρίτην μοῖραν τοῦ Γαλατικοῦ στρατεύματος εἰς Γαλατίαν ἀναστρέψαι. Ἐκ δὲ τοῦ κατορθώματος πάλιν εἰς τὴν προτέραν εὔκλειαν καὶ εὐδαιμονίαν ἐλπίδας ἐλάμβανον ἀναβῆναι.

29

Ῥωμαίοις δὲ πρὸς Μάρσους καὶ Πιλιγνοὺς καὶ Μαρρουκίνους (ἔθνη δέ εἰσι ταῦτα ὑπὲρ Λιβύης κατῳκημένα, Γαδείρων ὅμορα) δυσί τε τριήρεσι κατα‐ φράκτοις Ἡρακλεῶται συνεμάχησαν, καὶ συγκατορθώ‐
5σαντες τὸν πόλεμον καὶ πολλῶν ἀριστειῶν ἀξιωθέν‐
τες ἑνδεκάτῳ ἔτει πρὸς τὴν πατρίδα ἀνεκομίσθησαν.540

30

Μετὰ ταῦτα δὲ ὁ πρὸς Ῥωμαίους βαρὺς Μι‐ θριδάτῃ τῷ Πόντου βασιλεῖ συνέστη πόλεμος, φαινο‐ μένην λαβὼν αἰτίαν τὴν τῆς Καππαδοκίας κατάληψιν. Ταύτης γὰρ δι’ ἀπάτης καὶ ὅρκων συμβατηρίων τὸν
5ἀδελφιδοῦν Ἀράθην συλλαβὼν ὁ Μιθριδάτης, αὐτοχει‐ ρίᾳ ἀποσφάξας, ἐκράτησε. Παῖς δὲ ὁ Ἀράθης ἐκ τῆς ἀδελφῆς τοῦ Μιθριδάτου Ἀριαράθῳ γεγένητο. (2) Φο‐ νικώτατος δὲ ἐκ παιδὸς ὁ Μιθριδάτης ἦν· τὴν γὰρ ἀρ‐ χὴν τρισκαιδεκαέτης παραλαβὼν μετ’ οὐ πολὺ τὴν μη‐
10τέρα, κοινωνὸν αὐτῷ παρὰ τοῦ πατρὸς τῆς βασιλείας καταλειφθεῖσαν, δεσμωτηρίῳ κατασχὼν, βίᾳ καὶ χρόνῳ ἐξηνάλωσε· καὶ τὸν ἀδελφὸν ἀπέκτεινε. Κατεστρέψατο δὲ πολέμῳ καὶ τοὺς περὶ τὸν Φᾶσιν βασιλεῖς ἕως τῶν κλιμάτων τῶν ὑπὲρ τὸν Καύκασον, καὶ τὴν ἀρχὴν ηὔ‐
15ξησε, καὶ ἐπὶ μέγα ἀλαζονείας ἐξώγκωτο. Δι’ ἃ μᾶλ‐ λον Ῥωμαῖοι τὴν αὐτοῦ διάνοιαν ὕποπτον ποιούμενοι, τοῖς Σκυθῶν βασιλεῦσιν ἐψηφίσαντο τὰς πατρῴας αὐ‐ τὸν ἀρχὰς ἀποκαταστῆσαι. (3) Ὁ δὲ μετρίως μὲν τοῖς προσταττομένοις ὑπήκουε, συμμάχους δὲ Πάρθους καὶ
20Μήδους, καὶ Τιγράνην Ἀρμένιον καὶ τοὺς Σκυθικοὺς βασιλεῖς καὶ τὸν Ἴβηρα προσηταιρίζετο. Προσετίθει δὲ καὶ ἑτέρας τοῦ πολέμου αἰτίας. Τῆς γὰρ ἐν τῇ Ῥώμῃ συγκλήτου Νικομήδην τὸν ἐκ Νικομήδους καὶ Νύσης βασιλέα Βιθυνίας καθιστώσης, Μιθριδάτης
25Σωκράτην τὸν Χρηστὸν ἐπικληθέντα Νικομήδει ἀντε‐ καθίστη. Ἐπεκράτει δὲ ὅμως ἡ Ῥωμαίων κρίσις καὶ ἄκοντος Μιθριδάτου.

31

Ὕστερον δὲ Σύλλα καὶ Μαρίου περὶ τὴν Ῥωμαϊκὴν πολιτείαν ἀναρριπισάντων τὴν στάσιν, τέσ‐ σαρας μυριάδας πεζῶν καὶ μυρίους ἱππέας Ἀρχελάῳ τῷ στρατηγῷ παραδοὺς ὁ Μιθριδάτης, κατὰ Βιθυνῶν
5ἐκέλευσε στρατεύειν, καὶ κρατεῖ τῆς μάχης συμβαλὼν Ἀρχέλαος, φεύγει δὲ καὶ Νικομήδης μετ’ ὀλίγων. Ταῦτα μαθὼν Μιθριδάτης, παραγεγονότος αὐτῷ καὶ τοῦ συμμαχικοῦ, ἄρας ἀπὸ τοῦ πρὸς τῇ Ἀμασίᾳ πε‐ δίου διὰ τῆς Παφλαγονίας ᾔει, πεντεκαίδεκα μυριάδας
10στρατὸν ἐπαγόμενος. (2) Μάνιος δὲ, τῶν ἀμφὶ Νικο‐ μήδην συστρατευομένων αὐτῷ μόνῃ τῇ τοῦ Μιθρι‐ δάτου φήμῃ διασκεδασθέντων, μετὰ Ῥωμαίων ὀλίγων ἀντιπαρατάσσεται Μηνοφάνει τῷ Μιθριδάτου στρα‐ τηγῷ, καὶ τραπεὶς φεύγει, πᾶσαν τὴν δύναμιν ἀπο‐
15βαλών. (3) Ἐμβαλὼν δὲ σὺν ἀδείᾳ Μιθριδάτης εἰς τὴν Βιθυνίαν τάς τε πόλεις καὶ τὴν χώραν ἀμαχὶ κα‐ τέσχε, καὶ τῶν ἄλλων δὲ πόλεων τῶν κατὰ τὴν Ἀσίαν αἱ μὲν ἡλίσκοντο αἱ δὲ προσεχώρουν τῷ βασιλεῖ, καὶ
μεταβολὴ τῶν ὅλων ἀθρόα καθίστατο, Ῥοδίων μόνον541
20πρὸς Ῥωμαίους στεργόντων φιλίαν· δι’ ἣν κατ’ αὐτῶν Μιθριδάτης καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκίνει τὸν πόλεμον, εἰ καὶ τὸ πλέον Ῥόδιοι ἔσχον, ὡς καὶ αὐ‐ τὸν Μιθριδάτην ναυμαχοῦντα ἐγγὺς τοῦ ἁλῶναι ἐλθεῖν. (4) Μετὰ δὲ ταῦτα μαθὼν Μιθριδάτης ὡς οἱ κατὰ τὰς
25πόλεις σποράδες Ῥωμαῖοι τῶν παρ’ αὐτοῦ διανοουμέ‐ νων ἐμποδὼν ἵστανται, γράφει πρὸς πάσας, ὑπὸ μίαν ἡμέραν τοὺς παρ’ αὐταῖς Ῥωμαίους φονεύειν. Καὶ πολ‐ λοὶ πεισθέντες, τοσοῦτον φόνον εἰργάσαντο, ὡς μυριά‐ δας ὀκτὼ ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὸν διὰ ξίφους ὄλε‐
30θρον ὑποστῆναι.

32

Ἐρετρίας δὲ καὶ Χαλκίδος, καὶ ὅλης Εὐβοίας τοῖς τοῦ Μιθριδάτου προσθεμένων, καὶ ἄλλων πόλεων αὐτῷ προσχωρούντων, καὶ μὴν καὶ Λακεδαι‐ μονίων ἡττηθέντων, Σύλλαν ἐκπέμπουσιν οἱ Ῥωμαῖοι,
5ἱκανὴν αὐτῷ συνεκπέμψαντες στρατιάν. Ὁ δὲ πα‐ ραγεγονὼς, τῶν πόλεων τὰς μὲν ἑκουσιότητι μεταβαλ‐ λομένας, τὰς δὲ καὶ βίᾳ κατέσχεν, οὐκ ὀλίγον στρά‐ τευμα τῶν Ποντικῶν μάχῃ τρεψάμενος. Εἷλεν δὲ καὶ τὰς Ἀθήνας· καὶ κατέσκαπτο ἂν ἡ πόλις, εἰ μὴ θᾶττον
10ἡ σύγκλητος Ῥωμαίων τὴν τοῦ Σύλλα γνώμην ἀνέ‐ κοψε. (2) Συχνῶν δὲ παρατάξεων συνισταμένων, ἐν αἷς τὸ πλεῖον εἶχον οἱ Ποντικοὶ, καὶ συμμεταβαλλο‐ μένων τῶν πραγμάτων τοῖς κατορθουμένοις, ἔνδεια τοῖς βασιλικοῖς τῆς διαίτης ἐπέστη, ἀσώτως τε πρὸς
15ταύτην διακειμένοις καὶ ταμιεύειν τὰ κτηθέντα μὴ ἐπι‐ σταμένοις. Καὶ εἰς συμφορῶν ἂν ἐξέπεσον τὴν ἐσχάτην, εἰ μὴ ὁ Ταξίλλης Ἀμφίπολιν ἑλὼν, καὶ διὰ ταῦτα τῆς Μακεδονίας πρὸς αὐτὸν μεταβαλλομένης, ἐκεῖθεν τὴν ἀφθονίαν ἐχορήγησε τῶν ἐπιτηδείων. (3) Οὗτος δὲ καὶ
20Ἀρχέλαος συμμίξαντες τὰ στρατεύματα ὑπὲρ τὰς ἓξ μυριάδας τὸ πλῆθος ἦγον, καὶ στρατοπεδεύονται κατὰ τὴν Φωκίδα χώραν, ὑπαντιάσαντες τῷ Σύλλᾳ. Ὁ δὲ καὶ Λούκιον Ὁρτήνσιον ὑπὲρ τὰς ἓξ χιλιάδας ἄγοντα ἐξ Ἰταλίας συμπαραλαβὼν, ἀπὸ συχνοῦ διαστήματος
25ἀντεστρατοπεδεύετο. Ἐπὶ σιτολογίαν δὲ παρὰ τὸ πρέ‐ πον τῶν περὶ Ἀρχέλαον τραπέντων, ἀπροόπτως Σύλ‐ λας ἐπιτίθεται τῷ τῶν πολεμίων στρατοπέδῳ, καὶ τοὺς μὲν εὐρώστους τῶν ἁλόντων αὐτίκα κτείνει, ἐξ ὧν δὲ φόβον ἐπιθέσεως οὐκ εἶχε, τούτους περιίστησι τῷ χω‐
30ρίῳ καὶ πυρὰ κελεύει καίειν, ὡς τοὺς ἀπὸ τῆς σιτολο‐ γίας ἀφικνουμένους δέχοιντο μηδεμίαν ὑπόνοιαν παρε‐ χόμενοι τοῦ πάθους· καὶ συνέβη ὡς ἐστρατηγήθη, καὶ λαμπρὰν τὴν νίκην ἔσχον οἱ περὶ τὸν Σύλλαν.

33

Χίους δὲ ὡς Ῥοδίοις συμμαχήσαντας αἰ‐ τιασάμενος ὁ Μιθριδάτης, κατ’ αὐτῶν Δορύλαον ἐκ‐
πέμπει, ὃς, εἰ καὶ πολλῷ πόνῳ, τὴν πόλιν κατέσχε, καὶ τὴν μὲν χώραν κατένειμε τοῖς Ποντικοῖς, τοὺς δὲ542
5πολίτας πλοίοις ἐμβαλὼν, διέφερεν ἐπὶ τὸν Πόντον. (2) Ἡρακλεῶται δὲ, ἐπεὶ φιλία αὐτοῖς πρὸς Χίους ἦν, ἐν τῷ παράπλῳ τὰς Ποντικὰς νῆας, αἳ τοὺς αἰχμαλώ‐ τους ἦγον, ἐφορμήσαντες αὐταῖς οὐδ’ ἀνθισταμέναις (οὐδὲ γὰρ ἐξήρκουν) κατῆγον ἐπὶ τὴν πόλιν. Καὶ
10παραυτίκα τὰ πρὸς τὴν χρείαν χορηγοῦντες ἀφθόνως τοῖς Χιώταις, τούτους ἀνελάμβανον, καὶ ὕστερον με‐ γαλοπρεπῶς δωρησάμενοι, ἐν τῇ πατρίδι ἀποκατέστη‐ σαν.

