TLG 1488 001 :: MAXIMUS :: Fragmentum ex libro de materia Fragmentum ex libro de materia Citation: Page — (line) | ||
87(1t) | MAXIMI, | |
2t | QUI SUB FINEM SAECULI SECUNDI FLORUIT, | |
---|---|---|
3t | FRAGMENTUM. | |
4t | Ab Eusebio libro vii. Praparat. Evang. cap. ult. allatum. | |
5t | Ex libro de Materia, qui in dialogi modum compositus est. | |
6 | Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγέννητα δύο ἅμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ· ὡς πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖ λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ Θεὸς, | |
10 | ἢ αὖ πάλιν, ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὰ εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγέννητον λέξει· ἑκάτερον γὰρ τούτων, μέρος ἔσται τοῦ πλησίον. ἀλλή‐ | |
λων δὲ μέρη τυγχάνοντα, οὐκ ἔσται ἀγέννητα δύο, ἀλλ’ | 87 | |
88 | ἓν ἐκ διαφόρων συνεστός. οὐδὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέλη κατακερματίζομεν εἰς πολλὰ γεννητά. ἀλλ’, εἰ ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γεννητὸν, τὸν ἄν‐ θρωπον, πολυμερὲς πρὸς τοῦ Θεοῦ γεγονέναι φαμέν· | |
5 | οὕτως ἀνάγκη εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ Θεὸς, ἓν τὸ ἀγέννητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ | |
10 | διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵστα‐ ται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγεννήτων εἴπομεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν (for. addend. δεῖ), εἰ τὰ ἀγέννητα δοθείη τρία. Καὶ γὰρ ἐπὶ τούτων ἐροίμην ἂν, εἰ κεχώρισται | |
15 | ἀλλήλων, ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον· εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ’ αὖ πάλιν κεχωρίσθαι, οὐ φεύ‐ | |
ξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. | 88 | |
89 | Ἂν δ’ ἄρα τις καὶ τρίτον εἶναι λέξει λόγον, ὡς ἁρμόζοντα περὶ τῶν ἀγεννήτων λέγεσθαι, τουτέστι τὸ μήτε κεχωρίσθαι τῆς ὕλης τὸν Θεὸν, μήτ’ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν | |
5 | Θεὸν, ἢ καὶ τὴν ὕλην ἐν τῷ Θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ Θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ, καὶ πρὸς τῆς ὕλης περι‐ γραφόμενον. ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ | |
10 | ἀνάγκη, τοῦ, ἐν ᾧ ἐστιν, ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις, καὶ ἐν χείροσι γεγονέναι τὸν Θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτε ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτε ὅτε καὶ ἐν ἀκοσμήτοις ἦν ὁ Θεός. Δικαίως δ’ ἂν καὶ τοῦτον | |
15 | ἐροίμην τὸν λόγον, πότερον ἐπλήρου τὴν ὕλην ὁ Θεὸς, ἢ | |
ἐν μέρει τινὶ τῆς ὕλης ἦν. εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς | 89 | |
90 | ὕλης εἰπεῖν τις ἐθέλοι τὸν Θεὸν, πλεῖστον ὅσον μικρό‐ τερον αὐτὸν τῆς ὕλης λέγει· εἴ γε δὴ μέρος αὐτῆς, ὅλον ἐχώρησεν αὐτόν. εἰ δ’ ἐν πάσῃ εἶναι λέγοι, καὶ δι’ ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργει φραστέον. | |
5 | ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ Θεοῦ λέγειν, ἧς γενο‐ μένης ἐδημιούργει ἐκεῖνο, ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. Εἰ δὲ τὴν ὕλην ἐν τῷ Θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ’ | |
10 | ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπάρχει γένη, διαιρου‐ μένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν Θεὸν εἰπεῖν. εἰ δ’ ὥσπερ ἐν γῇ τὸ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη | |
15 | καὶ ἀκόσμητος, πρὸς δὴ τούτοις ἔχουσα καὶ κακὰ, τὸν | |
Θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ | 90 | |
91 | τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπι‐ σφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ συνεῖναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν Θεὸν καὶ τοῦτο φεύγειν προαιρούμενος, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. | |
