TLG 1487 002 :: MAXIMUS :: Περὶ καταρχῶν (epitome) Περὶ καταρχῶν (epitome) Citation: Section — (line) | ||
t | Μαξίμου περὶ καταρχῶν μεταφρασθὲν πεζῇ λέξει ἐκ τῶν ἡρωικῶν μέτρων. | |
p | Εἰ δ’ ἄγε μοι κούρη Πιμπληιὰς ἔννεπε Μοῦσα Μήνην ἠερόφοιτον, ὅπως ἄνδρεσσιν ἕκαστα σημαίνει σκολιωπὸν ἐπιστείχουσα κέλευθον. | |
1(t) | Περὶ γενέσεως. | |
1 | Πῶς ὁ τεχθεὶς ἄνθρωπος αὐξιφωτούσης τῆς Σε‐ λήνης ἔμπρακτος ἔσται καὶ κατορθωτικὸς ὧν μετα‐ χειρίζεται πάντων; ἐὰν παρατηρῆται ἐν ταῖς καταρχαῖς τῶν ἑαυτοῦ ἔργων τὴν Σελήνην συνοδεύουσαν ἤτοι | |
---|---|---|
5 | τῷ Διὶ ἢ τῇ Ἀφροδίτῃ ἢ τῷ Ἑρμῇ· ἐὰν δὲ συνοδεύῃ ἡ Σελήνη τῷ Κρόνῳ ἢ τῷ Ἄρει, μὴ καταρχέσθω ἔργου· ἀπραξία γὰρ καὶ βλάβη ἐπακολουθήσει. ἡ Σελήνη ἀποκαταστατικὴ καὶ ἀνταποκατα‐ στατικὴ καὶ εἰς τὰ ἑαυτῆς τετράγωνα τὰ κατὰ γέ‐ | 79 |
10 | νεσιν ἐλθοῦσα ἄπρακτος καὶ ἐπιβλαβὴς γίνεται. ἐάν τινος γένεσιν θεάσῃ καὶ βούλῃ αἰτήσασθαι παρ’ ἐκείνου χάριν, σκεψάμενος τὴν Σελήνην αὐτοῦ ἀνταποκαταστατικὴν οὖσαν, τοῦτ’ ἔστιν ἑαυτῇ δια‐ μετρήσασαν, αἴτησαι τὴν χάριν, καὶ οὐ μὴ ἀστοχήσῃς | |
15 | τῆς αἰτήσεως. | |
2(t) | Περὶ κτήσεως δούλων. | |
1 | Σελήνης ἐν τοῖς ἀνθρωποειδέσι ζῳδίοις, Διδύ‐ μοις, Παρθένῳ, Ζυγῷ, Τοξότῃ, Ὑδροχόῳ, οὔσης ἐὰν βούλῃ διακόνους εἰς τὸ ἴδιον δῶμά σου ἀγορά‐ ζειν, ἀγαθὸν καὶ ἔμπρακτον καὶ ἐπικερδές. | |
5 | Σελήνης [ἐν τῷ] Ζυγῷ [ἢ ἐν τῷ] Σκορπίῳ οὔσης γεωργὸν δοῦλον ἀγόραζε. Σελήνης οὔσης [ἐν τῷ] Κριῷ [ἢ ἐν τῷ] Λέοντι [ἢ ἐν τῷ] Τοξότῃ ταῖς ἐσχάταις μοίραις καὶ [ἐν τῷ] Αἰγόκερῳ ταῖς πρώταις ποιμένα ἀγόραζε. | |
10 | Σελήνης οὔσης [ἐν τοῖς] Ἰχθύσιν [ἢ ἐν τῷ] | |
Ὑδροχόῳ [ἢ ἐν τῷ] Καρκίνῳ [ἢ ἐν τῷ] Αἰγόκερῳ ταῖς ἐσχάταις μοίραις ναύτην δοῦλον καὶ ἁλιέα καὶ τὸν τοὺς χιτῶνας πλύνοντα ἀγόραζε, καὶ ἁπλῶς τὸν μεθ’ ὕδατος ἐργαζόμενον. | 80 | |
15 | Σελήνης [ἐν τῷ] Κριῷ οὔσης κναφεῖς δούλους καὶ ὑφάντας ἀγόραζε. Σελήνης [ἐν τῇ] Παρθένῳ οὔσης σιτοποιοὺς καὶ ἀρτοκόπους δούλους ἀγόραζε. Σελήνης [ἐν τῷ] Ταύρῳ οὔσης μαγείρους δού‐ | |
20 | λους ἀγόραζε. Σελήνης [ἐν τῷ] Ζυγῷ [ἢ ἐν τοῖς] Διδύμοις οὔσης καπήλους δούλους καὶ ἐμπόρους ἀγόραζε. | |
3(t) | Περὶ πλοῦ καὶ ἐμπορίας. | |