34

Ἡ δὲ σύγκλητος Φλάκκον Οὐαλέριον καὶ Φιμβρίαν πέμπει πολεμεῖν Μιθριδάτῃ, ἐπιτρέψασα καὶ Σύλλᾳ συλλαμβάνειν τοῦ πολέμου, ὅμοια φρονοῦντι τῇ συγκλήτῳ· εἰ δὲ μὴ, τὴν πρὸς αὐτὸν πρότερον συν‐
5άψαι μάχην. Οὗτος κατ’ ἀρχὰς μὲν ποικίλαις ἐπάλαιε συμφοραῖς (λιμόν τε γὰρ καὶ τὰ ἀπὸ τῆς μάχης πταί‐ σματα ἔσχε), κατώρθωσε μέντοι τὰ πλείω· διὰ δὲ Βυ‐ ζαντίων ἐπὶ Βιθυνίαν διαβαλὼν, κἀκεῖθεν ἐπὶ Νίκαιαν, τῆς πορείας ἔστη. Ὡσαύτως δὲ καὶ Φιμβρίας ἅμα τοῖς
10σὺν αὐτῷ διεπεραιώθη. (2) Φλάκκου δὲ δυσχεραίνον‐ τος, ὅτι Φιμβρίαν μᾶλλον, ἅτε δὴ φιλανθρώπως ἄρ‐ χοντα, τὸ πλῆθος [ἄρχειν] ἠγάπα, καὶ διαλοιδορου‐ μένου αὐτῷ τε καὶ τῶν στρατιωτῶν τοῖς ἐπιφανεστέ‐ ροις, δύο τῶν ἄλλων πλέον εἰς ὀργὴν ἐξαφθέντες ἀπο‐
15σφάττουσιν αὐτόν. Ἐφ’ οἷς ἡ σύγκλητος κατὰ Φιμ‐ βρίου ἠγανάκτησεν. Ὅμως οὖν τὴν ἀγανάκτησιν κρύπτουσα, ὑπατείαν αὐτῷ ψηφισθῆναι διεπράξατο. Ὁ δὲ πάσης γεγονὼς ἡγεμὼν τῆς δυνάμεως, τὰς μὲν ἑκούσας τὰς δὲ καὶ βιαζόμενος τῶν πόλεων προσήγετο.
20Ὁ δὲ τοῦ Μιθριδάτου υἱὸς, Ταξίλλην καὶ Διόφαντον καὶ Μένανδρον τοὺς ἀρίστους τῶν στρατηγῶν ἔχων μεθ’ ἑαυτοῦ καὶ πολλὴν ἄγων δύναμιν, τῷ Φιμβρίᾳ ὑπηντίαζε. (3) Τὰ μὲν οὖν πρῶτα τὸ ἐπικρατέστερον οἱ βάρβαροι ἔφερον· Φιμβρίας δὲ ἀνασώσασθαι στρα‐
25τηγήματι τὰς ἐκ παρατάξεως ἐλαττώσεις διανοούμενος (τὸ γὰρ πολέμιον ὑπερεῖχε πλήθει), ὡς ἐπί τινα ποτα‐ μὸν τῶν μαχομένων ἑκατέρα δύναμις ἧκε, καὶ μέσον ἀμφοῖν τοῦτον ἐποιήσαντο, ὄμβρου περὶ τὸν ὄρθρον ῥαγέντος, ἀπροσδόκητος ὁ τῶν Ῥωμαίων στρατηγὸς
30διαβαίνει τὸν ποταμὸν, καὶ ὕπνῳ τῶν πολεμίων ἐν ταῖς σκηναῖς κατεχομένων ἐπιπεσὼν μηδ’ αἰσθανομένους κατέκτεινεν, ὀλίγων τῶν ἐν ἡγεμονίαις διαπεφευγότων τὸν ὄλεθρον καὶ τῶν ἱππέων. Μεθ’ ὧν καὶ Μιθριδάτης ὁ Μιθριδάτου, καὶ πρὸς τὸ Πέργαμον πρὸς τὸν πατέρα
35Μιθριδάτην ἅμα τοῖς συνεπισπασαμένοις διασώζεται. Οὕτω δὲ βαρείας τῆς συμφορᾶς καὶ λαμπρᾶς τοῖς βα‐ σιλικοῖς συμπεσούσης, αἱ πλεῖσται τῶν πόλεων πρὸς τοὺς Ῥωμαίους μετέθεντο.

35

Μαρίου δὲ ἀπὸ τῆς φυγῆς ἀνασωθέντος εἰς
τὴν Ῥώμην, Σύλλας δεδιὼς (τῶν ἀντιστασιωτῶν γὰρ ἦν ἐκεῖνος), μὴ τῇ ὁμοίᾳ φυγῇ τὴν εἰς αὐτὸν ὕβριν ἀποτίσῃ, πρὸς Μιθριδάτην διεπρεσβεύετο, συμβάσεις543
5αὐτῷ τὰς πρὸς Ῥωμαίους ὑποβαλλόμενος. Τοῦ δὲ καὶ ταῖς συμβάσεσιν ἀσμενίσαντος, ἀφικέσθαι τε ἐπὶ ταύ‐ ταις αἰτήσαντος, αὐτὸς προθύμως ἐστέλλετο. (2) Οὕτω γοῦν τῶν ἀναμεταξὺ ἀλλήλων προεληλυθότων, Δάρδα‐ νον αὐτοὺς ἐπὶ ταῖς συνθήκαις ὑποδέχεται, καὶ τῶν
10περὶ αὐτοὺς ὑποχωρησάντων, ὁμολογίαι γίνονται, Μι‐ θριδάτην μὲν Ῥωμαίοις ἐκχωρεῖν τῆς Ἀσίας, καὶ Βι‐ θυνῶν δὲ καὶ Καππαδοκίας ἄρχειν τοὺς ἐκ γένους βα‐ σιλέας· βεβαιωθῆναι δὲ Μιθριδάτῃ τοῦ Πόντου παντὸς τὴν βασιλείαν, παρασχεῖν δὲ ἰδίως Σύλλᾳ τριήρεις
15πʹ καὶ τάλαντα τρισχίλια πρὸς τὴν ἰδίαν ἐπὶ τὴν Ῥώμην κάθοδον· καὶ Ῥωμαίους μηδὲν ταῖς πόλεσι μνησικα‐ κῆσαι, ἀνθ’ ὧν μετέβαλλον εἰς Μιθριδάτην· (3) εἰ καὶ μὴ κατὰ τὰς ὁμολογίας τοῦτο συνέβη· πολλὰς γὰρ ὕστερον τῶν πόλεων ἐδουλώσαντο. Σύλλας μὲν οὖν
20οὕτω λαμπρῶς εἰς τὴν Ἰταλίαν ἀφίκετο, καὶ Μάριος αὖθις τῆς πόλεως ὑπεχώρησε, καὶ Μιθριδάτης ἀνέ‐ στρεψεν οἴκαδε, πολλὰ τῶν διὰ τὴν ἐν ᾗ κατηνέχθη συμφορὰν ἀποστάντων ἐθνῶν ἐξ ὑπαρχῆς χειρωσά‐ μενος.

36

Παρὰ τῆς συγκλήτου δὲ Μουρήνας ἡγε‐ μὼν πέμπεται, καὶ Μιθριδάτης διαπρεσβεύεται πρὸς αὐτὸν, τὰς περὶ Σύλλαν ὁμολογίας ἅμα τε προτείνων καὶ βεβαίους ἀξιῶν εἶναι. Ὁ δὲ μὴ θέμενος τῇ πρεσβείᾳ
5(καὶ γὰρ καὶ οἱ πρέσβεις, Ἕλληνες ὄντες καὶ τὸν βίον φιλόσοφοι, τὸν Μιθριδάτην μᾶλλον διέσυρον ἢ συνίστων) ὥρμητο ἐπὶ τὸν Μιθριδάτην· καὶ τῷ τε Καππαδοκίας Ἀριοβαρζάνῃ τὴν ἀρχὴν βεβαιοτέραν ἐποίει, καὶ ἐπὶ ταῖς εἰσβολαῖς τῆς Μιθριδάτου βασιλείας κτίζει πόλιν
10Ἐκίνειαν. (2) Ἐν τούτοις ὅ τε Μουρήνας καὶ ὁ Μιθρι‐ δάτης διαπρεσβεύονται πρὸς Ἡρακλεώτας, ἀνὰ μέρος ἑκάτερος κατὰ τοῦ ἑτέρου καλῶν ἐπὶ συμμαχίᾳ. Τῶν μὲν οὖν Ῥωμαίων τὴν ἰσχὺν φοβερὰν ἡγοῦντο, ὠρρώ‐ δουν δὲ καὶ τὴν γειτνίασιν τοῦ Μιθριδάτου. Διὸ ἀπο‐
15κρίνονται τοῖς παρ’ αὐτῶν πρέσβεσιν, ὡς τοσούτων πο‐ λέμων ἀναρραγέντων μόλις ἂν τὴν ἰδίαν τηρεῖν δύνα‐ σθαι, μήτι γε ἑτέροις ἐπικουρεῖν. (3) Ἀλλὰ γὰρ Μουρήνᾳ μὲν συνεβούλευον οὐκ ὀλίγοι πρὸς τὴν Σινώ‐ πην ὁρμᾶν, καὶ περὶ τοῦ βασιλείου κινεῖν τὸν πόλεμον,
20ὡς, εἰ ταύτην ἕλοι, τῶν λοιπῶν κρατήσει ῥᾳδίως. Ὁ δὲ Μιθριδάτης πολλῇ δυνάμει κατασφαλισάμενος ταύτης εἰς αὐτοπρόσωπον πόλεμον καθειστήκει. Καὶ πείραις μὲν ταῖς κατ’ ἀρχὰς ἐπικρατέστερα ἦν τὰ τοῦ βασι‐
λέως, εἶτα εἰς ἀγχώμαλον ἡ μάχη συνεστράφη, καὶ544
25εἰς ὄκνον ἡ μάχη τὸ πρόθυμον περιέστησε τῶν πολεμίων. Διὸ καὶ Μιθριδάτης μὲν εἰς τὰ περὶ τὸν Φᾶσιν καὶ τὸν Καύκασον ἐτράπετο, Μουρήνας δὲ ἀπῆρεν εἰς τὴν Ἀσίαν, καὶ τὰ οἰκεῖα ἕκαστος διετίθει.

37

Μετ’ οὐ πολὺν δὲ χρόνον Σύλλας ἐν Ῥώμῃ τελευτᾷ· καὶ πέμπουσιν ἡ σύγκλητος ἐπὶ μὲν τὴν Βιθυνίαν Αὐρήλιον Κότταν, ἐπὶ δὲ τὴν Ἀσίαν Λεύκιον Λεύκολλον, οἷς ἡ ἐντολὴ πολεμεῖν Μιθριδάτῃ.
5Μιθριδάτης δὲ ἄλλον τε στρατὸν συχνὸν παρεσκευάζετο, καὶ τριήρεις μὲν υʹ, τῶν δὲ μικροτέρων νηῶν πεντη‐ κοντέρων τε καὶ κερκούρων ἀριθμὸς ἦν οὐκ ὀλίγος. Διοφάντῳ δὲ τῷ Μιθάρου δύναμιν δοὺς, πέμπει πρὸς τὴν Καππαδοκίαν, φρουρὰς ταῖς πόλεσιν ἐγκαθιστάναι·
10εἰ δὲ Λεύκολλος εἰς τὸν Πόντον ἀφίκοιτο, ὑπαντιάζειν καὶ τῆς πρόσω πορείας ἀπείργειν. (2) Αὐτὸς δὲ μεθ’ ἑαυτοῦ πεζὸν μὲν στρατὸν ἦγε πεντεκαίδεκα μυριάδας, ἱππεῖς δὲ δισχιλίους ἐπὶ τοῖς μυρίοις· ἅρματά τε δρε‐ πανηφόρα συνεπῆγεν κʹ καὶ ρʹ, καὶ πᾶσαν ἄλλην μη‐
15χανοποιὸν οὐκ ἐνδέουσαν πληθύν. Ἠπείγετο δὲ διὰ τῆς Τιμωνιτίδος Παφλαγονίας εἰς τὴν Γαλατίαν, καὶ ἐνα‐ ταῖος εἰς τὴν Βιθυνίαν ἀφικνεῖται. Λεύκολλος δὲ Κότταν μὲν ἐφορμεῖν κελεύει τῷ Καλχηδονίων λιμένι παντὶ τῷ ναυτικῷ.