5 | Εἰ μὲν οὖν τὴν ὕλην, ἐκ τῶν ὑποστάντων γενη‐ τῶν ὑπονοῶν, ἀγέννητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον, εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγέννητον. ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν, αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπό‐ | |
10 | νοιας, διὰ τοῦτ’ ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαι δοκῶ. φανεροῦ γὰρ γενομένου τοῦ λόγου, καθ’ ὃν τρόπον ἐστὶ τὰ κακὰ, καὶ ὅτι οὐχ οἷόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν Θεὸν, ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοι‐ αύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ. | |
15 | Φὴς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ Θεῷ, ἐξ ἧς τὴν τοῦδε τοῦ κόσμου γένεσιν ἐδημιούργησεν; οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε | |
δὲ κόσμος πρὸς τοῦ Θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, | 91 | |
92 | τῶν ποιοτήτων ποιητὴς γέγονεν ὁ Θεός; οὕτως ἔχει. Ἐπεὶ δέ σου καὶ λέγοντος ἔμπροσθεν ἤκουον, ὡς ἀδύ‐ νατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν. δοκεῖ σοι τὰς τοῦ κόσμου ποιό‐ | |
5 | τητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι; δοκεῖ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς. οὕτως ἔχει. Εἰ μὲν οὖν μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ Θεὸς, μήτε ἐκ τῶν οὐσιῶν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὅντων αὐτὰς ὑπὸ τοῦ | |
10 | Θεοῦ γεγονέναι εἰπεῖν ἀναγκαῖον. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν, ἀδύνατον εἶναι δοξάζειν, ἐξ οὐκ ὄντων γε‐ γονέναι τι πρὸς τοῦ Θεοῦ. ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν θεωροῦμεν ἀνθρώ‐ πους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ ὅτι μάλιστα | |
15 | δοκοῦσι ποιεῖν ἔν τινι, οἷον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν. Καὶ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων, καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δ’, | |
ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς | 92 | |
93 | ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν, ἡ ποιοῦσα τὴν πόλιν, ἢ αὖ πάλιν τοὺς ναοὺς, ἀλλ’ ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑπο‐ κειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται, ἀλλ’ ἐξ | |
5 | οὐκ οὔσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκει‐ μένης τέχνης προσγίνεται. Οὐ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ | |
10 | ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶν, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ τινὶ γίνωνται. ὁ μὲν γὰρ ἄνθρωπος, καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται· ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώ‐ | |
15 | πους πεφυκέναι γίνεσθαι, λέγειν ἀναγκαῖον. Εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν Θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων | |
φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυ‐ | 93 | |
94 | νατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων, τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. Ἐπεὶ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον. καί | |
5 | σου βραχέα πυθέσθαι βούλομαι. τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι, ἢ ποιότητες οὐσιῶν; ποιό‐ τητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ. Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; οὕτω προλαβὼν ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν | |
10 | οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν Θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ Θεός. ὅτε τοίνυν οὐδ’ οὕτως ἀναίτιον τῶν κακῶν εἰπεῖν δυνατὸν τὸν Θεὸν, ὕλην αὐτῷ προσάπτειν πε‐ ριττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, | |
15 | ἄρχου τοῦ λόγου. εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρί‐ ζεσθαι. ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον, καὶ τῆς πρὸς τὸν | |
πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, | 94 | |
95 | ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν, ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ, καὶ τὴν ἐν τοῖς λόγοις σπουδὴν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλή‐ | |
