TLG 1487 001 :: MAXIMUS :: Περὶ καταρχῶν

MAXIMUS Astrol.
(A.D. 2/4?)

Περὶ καταρχῶν

Source: Ludwich, A. (ed.), Maximi et Ammonis carminum de actionum auspiciis reliquiae. Leipzig: Teubner, 1877: 3–48.

Citation: Section — (line)

p

Εἰ δ’ ἄγε μοι κούρη Πιμπληιὰς ἔννεπε Μοῦσα Μήνην ἠερόφοιτον, ὅπως ἄνδρεσσιν ἕκαστα σημαίνει σκολιωπὸν ἐπιστείχουσα κέλευθον.

1

(t)

Περὶ γενέσεως.
1ἢν δ’ ἴσχῃ Κρονίωνα Σεληναίη ἅμα δίῃ ἐν γενέθλῃ, παράδος μιν ἐπ’ ἠγάθεον Φαέθοντα

2

(t)

Περὶ κτήσεως δούλων.

3

(t)

Περὶ πλοῦ καὶ ἐμπορίας.

4

(t)

Περὶ ὁδοιπορίας.
1εἰ δὲ Νεμειήταο μέσην κατὰ μοῖραν ὁδεύοι
δευτέρῃ εἰν ἠοῖ, ἀγανωτέρη ἔσσεται οἶμος ἤματι, νυκτὶ δὲ δίῃ ἀπειρέσια τρύχουσα, μαψίδιοί τε πέλοιντο πόνοι τῆμόσδε βροτοῖσι3
5γαίῃ ἐν ἀλλοδαπῇ· τῷ καὶ πεφυλαγμένος εἴης, μή σε λάθῃ κούρης Θειαντίδος ὠκέα κύκλα λοίγιον εἰς ὁρμὴν εἱλεύμενα θηρὸς ἐν αἴγλῃ. εἰ δὲ κόρην αὐγῇσι περισκέπτοις ἐπιλάμποι Ἀστραίην, δηρὸν μὲν ὁμιλήσεις ξένῃ αἴῃ,
10ἀβλαβέως δ’ οἶκόν τε φίλους τ’ εἰσόψεαι αὖτις. εἰ δέ κ’ ὀπωρινοῖς ἐνὶ γλήνεσιν αὐγάζοιτο
Χηλάων, αἵτ’ ἠελίῳ ἀτάλαντα φέρουσιν, ἦ μὲν ἐπὶ πρήξει τε καὶ ἔργοις ἰθυδίκοισιν οὔτε τι χάρμα φέρει περιώσιον οὔτε τι πῆμα·4
15εἰ δέ τ’ ἐπὶ σκολιοῖσι καὶ οὐκ εὐήρεσιν ἔργοις τῆμόσδ’ ἐντύνηται ὁδὸν πολυπαίπαλος ἀνήρ, ἦ τε παλιμποίνοισιν ὅγ’ ἐγκύρσειε δίκῃσιν. εἰ δὲ πέλοι Τιτηνὶς ἐν ἄστρασιν ἠερίοισι Σκορπίου αἰθερίοιο, φέροιό κεν ἐσθλὸν ὄνειαρ
24εἰδώλῳ ἐνὶ τῷδε Σεληναίην ἐσαθρήσας.
20εἰ δέ κεν οἰκείηνδε λιλαίεαι ἀπονέεσθαι, καὶ δ’ ἂν ἐπίκρυφον οἶμον ἐπιφραδέως ἀνέλοιο, δεικήλῳ δ’ ἐνὶ τῷδε φάοι πανδῖα Σελήνη, κερδαλέον κ’ ἀνύσαιο θοῶς ἐρικυδὲς ὄνειαρ.
25εἰ δ’ ἄρα Τοξευτῆρος ἐλαφροῦ φαίδιμον ἄστρον
Τιτηνὶς φαιδρῇσιν ἐπαυγάζοι ἀμαρυγαῖς, γαῖαν ἐς ἀλλοδαπὴν δ’ ἐθέλοις τῆμόσδε νέεσθαι, ἦ τ’ ἂν ἔτι προτέρω δολιχὴν τελέσειας ἀταρπὸν δηθύνων, καὶ δηρὸν ἀπέσσεαι· ἀσπασίως δὲ5
30πολλῶν ἠελίων ἀνύσας περιμήκεα κύκλα σοὺς ἑτάρους κτῆσίν τε καὶ ἀγλαὸν ὄψεαι οἶκον. ἐς δὲ πάτρην νόστησον ἰδὼν ἐριῶπα Σελήνην Τοξευτῆρι θέουσαν ὁμοῦ· τῆμος γὰρ ἅπασαν εὐφροσύνην ἕξεις ἐσιδὼν πατρώιον οὖδας.
35 μὴ μὲν ὁδοιπορίης μιμνήσκεο φάε’ ἀθρήσας Μήνης Αἰγοκερῆος ἐν ἄστρασιν οἰχνεύοντα· ἦ γάρ σοι δολιχός τε πόρος καὶ ἄπρηκτα κέλευθα ἐσσεῖται, καὶ δ’ ἄν κε κατηφείῃσιν ἔχοιο. πάτρην δ’ εἰσανιόντι μετ’ Αἰγοκερῆος ἐοῦσα
40ὑψίκερως Μήνη πρηῢν καὶ ἀπήμονα νόστον σημαίνει· σὺ δὲ μή τι νόῳ νοσφίζεο τῶνδε. Ὑδροχόου δ’ ἠὼ πρώτην πεφυλαγμένος ἔσσο· εἰ δέ γε δεύτερον ἦμαρ ἄγοι, πρηεῖά κεν εἴη καὶ πρῆξίν κε φέρῃσιν ἀπήμονα κερδαλέην τε.
45 Ἰχθύσι δ’ εἰαρινοῖσιν ἐπὶ στρατιὴν πόλεμόν τε στειχέμεναι, καὶ δ’ ἄν κε φέροι γριπεῦσιν ὄνειαρ, ἠδὲ καὶ ὅσσοι φῶτες ἀνὰ δρυμὰ βησσήεντα στείχοντες ταχινῇσι κυνηλασίῃσι μέλονται. χρὴ δὲ καὶ εἰς ἑτέρους σε περιφραδέως ἐσαθρῆσαι6