38

Τὸ δὲ Μιθριδάτου ναυτικὸν παραπλέον τὴν Ἡράκλειαν, παρ’ αὐτῆς οὐκ ἐδέχθη, ἀλλ’ ἀγορὰν μὲν αἰτησαμένων παρέσχον· οἷα δὲ εἰκὸς, ἐπιμιξίας γενομένης, Ἀρχέλαος ὁ τοῦ ναυτικοῦ στρατηγὸς συνέ‐
5λαβε Σιλῆνον καὶ Σάτυρον ἐπιφανεῖς τῆς Ἡρακλείας ἄνδρας, καὶ οὐκ ἀνῆκεν ἕως ἂν ἔπεισε λαβεῖν πέντε τριήρεις συμμαχίδας εἰς τὸν κατὰ τῶν Ῥωμαίων πόλεμον. (2) Καὶ ἀπὸ ταύτης τῆς πράξεως (ὅπερ καὶ Ἀρχέλαος ἐμηχανᾶτο) τὴν Ῥωμαίων ἀπέχθειαν
10ὁ Ἡρακλεώτης δῆμος ἐκτήσατο. Δημοσιωνίας δὲ τῶν Ῥωμαίων ἐν ταῖς ἄλλαις πόλεσι καθιστώντων, καὶ τὴν Ἡράκλειαν διὰ τὴν εἰρημένην αἰτίαν ταύταις ὑπέβαλλον. (3) Οἱ δὲ, δημοσιῶναι πρὸς τὴν πόλιν ἀφι‐ κόμενοι, παρὰ τὰ ἔθη τῆς πολιτείας καὶ ἀργύριον ἀπαι‐
15τοῦντες τοὺς πολίτας ἐλύπουν, ἀρχήν τινα δουλείας τοῦτο νομίζοντας. Οἱ δὲ, διαπρεσβεύσασθαι δέον πρὸς τὴν σύγκλητον ὥστε δημοσιωνίας ἀπολυθῆναι, ἀναπει‐ σθέντες ὑπό τινος θρασυτάτου τῶν ἐν τῇ πόλει τοὺς τελώνας ἀφανεῖς ἐποίησαν, ὡς καὶ τὸν θάνατον αὐτῶν
20ἀγνοεῖσθαι.

39

Πολέμου δὲ ναυτικοῦ κατὰ Καλχηδόνα πόλιν Ῥωμαίοις τε καὶ Ποντικοῖς συστάντος, καὶ πεζῆς δὲ δυνάμεως τῆς τε βασιλικῆς καὶ τῆς Ῥω‐ μαϊκῆς εἰς μάχην ἀλλήλαις συρραγείσης (ἐστρατήγει
5δὲ τῆς μὲν Κόττας, τῆς δὲ Μιθριδάτης), τρέπουσιν οἱ Βαστέρναι κατὰ τὸ πεζὸν τοὺς Ἰταλοὺς, καὶ πολὺν αὐτῶν φόνον εἰργάσαντο. (2) Τὰ αὐτὰ δὲ καὶ περὶ τὰς
ναῦς ἐγένετο, καὶ ὑπὸ μίαν ἡμέραν γῇ τε καὶ θαλάσσῃ * τοῖς Ῥωμαίων διελελύμαστο σώμασι, διαφθαρέντων545
10ἐν μὲν τῇ ναυμαχίᾳ ὀκτακισχιλίων, τετρακισχιλίων δὲ καὶ πεντακοσίων ἑαλωκότων· τοῦ δὲ πεζοῦ στρατεύ‐ ματος Ἰταλοὶ μὲν τριακόσιοι καὶ πεντακισχίλιοι, τῶν δὲ Μιθριδατείων Βαστέρναι μὲν περὶ τριάκοντα, τοῦ δὲ λοιποῦ πλήθους ἑπτακόσιοι. (3) Οὕτως ἀρθέντα τὰ
15Μιθριδάτεια πάντων τὸ φρόνημα κατεδούλου. Λεύ‐ κολλος δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ στρατοπεδεύων, καὶ μαθὼν τὸ πάθος, λόγοις ἀνελάμβανεν ἀθυμήσαντας τοὺς στρατιώτας.

40

Τρεπομένου δὲ ἐπὶ Κύζικον σὺν μεγάλῳ φρο‐ νήματι Μιθριδάτου, καὶ πολιορκεῖν τὴν πόλιν βουλο‐ μένου, Λεύκολλος ἐπακολουθήσας καὶ συμβαλὼν πο‐ λέμῳ νικᾷ τοὺς Ποντικοὺς ἀνὰ κράτος, βραχεῖ μὲν
5πλείους μυριάδος ἀνελὼν, τρισχιλίους δὲ καὶ μυρίους λαβὼν αἰχμαλώτους. Τὸ δὲ Φιμβριανῶν στράτευμα ὑπόπτως ἔχον, ὡς διὰ τὸ περὶ Φλάκκον τόλμημα οὐκ ἂν αὐτοὺς ἔτι νομίσειαν οἱ ἡγεμόνες εὔνους, ἔπεμπον κρύφα πρὸς Μιθριδάτην αὐτομολίαν ὑπισχνούμενοι.
10(2) Ὁ δὲ ἕρμαιον τὴν πρόσκλισιν ἡγησάμενος, ὡς νὺξ ἐπέλαβεν, Ἀρχέλαον πέμπει βεβαιῶσαί τε τὰς ὁμολο‐ γίας καὶ τοὺς προσχωρήσαντας ἄγειν. Οἱ δὲ Φιμβρια‐ νοὶ, ἐπεὶ τούτοις Ἀρχέλαος παρεγένετο, αὐτὸν μὲν συνέλαβον, τοὺς δὲ σὺν αὐτῷ διεχειρίσαντο. (3) Ἐπὶ
15τούτῳ τῷ τοῦ βασιλέως ἀτυχήματι καὶ λιμὸς ἐπιπίπτει αὐτοῦ τῇ στρατιᾷ, καὶ πολλοὺς ἀπώλλυε. Πλὴν οὕτω πολλοῖς παθήμασι κάμνων, Κυζίκου τῆς πολιορκίας τέως οὐκ ἀφίστατο· μετ’ ὀλίγον δὲ πολλὰ καὶ παθὼν καὶ πράξας, ὅμως ἀνάλωτον λιπὼν τὴν πόλιν ἀνεχώ‐
20ρησε, τοῦ μὲν πεζοῦ Ἑρμαῖον καὶ Μάριον ἡγεῖσθαι καταστησάμενος, στρατὸν ὑπὲρ τρισμυρίους ἄγοντας, αὐ‐ τὸς δὲ διὰ θαλάσσης ποιούμενος τὴν ἀνάζευξιν. (4) Ἐπι‐ βαίνοντος δὲ αὐτοῦ τῶν τριήρων, πολλαὶ παθῶν ἰδέαι συνέπιπτον· οἱ γὰρ ἐμβαίνειν μέλλοντες εἰς αὐτὰς,
25τὰς μὲν ἤδη πεπληρωμένας τὰς δὲ καὶ μελλούσας κα‐ τεῖχον ἐξαρτώμενοι· καὶ παρὰ τὸ πλῆθος τῶν τοῦτο δρώντων αἱ μὲν κατεδύοντο αἱ δὲ περιετρέποντο. (5) Τοῦτο Κυζικηνοὶ θεασάμενοι ὥρμησαν ἐπὶ τὰ τῶν Ποντικῶν στρατόπεδα, καὶ τοὺς ὑπολειφθέντας καμα‐
30τηροὺς διαφθείροντες, εἴ τι παρῆν ὑπολελειμμένον τῷ στρατοπέδῳ, διήρπαζον. Λεύκολλος δὲ διώξας ἐπὶ τὸν Αἴσηπον ποταμὸν τὸ πεζὸν ἀπροσδόκητος καταλαμβάνει, καὶ φόνον πολὺν τῶν πολεμίων ποιεῖται. Μιθριδάτης δὲ ἀναλαβὼν ἑαυτὸν ὡς ἠδύνατο, Πείρινθον ἐπολιόρκει,
35ταύτης δὲ διαμαρτὼν, ἐπὶ Βιθυνίαν διαπεραιοῦται.546

41

Ἐπεὶ δὲ καὶ Βάρβας συχνοὺς Ἰταλῶν ἐπάγων ἧκεν, καὶ μὴν καὶ Τριάριος ὁ Ῥωμαίων ἡγεμὼν ἀνα‐ σκευασάμενος τῇ Ἀπαμείᾳ πολιορκεῖν ἐπέστη, οἱ Ἀπα‐ μεῖς ἀντισχόντες ὅσα ἠδύναντο, τέλος ἀνοίξαντες τὰς
5πύλας τούτους εἰσεδέξαντο. Εἷλον δὲ καὶ Προῦσαν τὴν πόλιν ἡ Ῥωμαίων δύναμις· ὑπὸ δὲ τὸν Ἀσιανὸν Ὄλυμπον διέκειτο αὕτη. (2) Ἐκεῖθεν ὁ Τριάριος ἐπὶ Προυσιάδα τὴν ἐπιθαλάσσιον μετὰ τῆς δυνάμεως παραγίνεται. Αὕτη δὲ Κίερος τὸ παλαιὸν ἐκαλεῖτο, ἐν
10ᾗ καὶ ἡ τῆς Ἀργοῦς ἄφιξις λέγεται καὶ ὁ τοῦ Ὕλα ἀφανισμὸς καὶ ἡ τοῦ Ἡρακλέους ἐπὶ τὴν τούτου ἀνα‐ ζήτησιν πλάνη καὶ πολλὰ τοιαῦτα ἕτερα. Παραγεγο‐ νότα δὲ ῥᾳδίως οἱ Προυσαεῖς ἐδέξαντο, τοὺς Ποντικοὺς διωσάμενοι. (3) Ἐκεῖθεν ἐπὶ Νίκαιαν φρουρουμένην Μι‐
15θριδατείῳ φρουρᾷ παραγίνεται. Οἱ δὲ Ποντικοὶ τὸν νοῦν τῶν ἐν Νικαίᾳ συνιδόντες ἐπὶ Ῥωμαίους ἀποκλίνοντα, διὰ νυκτὸς πρὸς Μιθριδάτην εἰς Νικομήδειαν ἀνεχώ‐ ρησαν, καὶ Ῥωμαῖοι ἀταλαιπώρως κρατοῦσι τῆς πό‐ λεως. (4) Αὕτη δὲ ἡ πόλις ἡ Νίκαια τὴν μὲν κλῆσιν
20ἄγει ἀπὸ ναΐδος νύμφης, ὄνομα λαχούσης τὴν Νίκαιαν, ἔργον δὲ γέγονε Νικαέων τῶν μετὰ Ἀλεξάνδρου μὲν συστρατευσάντων, μετὰ δὲ τὸν ἐκείνου θάνατον κατὰ ζήτησιν πατρίδος ταύτην τε κτισάντων καὶ συνοικισα‐ μένων. Ἡ μὲν οὖν ναῒς ἡ Νίκαια λέγεται φῦναι Σαγ‐
25γαρίου τοῦ κατὰ τὴν χώραν δυνάστου καὶ Κυβέλης· παρθενίαν δὲ μᾶλλον ἢ τὴν πρὸς ἄνδρα ποθοῦσα ὁμιλίαν, ἐν ὄρεσι καὶ θήραις τὸν βίον ἔσχε. (5) Ταύτην δὲ Διό‐ νυσος μὲν ἤρα, ἐρῶν δὲ οὐκ ἐτύγχανε. Μὴ τυγχάνων δὲ μηχαναῖς τὸ λεῖπον τῇ γνώμῃ ἀναπληροῦν ἐπεχείρει.
30Πληροῖ τοίνυν τὴν κρήνην, ἀφ’ ἧς εἴωθεν ἡ Νίκαια πί‐ νειν, ἐπειδὰν ἀπὸ τῆς θήρας κοπωθείη, ἀντὶ τοῦ ὕδατος οἴνου. Ἡ δὲ μηδὲν συνειδυῖα καὶ τὸ εἰωθὸς ποιοῦσα ἐμφορεῖταί τε τοῦ ἐπιβούλου νάματος, καὶ ὑπηρετεῖ καὶ ἄκουσα τῷ βουλήματι τοῦ ἐραστοῦ. Μέθης γὰρ αὐτὴν
35καὶ ὕπνου λαβόντων, ὅ τε Διόνυσος αὐτῇ ἐπιμίγνυται καὶ παῖδας ἐξ αὐτῆς φύει Σάτυρόν τε καὶ ἑτέρους. (6) Οἱ δὲ Νικαεῖς, οἳ τὴν πόλιν ἤγειραν καὶ συνῴκισαν, Νίκαιαν εἶχον πατρίδα Φωκίδος γείτονα· πρὸς ἣν καὶ πολλάκις στασιάσαντες ὑπ’ αὐτῆς ἐκείνης ὕστερον τὴν
40πατρίδα ἀφῃρέθησαν, καταστροφὴν ταύτης καὶ ἀφα‐ νισμὸν τῶν ἐν τῇ Φωκίδι πολλῇ σπουδῇ καταπραξα‐
μένων. Ἀλλ’ ἡ μὲν Νίκαια οὕτω τε τὴν κλῆσιν καὶ τὴν οἰκοδομὴν ἔσχε, καὶ οὕτω προσεχώρησε Ῥω‐ μαίοις.547