5 | θειαν μετὰ ἀκριβοῦς ἐξετάσεως. καί σε δὲ οὕτω δια‐ κεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον, χρη‐ σάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κᾀμὲ περὶ ὧν | |
10 | ἀγνοῶ. Σαφῶς παραστῆναί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς. οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. Ἐπεὶ τοίνυν, ὦ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ | |
15 | σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι; δοκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ | |
δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται; οὕτως | 95 | |
96 | ἔχει. Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; οὕτω μοὶ φαίνεται. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνου‐ σιν, ὁπότ’ ἂν ὁ ἐνεργῶν παρῇ; οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἔσται ποτέ; οὐκ | |
5 | ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος, ἐν ᾧ γενομένη τὸ εἶναι λήψεται· τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἱ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνουσιν· οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι | |
10 | τὰ κακὰ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος, ἐνέργεια ὑπάρχει τινός· οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίας εἶναι θέλεις, σύμφημι κᾀγώ. οἷον ἄνθρωπος ὁ φονεὺς, καθ’ ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ, ὃν ποιεῖ, | |
15 | φόνος, οὔκ ἐστιν οὐσία, ἀλλ’ ἔργον τὶ τῆς οὐσίας. λέγομεν δὲ τὸν ἄνθρωπον, ποτὲ μὲν κακὸν, διὰ τὸ φονεύειν· ποτὲ δ’ αὖ πάλιν ἀγαθὸν διὰ τὸ ἐνεργεῖν | |
ἀγαθόν. καὶ προσπλέκεται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ | 96 | |
97 | ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ φόνος ἐστὶν ἡ οὐσία, οὔτ’ αὖ πάλιν ἡ μοιχεία, οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμ‐ ματικῆς ὁ γραμματικὸς λέγεται, καὶ ἀπὸ τῆς ῥητορικῆς, | |
5 | ὁ ῥήτωρ, καὶ ἀπὸ τῆς ἰατρικῆς, ὁ ἰατρὸς, τῆς οὐσίας οὔτ’ ἰατρικῆς οὔσης, οὔτε μὴν ῥητορικῆς, οὔτε γραμ‐ ματικῆς· ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσ‐ ηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ, οὐδ’ ὁπότερον αὐτῶν οὖσα· ὁμοίως μοὶ φαίνεται καὶ ἀπὸ | |
10 | τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσ‐ λαμβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν. καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον· ὡς κᾀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἔστι καὶ | |
15 | αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κᾀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. εἰ γὰρ | |
αὐτὸν ὑπάρχειν εἴποιμεν, ἃ ποιεῖ, ποιεῖ δὲ φόνους, καὶ | 97 | |
98 | μοιχείας, καὶ κλοπὰς, καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτ’ ἐστὶν αὐτὸς, ταῦτα δ’ ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται καὶ ἑαυτῶν | |
5 | οἱ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ’ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα ἐνεργείας αὐτοῦ φὴς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστὶν ἡ οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὔκ ἐστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς, ὁ ἰατρός. | |
10 | εἰ δὲ ἐξ ὧν ἐνεργεῖ, ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κᾀκεῖνος εἶναι κακὸς, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως τις κακὸς, οὐδὲ ἀγέννητα τὰ κακὰ, τῷ γεννητὰ πρὸς αὐτοῦ εἶναι φάναι. | |
15 | Τὸν μὲν πρὸς τὸν ἕτερον, ὦ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς. ἐξ ὧν γὰρ προὔλαβες τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γὰρ, εἰ | |
ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς | 98 | |
99 | ὑπάρχει ὁ Θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητὴς ὁ Θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν. οὐδὲ (for. οὐδενὶ) γὰρ ἔνεστιν εἰπεῖν περὶ | |
5 | ἡστινοσοῦν οὐσίας, ὡς ἔστιν ἄποιος· καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶ ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος. ὅθεν εἴ σοι φίλον ἐστὶν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. ἐμοὶ γὰρ ἡ ὕλη ἀνάρχως ποιότητας ἔχειν δοκεῖ. | |