1 | Σελήνης ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης ζῳ‐ δίοις μετὰ ἀγαθοποιοῦ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρ‐ μοῦ, ἐμπορεύου, ἀγόραζε, πόρθμευε, ὁδοῦ καὶ πλοῦ κατάρχου. | |
5 | Σελήνης ἐν τοῖς καθύγροις ζῳδίοις οὔσης, Καρ‐ κίνῳ, Αἰγόκερῳ, Ἰχθύσιν, ἀκακώτου, τὴν σὴν ναῦν πληρώσας τῶν ἀγωγίμων φόρτων καὶ χρημάτων, κατάρχου τῆς ἐμπορίας· ὁ γὰρ πλοῦς ἀγαθὸς γίνεται, καὶ ἐπικερδὴς ὁ φόρτος. | |
10 | Σελήνης οὔσης μετὰ Κρόνου ἢ μετὰ Ἄρεως μὴ κατάρξῃ πλοῦ μήτε φόρτου μήτε ἐμπορίας· ἀλλ’ ὅμως ἐπιβλαβέστερος ὁ Κρόνος τοῖς ναυτίλοις ἤπερ ὁ Ἄρης· ὁ μὲν γὰρ Ἄρης πολλάκις ῥύεται τοὺς ναύτας ἐκ τοῦ τῆς θαλάσσης κινδύνου· ὁ δὲ Κρόνος χαλεπώ‐ | 81 |
15 | τατος μάλιστα τοῖς ναύταις γίνεται. | |
4(t) | Περὶ ὁδοιπορίας. | |
1 | Σελήνης Κριῷ· ὁ ἀποδημήσας ταχέως ὑποστρέψει. Σελήνης Ταύρῳ· ὁ ἀποδημήσας ἀβλαβῶς καὶ μετὰ κέρδους ὑποστρέψει. Σελήνης Διδύμοις· ὁ ἀποδημήσας ἐπὶ πολὺν | |
5 | χρόνον ἐν τῇ ξένῃ διατρίψει. Σελήνης Καρκίνῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, χαίρων δὲ καὶ ἐνδόξως ὑποστρέψει πράξας εὐτυχῶς. Σελήνης Λέοντι· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ | |
10 | δεῖ ἀποδημεῖν· βλάβαι γὰρ καὶ φόβοι ἐξ ἀνδρῶν κα‐ | |
κῶν ὑπαντήσουσιν· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν μὲν νυκτὶ οὐ δεῖ ἀποδημεῖν· ἔτι δὲ ἡμέρας οὔσης ὁ ἀπο‐ δημήσας [οὐ] πάνυ βλάπτεται (vs. 1—7). Σελήνης Παρθένῳ· ὁ ἀποδημήσας χρονίσει μὲν | 82 | |
15 | ἐν τῇ ξένῃ, ἀβλαβῶς δὲ ὑποστρέψει (8—10). Σελήνης Ζυγῷ· ὁ ἀποδημήσας εἰ μὲν ἐπὶ δικαίᾳ προαιρέσει, συμφέρει· εἰ δὲ ἐπὶ ἀδίκῳ, οὐ συμφέρει (11—17). Σελήνης Σκορπίῳ· ὁ ἀποδημήσας ὠφεληθήσεται | |
20 | καὶ κερδήσει ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν οἴκαδε, ὠφεληθήσεται καὶ ταχέως τὴν ὁδὸν ἀνύσει, λαθραίως καὶ μετὰ σιγῆς ὑποστρέφων (18—24). Σελήνης Τοξότῃ· ὁ ἀποδημήσας μακρὰν ὁδὸν ἀνύσει καὶ πολὺν χρόνον διατρίψει βραδύνων ἐν τῇ | |
25 | ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης Τοξότῃ οὔσης χαίρων ταχέως ἥξει (25—34). Σελήνης Αἰγόκερῳ· οὐ δεῖ ἀποδημεῖν· καὶ γὰρ ἡ ὁδὸς μακρὰ καὶ ἄπρακτος ἡ ὁρμὴ γίνεται καὶ λυ‐ πηρά. ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης οὔσης | |
