TLG 1491 002 :: MELANTHIUS :: Fragmenta MELANTHIUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 444. frr. 1–5 Citation: Fragment — (line) | ||
t1 | ΑΤΘΙΣ. E LIBRO SECUNDO. | |
1 | Harpocratio v. Γρυπάνιον: Μελάνθιος ἐν βʹ Ἀτ‐ θίδος εἰπὼν σεισμὸν γεγονέναι φησί· «Καὶ ἔγρυπεν ἡ γῆ.» | |
t2-5 | ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΛΕΥΣΙΝΙ ΜΥΣΤΗΡΙΩΝ. | |
2 | Athenaeus VII: Ἀπολλόδωρος δὲ ἐν τοῖς Περὶ θεῶν τῇ Ἑκάτῃ φησὶ θύεσθαι τρίγλην, διὰ τὴν τοῦ ὀνόματος οἰκειότητα· τρίμορφος γὰρ ἡ θεός. Μελάνθιος δ’ ἐν τῷ Περὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων, καὶ τρίγλην | |
5 | καὶ μαινίδα, ὅτι καὶ θαλάττιος ἡ Ἑκάτη. | |
---|---|---|
3 | Schol. Aristoph. Plut. 845: Ἔθος γὰρ ἦν, ἐν οἷς τις (ἱματίοις) μυηθείη, εἰς θεοῦ τινος (ταῦτα) ἀνατιθέναι, ὥσπερ δηλοῖ καὶ Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων· «Πάτριόν ἐστι ταῖς θεαῖς ἀνιεροῦν καὶ τὰς στολὰς τοὺς | |
5 | μύστας, ἐν αἷς τύχοιεν μυηθέντες.» | |
4 | Schol. Aristoph. Avv. 1073: Οὗτος (sc. Διαγό‐ ρας ὁ Μήλιος) μετὰ τὴν ἅλωσιν Μήλου ᾤκει ἐν Ἀθή‐ ναις, τὰ δὲ μυστήρια ηὐτέλιζεν, ὡς πολλοὺς ἐκτρέπειν τῆς τελετῆς. Τοῦτο οὖν ἐκήρυξαν κατ’ αὐτοῦ Ἀθηναῖοι | |
5 | καὶ ἐν χαλκῇ στήλῃ ἔγραψαν, ὥς φησι Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων. | |
5 | Ibid.: Μελάνθιος ἐν τῷ Περὶ μυστηρίων προφέρεται τῆς χαλκῆς στήλης καὶ ἀντίγραφον, ἐν ᾗ ἐπεκήρυξαν καὶ αὐτὸν καὶ τοὺς [μὴ?] ἐκδιδόντας Πελλανεῖς, ἐν ᾗ γέγραπται καὶ ταῦτα· ἐὰν δέ τις ἀποκτείνῃ Διαγόραν | |
5 | τὸν Μήλιον, λαμβάνειν ἀργυρίου τάλαντον· ἐὰν δέ τις | |
ζῶντα ἀγάγῃ, λαμβάνειν δύο. | 444 |