4

(50)

ἀστέρας, ἢν κεραῆς ταυρώπιδος ἀργέτιν αἴγλην δέρκωνται τετράγωνον ἐπιστείχοντες ἀταρπόν, ἠὲ τρίπλευρον ἔχωσι Σεληναίης ἀμαρυγήν, ἢ διάμετρα φέρωσιν ἐπ’ ἀγλαὰ φάεα Μήνης. εἰ μὲν γὰρ κακοεργοὶ ἐπ’ ἀκτῖνας τανύσαιντο,
55δείδιθ’ ὁδοιπλανίην, ἐσθλοῖς δ’ ὁρόων σὺ Σελήνην βαίνουσαν κατὰ μέτρον ἐυσταθέων εἰδώλων, θαρσήσας ξείνης ἐπὶ ἤθεα καλὰ πόληος στειχέμεναι, καὶ δ’ ἄν τοι ἀτάρβητος πέλοι οἶμος.

5

(t)

Περὶ γάμου.
59Εἰ δὲ γάμου λελίησαι ἐπαυρέμεν ἱμερόεντος,7
60ἐς θαλάμους δ’ ἀγαγέσθαι ἐνηέα βούλεαι εὖνιν, σκέπτεσθαι κεραὴν ἑλικόδρομον. ἢν μὲν ἔῃσι Τοξευτῆρα κατ’ αὐτὸν ἢ Ἰχθύας ὑγροκελεύθους, ἠὲ καὶ Ὑδροχόου περὶ τείρεσιν αὐγάζηται, ὄλβιον ἐκτελέσεις γάμον ἠνεκές, οὔτινα λώβην
65οὐδέ τ’ ἐπεσβολίην δυερὴν οἴκοισι φέροντα, οὐ μὴν νείκεα λυγρά, τὰ καὶ πινυτήν περ ἐοῦσαν ἀνέρι καὶ ποθέοντι θοῶς ἤχθρηνεν ἄκοιτιν· ἔσται δ’ ἠπιόμυθος, ἐχέφρων, ἀγλαοεργός, ἥντε κεν ἤμασι τοῖσδε πορὼν περικαλλέα ἕδνα
70κουριδίην οἴκοισιν ἑοῖς ἐσάγηται ἄνασσαν ἀνήρ, εἰ μονίην στυγέοι καὶ ἐλεύθερον ἦμαρ. ἢν δ’ ἄρα νυκτιφαὴς ἐπέχῃ κλυτοῦ Ἀρνειοῖο ἀστέρας, ἢ Ταύροιο κατ’ εὐκεράοιο πολεύῃ, μὴ σύγε μοι μνώοιο πολυκτεάνων ὑμεναίων·8
75τεύξει γὰρ φαέθουσα Σεληναίη κλυτόπωλος τῆμος καὶ φιλίην μινυανθέα καὶ ταχύβουλον ἀστασίην, μίσει δ’ ἐρατῆς καὶ ἀκηράτου εὐνῆς κουρίδιόν τε λέχος προλιπεῖν πόσιός τε λαθέσθαι τεύξει ὁμοφροσύνην· τῷ σε φράζεσθαι ἄνωγα,
80ὁππότ’ ἐνὶ Κριοῖο παλιστρέπτοιο κελεύθῳ αἴγλῃ ἐρευθομένην ἐσίδῃς χρυσάμπυκα Μήνην. εἰ δὲ κόραις Ἄτλαντος ὁμὴν ἀνύῃσι κέλευθον, ἢ καὶ μαινομένῃσιν ἐφ’ Ὑάσιν ἰνδάλληται, αἵτε κατ’ εὐκραίρητος ἐρυγμήλοιο φέρονται
85Σιδονίου Ταύροιο, καὶ ἐς δόμον ἀρτύνοιο ἕδνοις βρίθουσαν χλιδανὴν ἑλικώπιδα νύμφην,
ἦ τ’ ἂν γείτοσι χάρμα δυσηλεγέεσσιν ἄγοιο ξυνὴν ὀθνείοισιν ἔχων δυσπέμφελον εὐνήν· οὐ γάρ κεν στέρξειεν ἑνὸς λέχος ἤμασι τοῖσδε9
90γημαμένη, οὐδ’ εἰ νόον αἰνετὸν Ἰκαριώνης ἠὲ καὶ Εὐάδνης Καπανηίδος ἐντύναιτο ἠὲ καὶ Ἀρσίππης ἐρικυδέος, ἠὲ καὶ αὐτῆς Λαοδάμης, ἥτ’ αἰὲν ἐπ’ ἀνέρι πορσύνουσα
93********
πάντα γὰρ ἤθεα καλὰ διασκίδνησι γυναικῶν10
95Ταύρῳ ἐπεμβεβαυῖα Θεαντὶς χρυσοέθειρα. εἰ δὲ Θεραπναίοισιν ἐπορνυμένη Διδύμοισι δεύτερον ἦμαρ ἄγῃσι, γάμου μεμνημένος εἶναι· οἰκοσόον γὰρ ἄκοιτιν ἐνὶ μεγάροισι κομίζοις. μὴ μὲν ἔοι φλογερῷ ἐνὶ Καρκίν· ἦ γὰρ ἂν ὦκα