42

Μιθριδάτης δὲ ἐν τῇ Νικομηδείᾳ διέτριβε. Κόττας δὲ βουλόμενός τι τῶν προδιημαρτημένων ἀνα‐ λαβεῖν, ἧκεν ἀπὸ Χαλκηδόνος, ἐν ᾧ ἥττητο, πρὸς τὴν Νικομήδειαν, καὶ στρατοπεδεύει νʹ καὶ ρʹ σταδίων τῆς
5πόλεως ἄποθεν, τὴν συμβολὴν τῆς μάχης ὑπευλαβού‐ μενος. Καταλαμβάνει δὲ Κότταν σπουδῇ πολλῇ αὐτό‐ κλητος ὁ Τριάριος, καὶ Μιθριδάτου ὑποχωρήσαντος εἰς τὴν πόλιν, ἑκατέρωθεν ταύτην πολιορκεῖν τὸ Ῥω‐ μαϊκὸν παρεσκευάζετο στράτευμα. (2) Ἐπεὶ δὲ ὁ βασι‐
10λεὺς ἐπυνθάνετο δυσὶ ναυμαχίαις, τῇ μὲν περὶ Τένεδον τῇ δὲ κατὰ τὸν Αἰγαῖον, Λευκόλλου πολεμοῦντος, τοὺς Ποντικοὺς νενικῆσθαι, καὶ οὐκ ἀξιόμαχον αὑτὸν πρὸς τὴν παροῦσαν δύναμιν Ῥωμαίων ἡγεῖτο (τὴν ἐπίβασιν), τῷ στόλῳ εἰς τὸν Πόντον ἀνέπλει, καὶ σφοδρῷ χειμῶνι
15περιπεσὼν, τινὰς μὲν τῶν τριήρων ἀποβάλλει, αὐτὸς δὲ μετὰ τῶν πλειόνων εἰς τὸν Ὕπιον ποταμὸν κατη‐ νέχθη. (3) Ἐκεῖ δὲ διὰ τὸν χειμῶνα διατρίβων, Λά‐ μαχον τὸν Ἡρακλεώτην, φιλίαν ἔχων πρὸς αὐτὸν πα‐ λαιὰν, μαθὼν ἄρχειν τῆς πολιτείας, πολλαῖς ὑποσχέσεσιν
20εἷλκεν ὥστε παρασκευάσαι αὐτὸν ἐν τῇ πόλει παραδε‐ χθῆναι· ἔπεμπε δὲ καὶ χρήματα. (4) Ὁ δὲ ἀντεδίδου τὴν αἴτησιν, καὶ δημοθοινίαν ἔξω τῆς πόλεως λαμπροτάτην παρασκευασάμενος τοῖς πολίταις, καὶ ταύτῃ μηδὲ τὰς πύλας ἔχειν παρεγγυησάμενος κεκλεισμένας, μεθύσας
25τε τὸν δῆμον, ἐκ συνθήματος κατὰ τὴν αὐτὴν ἡμέραν ἐφεστάναι λάθρα προπαρασκευάζει τὸν Μιθριδάτην. Καὶ οὕτως ἡ πόλις, μηδὲ τὴν ἄφιξιν αἰσθομένων τῶν Ἡρακλεωτῶν, ὑπὸ χεῖρα Μιθριδάτῃ γίνεται. (5) Τῇ ἐπαύριον δὲ συγκαλέσας τὸ πλῆθος ὁ βασιλεὺς, καὶ φι‐
30λίοις δεξιωσάμενος λόγοις, καὶ τὴν εὔνοιαν πρὸς αὑτὸν παραινέσας σώζειν, τετρακισχιλίους δὲ φρουροὺς ἐγκα‐ ταστήσας καὶ φρούραρχον Κοννακόρικα, προφάσει τοῦ, εἰ Ῥωμαῖοι βουληθεῖεν ἐπιβουλεύειν, τῆς πόλεως ἐκεί‐ νους ὑπερμαχεῖν καὶ σωτῆρας εἶναι τῶν ἐνοικούντων·
35εἶτα δὲ καὶ χρήματα διανείμας τοῖς ἐν αὐτῇ, μάλιστα δὲ τοῖς ἐν τέλει, ἐπὶ τῆς Σινώπης ἐξέπλευσεν.

43

Λεύκολλος δὲ καὶ Κόττας καὶ ὁ Τριάριος, οἱ Ῥωμαίων αὐτοκράτορες στρατηγοὶ, ἐπὶ τῆς Νικομη‐ δείας καθ’ ἓν γενόμενοι, ὥρμηντο εἰς τὸν Πόντον ἐμ‐ βαλεῖν· ἐπεὶ δὲ αὐτοῖς ἡ τῆς Ἡρακλείας κατάληψις
5ἠγγέλθη, ἡ δὲ προδοσία οὐκ ἐγνώσθη, ἀλλὰ τῆς πόλεως ὅλης ἡ ἀπόστασις ἐνομίσθη, Λεύκολλον μὲν ἐδόκει μετὰ τῆς πλείστης δυνάμεως εἰς τὴν Καππαδοκίαν διὰ τῆς μεσογείου χωρεῖν ἐπί τε Μιθριδάτην καὶ τὴν πᾶσαν
βασιλείαν, Κότταν δὲ ἐπὶ Ἡρακλείας, τὸν Τριάριον548
10δὲ τὸ ναυτικὸν ἀναλαβόντα περὶ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τὰς ἐπὶ Κρήτην καὶ Ἰβηρίαν ἀπεσταλ‐ μένας Μιθριδατείους ναῦς ὑποστρεφούσας λοχᾶν. (2) Μιθριδάτης δὲ ταῦτα ἀκούων παρεσκευάζετο καὶ διεπρεσβεύετο πρός τε τοὺς Σκυθῶν βασιλεῖς καὶ πρὸς
15τὸν Πάρθον καὶ πρὸς τὸν γαμβρὸν αὑτοῦ Τιγράνην τὸν Ἀρμένιον. Ἀλλ’ οἱ μὲν ἀπεῖπον, Τιγράνης δὲ ὑπὸ τῆς Μιθριδάτου θυγατρὸς πολλάκις ἐνοχληθεὶς καὶ ἀναβαλ‐ λόμενος ὅμως ὑπέστη τὴν συμμαχίαν. Καὶ Μιθριδάτης διαφόρους πέμπων κατὰ Λευκόλλου στρατηγοὺς, καὶ τῆς
20συμπλοκῆς ἐπιγενομένης, πολύτροποι μὲν συνέβαινον αἱ μεταβολαὶ, ἐν τοῖς πλείστοις δὲ τὰ Ῥωμαίων ὅμως κα‐ τώρθου. (3) Ἠθύμει μὲν ὁ βασιλεύς· ἀθροίσας δ’ οὖν πε‐ ζῶν μὲν τέσσαρας μυριάδας, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξέπεμψε Διόφαντον καὶ Ταξίλλην ἐπὶ τοῖς προεσταλ‐
25μένοις. Τῶν δὲ τοῖς προλαβοῦσι συναφθέντων, κατ’ ἀρχὰς μὲν ἀκροβολισμοῖς ἀλλήλων οἱ πολέμιοι καθ’ ἑκάστην σχεδὸν ἀπεπειρῶντο· εἶτα ἱππομαχίαι συνέ‐ στησαν δύο, ὧν τὴν μὲν ἐνίκων οἱ Ῥωμαῖοι, τὴν δευ‐ τέραν δὲ οἱ Ποντικοί. (4) Τριβομένου δὲ τοῦ πολέμου,
30Λεύκολλος ἀγορὰν ἄξοντας εἰς Καππαδοκίαν ἐκπέμπει, καὶ μαθὼν Ταξίλλης καὶ Διόφαντος πεζοὺς ἐκπέμπουσι τετρακισχιλίους καὶ ἱππεῖς δισχιλίους, ἐφ’ ᾧ ἐπιθέμενοι ἀφαιρήσονται τοὺς ἀποκομίζοντας τὰς ἀγοράς. Καὶ συμβαλόντων ἀλλήλοις ἐπικρατέστεροι γεγόνασιν οἱ
35Ῥωμαῖοι. Πέμψαντος δὲ Λευκόλλου βοήθειαν τοῖς οἰ‐ κείοις, τροπὴ γίνεται βαρβάρων περιφανής. (5) Καὶ τῇ φυγῇ τούτων ἡ Ῥωμαίων δύναμις ὁδηγουμένη ἐπὶ τὸ στρατόπεδον τὸ περὶ Διόφαντον καὶ Ταξίλλην ἧκον, καὶ καρτερᾶς πρὸς αὐτοὺς τῆς μάχης γενομένης, ἐπ’
40ὀλίγον μὲν ἀντέσχον οἱ Ποντικοὶ, εἶτα τῶν στρατηγῶν πρῶτον ἀποχωρούντων, πάντες ἐνέκλιναν, καὶ Μιθρι‐ δάτῃ τοῦ πταίσματος οἱ στρατηγοὶ αὐτάγγελοι παρεγέ‐ νοντο, καὶ πολὺ πλῆθος τότε τῶν βαρβάρων ἀπώλετο.

44

Οὕτω Μιθριδάτῃ τῶν πραγμάτων περιφανῶς ἀποκεκλιμένων, τῶν τε βασιλίδων γυναικῶν ἡ ἀναίρεσις ἐπεποίητο, καὶ φεύγειν ἐκ τῶν Καβείρων αὐτῷ, ἐν οἷς διέτριβε, λάθρα τῶν ἄλλων ὑπηκόων ὁρμὴ γέγονε.
5Καὶ ἥλω ἂν ἐν τῇ φυγῇ, τῶν Γαλατῶν ἐπιδιωκόντων, καίπερ τὸν φεύγοντα ἀγνοούντων, εἰ μὴ περιτυχόντες ἡμιόνῳ χρυσὸν καὶ ἄργυρον τῶν Μιθριδατείων Χρημά‐ των φερούσῃ, περὶ τὴν ἁρπαγὴν τούτων ἐσχόλασαν. Καὶ αὐτὸς εἰς Ἀρμενίαν διασώζεται.