30 | Αἰγόκερῳ πραεῖαν καὶ ἀβλαβῆ τὴν ὁδὸν ἕξει (35—41). Σελήνης Ὑδροχόῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν, ἐν δὲ τῇ δευτέρᾳ δεῖ, ὠφέλιμον γάρ (42—44). Σελήνης Ἰχθύσιν· ἐπὶ στρατιὰν καὶ ἐπὶ πόλε‐ | 83 |
35 | μον καὶ ἐπὶ κυνηγεσίαν καὶ ἐπὶ ἁλιείαν δεῖ ἀποδη‐ μεῖν· ἔμπρακτον γὰρ γίνεται (45—48). Σελήνη ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένη τετρά‐ γωνος ἢ τρίγωνος ἢ διάμετρος καλὴν τὴν ἀποδημίαν σημαίνει· ὑπὸ δὲ κακοποιῶν μαρτυρηθεῖσα τετρά‐ | |
40 | γωνος ἢ τρίγωνος ἢ διάμετρος κακήν (49—58). | |
5(t) | Περὶ γάμου. | |
1 | Σελήνης Τοξότῃ, Ἰχθύσιν, Ὑδροχόῳ· ὁ γήμας ὠφεληθήσεται· ἔσται γὰρ ἡ γυνὴ πραεῖα καὶ φρονίμη (59—71). Σελήνης Κριῷ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ | 84 |
5 | ἡ γυνὴ ἀκατάστατος, παλίμβουλος, ἄστοργος, τὸν ἄνδρα καταλείπουσα (72—81). Σελήνης Ταύρῳ· ὁ γήμας βλαβήσεται· ἔσται γὰρ ἡ γυνὴ μοιχαλίς, πολύκοινος, ῥυπαρά (82—95). Σελήνης Διδύμοις· ὁ γήμας ἐν τῇ βʹ ἡμέρᾳ | |
10 | χαρήσεται· ἔσται γὰρ ἡ γυνὴ οἰκουρός (96—98). Σελήνης Καρκίνῳ· οὐ δεῖ γαμεῖν· ἡ γὰρ γυνὴ | |
ταχέως τὸν ἄνδρα καταλείψει ὑβρίζουσα (99—101). Σελήνης Λέοντι· οὐ δεῖ γαμεῖν· ἔσται γὰρ ἡ γυνὴ ὑπερήφανος, ὀργιζομένη τὸν ἄνδρα, ἀναιδής, | 85 | |
15 | μήτε λόγῳ μήτε ἔργῳ πειθομένη τῷ ἀνδρί, ἀλλὰ λοι‐ δοροῦσα καὶ ὀνειδίζουσα αὐτόν, πολλάκις δὲ καὶ τύ‐ πτουσα αὐτὸν καὶ τῶν τριχῶν αὐτοῦ δρασσομένη (102—112). Σελήνης Παρθένῳ· χήραν γῆμαι δεῖ, παρθένον | |
20 | δὲ οὐ δεῖ (113—117). Σελήνης Ζυγῷ οὔσης· ἐλευθέραν μὲν οὐ δεῖ γῆμαι, ἀλλὰ δούλην παλλακίδα μᾶλλον δεῖ· καὶ γὰρ ὁ Ζυγὸς μοιχείαν ἐπιφέρει· καὶ διὰ τοῦτο εὐαπάλλα‐ κτος μὲν γίνεται ἡ παλλακίς, δυσαπάλλακτος δὲ ἡ | |
25 | ἐλευθέρα, ὡς τὸ εἰκός (118—122). Σελήνης Σκορπίῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ παρ‐ θένον δεῖ γῆμαι· ἔσται γὰρ πραεῖα καὶ φρονίμη. ἐν δὲ τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ ἡμέρᾳ οὐ δεῖ γῆμαι ὅλως· μοιχευθήσεται γὰρ καὶ ὑπὸ δούλων ἡ γυνή | |
30 | (123—128). Σελήνης Αἰγόκερῳ· τὸν πρωτόγαμον ἄνδρα οὐ δεῖ γῆμαι, τὸν δὲ δευτερογαμοῦντα δεῖ, καὶ μάλιστα ἐὰν ᾖ γυνὴ χήρα (129—132). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη‐ | |