5

(100)

ἐκπροφύγοι μεγάρων ἄλοχος πόσιν ἐχθήρασα, ἄσπετ’ ἐπεσβολέουσα καὶ ἄκριτα ποιφύσσουσα. εἰ δὲ τύχοι γλήνεσσι Νεμειήταο Λέοντος Θειαντὶς κούρη φορέους’ ἐριλαμπέτιν αἴγλην, ἦ τ’ ἂν ὑπερφίαλόν τε δυσόργητόν τε γυναῖκα
105τέτμοι ἀνήρ, ἀτενεῖ δὲ νόῳ κεχαρημένη εἴη. οὐδέ κεν εὐπειθῆ μιν ἔχοι πόσις, οὔτ’ ἐπέεσσιν οὔτ’ ἔργοις, ἀλλ’ ἄν κε πανήμερον ὀρσολοπεύοι
μύθῳ ὀνειδείῳ καί τε πληγῇσιν ἰάπτοι· μαψίδιοι μῦθοι, κενὰ δ’ ἔργματα τῇδε πέλοιντο.11
110πολλάκι καὶ χείρεσσιν ἑὸν λωβήσετ’ ἀκοίτην δρασσομένη χαίτης, ἢ καὶ ῥεθέεσσιν ἐφεῖσα ἀτηρὰς παλάμας, ἢ ἐπιρρήσσουσα χιτῶνας. ἢν δέ γε δῖα θεὰ Ὑπεριονὶς ἐν σταχύεσσιν Ἀστραίης κούρης εὐώπιδος αὐγάζηται,
115χήρην μοι τῆμόσδε συνάορον ἐντύναιο, παρθενικὴν δ’ ἀλέασθαι, ἐπεὶ μογεροῦ βιότοιο αὐτή τ’ ἠδὲ πόσις κεχολώσεται ἤματα πάντα. ἢν δέ νυ Χηλάων ἐνὶ τείρεσιν αὐγάζηται, κουριδίην μὲν ἀεικὲς ἑὸν ποτὶ δῶμ’ ἀγαγέσθαι,
120ὠνητὴ δ’ ἂν ἔοι πολὺ φιλτέρη, εὖτε πέληται παλλακίς· ὧδε γὰρ ἄστρον ἀναγκαίῃ ὑπὸ λυγρῇ λέκτρον ἀεικέλιον γαμίων πάρος ἤγαγε θεσμῶν. εἰ δὲ πέλοι πανδῖα χαλαζήεντα κατ’ αὐτὸν Σκορπίον ἀλγινόεντα, τότ’ ἐν πρώτῃ γαμέοιο
125ἠοῖ παρθενικήν, καί κεν φρένας ἠπίη εἴη, ἀρτίφρων, ἀγανῇσι πεποιθυῖα πραπίδεσσιν· εἰ δ’ ἐς δεύτερον ἦμαρ ἢ ἐς τρίτον ἰθύσειεν, ἦ τ’ ἂν καὶ δμώεσσι δυηπαθέεσσι μιγείη. ἢν δὲ πελάζηται Μήνη κλυτῷ Αἰγοκερῆι,12
130πρωτογάμῳ μὲν ἄγει λύπας καὶ πήματα λυγρά· εἰ δ’ ἄρα δεύτερον ἴσχοι ἀνὴρ λέχος, ἔσσετ’ ἄμεινον, ἢ χήρην ὀπάσει παντερπέα τῷδε δάμαρτα. μὴ μὲν δὴ συνόδοισι Σεληναίης ἀγάγοιο εὐνέτιν ἐν μεγάροισιν, ἢ ἐν διχομήνιδι πλείῃ·
135οὐ γάρ κεν γάμος εἴη ὀφέλλιμος ἤμασι τούτοις. σκέπτεο δ’ εἴ κ’ ἐσθλοῖσι σὺν ἄστρασι δινεύηται, ἢ Φαέθοντι κλυτῷ ἢ Ἑωσφόρῳ αἰγλήεντι ἠὲ καὶ εὐπέπλου Μαίης ἐρικυδέι παιδί· τεύξει γὰρ βιότῳ τε μέγα κλέος εὐφροσύνην τε
140ἤθεσι, μειλιχίην τε χάριν τ’ εὐεργέα δώσει.13

