TLG 1495 001 :: MELITO :: De pascha (P. Beatty 8 + P. Bodmer 13 + P. Oxy. 13.1600)

MELITO Apol., Episcopus
(Sardianus: A.D. 2)

De pascha (P. Beatty 8 + P. Bodmer 13 + P. Oxy. 13.1600)

Source: Perler, O. (ed.), Méliton de Sardes. Sur la Pâque et fragments [Sources chrétiennes 123] Paris: Cerf, 1966: 60–126.

Citation: (Line)

1tΜΕΛΙΤΩΝΟΣ
2tΠΕΡΙ ΠΑΣΧΑ
3 Ἡ μὲν γραφὴ τῆς Ἑβραϊκῆς ἐξόδου ἀνέγνωσται, καὶ τὰ ῥήματα τοῦ μυστηρίου διασεσάφηται·
5πῶς τὸ πρόβατον θύεται καὶ πῶς ὁ λαὸς σῴζεται. Τοίνυν ξύνετε, ὦ ἀγαπητοί· οὕτως ἐστὶν καινὸν καὶ παλαιόν, ἀΐδιον καὶ πρόσκαιρον,
10 φθαρτὸν καὶ ἄφθαρτον, θνητὸν καὶ ἀθάνατον τὸ τοῦ πάσχα μυστήριον· παλαιὸν μὲν κατὰ τὸν νόμον, καινὸν δὲ κατὰ τὸν λόγον,
15πρόσκαιρον διὰ τὸν τύπον, ἀΐδιον διὰ τὴν χάριν, φθαρτὸν διὰ τὴν τοῦ προβάτου σφαγήν,
ἄφθαρτον διὰ τὴν τοῦ κυρίου ζωήν, θνητὸν διὰ τὴν 〈ἐν τῇ γῇ〉 ταφήν,60
20 ἀθάνατον διὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν· παλαιὸς μὲν ὁ νόμοσ, καινὸς δὲ ὁ λόγος, πρόσκαιρος ὁ τύποσ, ἀΐδιος ἡ χάρισ,
25φθαρτὸν τὸ πρόβατον, ἄφθαρτος ὁ κύριοσ, σφαγεὶς ὡς ἀμνόσ, ἀναστὰς ὡς θεόσ. Καὶ γὰρ «ὡς πρόβατον εἰς σφαγὴν ἤχθη»,
30 ἀλλ’ οὐδὲ πρόβατον ἦν· καὶ ὡς ἀμνὸς ἄφωνοσ, ἀλλ’ οὐδὲ ἀμνὸς ἦν· ὁ μὲν γὰρ τύπος ἐγένετο, δὲ ἀλήθεια ηὑρίσκετο.
35Ἀντὶ γὰρ τοῦ ἀμνοῦ θεὸς ἐγένετο καὶ ἀντὶ τοῦ προβάτου ἄνθρωπος, ν δὲ τῷ ἀνθρώπῳ Χριστός, ὃς κεχώρηκεν τὰ πάντα. Ἡ γοῦν τοῦ προβάτου σφαγὴ
40καὶ ἡ τοῦ πάσχα πομπὴ καὶ ἡ τοῦ νόμου γραφὴ
εἰς Χριστὸν Ἰησοῦν κεχώρηκεν, δι’ ὃν τὰ πάντα ἐν τῷ πρεσβυτέρῳ νόμῳ ἐγένετο, μᾶλλον δὲ ἐν τῷ νέῳ λόγῳ.62
45Καὶ γὰρ ὁ νόμος λόγος ἐγένετο καὶ ὁ παλαιὸς καινός, —συνεξελθὼν ἐκ Σιὼν καὶ Ἰερουσαλήμ— καὶ ἡ ἐντολὴ χάρις, καὶ ὁ τύπος ἀλήθεια,

(50)

καὶ ὁ ἀμνὸς υἱός, καὶ τὸ πρόβατον ἄνθρωπος, καὶ ὁ ἄνθρωπος θεός. Ὡς γὰρ υἱὸς τεχθείς, καὶ ὡς ἀμνὸς ἀχθείς,
55καὶ ὡς πρόβατον σφαγείς, καὶ ὡς ἄνθρωπος ταφείς, ἀνέστη ἐκ νεκρῶν ὡς θεός, φύσει θεὸς ὢν καὶ ἄνθρωπος. Ὅς ἐστιν τὰ πάντα·
60καθ’ ὃ κρίνει νόμος, καθ’ ὃ διδάσκει λόγος, καθ’ ὃ σῴζει χάρις, καθ’ ὃ γεννᾷ πατήρ, καθ’ ὃ γεννᾶται υἱός,
65 καθ’ ὃ πάσχει πρόβατον, καθ’ ὃ θάπτεται ἄνθρωπος, καθ’ ὃ ἀνίσταται θεός. Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστός, «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.»
70Τοῦτό ἐστιν τὸ τοῦ πάσχα μυστήριον, καθὼς ἐν τῷ νόμῳ γέγραπται, ὡς μικρῷ πρόσθεν ἀνέγνωσται. Διηγήσομαι δὲ τὰ ῥήματα τῆς γραφῆς, πῶς ὁ θεὸς ἐντέλλε‐ ται Μωυσεῖ ἐν Αἰγύπτῳ, ὁπόταν βούλεται64
75 τὸν μὲν Φαραὼ δῆσαι ὑπὸ μάστιγα, τὸν δὲ Ἰσραὴλ λῦσαι ἀπὸ μάστιγος διὰ χειρὸς Μωυσέως. «Ἰδοὺ γὰρ, φησίν, λήμψῃ ἄσπιλον ἀμνὸν καὶ ἄμωμον, καὶ ἑσπέρας σφάξεις αὐτὸν μετὰ τῶν υἱῶν Ἰσραήλ,
80καὶ νύκτωρ ἔδεσθε αὐτὸν μετὰ σπουδῆς, καὶ ὀστοῦν οὐ συντρίψετε αὐτοῦ. Οὕτως, φησίν, ποιήσεις· ἐν μιᾷ νυκτὶ ἔδεσθε αὐτὸν κατὰ πατριὰς καὶ δήμους, περιεζωσμένοι τὰς ὀσφύας ὑμῶν
85καὶ αἱ ῥάβδοι ἐν ταῖς χερσὶν ὑμῶν. Ἔστιν γὰρ τοῦτο πάσχα κυρίου, μνημόσυνον αἰώνιον τοῖς υἱοῖς Ἰσραήλ. Λαβόντες δὲ τὸ τοῦ προβάτου αἷμα
χρίσατε τὰ πρόθυρα τῶν οἰκιῶν ὑμῶν66
90τιθέντες ἐπὶ τοὺς σταθμοὺς τῆς εἰσόδου τὸ σημεῖον τοῦ αἵματος εἰς δυσωπίαν τοῦ ἀγγέλου. Ἰδοὺ γὰρ, πατάξω Αἴγυπτον καὶ ἐν μιᾷ νυκτὶ ἀτεκνωθήσεται ἀπὸ κτήνους ἕως ἀνθρώπου.» Τότε Μωυσῆς σφάξας τὸ πρόβατον
95καὶ νύκτωρ διατελέσας τὸ μυστήριον μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐσφράγισεν τὰς τῶν οἰκιῶν θύρας εἰς φρουρὰν τοῦ λαοῦ⸥ ⸤καὶ εἰς δυσωπίαν τοῦ ἀγγέλου.

