TLG 1493 001 :: MELINNO :: Εἰς Ῥώμην

MELINNO Lyr.
(Lesbia: 2 B.C.?)

Εἰς Ῥώμην

Source: Lloyd–Jones, H., Parsons, P. (eds.), Supplementum Hellenisticum. Berlin: De Gruyter, 1983: 268–269.

fr. 541

Citation: Fragment — (line)

541

(t)

εἰς Ῥώμην
1 χαῖρέ μοι, Ῥώμα, θυγάτηρ Ἄρηος, χρυσεομίτρα δαΐφρων ἄνασσα, σεμνὸν ἃ ναίεις ἐπὶ γᾶς Ὄλυμπον αἰὲν ἄθραυστον.
5σοὶ μόνᾳ, πρέσβιστα, δέδωκε Μοῖρα κῦδος ἀρρήκτω βασιλῇον ἀρχᾶς, ὄφρα κοιρανῇον ἔχοισα κάρτος ἀγεμονεύῃς. σᾷ δ’ ὐπὰ σδεύγλᾳ κρατερῶν λεπάδνων
10στέρνα γαίας καὶ πολιᾶς θαλάσσας σφίγγεται· σὺ δ’ ἀσφαλέως κυβερνᾷς ἄστεα λαῶν. πάντα δὲ σφάλλων ὁ μέγιστος αἰὼν
καὶ μεταπλάσσων βίον ἄλλοτ’ ἄλλως268
15σοὶ μόνᾳ πλησίστιον οὖρον ἀρχᾶς οὐ μεταβάλλει. ἦ γὰρ ἐκ πάντων σὺ μόνα κρατίστους ἄνδρας αἰχματὰς μεγάλους λοχεύεις εὔσταχυν Δάματρος ὅπως ἀνεῖσα
20καρπὸν †ἀπ’ ἀνδρῶν. *269