6

(t)

Περὶ νόσων.
141 Νῦν δ’ ἄγε μοι, κούρη Λιβηθριάς, ἔννεπε Μοῦσα, ὅσσα φέρει νούσοισιν ἀκήματα δῖα Σελήνη, ὅσσα τε λυγρὰ πέλονται ἐν εἰδώλοισι θεούσης δώδεκα, τοῖς ἔνι τέρμα πολυτλήτου βιότοιο.
145 εἰ μέν γ’ εἰαρινοῖσιν ἐν ἄστρασιν Ἀρνειοῖο πασιφαὴς εἱλοῖτο βροτοῖς πανδῖα Σελήνη, ὁππότε τις νούσῳ ἀρημένος ἀλγινοέσσῃ
ἀργαλέην ἴσχῃσι μεληδόνα, μή νύ τι πῆμα δειδέχθαι· Παιὼν γὰρ ἐναίσιμος ἀνθρώποισιν,14

6

(150)

εἴ κεν ἔοις, ἢν τοῦδε κατ’ εἰδώλοιο φέρηται εὐδερκὴς κερόεσσα Σεληναίη κλυτόπωλος, ἔμπλην ἀργαλέων ὀδυνάων ὀξειάων, αἵτε κάρηνον ἔχουσιν ὀιζυροῖο βροτοῖο· αἵδε γὰρ οὔτι ταχεῖαν ἐπαυρίσκονται ἀρωγήν.
155εἰ δὲ γυνὴ βαρύθῃσιν ἐπ’ ὠδίνεσσι μογεῦσα, ἡμιτελῆ γυίων ἀποσείσεται ἀκλέα παῖδα, πρὶν φάος ἠελίοιο φίλοις ὤπεσσιν ἀθρῆσαι.
ἤματι μὲν πρώτῳ μάλ’ ἀεικελίῃ ὑπὸ νούσῳ μοχθήσει, καί τ’ ἐγγὺς ἀδευκέος ἔσσετ’ ὀλέθρου·15
160εἰ δὲ φάος κεν ἔχοι Κριῷ ἔπι δεύτερον ἤδη, σώζεται ἐκ καμάτοιο φυγοῦς’ ἐριώδυνον ἄτην. ἢν δὲ κατ’ εὐκεράοιο Βοὸς μετανισσομένη που ἰνδαλθῇ κερόεσσα, τότ’ αὖ μέγα θαρσαλέος τοι αὐδήσω πτοιητὸν ἐπ’ ἀνέρι πορσύνουσαν
165ἦτορ καὶ πραπίδων ἑτερήρεα δύσφορον ὁρμὴν πλαζομένοιο νόοιο, πότμον γε μὲν οὔτι φέρουσαν νοῦσον, ἔχειν δ’ ὠκεῖαν ἀκεσφορίην ἐρατεινήν. εἰ δέ τι δειρῆς ἐντὸς ἔχοις ὀλοφώιον ἄλγος, ᾗχί τε σύριγγες σφάγιαι βροτὸν ἀμφὶς ἔχουσι,
170φράζεσθαί ς’ ἐπέοικε συνάγχης λοίγιον ἄχθος. μὴ μὲν δὴ πρώτῳ ἐνὶ ἤματι τῷδε λεχωὶς
ἀμβλώοι, ῥιγηλὸν ὀπαζομένη κακὸν οἶτον· δευτέρῃ εἰν ἠοῖ δὲ πέλει ἐλαφρώτερον ἄλγος, εἰ τόκος ἐκ μελέων. ἀνεμώλιος ἀίξῃσι.16
175 μὴ μὲν δὴ Διδύμοισιν ἐπιθρώσκουσα Σελήνη ἰξύος ἄλγος ἄγοι, μηδ’ ὤμοισιν κακότητα ἢ πάρεσιν μελέεσσι φέροι· δύστλητα γὰρ ἔσται κήδεα, καὶ δ’ ἂν ἀκεσφορίην ἀνεμώλιον ἔλποι. ἢν δέ τις ἄλλη νοῦσος ἐπιρρέπῃ, εἰ μὲν ἐν ἠοῖ
180πρώτῃ κλινοπετῆ τεύχοι βροτόν, ἐς χρόνον ἄξει ἴησιν, δηρὸν δ’ ἂν ἐνὶ λεχέεσσι κλιθείη, τηκόμενος δυερῇσι πανημαδὸν ἐλπωρῇσιν· εἰ δ’ ἀρχὴ καμάτοιο πέλοι ἐνὶ δευτέρῃ ἠοῖ, ἦ τ’ ἂν ὅγ’ ὠκείῃσιν ὑπ’ ἀρτεμίῃσιν ἔχοιτο,
185ἤματ’ ἐπὶ τρία μοῦνον ἐνὶ λέκτροισι μογήσας. ἢν δὲ γυνὴ τῆμόσδε φέρους’ ὑπομήτριον υἷα ἀμβλώσῃ, ξυνήν κεν ἐς Ἄιδα παιδὶ κέλευθον στέλλοιτ’, εἰ μή τίς μιν ἐρύσσεται ἤπιος ἀστὴρ ἀγλαοφεγγέα δῖαν ἐσαθρήσας κερόεσσαν.
190πρηΰτατος δὲ πέλει κάματος βροτῷ αὐδήεντι,
εἴ κεν συμφορέηται ἀγαυὴ Θειαντίνη Καρκίνῳ αἰγλήεντι, θοὴν δὲ φέρει ἐπαρωγήν. μοῦνον μὴ στέρνοισιν ἔχοι ὀλοφώιον ἄλγος· δυσπονέως γάρ μιν Παιήονος ἔργα σαώσοι.17
195μηδὲ ποδὸς πληγή μιν ἐπισπέρχοι ὀδύνῃσι τῆμος, δὴ γὰρ ἂν οὔτι μετ’ ἀρτιπόδεσσι λέγοιτο. ἀμβλώσει δ’ οὔ πέρ τι φέρει κακόν, οὐδέ τι λοιγόν. κούφως δ’ αἱμορύτοισιν ἐπ’ ὠδίνεσσι πονοῖτο ἡμιτελὲς ῥίψασα γυνὴ ἀνεμώλιον ἄχθος.