(100)

Ὁπότε δὲ τὸ πρόβατον σφάζεται καὶ τὸ πάσχα βιβρώσκεται καὶ τὸ μυστήριον τελεῖται καὶ ὁ λαὸς εὐφραίνεται καὶ ὁ Ἰσραὴλ σφραγίζεται,
105τότε ἀφίκεται ὁ ἄγγελος πατάσσειν Αἴγυπτον. Τὴν ἀμύητον τοῦ μυστηρίου, τὴν ἄμοιρον τοῦ πάσχα, τὴν ἀσφράγιστον τοῦ αἵματος, τὴν ἀφρούρητον τοῦ πνεύματος,
110 τὴν ἔχθραν, τὴν ἄπιστον ἐν μιᾷ νυκτὶ πατάξας ἠτέκνωσεν. Περιελθὼν γὰρ τὸν Ἰσραὴλ ὁ ἄγγελος καὶ ἰδὼν ἐσφρα‐ γισμένον τῷ τοῦ προβάτου αἵματι, ἦλθεν ἐπ’ Αἴγυπτον,
115καὶ τὸν σκληροτράχηλον Φαραὼ διὰ πένθους ἐδάμασεν, ἐνδύσας αὐτὸν οὐ στόλην φαιὰν οὐδὲ πέπλον περιεσχισ‐ μένον, ἀλλ’ ὅλην Αἴγυπτον περιεσχισμένην, πενθοῦσαν
ἐπὶ τοῖς πρωτοτόκοις αὐτῆς. Ὅλη γὰρ Αἴγυπτος, γενηθεῖσα68
120 ἐν πόνοις καὶ πληγαῖς, ἐν δάκρυσιν καὶ κοπετοῖς, ἀφίκετο πρὸς Φαραὼ ὅλη πενθήρης, οὐ μόνον τῷ σχήματι, ἀλλὰ καὶ τῇ ψυχῇ, περιεσχισμένη
125 οὐ μόνον τὰς στόλας τῆς περιβολῆς, ἀλλὰ καὶ τοὺς μαστοὺς τῆς τρυφῆς. Ἦν δὲ καινὸν θέαμα ἰδεῖν, ἔνθα κοπτομένους, ἔνθα κωκύοντας,
130καὶ μέσον Φαραὼ πενθήρη, ἐπὶ σάκκῳ καὶ σποδῷ καθήμενον, περιβεβλημένον τὸ ψηλαφητὸν σκότος ὡς ἱμάτιον πενθικόν, περιεζωσμένον ὅλην Αἴγυπτον ὡς κιθῶνα πένθους.
135Ἦν γὰρ περικειμένη Αἴγυπτος τὸν Φαραὼ ὡς περιβολὴ κωκυτοῦ. Τοιοῦτος ὑφάνθη κιθὼν τῷ τυραννικῷ σώματι, τοιαύτην ἐνέδυσεν στολὴν τὸν σκληρὸν Φαραὼ ὁ τῆσ δικαιοσύνης ἄγγελος· πένθος πικρὸν
140
καὶ σκότος ψηλαφητὸν
καὶ ἀτεκνίαν. Καὶ ἦν ἐπὶ τῶν πρωτοτόκων αὐτῆς· ἦν γὰρ ταχινὸς καὶ⸥ ⸤ἀκόρεστος ὁ τῶν πρωτοτόκων θάνατος. Ἦν δὲ καινὸν τρόπαιον ἰδεῖν ἐπὶ τῶν πιπτόντων
145νεκρῶν ἐν μιᾷ ῥοπῇ. Καὶ ἐγένετο τοῦ θανάτου τροφὴ
ἡ τῶν κειμένων τροπή. Καινὴν δὲ συμφοράν, ἐὰν ἀκούσητε, θαυμάσετε. Τάδε γὰρ περιέσχεν τοὺς Αἰγυπτίους,
70

(150)

νὺξ μακρὰ καὶ σκότος ψηλαφητὸν καὶ θάνατος ψηλαφῶν καὶ ἄγγελος ἐκθλίβων καὶ ᾅδης καταπίνων τοὺς πρωτοτόκους αὐτῶν.
155Τὸ δὲ καινότερον καὶ φοβερώτερον ἀκοῦσαι ἔχετε. Ἐν τῷ ψηλαφητῷ σκότει ὁ ἀψηλάφητος θάνατος
ἐκρύβετο, καὶ τὸ μὲν σκότος ἐψηλάφων οἱ δυστυχεῖς
Αἰγύπτιοι,
160
ὁ δὲ θάνατος ἐξεραυνῶν ἐψηλάφα τοὺς πρωτοτό‐
κους τῶν Αἰγυπτίων τοῦ ἀγγέλου κελεύοντος. Εἴ τις οὖν ἐψηλάφα τὸ σκότος, ὑπὲρ τοῦ θανάτου ἐξήγετο. Εἴ τις πρωτότοκος χειρὶ σκοτεινὸν σῶμα ἐναγκαλισά‐
165μενος, τῇ ψυχῇ ἐκδειματωθεὶς οἰκτρὸν καὶ φοβερὸν ἀνε‐ βόησεν· «Τίνα κρατεῖ ἡ δεξιά μου; Τίνα τρέμει ἡ ψυχή μου; Τίς μοι σκοτεινὸς περίκειται ὅλῳ τῷ σώ‐
170 ματι; Εἰ μὲν πατήρ, βοήθησον, εἰ δὲ μήτηρ, συμπάθησον, εἰ δὲ ἀδελφός, προσλάλησον, εἰ δὲ φίλος, εὐστάθησον,
175εἰ δὲ ἐχθρός, ἀπαλλάγηθι,
ὅτι πρωτότοκος ἐγώ.» Πρὸ δὲ τοῦ σιωπῆσαι τὸν πρωτότοκον, ἡ μακρὰ σιωπὴκατέσχεν αὐτὸν προσειποῦσα· «Πρωτότοκος ἐμὸς εἶ· ἐγώ σοι πέπρωμαι ἡ τοῦ θανάτου σιωπή.»
72
180 Ἕτερος δέ τις πρωτότοκος, νοήσας τὴν τῶν πρωτοτό‐ κων ἅλωσιν, ἑαυτὸν ἀπηρνεῖτο, ἵνα μὴ θάνῃ πικρῶς· «Οὔκ εἰμι πρωτότοκος, τρίτῳ γεγέννημαι καρπῷ.» Ὁ δὲ ψευσθῆναι μὴ δυνάμενοσ τοῦ πρωτοτόκου προσήπτετο· πρηνὴς δὲ ἔπιπτε σιγῶν.
185 Ὑπὸ δὲ μιὰν ῥοπὴν ὁ πρωτότοκος καρπὸς τῶν Αἰγυπτίων ἀπώλετο. Ὁ πρωτόσπορος, ὁ πρωτότοκος, ὁ ποθητός, ὁ περιψηκτὸς ἐδαφίσθη χαμαί, οὐχ ὁ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ζῴων. Μύκημα δὲ ἐν τοῖς πεδίοισ τῆς γῆς ἠκούετο ἀ‐
190ποδυρομένων κτηνῶν ἐπὶ τῶν τροφίμων αὐτῶν· καὶ γὰρ⸥ ⸤δάμαλισ ὑπόμοσχος καὶ ἵππος ὑπόπωλος καὶ τὰ λοιπὰ κτήνη λοχευόμενα καὶ σπαργῶντα πικρὸν καὶ ἐλεει‐ νὸν ἀπωδύροντο ἐπὶ τῶν πρωτοτόκων καρπῶν. Οἰμωγὴ δὲ καὶ κοπετὸς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀπω
195λείᾳ ἐγένετο, ἐπὶ τῇ τῶν πρωτοτόκων νεκρῶν. Ὅλη γὰρ ἐπώζεσεν Αἴγυπτος ἀπὸ τῶν ἀτάφων σωμάτων. Ἦν δὲ θεάσασθαι φοβερὸν θέαμα, τῶν Αἰγυπτίων μη‐ τέρας λυσικόμους, πατέρας λυσίφρονας, δεινὸν ἀνακω‐ κύοντας τῇ Αἰγυπτιακῇ φωνῇ· «Δυστυχεῖς ἠτεκνώμεθα

(200)