35 | νιαζούσης οὐ δεῖ γῆμαι (133—135). Σελήνη μετὰ ἀγαθοποιῶν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ ἀγαθὸν καὶ ὠφέλιμον ποιεῖ τὸν γάμον | |
(136—140). | 86 | |
6(t) | Περὶ νόσων. | |
1 | Σελήνης Κριῷ· ὁ κατακλιθεὶς οὐ τελευτήσει, ἀλλ’ ἀκινδύνως σωθήσεται, πλὴν τοῖς κεφαλαλγικοῖς ἀπαίσιος ὁ Κριός. εἰ δὲ γυνὴ μέλλοι ἐκτιτρώσκειν, ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ κίνδυνος ἐπακολουθήσει θα‐ | |
5 | νατώδης, ἐν δὲ τῇ βʹ ἀκινδύνως ἀπαλλαγεῖσα σωθή‐ σεται (141—161). Σελήνης Ταύρῳ· ὁ κατακλιθεὶς πάρεσιν ὑπομεί‐ νας καὶ παρακόψας σωθήσεται ταχέως. εἰ δὲ περὶ τὸν τράχηλον συναγχικὸν πάθος ᾖ, ὀλέθριον γίνεται. εἰ | |
10 | δὲ γυνὴ ἐκτιτρώσκοι, ἐν μὲν τῇ αʹ ἡμέρᾳ τοῦ Ταύρου κινδυνεύσει εἰς θάνατον, ἐν δὲ τῇ βʹ ἐλαφρότερον τὸ κακόν (162—174). Σελήνης Διδύμοις· ἐν μὲν τῇ αʹ ἡμέρᾳ ὁ κατα‐ κλιθεὶς χρονίως ταλαιπωρήσει τῇ νόσῳ, ἐν δὲ τῇ βʹ | |
15 | εἴσω γʹ ἡμερῶν ῥαΐσει. οἱ δὲ ἰσχιαδικοὶ ἢ οἱ τὰ νεῦρα ἀλγοῦντες ἐπισφαλῶς νοσήσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει, εἰ μή τις ἀστὴρ ἀγαθοποιὸς τῇ Σε‐ λήνῃ μαρτυρήσειεν (175—189). Σελήνης Καρκίνῳ· ὁ κατακλιθεὶς ἀβλαβῶς ἀπαλ‐ | |
20 | λάξει καὶ ταχέως, πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες ἢ τοὺς πόδας πληγέντες· ἐπικινδύνως γὰρ ἕξουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ καλῶς ἀπαλλάξει (190—199). Σελήνης Λέοντι· σφαλερὸν τὸ κατάρξασθαι νό‐ σου· δεῖ οὖν κενῶσαι τὴν γαστέρα ταχέως. ταῖς δὲ | |
25 | ἐκτιτρωσκούσαις γυναιξὶν ἐπισφαλέστατον καὶ κινδυ‐ | |
νῶδες (200—207). Σελήνης Παρθένῳ· ἡ νόσος χρονία μέν, ἀλλ’ ἐλαφρὰ καὶ ἀκίνδυνος, πλὴν στομαχικοῖς καὶ πλευρι‐ τικοῖς καὶ αἱμορροϊκοῖς οὐκ ἀκίνδυνος. ἡ δὲ ἐκτιτρώ‐ | 87 | |
30 | σκουσα γυνὴ ἐπισφαλῶς ἕξει καὶ ἐπικινδύνως, ἡ δὲ τίκτουσα εὐτοκήσει (208—219). Σελήνης Ζυγῷ· ὁ κατακλιθεὶς ἢ ταχέως σωθή‐ σεται ἢ τελευτήσει, ἐὰν χρονία γένηται ἡ νόσος. ἡ δ’ ἐκτιτρώσκουσα γυνὴ τελευτήσει (220—228). | |