45

Λεύκολλος δὲ ἐπὶ μὲν τὸν Μιθριδάτην Μάρκον Πομπήιον ἡγεμόνα ἐξέπεμψεν, αὐτὸς δὲ ἐπὶ Καβείρων μεθ’ ὅλης ἠπείγετο τῆς δυνάμεως, καὶ τὴν πόλιν περι‐ καθισάμενος σφᾶς αὐτοὺς παραδεδωκότας τοὺς βαρβά‐
5ρους ὑποσπόνδους ἔσχε καὶ τῶν τειχῶν ἐκυρίευσεν.
(2) Ἐκεῖθεν δὲ πρὸς τὴν Ἀμισὸν παραγεγονὼς, καὶ λόγοις παραινῶν τοὺς ἐν αὐτῇ Ῥωμαίοις προσχωρεῖν, ἐπεὶ οὐκ ἔπειθε, ταύτην λιπὼν εἰς τὴν Εὐπατορίαν με‐ θίστη τὴν πολιορκίαν. Καὶ ῥᾳθύμως καταγωνίζεσθαι549
10ταύτης προσεποιεῖτο, ὡς ἂν καὶ τοὺς πολεμίους εἰς ὅμοιον ῥᾳθυμίας ζῆλον ἐκκαλεσάμενος ἐξ αἰφνιδίου με‐ ταβολῆς κατορθώσῃ τὸ μελετώμενον. (3) Ὃ καὶ γέγονε, καὶ τὴν πόλιν οὕτως εἷλε τῷ στρατηγήματι· ἄφνω γὰρ κλίμακας ἁρπάσαι κελεύσας τοὺς στρατιώτας, τῶν
15φυλάκων οὐδὲν τοιοῦτον προσδεδοκηκότων ἀλλ’ ἐν ὀλι‐ γωρίᾳ διακειμένων, διὰ τῶν κλιμάκων τὸ τεῖχος ὑπερ‐ βαίνειν τοὺς στρατιώτας ἐπέτρεψε, καὶ οὕτως ἥλω Εὐπατορία, καὶ αὐτίκα κατέσκαπτο. Μετ’ ὀλίγον δὲ καὶ Ἀμισὸς ἑάλω, διὰ τῶν κλιμάκων καὶ αὐτῆς ὁμοίως
20τῶν πολεμίων ἐπιβάντων τοῖς τείχεσι. Καὶ κατ’ ἀρχὰς μὲν φόνος τῶν πολιτῶν οὐκ ὀλίγος γέγονεν, ὕστερον δὲ τὸν ὄλεθρον Λεύκολλος ἐπέσχε, καὶ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν τοῖς διασωθεῖσιν ἀπεκατέστησε, καὶ οἰκειότερον ἐχρῆτο.

46

Μιθριδάτης δὲ πρὸς τὸν γαμβρὸν παραγε‐ γονὼς, καὶ συνουσίας τυχεῖν ἀξιῶν, ταύτης μὲν οὐ τυγχάνει, φρουρὰν δὲ τοῦ σώματος παρ’ αὐτοῦ λαμβάνει, καὶ τῆς ἄλλης δεξιώσεως μετεῖχεν. (2) Ἔπεμψε δὲ καὶ
5Λεύκολλος πρὸς Τιγράνην πρεσβευτὴν Ἄπιον Κλώδιον, Μιθριδάτην ἐξαιτῶν· ὁ δὲ οὐκ ἔδωκε, φήσας τὴν ὑπὸ πάντων ἀνθρώπων, εἰ τῆς γαμετῆς πατέρα προδοίη, διευλαβεῖσθαι μομφήν· ἀλλὰ μοχθηρὸς μὲν ὡς εἴη Μι‐ θριδάτης καὶ αὐτὸν εἰδέναι, δυσωπεῖσθαι δὲ τὴν ἐπι‐
10κηδείαν. (3) Γράφει δὲ καὶ ἐπιστολὴν πρὸς Λεύκολλον τοὺς εἰρημένους λόγους ἔχουσαν, ἥτις παρώξυνε τὸν δε‐ ξάμενον· οὐ γὰρ ἐνέγραψεν αὐτὸν αὐτοκράτορα, ἐγκαλῶν ὅτι μηδὲ αὐτὸς ἐκεῖνον κατὰ τὰς ἐπιστολὰς βασιλέα βασιλέων προσηγόρευσεν. Ἐνταῦθα μὲν καὶ ἡ πεντε‐
15καιδεκάτη καταλήγει Ἱστορία.

t47-60

ΕΚ ΤΟΥ ΙΓʹ ΒΙΒΛΙΟΥ.

47

Ἱστορία δὲ ἡ ἐφεξῆς τάδε ἀφηγεῖται. Ἀναλαβὼν Κόττας τὰ Ῥωμαϊκὰ στρατεύματα κατὰ τῆς Ἡρακλείας ἐχώρει. Ἀλλὰ πρῶτος μὲν ἐπὶ Πρου‐ σιάδος ἦγεν (ἡ δὲ Προυσιὰς πρὶν μὲν ἀπὸ τοῦ πα‐
5ραρρέοντος αὐτὴν ποταμοῦ Κίερος ἐκαλεῖτο, ὁ δὲ τῆς Βιθυνίας βασιλεὺς τῶν Ἡρακλεωτῶν ταύτην ἀφελό‐ μενος ἐξ ἑαυτοῦ μετωνόμασεν), ἐντεῦθεν δὲ ἐπὶ τὴν Ποντικὴν κατῆλθε θάλασσαν, καὶ παρελθὼν τὴν πα‐ ραλίαν τοῖς κατὰ κορυφὴν τείχεσι τὸ στράτευμα πε‐
10ριέστησεν. (2) Ἐθάρρουν μὲν τῇ τοῦ χωρίου οἱ Ἡρα‐ κλεῶται ὀχυρότητι, καὶ καρτερῶς τοῦ Κόττα πολιορ‐ κοῦντος, σὺν τοῖς φρουροῖς ἀντεμάχοντο καὶ φόνος ἦν τοῦ Ῥωμαϊκοῦ πλήθους πλέον, τραύματα δὲ πολλὰ τῶν Ἡρακλεωτῶν ἐκ τῶν βελῶν. Κόττας οὖν ἀνακαλεῖται
15τῆς τειχομαχίας τὸ στράτευμα, καὶ μικρὸν στρατοπε‐ δεύων ἄποθεν, ὅλον ἔτρεπε τὸν σκοπὸν εἰς τὸ τὰς ἐπὶ ταῖς χρείαις ἐξόδους εἴργειν τῶν πολιορκουμένων. Σπανιζόντων δὲ τῇ πόλει τῶν ἐπιτηδείων, πρεσβεία πρὸς τοὺς ἀποίκου ἐξεπέμπετο, τροφῆς δι’ ὠνῆς αἰτοῦσα550
20χορηγίαν· οἱ δὲ τῇ πρεσβείᾳ ἠσμένιζον.

48

Πρὸ βραχέος δὲ ὁ Τριάριος τὸν Ῥωμαϊ‐ κὸν στόλον ἔχων, ὥρμησεν ἀπὸ Νικομηδείας ἐπὶ τὰς Ποντικὰς τριήρεις, ἃς προεῖπεν ὁ λόγος περί τε Κρή‐ την καὶ Ἰβηρίαν ἐξαποσταλῆναι. Μαθὼν δὲ τὰς ὑπο‐
5λοίπους εἰς τὸν Πόντον ἀνακεχωρηκέναι (πολλαὶ γὰρ αὐτῶν καὶ χειμῶνι καὶ ταῖς κατὰ μέρος ναυμαχίαις εἰς διαφθορὰν ἔδυσαν), καταλαμβάνει δὲ ταύτας, καὶ τὴν μάχην περὶ τὴν Τένεδον συγκροτεῖ, ἑβδομήκοντα μὲν ἔχων τριήρεις αὐτὸς, τῶν δὲ Ποντικῶν ἀγόντων βραχὺ
10δεούσας τῶν ὀγδοήκοντα. (2) Ἐπεὶ δὲ συνέστη ὁ πό‐ λεμος, κατ’ ἀρχὰς μὲν ἀντεῖχον οἱ τοῦ βασιλέως, ὕστε‐ ρον δὲ τροπῆς αὐτῶν λαμπρᾶς γενομένης, τὸ Ῥωμαίων ἀνὰ κράτος ἐνίκησε στράτευμα, καὶ οὕτως ἅπας ὁ Μι‐ θριδάτειος στόλος, ὅσος ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέ‐
15πλευσεν, ἑάλω.

49

Κόττας δὲ παρὰ τὴν Ἡράκλειαν στρατοπε‐ δεύων ὅλῳ μὲν οὐ προσέβαλε τῇ πολιορκίᾳ τέως τῷ στρατῷ, κατὰ μέρος δὲ προσῆγεν, ἐνίους μὲν τῶν Ῥω‐ μαίων, πολλοὺς δὲ προβαλλόμενος τῶν Βιθυνῶν. Πολ‐
5λῶν δὲ καὶ τιτρωσκομένων καὶ ἀναιρουμένων, μηχανὰς ἐπενόει, ὧν ἐδόκει τοῖς πολιορκουμένοις ἡ χελώνη φο‐ βερωτέρα. (2) Ἐπάγει γοῦν ταύτην ὅλην τὴν δύναμιν συγκινήσας πύργῳ τινὶ ὑπόπτως ἔχοντι πρὸς τὸ παθεῖν. Ὡς δὲ ἅπαξ καὶ δεύτερον πληγεὶς οὐ μόνον παρὰ δόξαν
10διεκαρτέρει, ἀλλὰ καὶ ὁ κριὸς τῆς ἄλλης ἐμβολῆς προα‐ πεκλάσθη, εὐθυμίαν μὲν τοῖς Ἡρακλεώταις, ἀγωνίαν δὲ παρέσχε Κόττᾳ διαταράττουσαν αὐτὸν, ὡς οὐκ ἂν ἡ πόλις αἱρεθείη ποτέ. (3) Τῇ ὑστεραίᾳ δ’ οὖν πάλιν ἐπαγαγὼν τὴν μηχανὴν καὶ μηδὲν ἀνύσας, κατακαίει
15μὲν τὸ μηχάνημα, ἀποτέμνει δὲ καὶ τὰς τῶν μηχανο‐ ποιῶν κεφαλάς· καὶ φρουρὰν τοῖς τείχεσι καταλιπὼν, μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὸ καλούμενον πεδίον Λύκαιον διέτριβεν, ἀφθονίαν ἔχοντος τῶν ἐπιτηδείων τοῦ χωρίου· κἀκεῖθεν τὴν περὶ τὴν Ἡράκλειαν χώραν
20ἅπασαν ἐδῄου, εἰς πολλὴν ἀμηχανίαν τοὺς πολίτας συνελαύνων. (4) Διεπρεσβεύετο γοῦν πάλιν πρός τε τοὺς ἐν Σκυθίᾳ Χερρονησίτας καὶ Θεοδοσιανοὺς καὶ τοὺς περὶ τὸν Βόσπορον δυνάστας ὑπὲρ συμμαχίας· καὶ ἡ πρεσβεία ἀνέστρεφεν ἔμπρακτος. Τῶν δὲ πολεμίων
25ἐπικειμένων τῇ πόλει, οὐ πολὺ ἔλαττον αὐτῇ τὰ λυ‐ ποῦντα ἔνδον ἐπετίθετο· οὐ γὰρ ἠρκοῦντο οἱ φρουροὶ οἷς διέζη τὸ δημοτικὸν, τύπτοντες δὲ τοὺς πολίτας χορηγεῖν ἃ μὴ ῥᾷον ἦν αὐτοῖς ἐξ ἀνάγκης ἐκέλευον. Καὶ τῶν φρουρῶν ἔτι μᾶλλον ἦν χαλεπώτερος ὁ ἐφεστηκὼς αὐ‐
30τῶν Κοννακόριξ, οὐκ ἀπείργων ἀλλ’ ἐπιτρέπων τοῖς ὑπὸ χεῖρα τὴν βίαν. (5) Τεμὼν δὲ τὴν χώραν
ὁ Κόττας, πάλιν προσβάλλει τοῖς τείχεσιν· ἀθύμους δὲ τοὺς στρατιώτας πρὸς πολιορκίαν ὁρῶν, ἀπάγει τῆς τει‐ χομαχίας, καὶ πέμπει καλῶν τὸν Τριάριον τάχος ταῖς551
35τριήρεσιν ἀφικνεῖσθαι καὶ κωλύειν τὸν διὰ τῆς θαλάσσης ἐπισιτισμὸν τῇ πόλει.