ὑπὸ μίαν ῥοπὴν ἀπὸ τοῦ πρωτοτόκου καρποῦ.» Ἦσαν δὲ ἐπὶ μαστῶν κοπτόμενοι, χερσὶν τύπτοντες κροτήματα ἐπὶ τῆς τῶν νεκρῶν ὀρχήσεως. Τοιαύτη συμφορὰ περιέσχεν Αἴγυπτον, ἄφνω δὲ ἠτέκ‐
νωσεν αὐτήν.74
205Ἦν δὲ ὁ Ἰσραὴλ φρουρούμενος ὑπὸ τῆς τοῦ προ‐ βάτου σφαγῆς, καί γε συνεφωτίζετο ὑπὸ τοῦ χυθέντος αἵματος, καὶ τεῖχος ηὑρίσκετο τοῦ λαοῦ ὁ τοῦ προβάτου θάνατος.
210Ὢ μυστηρίου καινοῦ καὶ ἀνεκδιηγήτου· ἡ τοῦ προβάτου σφαγὴ ηὑρίσκετο τοῦ Ἰσραὴλ σω‐
τηρία, καὶ ὁ τοῦ προβάτου θάνατος ζωὴ τοῦ λαοῦ ἐγένε‐
το,
215 καὶ τὸ αἷμα ἐδυσώπησεν τὸν ἄγγελον. Λέγε μοι, ὦ ἄγγελε, τί ἐδυσωπήθης, τὴν τοῦ προβάτου σφαγὴν
ἢ τὴν τοῦ κυρίου ζωήν, τὸν τοῦ προβάτου θάνατον
220
ἢ τὸν τοῦ κυρίου τύπον, τὸ τοῦ προβάτου αἷμα
ἢ τὸ τοῦ κυρίου πνεῦμα; Δῆλος εἶ δυσωπηθεὶς εἰδὼν τὸ τοῦ κυρίου μυστήριον
225 ἐν τῷ προβάτῳ γινόμενον, τὴν τοῦ κυρίου ζωὴν ἐν τῇ τοῦ προβάτου σφαγῇ, τὸν τοῦ κυρίου τύπον ἐν τῷ τοῦ προβάτου θανάτῳ.
230Διὰ τοῦτο οὐκ ἐπάταξας τὸν Ἰσραήλ, ἀλλὰ μόνην Αἴγυπτον ἠτέκνωσας. Τί τοῦτο τὸ καινὸν μυστήριον, Αἴγυπτον μὲν παταχθῆναι εἰς ἀπώλειαν, τὸν δὲ Ἰσραὴλ φυλαχθῆναι εἰς σωτηρίαν;
235Ἀκούσατε τὴν δύναμιν τοῦ μυστηρίου. Οὐδέν ἐστιν, ἀγαπητοί, τ λεγόμενον καὶ γινόμενον⸥ ⸤δίχα παραβολῆς καὶ προκεντήματος. Πάντα ὅσα ἐὰν γίνεται καὶ λέγεται, παραβολῆς τυγχάνειτὸ μὲν λεγόμενον παραβολῆσ,76
240
τὸ δὲ γινόμενον προτυπώσεωσἵνα ὡς ἂν τὸ γινόμενον διὰ τῆς προτυπώσεως δείκνυ‐ ται, οὕτως καὶ τὸ λεγόμενον διὰ τῆς παραβολῆς φωτισθῇ. 〈Εἰ μὴ〉 ἐπὶ προκατασκευῆς ἔργον οὐκ ἀνίσταται. Ἢ οὐ
245τὸ μέλλον διὰ τῆς τυπικῆς εἰκόνος ὁρᾶται; Διὰ τοῦ‐ το δὴ τοῦ μέλλοντος γίνεται προκέντημα ἢ ἐκ κηροῦ ἢ ἐκ πηλοῦ ἢ ἐκ ξύλου, ἵνα τὸ μέλλον ἀνίστασθαι ὑψηλότερον ἐν μεγέθει καὶ ἰσχυρότερον ἐν δυνάμει

(250)

καὶ καλὸν ἐν σχήματι καὶ πλούσιον ἐν τῇ κατασκευῇ διὰ μικροῦ καὶ φθαρτοῦ προκεντήματος ὁραθῇ. Ὁπό‐ ταν δὲ ἀναστῇ πρὸς ὃ ὁ τύπος, τό ποτε τοῦ μέλλοντος τὴν εἰκόνα φέρον, τοῦτ’ ὡς ἄχρηστον γινόμενον λύεται,
255παραχωρῆσαν τῷ φύσει ἀληθεῖ τὴν περὶ αὐτοῦ εἰκό‐ να. Γίνεται δὲ τό ποτε τίμιον ἄτιμον, τοῦ φύσει τιμί‐
ου φανερωθέντος.
Ἑκάστῳ γὰρ ἴδιος καιρός·
τοῦ τύπου ἴδιος χρόνος,
78
260
τῆς ὕλης ἴδιος χρόνος. Τῆς ἀληθείας ποιεῖς τὸν τύπον. Τοῦτον ποθεῖς ὅτι τοῦ μέλλοντος ἐν αὐτῷ τὴν εἰκόνα βλέπεις. Προσκομίζεις τὴν ὕλην τῷ τύπῳ. Τοῦτον ποθεῖς διὰ τὸ μέλλον ἐν αὐ‐ τῷ ἀνίστασθαι.
265Ἀπαρτίζεις τὸ ἔργον, τοῦτο μόνον ποθεῖς,
τοῦτο μόνον φιλεῖς,
ἐν αὐτῷ μόνῳ τὸν τύπον καὶ τὴν ὕλην καὶ τὴν ἀλήθειαν βλέπων. Ὡς γοῦν ἐν τοῖς φθαρτοῖς παραδείγμασιν,
270
οὕτως δὴ καὶ ἐν τοῖς ἀφθάρτοις· ὡς ἐν τοῖς ἐπιγείοις,
οὕτως δὴ καὶ ἐν τοῖς ἐπουρανίοις. Καὶ γὰρ ἡ τοῦ κυρίου σωτηρία καὶ ἀλήθεια ἐν τῷ λα‐
ῷ προετυπώθη,
275καὶ τὰ τοῦ εὐαγγελίου δόγματα ὑπὸ τοῦ νόμου προ‐
εκηρύχθη. Ἐγένετο οὖν ὁ λαὸς τύπος προκεντήματος
καὶ ὁ νόμος γραφὴ παραβολῆς, τὸ δὲ εὐαγγέλιον διήγημα νόμου καὶ πλήρωμα,
280
ἡ δὲ ἐκκλησία ἀποδοχεῖον τῆς ἀληθείας. Ἦν οὖν ὁ τύπος τίμιοσ πρὸ τῆς ἀληθείας
καὶ ἡ παραβολὴ θαυμαστὴ πρὸ τῆς ἑρμενείας. Τοῦτ’ ἔστιν,
ὁ λαὸσ ἦν τίμιος πρὸ τοῦ τὴν ἐκκλησίαν ἀνασταθῆναι,80
285 καὶ ὁ νόμος θαυμαστὸς πρὸ τοῦ τὸ εὐαγγέλιον φω‐
τισθῆναι. Ὁπότε δὲ ἡ ἐκκλησία ἀνέστη καὶ τὸ εὐαγγέλιον προέστη, ὁ τύπος ἐκενώθη
290 παραδοὺς τῇ ἀληθείᾳ τὴν δύναμιν, καὶ ὁ νόμος ἐπληρώθη παραδοὺς τῷ εὐαγγελίῳ τὴν δύναμιν. Ὃν τρόπον κενοῦται ὁ τύπος τῷ φύσει ἀληθεῖ τὴν εἰκόνα παραδούς,
295καὶ ἡ παραβολὴ κενοῦται διὰ τῆς ἑρμηνείας φωτισθεῖσα, οὕτως δὴ καὶ ὁ νόμος ἐπληρώθη τοῦ εὐαγγελίου φωτισθέντος, καὶ ὁ λαὸς ἐκενώθη

(300)