35 | Σελήνης Σκορπίῳ· ὁ κατακλιθεὶς ἐν μὲν τῇ αʹ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει, ἐν δὲ τῇ δευτέρᾳ ἐπικιν‐ δύνως νοσήσει (229—231). Σελήνης Τοξότῃ· ὁ κατακλιθεὶς καὶ εὐφόρως νοσήσει καὶ ἐλαφρῶς καὶ ἀκινδύνως, καὶ ταχέως σω‐ | |
40 | θεὶς ἐγερθήσεται (232—234). Σελήνης Αἰγόκερῳ· ὁ κατακλιθεὶς ταχέως ὑγια‐ νεῖ, πλὴν οἱ πλευριτικοὶ καὶ ἰσχιαδικοὶ χρονίσουσιν. ἡ δὲ ἐκτιτρώσκουσα γυνὴ ἐν μὲν τῇ αʹ ἡμέρᾳ ἀκιν‐ δύνως ἀπαλλάξει, ἐν δὲ τῇ βʹ ἡμέρᾳ ἐπικινδύνως | |
45 | (235—245). Σελήνης Ὑδροχόῳ· αἱ μὲν ἄλλαι νόσοι ἀβλαβεῖς γίνονται, μόνος δὲ ὁ ὕδερος ἐπισφαλής. ἡ δὲ ἐκτι‐ τρώσκουσα γυνὴ ἐν μὲν τῇ αʹ ἡμέρᾳ κινδυνεύσει χα‐ λεπῶς, ἐν δὲ τῇ βʹ ἡμέρᾳ ἀβλαβῶς ἀπαλλάξει (246 | |
6(50) | —254). Σελήνης Ἰχθύσιν· αἱ μὲν ἄλλαι νόσοι εὐαπάλ‐ λακτοι γίνονται, αἱ δὲ κοιλιακαὶ καὶ αἱ ποδαγρικαὶ | |
ἐπισφαλεῖς καθίστανται (255—259). Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ καὶ | 88 | |
55 | ἐπικουφίζει τὰς νόσους καὶ ταχείας τὰς ἰάσεις ἐπιφέρει, μετὰ δὲ Κρόνου ἢ Ἄρεως καὶ ἐπιτείνει τὰς νόσους καὶ βραδείας τὰς ἀναλήψεις ποιεῖται (260—269). Σελήνη μετὰ οἱουδήποτε τῶν εʹ πλανωμένων βλάπτει τὰς ἐκτιτρωσκούσας γυναῖκας· διὸ ἄμεινον | |
60 | ἐν τοῖς τοιούτοις ἄνευ ἀστέρος εἶναι τὴν Σελήνην καθ’ αὑτήν (270—275). | |
7(t) | Περὶ τομῆς καὶ χειρουργίας. | |
1 | Ὁ ὡροσκόπος ἢ ἡ Σελήνη ἐν Ταύρῳ ἢ Αἰγό‐ κερῳ ἢ ἐν Παρθένῳ βλάπτουσι τοὺς χειρουργου‐ μένους· διὸ ἄμεινον τότε ἡσυχίαν ἔχειν μηδὲ χειρουρ‐ γεῖν (276—292). | |
5 | Σελήνης ἐν τοῖς τροπικοῖς ζῳδίοις οὔσης οὐ δεῖ χειρουργεῖν (293—295). Σελήνης συνοδευούσης Ἡλίῳ ἢ πανσελη‐ νιαζούσης οὐ δεῖ χειρουργεῖν (295—299). Ἄρης ὡροσκοπῶν ἢ συνοδεύων τῇ Σελήνῃ βλά‐ | |
10 | πτει τοὺς χειρουργουμένους· ἢ γὰρ ἐκ δευτέρου πάλιν τομὴ γενήσεται ἢ αἵματος ῥεῦσις πολλοῦ (300—304). | |
Σελήνη συνοδεύουσα Κρόνῳ βλάπτει τὰς χειρουρ‐ γίας· πολυχρονίως γὰρ ταλαιπωρήσει τῇ τομῇ καὶ εἰς κακὸν τέλος καταντήσει (305—308). | 89 | |
15 | Σελήνη μετὰ Διὸς ἢ Ἀφροδίτης λειψιφω‐ τοῦσα καὶ μᾶλλον μετὰ τὴν δευτέραν διχότομον καλὴν τὴν χειρουργίαν ποιεῖ (309—315). Ζεὺς καὶ Ἀφροδίτη ὡροσκοποῦντες ἀγαθὴν τὴν χειρουργίαν ποιοῦσιν. —τὰ δὲ εἰρημένα πάντα κοινῶς | |
20 | δεῖ συνυπακούειν ἐπὶ πάσης χειρουργίας (316—319). | |