10 | οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀποῤῥοίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν Θεὸς ἀναίτιος ᾖ, τούτων δὲ ἁπάντων ἡ ὕλη αἰτία. Τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὦ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομα‐ | |
15 | θῶν, μὴ ἁπλῶς, καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλ’ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν | |
λόγων. οὐδὲ γὰρ εἰ ὁ προσζητῶν, παρὰ λόγον ὁρι‐ | 99 | |
100 | σάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συν‐ άγειν ὡς ἐθέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει· ἀλλ’ εἴ τι (for. εἰ ὅ, τι Viger.) δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει· παρ’ ὧν δυοῖν θάτερον ἔσται· ἢ | |
5 | γὰρ καὶ πρὸς (for. πρὸς ἐκείνου) ὃ κινεῖσθαι δοκεῖ ἀκού‐ σας, τέλεον ὠφεληθήσεται, ἢ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν, εἰ γὰρ τοῦθ’ οὕτως ἔχει, τίνος | |
10 | ἔσται ποιητὴς ὁ Θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προ‐ εῖναι ταύτας φαμέν· εἴτ’ αὖ πάλιν ποιότητας, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὔσης, καὶ ποιο‐ τήτων, περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν Θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, | |
15 | ἀπόκριναί μοι νῦν ἐρωτώμενος, τίνι τρόπῳ δημιουργὸν εἶναί φης τὸν Θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ’ ὑπάρχειν ἐκείνας, αἵπερ ἦσάν ποτε, ἀλλ’ | |
ἑτέρας παρ’ αὐτὰς γενέσθαι; ἢ ὅτι τὰς μὲν οὐσίας | 100 | |
101 | ἐφύλαξεν ἐκείνας, αἵπερ ἦσαν προτοῦ· τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν; οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται. τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθ’ ἃς | |
5 | (for. καθ’ ἣν) δημιουργὸν εἶναι λέγω τὸν Θεὸν, καὶ ὥσπερ εἰ τύχοι λέγειν (for. λέγομεν) ἐκ λίθων οἰκίαν γε‐ γονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκ ἔτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἱ λίθοι· τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δη‐ | |
10 | λονότι τῆς προτέρας τῶν λίθων ποιότητος· οὕτω μοὶ δοκεῖ καὶ τὸν Θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ Θεοῦ γεγονέναι λέγω. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ Θεοῦ γεγο‐ | |
15 | νέναι φὴς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρου‐ μένῳ. λέγε δή. Εἰ ὁμοίως καί σοι δοκεῖ τὰ κακὰ ποιό‐ τητας εἶναι τῶν οὐσιῶν; δοκεῖ. Ἄνωθεν δὲ ἦσαν αἱ | |
ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; | 101 | |
102 | συνεῖναί φημι ἀγεννήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν Θεόν φης τροπήν τινα τῶν ποιοτήτων πε‐ ποιηκέναι; τοῦτό φημι. Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τὸ χεῖρον; εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ. | |
5 | Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακὰ, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ Θεὸς, πόθεν τὰ κακὰ, ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτ’ ἦσαν τῇ φύσει· ἢ εἰ μὲν πρότερον οὐκ ἦσαν κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ Θεοῦ τὰς πρώτας τοιαύτας | |
10 | περὶ τὴν ὕλην γεγονέναι ποιότητάς φης, αἴτιος ἔσται τῶν κακῶν ὁ Θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς, εἰς τὸ εἶναι κακάς. Ἢ τὰς μὲν κακὰς ποιότητας, εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν Θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας | |
15 | ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμήσεως ἕνεκα πρὸς τοῦ Θεοῦ τετράφθαι λέγεις. οὕτως ἄνωθεν ἔσχον ἐγώ. | |
Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον | 102 | |
103 | καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κᾀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ | |
5 | εἶναι κακὰ, συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. εἰ γὰρ μηδ’ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κᾀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, | |