50

Λαβὼν οὖν ἃς εἶχεν ὁ Τριάριος, καὶ Ῥοδίους εἴκοσι ναῦς, ὧν σύμπαν τὸ πλῆθος εἰς τρεῖς καὶ τεσ‐ σαράκοντα ἐτέλει, εἰς τὸν Πόντον διαβαίνει, καὶ μη‐ νύει Κόττᾳ καὶ τὸν καιρὸν καὶ τὴν ἄφιξιν. Ὑπὸ δὲ τὴν
5αὐτὴν ἡμέραν Κόττας τε τοῖς τείχεσι τὸν στρατὸν προσ‐ ῆγε, καὶ ὁ κατάπλους τῶν Τριαρίου νεῶν ἐπεφαίνετο. Συνταραχθέντες οὖν οἱ Ἡρακλεῶται πρὸς τὸ αἰφνίδιον τῆς τῶν νεῶν ἐφόδου, ναῦς μὲν ἐπὶ τὴν θάλασσαν τριά‐ κοντα καθεῖλκον, οὐδὲ ταύτας ἀκριβῶς πληροῦντες, τὸ
10δὲ λοιπὸν πρὸς τὴν πολιορκίαν ἐτρέποντο. (2) Ἀνήγετο μὲν ὁ Ἡρακλεωτικὸς στόλος πρὸς τὰς ἐπιπλεούσας τῶν πολεμίων. Πρῶτοι γοῦν Ῥόδιοι (καὶ γὰρ ἐδόκουν ἐμ‐ πειρίᾳ τε καὶ ἀνδρείᾳ τῶν ἄλλων προέχειν) ἐνερράγη‐ σαν ταῖς ἐξ Ἡρακλείας, καὶ παραχρῆμα μὲν κατέδυσαν
15Ῥοδίων μὲν τρεῖς, Ἡρακλεώτιδες δὲ πέντε· ἐπιγενό‐ μενοι δὲ τῇ ναυμαχίᾳ καὶ Ῥωμαῖοι, καὶ πολλὰ παθόν‐ τες καὶ ποιήσαντες τοῖς πολεμίοις, πλέον δὲ ὅμως κα‐ κώσαντες, ἐτρέψαντο τὰς ἐξ Ἡρακλείας καὶ φεύγειν ἠνάγκασαν πρὸς τὴν πόλιν, τέσσαρας ἀποβαλούσας καὶ
20δέκα· αἱ τρεψάμεναι δὲ πρὸς τὸν μέγαν ἐνωρμίζοντο λιμένα. (3) Ἀνίστη δ’ οὖν καὶ τὸ πεζὸν τῆς πολιορκίας ὁ Κόττας. Οἱ δὲ περὶ τὸν Τριάριον ἀναγόμενοι καθ’ ἑκάστην ἀπὸ τοῦ λιμένος, τοὺς σιτηγεῖν ὡρμημένους τοῖς πολιορκουμένοις ἀπεκώλυον· καὶ σπάνις χαλεπὴ
25τὴν πόλιν κατεῖχεν, ὡς ὀγδοήκοντα Ἀττικῶν τὴν λεγο‐ μένην χοίνικα τοῦ σίτου προκόψαι. (4) Ἐπὶ δὲ τοῖς ἄλλοις κακοῖς καὶ λοιμὸς αὐτοῖς ἐπιπεσὼν (εἴτε ἐκ τρο‐ πῆς ἀέρων, εἴτε ἐκ τῆς ἀσυνήθους διαίτης) ποικίλην ἐπὶ ποικίλαις παθημάτων ἰδέαις τὴν φθορὰν ἀπειργά‐
30ζετο, ἐν οἷς καὶ Λάμαχος πικροτέρῳ καὶ μακροτέρῳ τῶν ἄλλων ὀλέθρῳ διέφθαρτο. Ἥψατο δὲ μάλιστα καὶ τῶν φρουρῶν ἡ νόσος, ὡς ἀπὸ τρισχιλίων χιλίους ἀποθα‐ νεῖν. Τοὺς Ῥωμαίους δὲ τὸ πάθος οὐκ ἐλάνθανεν.

51

Καὶ ὁ Κοννακόριξ κακοπαθῶν ταῖς συμφοραῖς ἔγνω τοῖς Ῥωμαίοις προδιδόναι τὴν πόλιν καὶ τῇ τῶν Ἡρακλεωτῶν ἀπωλείᾳ τὴν ἰδίαν σωτηρίαν ἀλλάξασθαι. Συνελαμβάνετο δὲ αὐτῷ καὶ Ἡρακλεώτης ἀνὴρ, ζη‐
5λωτὴς τῆς Λαμάχου προαιρέσεως, Δαμωφέλης ὄνομα, φρούραρχος καὶ αὐτὸς τῇ πόλει μετὰ τὴν Λαμάχου φθορὰν καταστάς. Ὁ τοίνυν Κοννακόριξ τὸν Κότταν μὲν, ὡς βαρὺν τὸ ἦθος καὶ ἄπιστον, ἐφυλάττετο, πρὸς τὸν Τριάριον δὲ συνετίθετο. Συνέτρεχε δὲ τούτοις καὶ
10Δαμωφέλης οὐκ ἐνδεέστερον. Καὶ λαβόντες συνθήκας,
αἷς εὐδαιμονήσειν αὐτοὶ ἤλπιζον, πρὸς τὴν προδοσίαν παρεσκευάζοντο. (2) Ἐξ ἐπιπολῆς οὖν τὰ πραττόμενα τοῖς προδόταις διέπιπτεν εἰς τὸν δῆμον. Εἰς ἐκκλησίαν οὖν ἡ πόλις συνέδραμον καὶ τὸν φρούραρχον ἐκάλουν.552
15Βριθαγόρας δὲ τῶν ἐν δήμῳ ἀνὴρ ἐπιφανὴς πρὸς Κον‐ νακόρικα παραγεγονὼς τά τε κατέχοντα τὴν Ἡράκλειαν διεξῄει, καὶ εἰ κἀκείνῳ δοκεῖ, ἐπὶ κοινῇ πάντων σωτη‐ ρίᾳ διελάμβανεν Τριαρίῳ διαλέξασθαι. Ταῦτα Βριθα‐ γόρου μετὰ πολλῆς οἰκτισαμένου δεήσεως, διαναστὰς
20ὁ Κοννακόριξ τοιαύτην μὲν συνθήκην ἀπεῖπε πράττε‐ σθαι, ἔχεσθαι δὲ τῆς ἐλευθερίας καὶ τῶν κρειττόνων ὑπεκρίνατο ἐλπίδων· καὶ γὰρ καὶ τὸν βασιλέα μαθεῖν διὰ γραμμάτων ὑπὸ Τιγράνους τε τοῦ γαμβροῦ φιλο‐ φρόνως δεδέχθαι, καὶ οὐκ εἰς μακρὰν ἐκεῖθεν προσδο‐
25κᾶν τὴν ἀποχρῶσαν βοήθειαν. (3) Ἀλλ’ ἐκείνοις μὲν ταῦτα ὁ Κοννακόριξ ἐσκηνικεύετο· οἱ δὲ Ἡρακλεῶται τούτοις τοῖς λόγοις ἐξηπατημένοι (ἀεὶ γὰρ αἱρετὸν τὸ ἐράσμιον) ὡς ἀληθέσι τοῖς τερατευθεῖσιν ἐπίστευον. Ὁ δὲ Κοννακόριξ, ὡς ἠπατημένους ἔγνω, κατὰ μέσας
30νύκτας ἐπιβιβάσας ἡσύχως ταῖς τριήρεσι τὸ στράτευμα (αἱ γὰρ πρὸς τὸν Τριάριον συνθῆκαι κακῶν ἀπαθεῖς ἀπιέναι, καὶ εἴ τι κεκερδαγκότες εἴησαν, μεθ’ ἑαυτῶν ἄγειν ἐπέτρεπον), καὶ αὐτὸς τούτοις συνεξέπλευσε. Δα‐ μωφέλης δὲ τὰς πύλας ἀνοίξας εἰσχεόμενον τὸν Ῥω‐
35μαϊκὸν στρατὸν καὶ τὸν Τριάριον εἰσεδέχετο, τοὺς μὲν διὰ τῆς πύλης, ἐνίους δὲ καὶ τὴν στεφάνην ὑπερβαίνον‐ τας. (4) Καὶ τότε τῆς προδοσίας οἱ Ἡρακλεῶται ἐπῄ‐ σθοντο· καὶ οἱ μὲν σφᾶς αὐτοὺς παραδίδοσαν, οἱ δὲ ἐκτείνοντο, τά τε κειμήλια καὶ τὰ ἔπιπλα διηρπάζετο,
40καὶ πολλὴ τοὺς πολίτας ὠμότης ἐλάμβανε, μεμνημένων Ῥωμαίων, ὅσα τε παρὰ τὴν ναυμαχίαν πάθοιεν, καὶ ὅσα τεταλαιπωρηκότες ἐπὶ τῇ πολιορκίᾳ ὑπέστησαν. Οὐκ ἀπείχοντο γοῦν οὐδὲ τῶν ἐπὶ τοῖς ἱεροῖς πεφευγότων, ἀλλὰ παρά τε τοῖς βωμοῖς καὶ τοῖς ἀγάλμασιν αὐτοὺς ἔσφατ‐
45τον. (5) Διὸ πολλοὶ διαπίπτοντες ἐκ τῶν τειχῶν φόβῳ τοῦ ἀφύκτου θανάτου κατὰ πᾶσαν ἐσκεδάννυντο χώραν· οἱ δὲ αὐτομολεῖν πρὸς τὸν Κότταν ἠναγκάζοντο, ἐξ ὧν ἐκεῖνος τήν τε ἅλωσιν καὶ τὸν φθόρον τῶν ἀνθρώπων καὶ τὴν διαρπαγὴν τῶν χρημάτων πυθόμενος ὀργῆς ἀνε‐

51

(50)

πίμπλατο, καὶ διὰ ταχέων πρὸς τὴν πόλιν ἠπείγετο. Συνεχαλέπαινε δὲ καὶ τὸ στράτευμα, ὡς μὴ μόνον τὴν ἐπὶ τοῖς κατωρθωμένοις εὐδοξίαν ἀφῃρημένον, ἀλλὰ καὶ τῶν λυσιτελειῶν ἁπάσας παρὰ τῶν αὐτῶν διηρπασμένοι. Καὶ εἰς μάχην ἂν τοῖς ὁμοφύλοις κατέστησαν ἄσπονδον
55καὶ κατεκόπησαν ἂν ὑπ’ ἀλλήλων, εἰ μὴ ὁ Τριάριος ἐπιγνοὺς τὴν ὁρμὴν αὐτῶν, πολλοῖς ἐκμειλίξας λόγοις τόν τε Κότταν καὶ τὸν στρατὸν, καὶ εἰς τὸ κοινὸν τὰ κέρδη καταθεῖναι βεβαιωσάμενος, τὸν ἐμφύλιον ἀνε‐ χαίτισε πόλεμον.