8(t) | Περὶ δραπετῶν. | |
1 | Σελήνης Κριῷ· ὁ φυγὼν ταχέως εὑρεθήσεται ἢ καὶ αὐτὸς ἑκὼν ἐπανήξει (320—331). Σελήνης Ταύρῳ· ὁ φυγὼν ἐν οἴκῳ πλουσίου ἀν‐ δρὸς κρύπτεται καὶ δυσκόλως εὑρεθήσεται (332—336). | |
5 | Σελήνης Διδύμοις· εἴσω εʹ ἡμερῶν ληφθήσεται ὁ φυγών. εἰ δὲ τὰς εʹ ἡμέρας ὑπερβῇ, μετὰ τρεῖς μῆνας εὑρεθήσεται (337—340). Σελήνης Καρκίνῳ· ὁ φυγὼν εἰς ἱερὸν ἢ εἰς τέ‐ μενος κρύπτεται, καὶ ἐν τῇ βʹ ἡμέρᾳ ἐκ τοῦ ἱεροῦ | |
10 | ὑπόσπονδος ἀχθήσεται, ὥστε μηδὲν κακὸν παθεῖν (341—345). Σελήνης Λέοντι· ὁ φυγὼν ἐν μὲν τῇ αʹ ἡμέρᾳ οὐχ εὑρεθήσεται, ἐν δὲ τῇ βʹ ἡμέρᾳ οὐ μὴ τελειώσῃ ὅσα βούλεται ἐν τῇ φυγῇ, εὑρεθήσεται δὲ ἐν οἴκῳ | |
15 | ἀνδρὸς πλουσίου. ζήτει δὲ αὐτὸν ἐν ἀγρῷ ἢ ἐν κήπῳ (346—353). | |
Σελήνης Παρθένῳ· ὁ φυγὼν πολλὰς ἡμέρας κρυβήσεται λανθάνων ἐν ἀμφιλαφεῖ καὶ δασεῖ τόπῳ (354—359). | 90 | |
20 | Σελήνης Ζυγῷ· ὁ φυγὼν αὐτὸς ἑκὼν ὑποστρέψει δικαιολογούμενος πρὸς τὸν δεσπότην (360—363). Σελήνης Σκορπίῳ· ὁ φυγὼν ἐν ἱερῷ τόπω κρύ‐ πτεται καὶ αὐτὸς ἑκὼν ὑποστρέψει (364—366). Σελήνης Τοξότῃ· ὁ φυγὼν ἢ ἕως ἡμερῶν εʹ εὑ‐ | |
25 | ρεθήσεται ἢ ὑπερβὰς τὰς εʹ ἡμέρας χρόνον πλεῖστον ἀφανισθήσεται (367—372). Σελήνης Αἰγόκερῳ· ὁ φυγὼν ζωγρηθεὶς ἐν τῇ ξένῃ ταχέως ἀνάγεται (373—374). Σελήνης Ὑδροχόῳ· ὁ φυγὼν ἀκουσθήσεται ὅτι | |
30 | ἐν χώρα ξένῃ διάγει παρ’ ἀνδρὶ δημαγωγῷ ἢ στρα‐ τιώτῃ (375—381). Σελήνης Ἰχθύσιν· ὁ φυγὼν ἐν μὲν τῇ αʹ ἡμέρᾳ κινδυνεύσει, ὥστε καὶ ἐγγὺς γενέσθαι θανάτου· ἐν δὲ τῇ βʹ ἡμέρᾳ πολλὰ κακοπαθήσας πάλιν εἰς τὸν ἴδιον | |
35 | ἐπανήξει δεσπότην (382—387). Σελήνη χωρίς τινος ἀστέρος πλανωμένου οὖσα | |
καθ’ ἑαυτὴν δηλοῖ, ὅτι οὐ δύναται μακρὰν ἀπελθεῖν ὁ φυγών, ἀλλὰ πλησίον τῆς οἰκίας τοῦ ἰδίου δεσπότου πλανᾶται (388—392). | 91 | |
40 | ἐὰν δὲ συνοδεύῃ τινὶ πλανωμένῳ ἡ Σελήνη, μακρὰν ὁ φυγὼν ἀπελεύσεται (393—396). ἀλλ’ εἰ μὲν μετὰ Ἄρεως ἢ μετὰ Κρόνου συνο‐ δεύῃ ἡ Σελήνη, κομίζει μὲν πόρρω τὸν φυγόντα, ποιεῖ δὲ αὐτὸν δεσμώτην κρατηθῆναι (397—401). | |
45 | ἐὰν δὲ μετὰ Διὸς ἢ Ἀφροδίτης συνοδεύῃ ἡ Σελήνη, ἀφανισθήσεται ὁ φυγὼν καὶ οὐ μὴ εὑρεθῇ (402—424). εἰ δὲ συνοδεύῃ τῷ Ἑρμῇ ἡ Σελήνη, εὐθέως εὑ‐ ρεθήσεται ὁ φυγών· φήμη γὰρ περὶ αὐτοῦ εὐθέως | |