10 | αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις | |
15 | ἐξετάζοι ἐπ’ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑ‐ ρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν | |
παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν | 103 | |
104 | λαμβάνει τῶν κακῶν. καί μοι ἐπ’ ἀνθρώπου τὸ παρά‐ δειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῶον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μήθ’ ἑνὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν, παρὰ τῆς φύσεως εἶχεν· ἀφ’ οὗ δὲ πρὸς τοῦ | |
5 | Θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπε‐ λάζοντος κακοῦ προσλαμβάνει· καὶ τοῦθ’ ὅπερ ἐπ’ εὐερ‐ γεσίᾳ τῆς ὕλης πρὸς τοῦ Θεοῦ γεγονέναι λέγεις, εὑ‐ ρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν Θεὸν ἀνελεῖν τὰ κακὰ, τὸ μὴ | |
10 | πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν Θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον, ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸν Θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν | |
15 | μοι δοκεῖς. εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα ἔσται τοῦ Θεοῦ τὰ κακὰ, νικῶντα τῆς προαι‐ ρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν | |
περὶ Θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται | 104 | |
105 | Θεοὶ, νικᾷν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν Θεὸν, εἴπερ Θεὸν ἐκεῖνό φαμεν, ὃ τὴν ἁπάντων ἐξουσίαν ἔχει; Βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἦν ἡ | |
5 | ὕλη, ἢ σύνθετος. ἡ γὰρ διαφορὰ τῶν γεγονότων εἰς τοιαύτην με περιΐστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδής· σύνθετος δὲ ὁ κόσμος, καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει· ἀδύνατον τοῦτο (cor. τοῦτον) ἐξ ὕλης | |
10 | γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἀποίου τὴν σύστασιν ἔχειν, τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δ’ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτὲ καθ’ ἑαυτὰ τὰ | |
15 | ἁπλᾶ, ὧν συντεθέντων, γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ οὖσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτὲ καιρὸς, ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. εἰ | |
δὲ ἦν ποτὲ καιρὸς, ὅτε ἡ ὕλη οὐκ ἦν· οὐκ ἦν δέ ποτε | 105 | |
106 | καιρὸς, ὅτε τὸ ἀγέννητον οὐκ ἦν, οὐκ ἔσται ἀγέννητος ἡ ὕλη. τὸ δ’ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγέννητα. εἰ γὰρ ἦν ἀγέννητος ὁ Θεὸς, ἦν δὲ ἀγέννητα καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγέννητα. ἵνα πα‐ | |
5 | ρήσω τὸ ἐπιζητῆσαι τί ὄντα ἐστὶν (for. ἐστὶν ὄντα) ἁπλᾶ· ὕλη ἢ εἶδος· πολλὰ γὰρ οὕτως ἄτοπα ἀκολουθήσειαν. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; δοκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; ἀντικεῖσθαί μοι φαίνεται. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ | |
10 | ψυχρῷ τὸ θερμὸν, πρὸς δὴ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντί‐ κειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι σου βού‐ | |
15 | λομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλ‐ λήλων; δοκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρη, τό τε πῦρ καὶ | |
ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; οὕτως ἔχω. Τί δὲ, | 106 | |
107 | οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια; δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὔκ ἐστιν ἀλλήλων ἀναι‐ ρετικὰ, τὰ δὲ τῆς ὕλης μέρη ἀναιρετικὰ ἀλλήλων ἐστὶν, | |
5 | οὐκ ἔσται ἀλλήλων μέρη. εἰ δὲ οὔκ ἐστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν, οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα, ἑτέροις | |
10 | ἀντικεῖσθαι πέφυκεν. οἷον τὸ λευκὸν, αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται. καὶ τὸ φῶς ὁμοίως, ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται, πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. Εἰ τοίνυν καὶ ὕλη μία τὶς ἦν, οὐκ ἂν | |
15 | αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων, | |
τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. | 107 |