τῆς ἐκκλησίας ἀνασταθείσης, καὶ ὁ τύπος ἐλύθη τοῦ κυρίου φανερωθέντοσ, καὶ σήμερον γέγονεν τά ποτε τίμια ἄτιμα τῶν φύσει τιμίων φανερωθέντων.
305Ἦν γάρ ποτε τίμιος ἡ τοῦ προβάτου σφαγή, νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου ζωήν· τίμιος ὁ τοῦ προβάτου θάνατος, νῦν δὲ ἄτιμος διὰ τὴν τοῦ κυρίου σωτηρίαν· τίμιον τὸ τοῦ προβάτου αἷμα,
310 νῦν δὲ ἄτιμον διὰ τὸ τοῦ κυρίου πνεῦμα· τίμιος 〈ὁ〉 ἄφωνος ἀμνός, νῦν δὲ ἄτιμος διὰ τὸν ἄμωμον υἱόν·
τίμιος ὁ κάτω ναός, νῦν δὲ ἄτιμος διὰ τὸν ἄνω Χριστόν·82
315τίμιος ἡ κάτω Ἰερουσαλήμ, νῦν δὲ ἄτιμος διὰ τὴν ἄνω Ἰερουσαλήμ· τίμιος ἡ στενὴ κληρονομία, νῦν δὲ ἄτιμος διὰ τὴν πλατεῖαν χάριν. Οὐ γὰρ ἐφ’ ἑνὶ τόπῳ οὐδὲ ἐν βραχεῖ σχοινίσματι ἡ τοῦ
320θεοῦ δόξα καθίδρυται, ἀλλ’ ἐπὶ πάντα τὰ πέρατα τῆς οἰ‐ κουμένης ἐκκέχυται ἡ χάρις αὐτοῦ καὶ ἐνταῦθα κατεσκή‐ νωκεν ὁ παντοκράτωρ θεός· διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Τὸ μὲν οὖν διήγημα τοῦ τύπου καὶ τῆς ἀνταποδόσεως
325ἀκηκόατε· ἀκούσατε καὶ τὴν κατασκευὴν τοῦ μυστηρίου. Τί ἐστιν τὸ πάσχα; Ἀπὸ γὰρ τοῦ συμβεβηκότος τὸ ὄνο‐ μα κέκληται· ἀπὸ τοῦ παθεῖν τὸ πάσχειν. Μάθετε οὖν τίς ὁ πάσχων καὶ τίσ ὁ τῷ πάσχοντι συμ‐ παθῶν, καὶ διά τι πάρεστιν ὁ κύριος ἐπὶ τὴν γῆν, ἵνα
330τὸν πάσχοντα ἀμφιασάμενος ἁρπάσῃ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. «Ὁ θεὸς ἐν ἀρχῇ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ⸥ ⸤πάντα τὰ ἐν αὐτοῖς διὰ τοῦ λόγου ἀνεπλάσσατο ἀπὸ τῆς γῆσ⸥ ⸤τὸν ἄνθρωπον καὶ εἴδει ἀναπνοὴν μετέδωκεν. Τοῦτον δὲ ἔθε
335το εἰς τὸν παράδεισον κατὰ ἀνατολῆς ἐν Ἔδεμ ἐκεῖ τρυ‐⸥ ⸤φᾶν. Τάδε αὐτῷ νομοθετήσας διὰ τῆς ἐντολῆσ· »Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγετε, ἀπὸ δὲ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε, ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.»84
340 Ὁ δὲ ἄνθρωπος φύσει δεκτικὸς ὢν ἀγαθοῦ καὶ πονη‐ ροῦ, ὡσεὶ βῶλος γῆς ἑκατέρωθεν σπερμάτων, ἐδέξατο τὸν ἐχθρὸν καὶ λίχνον σύμβουλον, καὶ προσαψάμενος τοῦ ξύ‐ λου παρέβη τὴν ἐντολὴν καὶ παρήκουσεν τοῦ θεοῦ. Ἐξε‐ βλήθη οὖν εἰς τοῦτον τὸν κόσμον ὡς εἰς δεσμωτήριον κα‐
345ταδίκων. Τούτου δὲ πολυχόου καὶ πολυχρονίου γενομένου, διὰ τῆς τοῦ ξύλου γεύσεως καὶ εἰς γῆν χωρήσαντος, κατε‐ λείφθη ὑπ’ αὐτοῦ κληρονομία τοῖς τέκνοις αὐτοῦ. Κατέλιπεν γὰρ τοῖς τέκνοις κληρονομίαν

(350)

οὐχ ἁγνείαν ἀλλὰ πορνείαν, οὐκ ἀφθαρσίαν ἀλλὰ φθοράν, οὐ τιμὴν ἀλλὰ ἀτιμίαν, οὐκ ἐλευθερίαν ἀλλὰ δουλείαν, οὐ βασιλείαν ἀλλὰ τυραννίδα,
355
οὐ ζωὴν ἀλλὰ θάνατον,
οὐ σωτηρίαν ἀλλὰ ἀπώλειαν. Καινὴ δὲ καὶ φοβερὰ ἡ τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς ἐ‐ γίνετο ἀπώλεια. Τάδε γὰρ συνέβαινεν αὐτοῖς· ἀνηρπάζον‐ το ὑπὸ τῆς τυραννικῆς ἁμαρτίας καὶ ἤγοντο εἰς τοὺς
360χώρους τῶν ἐπιθυμιῶν ἐν οἷς περιηντλοῦντο ὑπὸ τῶν ἀ‐ κορέστων ἡδονῶν
ὑπὸ μοιχείας,
ὑπὸ πορνείας, ὑπὸ ἀσελγείασ,86
365ὑπὸ ἐπιθυμίας, ὑπὸ φιλαργυρίας, ὑπὸ φόνων, ὑπὸ αἱμάτων, ὑπὸ τυραννίδος πονηρίας,
370 ὑπὸ τυραννίδος παρανόμου. Καὶ γὰρ πατὴρ ἐπὶ υἱὸν ξίφος ἐπηνέγκατο, καὶ υἱὸς πατρὶ χεῖρας προσήνεγκεν, καὶ μαστοὺς τιθηνοὺς ἀσεβὴς ἐτύπτησεν, καὶ ἀδελφὸς ἀδελφὸν ἀπέκτεινεν,
375καὶ ξένος ξένον ἠδίκησεν, καὶ φίλος φίλον ἐφόνευσεν, καὶ ἄνθρωπος ἄνθρωπον ἀπέσφαξεν τυραννικῇ δεξιᾷ. Πάντες οὖν οἱ μὲν ἀνθρωποκτόνοι, οἱ δὲ ἀδελφοκτό‐
380νοι, οἱ δὲ πατροκτόνοι, οἱ δὲ τεκνοκτόνοι ἐπὶ τῆς γῆς ἐγενήθησαν. Τὸ δὲ φοβερώτερον καὶ καινότερον ηὑρίσκετο. Μήτηρ τις ἥπτετο σαρκῶν ὧν ἐγέννησεν, προσήπτετο ὧν ἐξέθρεψεν μαστοῖς, καὶ τὸν καρπὸν τῆς κοιλίας εἰς κοιλίαν κατώ
385ρυσσεν, καὶ φοβερὸς τάφος ἐγένετο ἡ δυστυχὴς μήτηρ, ὃ⸥ ⸤ἐκύησεν καταπιοῦσα τέκνον. Οὐκέτι προσλαλῶ. Πολλὰ δὲ καὶ ἕτερα ξένα καὶ φοβερώτερα καὶ ἀσελγέστερα ἐν τοῖς ἀνθρώποις ηὑρίσκετο. Πατὴρ ἐπὶ παιδὸς κοιτὴν,
390καὶ υἱὸς ἐπὶ μητρὸς, καὶ ἀδελφὸς ἐπὶ ἀδελφῆς, καὶ ἄρρην ἐπὶ ἄρρενος, καὶ «ἑκάτερος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον».88
395 Ἐπὶ δὲ τούτοις ἡ ἁμαρτία ηὐφραίνετο. Ἡ τοῦ θανά‐ του συνεργὸς ὑπάρχουσα προωδοιπόρει εἰς τὰς τῶν ἀν‐ θρώπων ψυχὰς καὶ ἡτοίμαζεν αὐτῷ τροφὰς τὰ τῶν νεκρῶν σώματα. Εἰς πᾶσαν δὲ ψυχὴν ἐτίθει ἡ ἁμαρτία ἴχνος, καὶ εἰς οὓς ἂν ἔθηκεν, τούτους ἔδει τελευτᾶν.