8(50) | ἔρχεται μηνύουσα αὐτόν (425—428). Σελήνη συνοδεύουσα τῷ Ἡλίῳ ἢ πανσελη‐ νιάζουσα ἐκτοπίζει τὸν φυγόντα (429—432). Σελήνη συνοδεύουσα Κρόνῳ ποιεῖ τὸν φυγόντα ὑπό τινων ἐν τῇ ὁδῷ κακούργων ἐπιβουλευθῆναι καὶ | |
55 | ὅσα βαστάζει ἀφαιρεθῆναι (433—438). | |
9(t) | Περὶ τεχνῶν διδασκαλίας. | |
1 | Σελήνη Κριῷ, Παρθένῳ, Καρκίνῳ ὑπὸ Διὸς ἢ Ἀφροδίτης μαρτυρουμένη τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος ποιεῖ τὸν τέχνης τινὸς καταρξάμενον κατορθῶσαι αὐτήν. παρατηροῦ δέ, ἵνα μὴ ἐν τοῖς | |
5 | προκειμένοις οὖσα ζωδίοις ἡ Σελήνη συνοδεύσῃ τῷ | |
Ἡλίῳ ἢ διαμετρῇ (439—455). | 92 | |
10(t) | Περὶ γεωργίας. | |
1 | Σελήνης Κριῷ· συμφέρει φυτεύειν, σπείρειν, ση‐ κοὺς κατασκευάζειν, γῆν ἀργὴν βωλοστροφεῖν καὶ ἐξη‐ μεροῦν· ἔσται γὰρ ταχέως κάρπιμος (456—470). Σελήνης Ταύρῳ· συμφέρει γεωργικὰ πράγματα | |
5 | πάντα ἁπλῶς πράττειν· ἐργολαβίας δὲ ἢ μισθώσεως γεωργικῆς ἐπιλαβέσθαι οὐ συμφέρει (471—475). Σελήνης Διδύμοις· κάλλιστον πάντα γεωργικὰ πράττειν, σπείρειν τε καὶ φυτεύειν (476—480). Σελήνης Καρκίνῳ· συμφέρει κήπους ἐργάζεσθαι. | |
10 | κατωρυγιάζειν, ἀργὴν γῆν ἡμεροῦν (481—483). Σελήνης Λέοντι· συμφέρει σπείρειν σῖτον καὶ κριθὰς μόνον, ἄλλο δὲ μηδέν (484—487). Σελήνης Παρθένῳ· συμφέρει σπείρειν παντοῖα εἴδη καὶ φυτεύειν παντοῖα φυτὰ πλὴν ἀμπέλου (488 | |
15 | —496). Σελήνης Ζυγῷ· συμφέρει γεωτομεῖν, σπείρειν, φυτεύειν πᾶν φυτόν (497—502). Σελήνης Σκορπίῳ· συμφέρει σπείρειν· ἔσται γὰρ πολυκαρπία. συμφέρει δὲ καὶ γεωμετρεῖν (503—508). | |
20 | Σελήνης Τοξότῃ· οὐ δεῖ σπείρειν τὸ οἱονοῦν | |
σπέρμα, συμφέρει δὲ μάνδρας καὶ σηκοὺς κατασκευά‐ ζειν, ἔτι δὲ καὶ ἀχυρμιὰς ποιεῖν καὶ χορτοκοπεῖν καὶ τὰ τοιαῦτα (509—517). Σελήνης Αἰγόκερῳ· συμφέρει πᾶσαν ἀγέλην | 93 | |
25 | κτηνῶν εἰς ἕτερον τόπον μεθιστάνειν, οἷα γίνεται πολ‐ λάκις διαχειμάδια καὶ διάψυχρα ὕδατα ἐν θέρει (518 —522). Σελήνης Ὑδροχόῳ· συμφέρει ἀροτριᾶν, γεωμε‐ τρεῖν, φυτεύειν (523—526). | |
30 | Σελήνης Ἰχθύσι· συμφέρει γεωργεῖν καὶ ἀμπε‐ λουργεῖν (527—529). Σελήνη μετὰ μὲν Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρμοῦ τὰ μὲν ἀγαθὰ πάντα τὰ εἰρημένα ἐπὶ ἑκάστου τῶν ζῳδίων πολλαπλασιάζει, τὰ δὲ κακὰ μειοῖ· μετὰ δὲ | |