6

(200)

ναὶ μὴν ἠυγένειον ἐπιστείχουσα Λέοντα εἴη τοι πρηεῖα καὶ ἤπιος· οὔτι γὰρ ἐσθλὸν ἄρξασθαι τῆμόσδε δυσηλεγέος καμάτοιο· οὐ γάρ κεν προφύγοισθα κακὸν φλογερῶν ὀδυνάων, εἰ μὴ γαστέρος ὦκα βάλοις ἄπο λύματα πάντα.
205οὐ μὲν δὴ κυέουσαν, ὅτ’ ἀμβλώσειε, γυναῖκα ῥεῖά κεν οὐδ’ αὐτὴ Παιηονὶς ἰήσαιτο
Ἠπιόνη χείρεσσιν ἀκεσφορίην ἐπάγουσα. εἰ δ’ ἄρα συμφορέοιτο Δίκῃ πανδῖα Σελήνη, δηρὸν ἀμυδρὴ νοῦσος ἐφημερίοις κε πέλοιτο18
210ἀνθρώποις· πότμον δ’ ὑπαλεύεται, ὅς κεν ἐν ἠοῖ ἄρξηται κείνῃ μογέειν εὐήρεα γυῖα. μοῦνον μὴ στομάχοιο κακηπελίῃ βαρύθοιτο ἢ πλευρῆς· οὐ γάρ τι φέρει λαιψήρ’ ὑγίειαν. μηδέ τις αἵματος ἀνδρὶ ῥοὴ τῆμόσδε πέλοιτο,
215μηδέ τε θηλυτέρῃσιν ἐφανδάνοι ἀμβλώεσθαι τηνίκα, λοιγὸν ἄγει γὰρ ἀνάρσιον· εἰ δὲ τύχῃσιν ὠδῖνα ζωοῖσιν ἐπὶ βρεφέεσσι λύεσθαι, ἦ τ’ ἂν ἐλαφρίσσαιτο πόνον στυγερῶν ὀδυνάων Ἀστραίη κούρη σταχυηφόρος ἠπιόδωρος.
220 δείδιθι Χηλάων ἐνὶ τείρεσι χρυσοέθειραν Μήνην, μηδέ τε νούσῳ ὑπ’ ἀργαλέῃ μεμογηκὼς κλινοπετὴς γίνοιο· φέρει δ’ ὀλοφώιον ἄστρον δοιῶν μοιράων ἑτέρην βροτῷ ἀλγινόεντι,
λαιψηρὴν ὑγίειαν ἢ αἰνότλητον ἀνίην,19
225εἴ κεν δηθύνῃσι πόνος, καὶ ἀδευκέα πότμον, καί τε γυναιξὶν ὄλεθρον, ὅτ’ ἂν βρέφος ἐκπροθόρῃσι ψυχολιπὲς μελέων· τὰ δέ σε φρεσὶ πευκαλίμῃσι φράζεσθαι ἐπέοικεν, ἵν’ ἄλγεα δεινὰ φύγῃσθα. ὀκταπόδην δ’ ἐπὶ θῆρα φανεῖς’ εὐῶπις ἄνασσα
230Σκορπίον, ἐν πρώτῃ μὲν ἐναίσιμος ἠριγενείῃ· εἰ δέ γε δεύτερον ἦμαρ ἄγοι, κίνδυνον ἰάψει. Τοξευτῆρι δ’ ἐλαφρῷ ὁμοδρομέουσα Σελήνη μειότερον θήσει κάματον βροτῷ, ὦκα δὲ καλὴν ἀρτεμίην ὀπάσειε φίλην εὐήρεσι γυίοις.
235 αὕτως δ’ Αἰγοκερῆα διαστείχουσα φερίστη, ὠκείην γυίοισιν ἄγους’ ἐπιτάρροθον ἀλκήν. μὴ μὲν ἔοι τῆμόσδε περὶ πλευρῇσι μογῆσαι ἀνέρι, μηδέ τε λῦμαρ ἐν ἰσχίῳ ἐμπελάσειε· δηρὸν γὰρ βροτὸν ἄνδρα κακηπελίη δαμάσειεν.
240εἰ δὲ γυνὴ μογερῶν γυίων βρέφος ἠλιτόμηνον ἔνδοθεν ἐκπροβάλῃσιν ὑφ’ αἱματόεντι μιασμῷ, ἤματι μὲν προτέρῳ παῦρον πόνον ἐγγυαλίξει, ἔμπης δ’ ἠελίου κεχαρήσεται ἀκτίνεσσι, δηρὸν ὁρῶσα φάος τερψιμβρότου ἠελίοιο·
245δευτέρῃ εἰν ἠοῖ δὲ κακώτερον ἄλγος ὀπάσσει. Ὑδροχόον δ’ ἐφέπουσα φαεσφόρος αἰγλήεσσα ἄλλας μὲν νούσους ἰήσεται· εἰ δέ κε κρείσσων χρειὼ ἀναγκαίη σε βιήσεται αἰνὰ παθόντα ἀργαλέου ὑδέροιο, τότ’ αὖ κακότητα φράσασθαι20