52

Ἐπὶ δὲ ἐπυνθάνοντο τὸν Κοννακόρικα κατει‐ ληφότα τὴν Τῖον καὶ τὴν Ἄμαστριν, αὐτίκα Κόττας
τὸν Τριάριον ἐκπέμπει ἀφαιρησόμενον αὐτὸν τὰς πό‐ λεις· αὐτὸς δὲ τούς τε προσκεχωρηκότας ἄνδρας λαβὼν553
5καὶ τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνθρώπους, τὰ λοιπὰ μετὰ πάσης διεῖπεν ὠμότητος. Χρήματα γοῦν διερευ‐ νώμενος οὐδὲ τῶν ἐν ἱεροῖς ἐφείδετο, ἀλλὰ τούς τε ἀν‐ δριάντας καὶ τὰ ἀγάλματα ἐκίνει, πολλὰ καὶ καλὰ ὄντα· καὶ δὴ καὶ τὸν Ἡρακλέα τὸν ἐκ τῆς ἀγορᾶς ἀνῄρει,
10καὶ σκευὴν αὐτοῦ τὴν ἀπὸ τῆς πυραμίδος, πολυτελείας καὶ μεγέθους καὶ δὴ καὶ ῥυθμοῦ καὶ χάριτος καὶ τέχνης οὐδενὸς τῶν ἐπαινουμένων ἀπολειπομένην. (2) Ἦν δὲ ῥόπαλον σφυρήλατον ἀπέφθου χρυσοῦ πεποιημένον· κατὰ δὲ αὐτοῦ λεοντῆ μεγάλη ἐκέχυτο, καὶ γωρυτὸς τῆς
15αὐτῆς μὲν ὕλης, βελῶν δὲ γέμων καὶ τόξου. Πολλὰ δὲ καὶ ἄλλα καλὰ καὶ θαυμαστὰ ἀναθήματα ἔκ τε τῶν ἱε‐ ρῶν καὶ τῆς πόλεως ἀφελὼν, ταῖς ναυσὶν ἐγκατέθετο· καὶ τὸ τελευταῖον πῦρ ἐνεῖναι τοῖς στρατιώταις κελεύσας τῇ πόλει, κατὰ πολλὰ ταύτην ἐνέπρησε μέρη. Ἑάλω δὲ
20ἡ πόλις ἐπὶ δύο ἔτη τῇ πολιορκίᾳ ἀντισχοῦσα. (3) Ὁ δὲ Τριάριος παραγεγονὼς ἐν αἷς ἐπέσταλτο πόλεσι, Κον‐ νακόρικι (οὗτος γὰρ τὴν τῆς Ἡρακλείας προδοσίαν ἑτέ‐ ρων κατασχέσει συγκαλύπτειν διενοεῖτο) δοὺς ἄδειαν τῆς ἀναχωρήσεως, καθ’ ὁμολογίαν λαμβάνει τὰς πό‐
25λεις. Ὁ δὲ Κόττας ἅπερ εἴρηται διαπραξάμενος, τὸ μὲν πεζὸν καὶ τοὺς ἱππεῖς ἐκπέμπει Λευκόλλῳ, καὶ τοὺς συμμάχους ἀφῆκεν ἐπὶ τῶν πατρίδων· αὐτὸς δ’ ἀνήγετο τῷ στόλῳ. Τῶν δὲ νεῶν, αἳ τὰ τῆς πόλεως λάφυρα ἦγον, αἱ μὲν κατάφορτοι γενόμεναι μικρὸν ἄποθεν τῆς γῆς
30διελύθησαν· αἱ δὲ, Ἀπαρκτίου πνεύσαντος, ἐξεβράσθη‐ σαν εἰς τὰ τενάγη, καὶ πολλὰ τῶν ἀγωγίμων ἀπεβά‐ λοντο.

53

Λεόνιππος δὲ ὁ σὺν Κλεοχάρει παρὰ Μιθρι‐ δάτου τὴν Σινώπην ἐπιτραπεὶς, ἀπεγνωκὼς τῶν πρα‐ γμάτων, πέμπει περὶ προδοσίας πρὸς Λεύκολλον. Ὁ δὲ Κλεοχάρης ἅμα Σελεύκῳ (καὶ γὰρ οὗτος τῶν Μιθρι‐
5δάτου στρατηγὸς ἰσοστάσιος τῶν εἰρημένων ἦν) τὴν Λεονίππου μαθόντες προδοσίαν, ἐκκλησίαν ἀθροίσαντες κατηγόρουν αὐτοῦ. Οἱ δὲ οὐ προσίεντο· ἐδόκει γὰρ αὐ‐ τοῖς εἶναι χρηστός. (2) Καὶ οἱ περὶ Κλεοχάρην δεί‐ σαντες τοῦ πλήθους τὴν εὔνοιαν, ἐξ ἐνέδρας νυκτὸς
10ἀποσφάττουσι τὸν ἄνδρα. Καὶ τὸ μὲν δημοτικὸν ἤχθετο τῷ πάθει, οἱ δὲ περὶ Κλεοχάρην τῶν πραγμάτων κύριοι καταστάντες τυραννικῶς ἦρχον, ταύτῃ νομίζοντες δια‐ φυγεῖν τῆς ἐπὶ Λεονίππῳ μιαιφονίας τὴν δίκην. (3) Ἐν τούτῳ Κηνσωρῖνος ναύαρχος Ῥωμαίων, τριήρεις ἄγων
15πεντεκαίδεκα σῖτον ἀπὸ Βοσπόρου τῷ Ῥωμαίων κομι‐ ζούσας στρατοπέδῳ, πλησίον Σινώπης κατῆρε· καὶ οἱ περὶ Κλεοχάρην καὶ Σέλευκον ἀνταναχθέντες Σινωπι‐
καῖς τριήρεσιν, ἡγουμένου Σελεύκου, καθίστανται εἰς ναυμαχίαν· καὶ νικῶσι τοὺς Ἰταλοὺς καὶ τὰς φορτηγοὺς554
20ἐπὶ τῷ σφῶν ἀφαιροῦνται κέρδει. (4) Ἐπήρθησαν οὖν οἱ περὶ Κλεοχάρην τῷ κατορθώματι, καὶ τυραννικώ‐ τερον ἔτι τῆς πόλεως ἦρχον, φόνους τε ἀκρίτους τῶν πολιτῶν ποιοῦντες καὶ τὰ ἄλλα τῇ ὠμότητι ἀποχρώ‐ μενοι. (5) Ἐγένετο δὲ καὶ στάσις πρὸς ἀλλήλους Κλεο‐
25χάρει καὶ Σελεύκῳ· τῷ μὲν γὰρ ἤρεσκε διακαρτερεῖν τῷ πολέμῳ, Σελεύκῳ δὲ πάντας Σινωπεῖς ἀναιρεῖν, καὶ Ῥωμαίοις ἐπὶ δωρεαῖς μεγάλαις παρασχεῖν τὴν πόλιν. Πλὴν οὐδεμία τῶν γνωμῶν κρίσιν ἔσχε, τὰ δὲ ὑπάρχοντα λαθραίως ναυσὶ στρογγύλαις ἐνθέμενοι πρὸς
30Μαχάρην τὸν Μιθριδάτου υἱὸν, ὃς κατ’ ἐκεῖνο καιροῦ ἦν, περὶ τὴν Κολχίδα ἐξέπεμπον.

54

Ἐν τούτῳ δὲ Λεύκολλος ὁ τῶν Ῥωμαίων αὐ‐ τοκράτωρ παραγίνεται τῇ πόλει καὶ κραταιῶς ἐπολιόρ‐ κει. Ἐπρεσβεύετο δὲ καὶ Μαχάρης ὁ τοῦ Μιθριδάτου πρὸς Λεύκολλον περὶ φιλίας τε καὶ συμμαχίας. Ὁ δὲ
5ἀσμένως ἐδέχετο, εἰπὼν βεβαίους νομιεῖν τὰς συμβά‐ σεις, εἰ μὴ καὶ τοῖς Σινωπεῦσιν ἀγορὰν διαπέμποι. Ὁ δὲ οὐ μόνον τὸ κελευόμενον ἔπραττεν, ἀλλὰ καὶ ἃ παρεσκεύαστο πέμπειν τοῖς Μιθριδατείοις, ἐξαπέστειλε Λευκόλλῳ. (2) Ταῦτα οἱ περὶ Κλεοχάρην θεασάμε‐
10νοι, καὶ τέλεον ἀπογνόντες, πλοῦτον πολὺν ταῖς ναυσὶν ἐνθέμενοι, καὶ τὴν πόλιν διαρπάσαι τοῖς στρατιώταις ἐφέντες (ὑπὸ νύκτα δὲ ταῦτα ἐπράττετο) διὰ τῶν πλοίων ἔφευγον εἰς τὰ ἐσώτερα τοῦ Πόντου (Σάνηγας δὲ καὶ Λαζοὺς ἐποίκους εἶχον τὰ χωρία), ταῖς ὑπολειφθείσαις
15τῶν νεῶν πῦρ ἐνέντες. (3) Αἰρομένης δὲ τῆς φλογός, ᾔσθετο Λεύκολλος τοῦ ἔργου, καὶ κλίμακας κελεύει προσάγειν τῷ τείχει. Οἱ δὲ ὑπερέβαινον· καὶ φθόρος ἦν κατ’ ἀρχὰς οὐκ ὀλίγος· ἀλλὰ τὸ πάθος Λεύκολλος οἰ‐ κτείρας, τὴν σφαγὴν ἐπέσχεν. Οὕτω μὲν οὖν ἥλω καὶ
20ἡ Σινώπη· ἔτι δὲ ἡ Ἀμάσεια ἀντεῖχεν, ἀλλὰ μετ’ οὐ πολὺ καὶ αὐτὴ προσεχώρησε Ῥωμαίοις.

55

Μιθριδάτης δὲ ἐνιαυτὸν καὶ μῆνας ὀκτὼ ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας διατρίβων, οὔπω εἰς ὄψιν κατέστη Τιγράνου. Ἐπεὶ δὲ Τιγράνης ἐδυσωπήθη εἰς θέαν αὐτὸν καταστῆσαι, μετὰ λαμπρᾶς τε τῆς πομ‐
5πῆς ἀπήντα καὶ βασιλικῶς ἐδεξιοῦτο. Ἐπὶ δὲ τρεῖς ἡμέρας ἀπορρήτως αὐτῷ ὁμιλήσας, ἔπειτα λαμπροτά‐ ταις ἑστιάσεσι φιλοφρονησάμενος μυρίους δίδωσιν ἱπ‐ πεῖς, καὶ ἐπὶ τὸν Πόντον ἐκπέμπει.

56

Λεύκολλος δὲ εἰς τὴν Καππαδοκίαν ἐληλυθὼς
καὶ φίλον ἔχων τὸν ἐπάρχοντα ταύτης Ἀριοβαρζάνην, διέβη τε παρὰ δόξαν πεζῇ τὸν Εὐφράτην, καὶ προσῆγε τὸν στρατὸν τῇ πόλει, ἐν ᾗ τάς τε Τιγράνου παλλακίδας555
5φυλάττεσθαι μεμαθήκει, καὶ πολλὰ τῶν σφόδρα τι‐ μίων. Καταλελοίπει δὲ καὶ τοὺς Τιγρανόκερτα πο‐ λιορκήσοντας, καὶ στράτευμα ἄλλο ἐπὶ τῶν πολισμά‐ των τὰ σπουδαιότερα. (2) Οὕτω δὲ τῆς Ἀρμενίας κατὰ πολλὰ μέρη πολιορκουμένης, ἔπεμπε Τιγράνης
10ἀνακαλῶν Μιθριδάτην, καὶ στρατὸν δὲ περὶ τὴν πό‐ λιν, ἐν ᾗ τὰς παλλακίδας ἔθετο, διέπεμπεν· οἳ καὶ πα‐ ραγεγονότες, καὶ τοξείᾳ τοῦ Ῥωμαίων στρατοπέδου τὰς ἐξόδους διακλείσαντες, τάς τε παλλακίδας καὶ τὰ τιμιώτατα τῶν κειμηλίων διὰ νυκτὸς προεξέπεμψαν.
15(3) Ἡμέρας δὲ ἀνασχούσης, καὶ τῶν Ῥωμαίων ἅμα [καὶ] τῶν Θρᾳκῶν ἀνδρείως ἀγωνιζομένων, φόνος τε πολὺς τῶν Ἀρμενίων γίνεται, καὶ ζωγρίᾳ τῶν ἀνῃρη‐ μένων ἑάλωσαν οὐκ ἐλάττους· τὰ μέντοι γε προαπο‐ σταλέντα διεσώζετο πρὸς Τιγράνην.