(400)

Πᾶσα οὖν σὰρξ ὑπὸ ἁμαρτίαν ἔπιπτεν καὶ πᾶν σῶμα ὑπὸ θάνατον, καὶ πᾶσα ψυχὴ ἐκ τοῦ σαρκίνου οἴκου ἐξηλαύνετο, καὶ τὸ λημφθὲν ἐκ γῆς εἰς γῆν ἀνελύετο, καὶ τὸ δωρηθὲν ἐκ θεοῦ εἰς τὸν ᾅδην κατεκλείετο,
405 καὶ λύσις ἐγίνετο τῆς καλῆς ἁρμογῆς, καὶ διεχωρίζετο τὸ καλὸν σῶμα. Ἦν γὰρ ὁ ἄνθρωπος ὑπὸ τοῦ θανάτου μεριζόμενος. Καινὴ γὰρ συμφορὰ καὶ ἅλωσις περιεῖχεν αὐτόν. Εἵλκετο αἰχμάλωτος ὑπὸ τὰς τοῦ θανάτου σκιάς,
410 ἔκειτο δὲ ἔρημος ἡ τοῦ πατρὸς εἰκών. Διὰ ταύτην γοῦν τὴν αἰτίαν τὸ τοῦ πάσχα μυστήριον τετέλεσται ἐν τῷ τοῦ κυρίου σώματι. Πρότερον δὲ ὁ κύριος προῳκονόμησεν τὰ ἑαυτοῦ πάθη ἐν πατριάρχαις καὶ ἐν προφήταις καὶ ἐν παντὶ τῷ λαῷ,
415διά τε νόμου καὶ προφητῶν ἐπισφραγισάμενος. Τὸ γὰρ μέλ‐ λον καινῶς καὶ μεγάλως ἔσεσθαι, τοῦτο ἐκ μακροῦ προοι‐ κονομεῖται, ἵν’ ὁπόταν γένηται, πίστεως τύχῃ, ἐκ μακροῦ προτυπωθέν. Οὕτω δὴ καὶ τὸ τοῦ κυρίου μυστήριον,90
420 ἐκ μακροῦ προτυπωθέν, ὁραθὲν δὲ σήμερον, πίστεως τυγχάνει τετελεσμένον, καίτοι ὡς καινὸν τοῖς ἀνθρώποις νομιζόμενον. Ἔστιν γὰρ πάλαιον καὶ καινὸν τὸ τοῦ κυρίου μυστήριον, πάλαιον μὲν κατὰ τὸν τυπόν,
425 καινὸν δὲ κατὰ τὴν χάριν. Ἀλλ’ ἐὰν ἀποβλέψῃς εἰς τὸν τύπον τοῦτον, ὄψῃ τὸ ἀλη‐⸥ ⸤θὲς διὰ τῆς ἐκβάσεως. Τοιγαροῦν εἰ βούλει τὸ τοῦ κυρίου μυστήριον ἰ‐ δέσθαι, ἀπόβλεψον δὴ
430εἰς τὸν Ἀβὲλ τὸν ὁμοίως φονευόμενον, εἰς τὸν Ἰσὰκ τὸν ὁμοίως συμποδιζόμενον, εἰς τὸν Ἰωσὴφ τὸν ὁμοίως πιπρασκόμενον, εἰς τὸν Μωυσέα τὸν ὁμοίως ἐκτιθέμενον, εἰς τὸν Δαυὶδ τὸν ὁμοίως διωκόμενον,
435 εἰς τοὺς προφήτας τοὺς ὁμοίως διὰ τὸν Χριστὸν
πάσχοντας. Ἀπόβλεψον δὲ καὶ εἰς τὸ ἐν γῇ Αἰγύπτου πρόβατον σφαζόμενον, τὸν πατάξαντα Αἴγυπτον
440καὶ σώσαντα τὸν Ἰσραὴλ διὰ τοῦ αἵματος. Ἔστιν δὲ καὶ διὰ προφητικῆς φωνῆς τὸ τοῦ κυρίου
μυστήριον κηρυσσόμενον. Φησὶν γὰρ Μωυσῆς πρὸς τὸν λαόν· «Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν92
445τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας καὶ οὐ μὴ πιστεύσητε ἐπὶ τὴν ζωὴν ὑμῶν.» Ὁ δὲ Δαυὶδ εἶπεν· «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;

(450)

Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁ δὲ Ἰερεμίας. «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.
455 Ἐλογίσαντο ἐπ’ ἐμὲ κακὰ εἰπόντες· Δεῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ.» Ὁ δὲ Ἠσαίας·
460«Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Πολλὰ μὲν καὶ ἕτερα ὑπὸ πολλῶν προφητῶν ἐκηρύχθη
465εἰς τὸ τοῦ πάσχα μυστήριον, ὅ ἐστιν Χριστός, «ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας. Ἀμήν». Οὗτος, ἀφικόμενος ἐξ οὐρανῶν ἐπὶ τὴν γῆν διὰ τὸν⸥ ⸤πάσχοντα, αὐτὸν δὲ ἐκεῖνον ἐνδυσάμενοσ διὰ παρθένου μή‐ τρας καὶ προελθὼν ἄνθρωπος, ἀπεδέξατο τὰ τοῦ πάσχοντοσ94
470πάθη διὰ τοῦ παθεῖν δυναμένου σώματος καὶ κατέλυσεν⸥ ⸤τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ θανεῖν μὴ δυναμένῳ πνεύματι ἀπέκτεινεν τὸν ἀνθρωποκτόνον θάνατον. Οὗτος γὰρ ὡς ἀμνὸσ ἀχθεὶς
καὶ ὡς πρόβατον σφαγείσ,
475ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ κόσμου λατρείας ὡς ἐκ γῆς Αἰγύπτου, καὶ ἔλυσεν ἡμᾶσ ἐκ τῆς τοῦ διαβόλου δουλείας ὡς ἐκ χειρὸσ Φαραώ, καὶ ἐσφράγισεν ἡμῶν τὰς ψυχὰσ
480 τῷ ἰδίῳ πνεύματι καὶ τὰ μέλη τοῦ σώματος τῷ ἰδίῳ αἵματι. Οὗτός ἐστιν ὁ τὸν θάνατον ἐνδύσας αἰσχύνην, καὶ τὸν διάβολον στήσας πενθήρη
485
ὡς Μωυσῆς τὸν Φαραώ. Οὗτός ἐστιν ὁ τὴν ἀνομίαν πατάξας καὶ τὴν ἀδικίαν ἀτεκνώσας
ὡς Μωυσῆς Αἴγυπτον. Οὗτός ἐστιν ὁ ῥυσάμενος ἡμᾶς
490ἐκ δουλείας εἰς ἐλευθερίαν, ἐκ σκότους εἰς φῶς,
ἐκ θανάτου εἰς ζωήν,
ἐκ τυραννίδος εἰς βασιλείαν αἰωνίαν [καὶ ποιήσας ἡμᾶς ἱεράτευμα καινὸν
96
495καὶ λαὸν περιούσιον αἰώνιον.] Οὗτός ἐστιν τὸ πάσχα τῆς σωτηρίας ἡμῶν. Οὗτός ἐστιν ὁ ἐν πολλοῖς πολλὰ ὑπομείνας. Οὗτός ἐστιν ὁ ἐν τῷ Ἀβὲλ φονευθείς,
ἐν δὲ τῷ Ἰσὰκ δεθείς,

(500)