6

(250)

δύστλητον· τοίην γὰρ ἐπὶ στυγερὴν ἄγει ἄτην. ἠοῖ δὲ πρώτῃ χαλεπὴ πέλει, εὖτε γυναικὶ ἄμβλωσις γίνηται ὀιζυροῖο τόκοιο· εἰ δ’ ἄρα δεύτερον ἦμαρ ἄγοι φαεσίμβροτος αἴγλη, μειότερον τελέσειε πόνον λῆξίν τ’ ὀδυνάων.
255 Ἰχθύσι δ’ εἰαρινοῖσι παλίγκοτα πήματα φεύγει ῥηιδίως, εἴ πέρ τε νόσῳ δέμας ἀλγυνθείη· εἰ δέ τε νειαίρης γαστρὸς λύσις ἀντήσειεν ἢ νεύρων, τάτε φωτὶ ποδῶν ὑποέκλασεν ἄρθρα, οὐκ ἂν ῥηιδίως μιν ἀπήμονα πορσύνειας.
260 χρὴ δέ ς’ ἐπίφρονα μῆτιν ἐνὶ στέρνοισιν ἔχοντα ἴδμεναι, οὕνεκα δῖα Σεληναίη κλυτόπωλος, εἰ μὲν συμφορέηται ἐνηέσιν ἄστρασι καλοῖς, εὐδερκεῖ Φαέθοντι ἢ εὐσκόπῳ Ἑρμάωνι
ἠὲ Πάφου μεδεούσῃ ἀγαυῇ Κυπρογενείῃ,21
265κουφότερον τελέει πόνον ἀνέρι, καὶ λύσιν ἄλγους ὦκα φέρει, πρὶν ἀιστῶσαι εὐήρεα γυῖα· εἰ δέ τε λοίγιον ἄστρον ὁμοδρομέοι κεροέσσῃ, ἢ Φαίνων δύστλητος ἢ Ἄρης ἐγρεκύδοιμος, πλειότερον κάματον τελέει καὶ ἀεικέα νοῦσον.
270θηλυτέρῃσι δὲ πάντα κακώτερα φαίνεται ἄστρα, ὅσσα διαστείχῃσιν ἀγαυὴ Θειαντίνη· καὶ γὰρ Ζηνὶ συνοῦσα καὶ αὐτῇ Κυπρογενείῃ ἀμβλώσεις χαλεπάς τε δυσηλεγέας τε τίθησιν. ἀλλὰ σύ μοι μούνην πανδερκέα βούλεο Μήνην
275ἔμμεναι, εὖτε γυναικὶ πέλει ἀμβλώσιμον ἦμαρ.

7

(t)