35 | Κρόνου ἢ Ἄρεως ἔμπαλιν τὰ μὲν ἀγαθὰ σμικρύνει καὶ ἀμαυροῖ, τὰ δὲ κακὰ ἐπαύξει (530—543). | |
11(t) | Περὶ τῶν ἐν δεσμοῖς. | |
1 | Σελήνης Κριῷ, Διδύμοις, Καρκίνῳ, Λέοντι· ὁ δεθεὶς πολὺν χρόνον ἔσται δεδεμένος (544—550). Σελήνης Σκορπίῳ, Τοξότῃ, Ταύρῳ, Ζυγῷ, Παρθένῳ· ὁ δεθεὶς ταχέως λυθήσεται (551—555). | |
5 | Σελήνης Ἰχθύσιν· ὁ δεθεὶς σχεδὸν οὐδέποτε λυθήσεται, ἀλλ’ ἐν τοῖς δεσμοῖς τελευτήσει ἢ μετὰ χρόνον πάνυ πολὺν λυθήσεται (556—560). | |
Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδί‐ της, Ἑρμοῦ ταχέως τῶν δεσμῶν λύει, μετὰ δὲ [Κρό‐ | 94 | |
10 | νου ἢ] Ἄρεως βραδέως λύει τὸν δεσμώτην ἢ καὶ μέχρι θανάτου κατέχει ἐν δεσμοῖς (561—566). | |
12(t) | Περὶ κλοπῆς. | |
1 | Σελήνης Κριῷ· τὸ κλαπὲν εὑρεθήσεται (567—569). Σελήνης Ταύρῳ· ἕως μὲν τῆς ιʹ μοίρας τὸ κλα‐ πὲν πρός τινα δυνάστην ἀπελθὸν δυσκόλως εὑρεθή‐ σεται· αἱ δὲ λοιπαὶ κʹ μοῖραι τοῦ Ταύρου εὕρεσιν | |
5 | ὑποφαίνουσι τοῦ κλαπέντος, πλὴν εἰ μὴ Ἄρης συμ‐ παρῇ τῇ Σελήνῃ (570—577). Σελήνης Διδύμοις· τὸ κλαπὲν εὑρεθήσεται, πλὴν μετά τινος μικρᾶς βλάβης (578—579). Σελήνης Καρκίνῳ· τὸ κλαπὲν εἰ μὲν χρυσὸς ἢ | |
10 | ἄργυρος εἴη εὑρεθήσεται, εἰ δέ τι ἄλλο κτῆμα οὐχ εὑρεθήσεται (580—583). Σελήνης Λέοντι· τὸ κλαπὲν ἀμφισβητήσιμόν ἐστι πότερον εὑρεθήσεται ἢ οὔ (584—586). Σελήνης Παρθένῳ· τὸ κλαπὲν χρόνῳ καὶ οὐ | |
15 | παραυτίκα εὑρεθήσεται (586—588). Σελήνης Ζυγῷ· τὸ κλαπὲν εὑρεθήσεται (589). Σελήνης Σκορπίῳ· τὸ κλαπὲν εὑρεθήσεται (590 —591). Σελήνης Τοξότῃ· τὸ κλαπὲν οὐδέποτε εὑρεθή‐ | |
20 | σεται (591—592). Σελήνης Αἰγόκερῳ· τὸ κλαπὲν χρόνῳ καὶ βρα‐ | |
δέως εὑρεθήσεται (593—595). Σελήνης Ὑδροχόῳ· τὸ κλαπὲν ἀμφίβολόν ἐστιν, εἰ ἄρα εὑρεθῇ ἢ οὔ (595—597). | 95 | |
25 | Σελήνης Ἰχθύσι· τὸ κλαπὲν μόλις εὑρεθήσεται, πλὴν φῆμαι ψευδεῖς πολλαὶ ἐλεύσονται μηνύουσαι μάτην περὶ τῆς εὑρέσεως αὐτοῦ (598—602). Σελήνη μετὰ τῶν κακοποιῶν Κρόνου [καὶ] Ἄρεως εὕρεσιν ποιεῖ τοῦ κλαπέντος (603—604). | |
30 | Σελήνη μετὰ τῶν ἀγαθοποιῶν Διός, Ἀφροδίτης, | |
Ἑρμοῦ ἀνεύρετον ποιεῖ τὸ ἀπολόμενον (604—610). | 96 |