ἐν δὲ τῷ Ἰακὼβ ξενιτεύσας, ἐν δὲ τῷ Ἰωσὴφ πραθείς, ἐν δὲ τῷ Μωυσῇ ἐκτεθείς, ἐν δὲ τῷ ἀμνῷ σφαγείς, ἐν δὲ τῷ Δαυὶδ διωχθείς,
505
ἐν δὲ τοῖς προφήταις ἀτιμασθείς. Οὗτός ἐστιν ὁ ἐν παρθένῳ σαρκωθείς,
ὁ ἐπὶ ξύλου κρεμασθείς,
ὁ εἰς γῆν ταφείς,
ὁ ἐκ νεκρῶν ἀνασταθείς,
510
ὁ εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν ἀναλημφθείς. Οὗτός ἐστιν ὁ ἀμνὸς ὁ ἄφωνος.Οὗτός ἐστιν ὁ ἀμνὸς φονευόμενοσ. Οὗτός ἐστιν ὁ τεχθεὶς ἐκ Μαρίας τῆς καλῆς ἀμνάδος. Οὗτός ἐστιν ὁ ἐξ ἀγέλης λημφθεὶσ
515καὶ εἰς σφαγὴν συρεὶς καὶ ἑσπέρας θυθεὶσκαὶ νύκτωρ ταφείσ, ὁ ἐπὶ ξύλου μὴ συντριβείσ, εἰς γῆν μὴ λυθείσ,98
520
ἐκ νεκρῶν ἀναστὰσ
καὶ ἀναστήσας τὸν ἄνθρωπον ἐκ τῆς κάτω
ταφῆσ. Οὗτος πεφόνευται. Καὶ ποῦ πεφόνευται; Ἐν μέσῳ Ἰερουσαλήμ. Διά τι;
525
Ὅτι τοὺς χωλοὺς αὐτῶν ἐθεράπευσεν
καὶ τοὺς λεπροὺς αὐτῶν ἐκαθάρισεν
καὶ τοὺς τυφλοὺς αὐτῶν ἐφωταγώγησεν
καὶ τοὺς νεκροὺς αὐτῶν ἀνέστησεν. Διὰ τοῦτο ἔπαθεν.
530Ποὺ γέγραπται ἐν νόμῳ καὶ ἐν προφήταις· »Ἀνταπέδωκάν μοι κακὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ⸥ ⸤ψυχῇ μου, λογισάμενοι ἐπ’ ἐμὲ κακά, εἰπόντες· Δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Τί ἐποίησας, ὦ Ἰσραήλ, τὸ καινὸν ἀδίκημα;
535Ἠτίμησας τὸν τιμήσαντά σε. Ἠδόξησας τὸν δοξάσαντά σε. Ἀπηρνήσω τὸν ὁμολογήσαντά σε.
Ἀπεκήρυξας τὸν κηρύξαντά σε. Ἀπέκτεινας τὸν ζωοποιήσαντά σε.100
540 Τί ἐποίησας, ὦ Ἰσραήλ; Ἢ οὐ γέγραπταί σοι· «Οὐκ ἐκχεεῖς αἷμα ἀθῷον, ἵνα μὴ ἀποθάνῃς κακῶς»; Ἐγὼ μέν, φησὶν Ἰσραήλ, ἀπέκτεινα τὸν κύριον. Διὰ τί; Ὅτι ἔδει αὐτὸν παθεῖν. Πεπλάνησαι, ὦ Ἰσραήλ, τοιαῦτα
545σοφιζόμενος ἐπὶ τῇ τοῦ κυρίου σφαγῇ. Ἔδει αὐτὸν παθεῖν, ἀλλ’ οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν ἀτιμασθῆναι, ἀλλ’ οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν κριθῆναι, ἀλλ’ οὐχ ὑπὸ σοῦ. Ἔδει αὐτὸν κρεμασθῆναι, ἀλλ’ οὐχ ὑπὸ τῆς δεξιᾶς σου.

(550)

Ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν ὤφειλες βοῆσαι τὴν φωνήν· «Ὦ δέσποτα, εἰ καὶ ἔδει σου τὸν υἱὸν παθεῖν καὶ τοῦτό σού ἐστιν τὸ θέλημα, πασχέτω δή, ἀλλὰ ὑπ’ ἐμοῦ μή. Πασχέτω ὑπὸ ἀλλοφύλων.
555 Κρινέσθω ὑπὸ ἀκροβύστων. Προσηλούσθω ὑπὸ τυραννικῆς δεξιᾶς, ὑπὸ δὲ ἐμοῦ μή.» Σὺ δὲ ταύτην, ὦ Ἰσραήλ, πρὸς τὸν θεὸν οὐκ ἐβόησας τὴν φωνήν,
560οὐδὲ ἀφωσίωσαι τῷ δεσπότῃ, οὐδὲ ἐδυσωπήθης τὰ ἔργα αὐτοῦ. Οὐκ ἐδυσώπησέν σε χεὶρ ξηρὰ
ἀποκαθεσταμένη τῷ σώματι, οὐδὲ ὀφθαλμοὶ πηρῶν102
565 διὰ χειρὸς 〈αὐτοῦ〉 ἀνοιγόμενοι, οὐδὲ παραλελυμένα σώματα διὰ φωνῆς αὐτοῦ ἀναπηγνύμενα, οὐδὲ τὸ καινότερόν σε ἐδυσώπησεν σημεῖον, νεκρὸς ἐκ μνημείου ἐγειρόμενος
570
ἤδη τεσσάρων ἡμερῶν. Σὺ μὲν οὖν ταῦτα παραπεμψάμενος ἑσπέρας ἐπὶ τὴν⸥ ⸤τοῦ κυρίου σφαγὴν ἡτοίμασας αὐτῷ ἥλους ὀξεῖς καὶ μάρτυρας ψευδεῖς καὶ βρόχους καὶ μάστιγας καὶ ὄξος καὶ⸥ ⸤χόλην καὶ μάχαιραν καὶ θλῖψιν ὡς ἐπὶ φόνιον λῃστήν.
575Ἐπενεγκὼν γὰρ αὐτῷ καὶ μάστιγας τῷ σώματι καὶ ἄκαν‐ θαν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰς καλὰς αὐτοῦ χεῖρας ἔδη‐ σας, αἵ σε ἔπλασαν ἀπὸ γῆς, καὶ τὸ καλὸν αὐτοῦ ἐκεῖνοστόμα τὸ ψωμίσαν σε ζωήν, ἐψώμισασ χολήν, καὶ ἀπέκτει‐ νάς σου τὸν κύριον ἐν τῇ μεγάλῃ ἑορτῇ.
580Καὶ σὺ μὲν ἦσθα εὐφραινόμενος, ἐκεῖνος δὲ λιμώττων. Σὺ ἔπινες οἶνον καὶ ἄρτον ἤσθιες, ἐκεῖνος δὲ ὄξος καὶ χολήν. Σὺ ἦσθα φαιδρὸς τῷ προσώπῳ,
585ἐκεῖνος δὲ ἐσκυθρώπαζεν.
Σὺ ἦσθα ἀγαλλιώμενος, ἐκεῖνος δὲ ἐθλίβετο. Σὺ ἔψαλλες, ἐκεῖνος δὲ ἐκρίνετο.104
590Σὺ ἐκέλευες, ἐκεῖνος 〈δὲ〉 προσηλοῦτο. Σὺ ἐχόρευες, ἐκεῖνος δὲ ἐθάπτετο. Σὺ μὲν ἐπὶ στρωμνῆς μαλακῆς ἦσθα κατακείμενος,
595
ἐκεῖνος δὲ ἐν τάφῳ καὶ σορῷ. Ὦ Ἰσραὴλ παράνομε, τί δὴ τοῦτο ἀπηργάσω τὸ και‐ νὸν ἀδίκημα, καινοῖς ἐμβαλών σου τὸν κύριον πάθεσιν, τὸν δεσπότην σου, τὸν πλάσαντά σε,

(600)