Περὶ τομῆς καὶ χειρουργίας.
276Νῦν δ’ ἄγε μοι κατάλεξον, ἐύθρονε πότνια Μοῦσα,
πῶς κεν ἄνευ λοιγοῖο τομεὺς ἐπὶ φωτὶ σίδηρος ἀρτεμίην τεύξειεν, ὑπ’ ἰητῆρος ἀγαυοῦ σώματι δυσπαθέοντι λύσιν καμάτοιο τιτύσκων.22
280 εἰ μὲν ἀπ’ Ὠκεανοῖο νέον προφάῃσιν ἀγαυὴ Πληιὰς εἰαρόεσς’, ἢ καὶ πανδῖα Σελήνη Ταύρῳ ἐνιδρομέουσα κατ’ οὐρανὸν ἰνδάλληται, ἠὲ καὶ ὑγροφόροιο κατ’ Αἰγοκερῆος ὁδεύοι, φείδεό μοι χάλυβος, μηδ’ ἐς χέρα τῆμος ἵκοιτο
285ἀκμὴ παμφαίνοντος ἐυσμήκτοιο σιδήρου, μηδὲ τάμοι χρόα φωτός, ἐπεὶ μογεροῖσιν ἰάψει
ὦκα πόνοις, μηδ’ αὖτις ἀναβλήδην γε τάμοιο. αὕτως δ’ ἢν φορέηται ἐπ’ ἄστρασιν Ἰκαριώνης παρθένου, ἡσυχίην ἀγέμεν, καὶ λώιον εἴη.23
290 μὴ μὲν δὴ κελάδοντος ἀπ’ Ὠκεανοῖο φέροιτο Ἀστραίη κούρη σταχυηφόρος· ἦ γὰρ ἀνίας τεύξει τεμνομένοισι καὶ ἄλγεα δακρυόεντα. ὣς δ’ αὕτως τροπικοῖσιν ἐν εἰδώλοις ἀλέασθαι πανδῖαν στείχουσαν, ἐπεὶ πολὺ βέλτερον ἔσται
295ἀτρεμίην ἐχέμεν, μηδ’ ἐν συνόδοισιν ἐούσης θηγαλέῳ γε τάμοιο δέμας μορόεντι σιδήρῳ. αὕτως δ’ αὖ διχόμηνον ἀλεύεσθαι ἐπέοικε. φράζεσθαι δ’, εἴ κεν στυγερῷ Πυρόεντι συνείη, μὴ θαμάκις χρειώ σε τομῆς ἐπὶ φωτὶ λάβῃσιν.

7

(300)

ὣς δ’ αὕτως τοῖς ἐστιν Ἄρης ἐνὶ δεικήλοισιν ὡρονομῶν, πολλῇ μὲν ἐφημερίους κακότητι βλάψει, εἴ κεν ἀκμὴν χαλυβηίδα σώματος ἄγχι
δέξωνται, καὶ δ’ ἄν κε καὶ αἵματος ἄσχετον ὁρμὴν τεύξειεν βλύζοντος ἄδην στυγερῇ ὑπ’ ἀκωκῇ.24
305 εἰ δὲ Κρόνῳ συνίῃσι φαεσφόρος ἀργέτα Μήνη, καί τε τομὴν ἐπάγῃσιν ἀνὴρ Παιῶνι μεμηλώς, δηρὸν μοχθήσειε, τέλος δ’ ἀναδέξεται αἰνόν, καί τε δυσαχθέα νοῦσον ἐπ’ ἀνέρι τῷδ’ ὀπάσειεν. εἰ δέ τ’ ἄνευ καμάτοιο καὶ αἰνοτλήτου ἀνίης
310βούλεαι ἐντύνασθαι ἀοσσητῆρα σίδηρον, Μήνην αὐγάζοιο σὺν αἰγιόχῳ Κρονίωνι ἠὲ Διωναί, καί τ’ εἰ φάος ἐλλιπὲς εἴη λῆγον ἀπὸ διχομήνου ἐπ’ εἰκάδι καὶ δ’ ἔτι πρόσσω πλὴν συνόδου· λῷον γὰρ ἀκεσφορίην ἀνύσαιο,
315ἢν ἀλέῃ συνόδοισι μεμηλότα φάεα Μήνης. ὣς δ’ αὕτως συνιόντες ἀπ’ Ὠκεανοῖο ῥοάων Φωσφόρος ἢ Φαέθων τελέους’ εὐήρεα τμῆσιν. αὕτως δ’, εἰ φλέβα κεῖραι ὑφ’ αἵματι πεπληθυῖαν ἱμείρεις, ταύτῃσιν ἐφημοσύναις πεπίθοιο.

8

(t)

Περὶ δραπετῶν.
320 Εἰ δ’ ἄρα καὶ δμώων ὀλοφώια ἔργα πύθοιο, οἵτε γ’ ἑοὺς λείποντες ἐνὶ μεγάροισιν ἄνακτας γαῖαν ἐς ὀθνείην ποσὶ καρπαλίμοις ἀλάληνται, δρῆσται ἀταρτηροί, φιλίην λείποντες ἐδητύν, οὔτε τραπέζης μνῆστιν ἐφεστίου, οὐ Κρονίωνος25
325Ἑρκείου σέβας ἁγνὸν ἐνὶ πραπίδεσσι σέβοντες· ἀλλὰ σὺ καὶ τοίων μερόπων ἐπιφράζεο μοῖραν. ἢν μὲν ἔῃ πανδῖα μετ’ εὐπόκου Ἀρνειοῖο, ὦκά μιν εἰσανάγοιο· τάχ’ ἂν δὲ καὶ αὐτὸς ἵκοιτο δεσπόσυνον ποτὶ δῶμ’ ὑποδείελος, ἠύτε τις φώρ,
330παλλόμενος κραδίην ὑπὸ δείματι, καὶ δέ κεν ὦπας ταρβαλέοις δακρύοισι πεφυρμένος ἰνδάλλοιτο. ἢν δέ γε Ταῦρον ἔχῃσι παλίμφοιτος κερόεσσα, ἀνέρος ἀφνειοῦ ἐνὶ δώμασιν ἠλασκάζων δμὼς ὀλοὸς κρύπτοιτο· μόλις δὲ καὶ εἰς ἑὸν οἶκον
335σπουδῇ ἀναγκαίῃ μιν ἄναξ ὑποδέξεται αὖτις, ὀτλήσας μάλα πολλὰ καὶ ἐν πραπίδεσσι μογήσας. ἢν δ’ ἐν Ἀμυκλαίοισιν ἴδῃς κεραῶπα Σελήνην ἠιθέοις, ταχέως μιν ἑὸν δόμον εἰσανάγοιο·
ἢν δ’ ἄρ’ ἀλεύηται πέντ’ ἤματα κρυπταδίῃ τε26
340λανθάνῃ, ἦ τ’ ἄν μιν τρίτατον μετὰ μῆνα δέχοιο. εἰ δέ γε Καρκίνον οἶκον ἑὸν βασίλεια Σελήνη οἰχνεύοι, τέτμοις κεν ἐν ἱερῷ ἄλσεϊ δμῶα, ἠὲ καὶ ἐν τεμένει κρυφίην ποιεύμενον αὖλιν, δευτέρῃ εἰν ἠοῖ· θεόθεν δ’ ἱκέτην ἀνάγοιο
345ὀρθῇσιν χαίτῃσι πεφρικότα βαμβαίνοντα. ἢν δὲ Νεμειήταο πέλῃ κατὰ μέτρα Λέοντος, εἰ μὲν ἐπὶ πρώτῃ ἠοῖ δρόμον ἐντύνειε, λήσεται, οὐδέ μιν αὖτις ἐφ’ ἑστίῃ οἷο ἄνακτος ἀθρήσαις θεράποντα φυγόπτολιν· εἰ δέ γ’ ἐν ἠοῖ