57

Δύναμιν δὲ οὗτος ἀθροίσας ὀκτὼ μυριάδας κατέβαινε, τήν τε Τιγρανοκέρταν ἐξαιρησόμενος τῶν συνεχόντων καὶ ἀμυνούμενος τοὺς πολεμίους. Φθάσας δὲ καὶ ἰδὼν τὸ Ῥωμαίων ὀλίγον στρατόπεδον, ὑπερο‐
5πτικοὺς ἠφίει λόγους, ὡς, εἰ μὲν πρεσβευταὶ παρεῖεν, πολλοὶ, φάμενος, συνῆλθον· εἰ δὲ πολέμιοι, παντελῶς ὀλίγοι· καὶ ταῦτα εἰπὼν ἐστρατοπεδεύετο. (2) Λεύκολ‐ λος δὲ τέχνῃ καὶ μελέτῃ πρὸς τὴν μάχην παραταξά‐ μενος, καὶ θαρρύνας τοὺς ὑπ’ αὐτὸν, τρέπει τε τὸ δεξιὸν
10εὐθὺς κέρας, εἶτα τούτῳ συναπέκλινε τὸ πλησίον, ἑξῆς δὲ σύμπαντες. Καὶ δεινή τις καὶ ἀνεπίσχετος τοὺς Ἀρμενίους ἐπέσχε τροπή· καὶ κατὰ λόγον ἡ τῶν ἀν‐ θρώπων εἵπετο φθορά. (3) Τιγράνης δὲ τὸ διάδημα καὶ τὰ παράσημα τῆς ἀρχῆς ἐπιθεὶς τῷ παιδὶ, πρός
15τι τῶν ἐρυμάτων διαφεύγει. Ὁ δὲ Λεύκολλος πρὸς τὰ Τιγρανόκερτα ἀναστρέψας, προθυμότερον ἐπολιόρκει. Οἱ δὲ κατὰ τὴν πόλιν Μιθριδάτου στρατηγοὶ, τῶν ὅλων ἀπεγνωκότες, ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ Λευκόλλῳ πα‐ ρέδοσαν τὴν πόλιν.

58

Ὁ μέντοι Μιθριδάτης πρὸς Τιγράνην πα‐ ραγεγονὼς ἀνελάμβανέ τε αὐτὸν, καὶ βασιλικὴν ἐσθῆτα περιετίθει τῆς συνήθους οὐκ ἐλαττουμένην, καὶ λαὸν ἀθροίζειν συνεβούλευεν, ἔχων καὶ αὐτὸς δύναμιν οὐκ
5ὀλίγην, ὡς πάλιν ἀναμαχούμενον τὴν νίκην. Ὁ δὲ πάντα τῷ Μιθριδάτῃ ἐπέτρεπεν, ἔν τε τῷ γενναίῳ καὶ συνετῷ τὸ πλέον νέμων αὐτῷ, καὶ [ὡς] μᾶλλον ἀντέχειν εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον δυναμένῳ. (2) Αὐτὸς δὲ πρὸς τὸν Πάρθον Φραδάτην διεπρεσβεύετο παραχω‐
10ρεῖν αὐτῷ τὴν Μεσοποταμίαν καὶ τὴν Ἀδιαβηνὴν καὶ τοὺς Μεγάλους Αὐλῶνας. Ἀφικομένων δὲ πρὸς τὸν Πάρ‐ θον καὶ παρὰ Λευκόλλου πρέσβεων, τοῖς μὲν Ῥωμαίοις ἰδίᾳ φίλος εἶναι ὑπεκρίνατο καὶ σύμμαχος, ἰδίᾳ δὲ τὰ αὐτὰ πρὸς τοὺς Ἀρμενίους διετίθετο.556

59

Ὁ δὲ δὴ Κόττας ὡς εἰς τὴν Ῥώμην ἀφίκετο, τιμῆς παρὰ τῆς συγκλήτου τυγχάνει Ποντικὸς αὐτοκρά‐ τωρ καλεῖσθαι, ὅτι ἕλοι τὴν Ἡράκλειαν. Διαβολῆς δὲ εἰς τὴν Ῥώμην ἀφικνουμένης, ὡς οἰκείων κερδῶν
5ἕνεκα τηλικαύτην πόλιν ἐξαφανίσειε, μῖσός τε δημό‐ σιον ἐλάμβανε, καὶ ὁ περὶ αὐτὸν τοσοῦτος πλοῦτος φθόνον ἀνεκίνει· διὸ καὶ πολλὰ τῶν λαφύρων εἰς τὸ τῶν Ῥωμαίων εἰσεκόμιζε ταμιεῖον, τὸν ἐπὶ τῷ πλούτῳ φθόνον ἐκκρούων, εἰ καὶ μηδὲν αὐτοὺς πραοτέρους
10ἀπειργάζετο, ἀπὸ πολλῶν ὀλίγα νέμειν ὑπολαμβάνον‐ τας. Ἐψηφίσαντο δὲ αὐτίκα καὶ τοὺς αἰχμαλώτους τῆς Ἡρακλείας ἀφίεσθαι. (2) Θρασυμήδης δὲ τῶν ἐξ Ἡρακλείας εἷς κατηγόρησεν ἐπ’ ἐκκλησίας τοῦ Κόττα, τάς τε τῆς πόλεως εἰσηγούμενος πρὸς Ῥωμαίους εὐ‐
15νοίας, καὶ εἴ τι ταύτης ἀποκλίνοιεν, οὐχὶ γνώμῃ τῆς πόλεως τοῦτο δρᾶν, ἀλλ’ ἤ τινος τῶν ἐφεστηκότων τοῖς πράγμασιν ἐξαπάτῃ ἢ καὶ βίᾳ τῶν ἐπιτιθεμένων· ἀπῳ‐ κτίζετο δὲ τόν τε τῆς πόλεως ἐμπρησμὸν, καὶ ὅσα τὸ πῦρ ἀφανίσαι· ὅπως τε τὰ ἀγάλματα Κόττας καθῄρει
20καὶ λείαν ἐποιεῖτο, τούς τε ναοὺς κατέσπα, καὶ ὅσα ἄλλα δι’ ὠμότητος ἐλθὼν ἐπεπράγει· τόν τε χρυ‐ σὸν καὶ τὸν ἄργυρον τῆς πόλεως ἀναγράφων ἀναρίθμη‐ τον, καὶ τὴν ἄλλην τῆς Ἡρακλείας ἣν ἐσφετερίσατο εὐδαιμονίαν. (3) Τοιαῦτα τοῦ Θρασυμήδους μετ’ οἰ‐
25μωγῆς καὶ δακρύων διεληλυθότος, καὶ τῶν ἡγεμόνων ἐπικλασθέντων τῷ πάθει (καὶ γὰρ παρῆλθε καὶ τὸ τῶν αἰχμαλώτων πλῆθος, ἄνδρες ὁμοῦ καὶ γυναῖκες μετὰ τέκνων, ἐν πενθίμοις ἐσθήσεσι, θαλλοὺς ἱκεσίους μετ’ ὀλοφυρμῶν προτείνοντες), ἀντιπαρελθὼν ὁ Κόττας βρα‐
30χέα τῇ πατρίῳ διελέχθη γλώττῃ, εἶτα ἐκαθέσθη. Καὶ Κάρβων ἀναστὰς, «Ἡμεῖς, ὦ Κόττα,» φησὶ, «πόλιν ἑλεῖν ἀλλ’ οὐχὶ καθελεῖν ἐπετρέψαμεν.» Μετ’ αὐτὸν δὲ καὶ ἄλλοι ὁμοίως Κότταν ᾐτιάσαντο. (4) Πολλοῖς μὲν οὖν ἄξιος ὁ Κόττας ἐδόκει φυγῆς· μετριάσαντες
35δ’ ὅμως ἀπεψηφίσαντο τὴν πλατύσημον αὐτοῦ· Ἡρα‐ κλεώταις δὲ τὴν χώραν καὶ τὴν θάλασσαν καὶ τοὺς λι‐ μένας ἀποκατέστησαν, καὶ μηδένα δουλεύειν ψῆφον ἔθεντο.

60

Ταῦτα Θρασυμήδους διαπραξαμένου, ἐπὶ τὴν πατρίδα μὲν τοὺς πολλοὺς ἐξέπεμψεν· αὐτὸς δὲ μετὰ Βριθαγόρου τε καὶ Προπύλου (παῖς δ’ ἦν ὁ Πρόπυλος
Βριθαγόρου) κατὰ τοὺς ἑξῆς ἐπιμένων χρόνους, τὰ557
5λοιπὰ τῶν ἐπειγόντων καθίστατο· καί τινων ἐτῶν ἀνυ‐ σθέντων τρισὶν ἐπακτρίσιν εἰς τὴν Ἡράκλειαν ἐπανά‐ γεται. Ἀφικόμενος δὲ πάντα τρόπον ἐπενόει ἀνοικί‐ ζεσθαι τὴν πόλιν, καθάπερ εἰς παλιγγενεσίαν ἀνακα‐ λούμενος. (2) Ἀλλὰ πάντα πράττων μόλις εἰς ὀκτακισ‐
10χιλίους, ἅμα τοῖς οἰκετικοῖς σώμασιν, συλλεγῆναι κα‐ τεπράξατο. Βριθαγόρας δὲ, ἤδη τῆς πόλεως αὐξομένης, ἐλπίδας ἐποιήσατο πρὸς ἐλευθερίαν τὸν δῆμον ἀνενεγ‐ κεῖν· καὶ διαγεγονότων μὲν πολλῶν ἐτῶν, ἤδη δὲ τῆς Ῥωμαίων ἡγεμονίας εἰς ἕνα περιισταμένης ἄνδρα,
15Γάϊον Ἰούλιον Καίσαρα, πρὸς τοῦτον ἠπείγετο. (3) Συν‐ επρέσβευον δὲ αὐτῷ ἄλλοι τέ τινες τῶν ἐπιφανῶν, καὶ ὁ υἱὸς Πρόπυλος. Γνωσθεὶς οὖν τῷ Καίσαρι Βριθαγό‐ ρας, καὶ διαπραξάμενος ἐγγυτέρω τῇ φιλίᾳ προσελθεῖν, δι’ ὑποσχέσεως ἐγένετο· οὐ μὴν ἐξ ἐφόδου γε λαβεῖν
20τὴν ἐλευθερίαν ἠδυνήθη, ἅτε δὴ οὐκ ἐν τῇ Ῥώμῃ, ἀλλ’ ἐφ’ ἕτερα τοῦ Γαΐου περιτρέχοντος. Οὐκ ἀφίστατο μέντοι γε Βριθαγόρας, ἀλλὰ περὶ πᾶσαν τὴν οἰκουμέ‐ νην αὐτός τε καὶ Πρόπυλος συμπεριαγόμενος τῷ Καί‐ σαρι ἐβλέπετο παρ’ αὐτοῦ, ὡς ἐπισημειούμενον τὸν
25αὐτοκράτορα τῆς λιπαρήσεως αὐτὸν ἀποδέχεσθαι. (4) Δωδεκαετίας δὲ τὴν παρεδρίαν διαμετρούσης, καὶ περὶ τῆς εἰς Ῥώμην ἐπανόδου τοῦ Καίσαρος διανοου‐ μένου, ὑπό τε τοῦ γήρους καὶ τῶν συνεχῶν πόνων κα‐ τατρυχωθεὶς Βριθαγόρας τελευτᾷ, μέγα πένθος τῇ πα‐
30τρίδι καταλιπών. Εἰς τοιοῦτον μὲν τέλος καὶ ὁ ιϛʹ λό‐ γος τῆς Μέμνονος ἱστορίας τελευτᾷ. (5). Ἔστι δὲ ἡ συγγραφὴ νουνεχὴς μὲν καὶ τὸν ἰσχνὸν μεταδιώκουσα χαρακτῆρα, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀμελοῦσα, εὐλαβουμένη δὲ καὶ τὰς ἐκβολὰς, πλὴν εἰ μή
35πού τις ἀνάγκη συνυφαίνειν καὶ τὰ ἔξωθεν ἐγκελεύεται τῆς προθέσεως. Οὐδὲ πρὸς ταύτην δὲ ἐπὶ τὸ συχνὸν ἀποκλίνει, ἀλλὰ τὸ κατεπεῖγον ἐπιμνησθεῖσα ἔχεται πάλιν εὐεπιστρόφως τῆς προτεθείσης αὐτῇ κατ’ ἀρχὰς γνώμης. (6) Καὶ λέξεσι δὲ, εἰ μή που σπανίως ἐξαλ‐
40λαττούσαις, ταῖς συνήθεσι χρᾶται. Τὰς δὲ πρώτας ηʹ ἱστορίας καὶ τὰς μετὰ τὴν ἕκτην καὶ δεκάτην οὔπω
εἰπεῖν εἰς θέαν ἡμῶν ἀφιγμένας ἔχομεν.558