τὸν ποιήσαντά σε, τὸν τιμήσαντά σε, τὸν Ἰσραὴλ καλέσαντά σε; Σὺ δὲ Ἰσραὴλ οὐχ εὑρέθης, οὐ γὰρ εἶδες τὸν θεόν,
605 οὐκ ἐνόησας τὸν κύριον, οὐκ ᾔδεις, ὦ Ἰσραήλ, ὅτι οὗτός ἐστιν ὁ πρωτότοκος τοῦ θεοῦ, ὁ πρὸ ἑωσφόρου γεννηθείς, ὁ τὸ φῶς ἐπαν〈ασ〉τήσας,
610ὁ τὴν ἡμέραν λαμπρύνας,
ὁ τὸ σκότος διακρίνας, ὁ 〈τὴν〉 πρώτην βαλβῖδα πήξας, ὁ κρεμάσας τὴν γῆν, ὁ σβέσας ἄβυσσον,106
615ὁ ἐκτείνας τὸ στερέωμα, ὁ κοσμήσασ τὸν κόσμον, ὁ τοὺς ἐν οὐρανῷ ἁρμόσας ἀστέρασ, ὁ τοὺς φωστῆρας λαμπρύνασ, ὁ τοὺσ ἐν οὐρανῷ ποιήσας ἀγγέλουσ,
620 ὁ τοὺς ἐκεῖ πήξας θρόνουσ, ὁ τὸν ἐπὶ γῆς ἀναπλασσάμενος ἄνθρωπον. Οὗτος ἦν ὁ ἐκλεξάμενός σε⸥ ⸤καὶ καθοδηγήσας σε⸥ ⸤ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν Νῶε,
625 ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραάμ, ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν Ἰσὰκ καὶ τὸν Ἰακὼβ καὶ
τοὺς ιβʹ πατριάρχας. Οὗτος ἦν ὁ καθοδηγήσας σε εἰς Αἴγυπτον καὶ διαφυλάξας σε
630 κἀκεῖ διαθρεψάμενος. Οὗτος ἦν ὁ φωταγωγήσας σε ἐν στύλῳ, καὶ σκεπάσας σε ἐν νεφέλῃ, ὁ τεμὼν Ἐρυθρὰν θάλασσαν καὶ διαγαγών σε
635 καὶ τὸν ἐχθρόν σου ἀποσκεδάσας. Οὗτός ἐστιν ὁ ἐξ οὐρανοῦ σοι μαννοδοτήσας, ὁ ἐκ πέτρας σε ποτίσας,
ὁ ἐν Χωρήβ σοι νομοθετήσας, ὁ ἐν γῇ σοι κληροδοτήσας,108
640 ὁ ἐξαποστείλας σοι τοὺς προφήτας, ὁ ἐξεγείρας σου τοὺς βασιλεῖς. Οὗτός ἐστιν ὁ πρός σε ἀφικόμενος, ὁ τοὺς πάσχοντάς σου θεραπεύσας καὶ τοὺς νεκρούς σου ἀναστήσας.
645Οὗτός ἐστιν εἰς ὃν ἠσέβησας. Οὗτός ἐστιν εἰς ὃν ἠδίκησας. Οὗτός ἐστιν ὃν ἀπέκτεινας. Οὗτός ἐστιν ὃν ἀπηργυρίσω ἀπαιτήσας παρ’ αὐτοῦ τὰ δίδραχμα

(650)

ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ. Ἀχάριστε Ἰσραήλ, δεῦρο, καὶ κρίθητι πρός με περὶ τῆς ἀχαριστίας σου. Πόσου ἀνετιμήσω τὸ ὑπ’ αὐτοῦ καθοδηγηθῆναι; Πόσου ἀνετιμήσω τὴν τῶν πατέρων σου ἀνεύρεσιν;
655Πόσου ἀνετιμήσω τὴν εἰς Αἴγυπτον κάθοδον καὶ τὴν ἐκεῖ διατροφὴν διὰ τοῦ καλοῦ Ἰωσήφ; Πόσου ἀνετιμήσω τὰς δέκα πληγάς; Πόσου ἀνετιμήσω τὸν νυκτερινὸν στῦλον καὶ τὴν ἡμερινὴν νεφέλην
660 καὶ τὴν δι’ Ἐρυθρᾶς διάβασιν; Πόσου ἀνετιμήσω τὴν ἐξ οὐρανοῦ μαννοδοσίαν καὶ τὴν ἐκ πέτρας ὑδροπαροχίαν
καὶ ἐν Χωρὴβ νομοθεσίαν καὶ τὴν ἐκ γῆς κληρονομίαν110
665 καὶ τὰς ἐκεῖ δωρεάς; Πόσου ἀνετιμήσω τοὺς πάσχοντασ οὓς αὐτὸς παρὼν ἐθεράπευσεν; Τίμησαί μοι τὴν ξηρὰν χεῖρα ἣν ἀποκατέστησεν τῷ σώματι.
670Τίμησαί μοι τοὺς ἐκ γενετῆς τυφλοὺς οὓς διὰ φωνῆς ἐφωταγώγησεν. Τίμησαί μοι τοὺς κειμένους νεκροὺσ οὓς ἐκ μνημείου ἀνέστησεν γ’ δὴ δ’ ἡμέρων. Ἀτίμητοι αἱ παρ’ αὐτοῦ σοι δωρεαί.
675 Σὺ δὲ ἀτίμως ἀνταπέδωκας εἰς αὐτὸν τὰς ἀχαρι‐ στίας ἀνταποδοὺς αὐτῷ κακὰ ἀντὶ καλῶν
καὶ θλῖψιν ἀντὶ χαρᾶς
καὶ θάνατον ἀντὶ ζωῆς, ὑπὲρ οὗ καὶ ἀποθανεῖν σε ἔδει.
680Εἶτα ἐὰν μὲν ἔθνους ἁρπαγῇ βασιλεὺς ὑπὸ ἐχθρῶν, δι’ αὐτὸν πόλεμος συνίσταται, δι’ αὐτὸν τεῖχος ῥήγνυται, δι’ αὐτὸν πόλις ἀναρπάζεται, δι’ αὐτὸν λύτρα πέμπεται,
685δι’ αὐτὸν πρέσβεις ἀποστέλλονται ἵνα λημφθῇ ἢ ἵνα εἰς ζωὴν ἀναπεμφθῇ ἢ ἵνα νεκρὸς ταφῇ.
Σὺ δὲ ἐναντίον κατὰ τοῦ κυρίου σου ἤνεγκας ψῆφον.112
690Ὃν γὰρ τὰ ἔθνη προσεκύνει
καὶ ἀκρόβυστοι ἐθαύμαζον
καὶ ἀλλόφυλοι ἐδόξαζον, ἐφ’ ᾧ καὶ Πιλᾶτος ἐνίψατο τὰς χεῖρας, σὺ τοῦτον ἀπέκτεινας ἐν τῇ μεγάλῃ ἑορτῇ.
695 Τοιγαροῦν πικρά σοι ἡ τῶν ἀζύμων ἑορτή, καθώς σοι γέγραπται· «Ἔδεσθε ἄζυμα μετὰ πικρίδων.» Πικροί σοι ἧλοι οὓς ὤξυνας, Πικρά σοι γλῶσσα ἣν παρώξυνας.

(700)

Πικροί σοι ψευδομάρτυρες οὓς ἔστησας. Πικροί σοι βρόχοι οὓς ἡτοίμασας. Πικραί σοι μάστιγες ἃς ἔπλεξας. Πικρός σοι Ἰούδας ὃν ἐμισθοδότησας. Πικρός σοι Ἡρώδησ ᾧ ἐξηκολούθησας.
705Πικρός σοι Καϊάφας ᾧ ἐπείσθης. Πικρά σοι χολὴ ἣν ἐσκεύασας. Πικρόν σοι ὄξος ὃ ἐγεώργησασ. Πικρά σοι ἄκανθα ἣν ἤμησας. Πικραί σοι χεῖρες ἃς ᾕμαξας.
710Ἀπέκτεινάσ σου τὸν κύριον ἐν μέσῳ Ἰερουσαλήμ.
Ἀκούσατε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν καὶ ἴδετε· Καινὸς φόνος γέγονεν ἐν μέσῳ Ἰερουσαλήμ, ἐν πόλει νομικῇ, ἐν πόλει Ἑβραϊκῇ,114
715ἐν πόλει προφητικῇ, ἐν πόλει δικαίᾳ νομιζομένῃ. Καὶ τίς πεφόνευται; Τίς δὲ ὁ φονεύσ; Εἰπεῖν αἰδοῦμαι
720καὶ λέγειν ἀναγκάζομαι. Εἰ μὲν γὰρ νύκτωρ γεγόνει ὁ φόνοσἢ ἐπ’ ἐρημίας ἦν ἐσφαγμένοσ, σιγᾶν εὔχρηστον ἦν· νῦν δὲ ἐπὶ μέσης πλατείας καὶ πόλεως,
725 ἐν μέσῳ πόλεωσ πάντων ὁρώντων γέγονεν δικαίου ἄδικος φόνος. Καὶ οὕτως ὑψοῦται ἐπὶ ξύλου καὶ τίτλος πρόσκειταιτὸν πεφονευμένον σημαίνων. Τίς οὗτος; Τὸ εἰπεῖν βαρὺ καὶ τὸ μὴ εἰπεῖν φοβερώτερον. Πλὴν ἀκούσατε τρέμοντες
730δι’ ὃν ἐτρόμησεν ἡ γῆ· Ὁ κρεμάσας τὴν γῆν κρέμαται. Ὁ πήξας τοὺς οὐρανοὺς πέπεκται. Ὁ στηρίξας τὰ πάντα ἐπὶ ξύλου ἐστήρικται. Ὁ δεσπότης παρύβρισται.
735 Ὁ θεὸς πεφόνευται. Ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ἀνῄρεται
ὑπὸ δεξιᾶς Ἰσραηλίτιδος. Ὢ φόνου καινοῦ, ὢ ἀδικίας καινῆς. Ὁ δεσπότης παρεσχημάτισται γυμνῷ τῷ σώματι καὶ οὐδὲ περιβολῆς
116
740ἠξίωται ἵνα μὴ θεαθῇ. Διὰ τοῦτο οἱ φωστῆρες ἀπεστρά‐ φησαν καὶ ἡ ἡμέρα συνεσκότασεν, ὅπως κρύψῃ τὸν ἐπὶ ξύ‐ λου γεγυμνωμένον, οὐ τὸ τοῦ κυρίου σῶμα σκοτίζων, ἀλ‐ λὰ τοὺς τούτων ἀνθρώπων ὀφθαλμούς. Καὶ γὰρ τοῦ λαοῦ μὴ τρέμοντος
745 ἔτρεμεν ἡ γῆ. Τοῦ λαοῦ μὴ φοβηθέντος ἐφοβήθησαν οἱ οὐρανοί. Τοῦ λαοῦ μὴ περιεσχισμένου περιεσχίσατο ὁ ἄγγελος.

(750)

Τοῦ λαοῦ μὴ κωκύσαντος «ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὕψιστος ἔδωκεν φωνήν». Διὰ τοῦτο, ὦ Ἰσραήλ, ἐπὶ τοῦ κυρίου οὐκ ἐτρόμησας,
755ἐπὶ τοῦ κυρίου οὐκ ἐφοβήθησ, ἐπὶ τοῦ κυρίου οὐκ ἐκώκυσας, ἐπὶ τῶν πρωτοτόκων σου ἀνεκώκυσας, 〈ἐπὶ〉 τοῦ κρεμαμένου κυρίου οὐ περιεσχίσω ἐπὶ τῶν πεφονευμένων σου περιεσχίσω·118
760Ἐγκατέλιπες τὸν κύριον, οὐχ εὑρέθης ὑπ’ αὐτοῦ. Ἠδάφισας τὸν κύριον, ἠδαφίσθης χαμαί. Καὶ σὺ μὲν κεῖσαι νεκρόσ,
765 ἐκεῖνοσ δὲ ἀνέστη ἐκ νεκρῶν καὶ ἀνέβη εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Κύριος, ἐνδυσάμενος τὸν ἄνθρωπον, καὶ παθὼν διὰ τὸν πάσχοντα, καὶ δεθεὶς διὰ τὸν κρατούμενον,
770 καὶ κριθεὶς διὰ τὸν κατάδικον, καὶ ταφεὶς διὰ τὸν τεθαμμένον, ἀνέστη ἐκ νεκρῶν καὶ ταύτην ἐβόησεν τὴν φωνήν »‘Τίς ὁ κρινόμενος πρόσ με; Ἀντιστήτω μοι.‘
775Ἐγὼ τὸν κατάδικον ἀπέλυσα. Ἐγὼ τὸν νεκρὸν ἐζωοποίησα. Ἐγὼ τὸν τεθαμμένον ἀνίστημι. Τίς ὁ ἀντιλέγων μοι;
Ἐγώ, φησίν, ὁ Χριστός,120
780ἐγὼ ὁ καταλύσας τὸν θάνατον καὶ θριαμβεύσας τὸν ἐχθρὸν καὶ καταπατήσας τὸν ᾅδην καὶ δήσας τὸν ἰσχυρὸν καὶ ἀφαρπάσας τὸν ἄνθρωπον
785 εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ἐγώ, φησίν, ὁ Χριστός.» «Τοίνυν δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἀνθρώπων αἱ ἐν ἁμαρτίαις πεφυραμέναι, καὶ λάβετε ἄφεσιν ἁμαρτημάτων. Ἐγὼ γάρ εἰμι ὑμῶν ἡ ἄφεσις,
790ἐγὼ τὸ πάσχα τῆς σωτηρίας, ἐγὼ ὁ ἀμνὸς ὁ ὑπὲρ ὑμῶν σφαγείς, ἐγὼ τὸ λύτρον ὑμῶν, ἐγὼ ἡ ζωὴ ὑμῶν, ἐγὼ ἡ ἀνάστασις ὑμῶν,
795ἐγὼ τὸ φῶς ὑμῶν, ἐγὼ ἡ σωτηρία ὑμῶν, ἐγὼ ὁ βασιλεὺς ὑμῶν. Ἐγὼ ὑμᾶς ἀνάγω εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν. Ἐγὼ ὑμῖν δείξω τὸν ἀπ’ αἰώνων πατέρα.

(800)

Ἐγὼ ὑμᾶς ἀναστήσω διὰ τῆς ἐμῆς δεξιᾶς.» Οὗτός ἐστιν ὁ ποιήσασ τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πλάσασ ἐν ἀρχῇ τὸν ἄνθρωπον, ὁ διὰ νόμου καὶ προφητῶν κηρυσσόμενος, ὁ ἐν παρθένῳ σαρκωθείς,122
805ὁ ἐπὶ ξύλῳ κρεμασθείσ, ὁ εἰς γῆν ταφείς, ὁ ἐκ νεκρῶν ἀνασταθείς, καὶ ἀνελθὼν εἰς τὰ ὑψηλὰ τῶν οὐρανῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρόσ,
810ὁ ἔχων ἐξουσίαν πάντα κρῖναι 〈καὶ〉 σῴζεινδι’ οὗ ἐποίησεν ὁ πατὴρ τὰ ἀπ’ ἀρχῆς μέχρι αἰώνων. Οὗτός ἐστιν «τὸ Α καὶ τὸ Ω». Οὗτός ἐστιν «ἀρχὴ καὶ τέλοσ», —ἀρχὴ ἀνεκδιήγητος καὶ τέλος ἀκατάλημπτον—.
815«Οὗτός ἐστιν ὁ ΧριστόσΟὗτός ἐστιν ὁ βασιλεύσ. Οὗτός ἐστιν Ἰησοῦσ, οὗτος 〈ὁ〉 στρατηγόσ, οὗτος ὁ κύριοσ,
820οὗτος ὁ ἀναστὰς ἐκ νεκρῶν,
οὗτος ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρόσ. Φορεῖ τὸν πατέρα καὶ ὑπὸ τοῦ πατρὸς φορεῖται, «ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν».124
824tΜελίτωνος Περὶ Πάσχα
825Εἰρήνη τῷ γράψαντι καὶ τῷ ἀναγινώσκοντι καὶ τοῖς ἀ
γαπῶσι τὸν κύριον ἐν ἀφελότητι καρδίασ.126