8

(350)

δευτατίῃ αἴροιτο φυγήν, οὐ πάντα τελέσσει δρησμοσύνης· εὕροις δ’ ἂν ἐνὶ μεγάροισί μιν ἀνδρὸς
ἀφνειοῦ, γαίοντος ἀγηνορίῃσι νόοιο· δίζεο δ’ ἐν χώρῃ μιν ἢ εἰν ἐριθηλέι κήπῳ. εἰ δὲ Σεληναίης ἐνὶ Παρθένῳ οἰχνευούσης27
355λείποι οἶκον ἄνακτος, ἕλοις κέ μιν ἐν πολέεσσιν ἤμασι· δηθύνει γὰρ ἀπόκρυφος, εἴ κ’ ἐνὶ τῷδε δεικήλῳ Μήνης εὐφεγγέος αἰθροπολεύσης φύξιμον ἦμαρ ἕλῃσι, καὶ ἐν θαλεροῖσι πετήλοις πεπτηὼς ἀλέηται ἑὸν δηναιὸν ἄνακτα.
360 Χηλῇσιν δ’ εἴ κεν σὺ Σεληναίην ἐσαθρήσαις, θαρσαλέος δρήστην προτιόσσεο· δὴ γὰρ ἄνεισιν αὐτόματος, σκήψει δὲ καὶ αἱμυλίοισι λόγοισι πρηϋνέει θυμὸν δυσπέμφελον οἷο ἄνακτος. ἢν δὲ Σκορπιόεν δέμας ἴσχῃ δῖα Σελήνη,
365ἦ τ’ ἂν ἔοι θεράπων ἐν ἀνακτόρῳ ἢ τεμένεσσι
κρυπτόμενος· καὶ δ’ ἄν κεν ἑκὼν οἶκόνδε νέοιτο. εἰ δ’ ἄρα Τοξευτῆρα διοιχνεύοι κερόεσσα, ἢν μὲν ἐνὶ πρώτοις πέντ’ ἤμασιν αἰσυλοεργὸν δμῶ’ ἀνάγῃ, δοίη κε δίκην δρησμοῖο ταχεῖαν·28
370ἢν δ’ ἄρ’ ὑπερβάλλῃ πέντ’ ἤματα, δηρὸν ἂν αὔτως πλάζοιτ’, οὐδέ μιν ὦκα κιχήσεαι, ἀλλὰ χρόνοιο πολλοῦ μεσσάτιον τελέει δρόμον ἠλασκάζων. ἢν δ’ ἄρ’ ἐν Αἰγόκερῳ φεύγῃ δμώς, οἷο ἄνακτος ἐν ξείνῃ ληφθεὶς ἄγεται ποτὶ δώματα θᾶσσον.
375 Ὑδροχόῳ δ’ εἴ κεν κεραὴν εὐῶπιν ἀθρήσαις νισσομένην, ὅτε δρῆστιν ἐπεντύνῃσι κέλευθον λαιδρὸς ἀνήρ, τότ’ ἄνακτος ἑοῦ πάτρην ἀπολείπων ἐν πόλει ὀθνείῃ βίον ἄρνυται, οὐδ’ ἐπὶ δηρὸν λήσεται, ἀλλά μιν ὦκα τέτμοις ἐπὶ φωτὶ κυροῦντα,
380ὃς δήμου θεράπων κοινὸς πέλει, ἠὲ φερόπλῳ ἀνέρι, τῷ στρατιαί τε βοηδρομίαι τε μέλονται. εἰ δ’ ἄρ’ ἐν εἰαρινοῖσι φαεινομένη φορέηται Ἰχθύσιν, ἠοῖ μὲν προτέρῃ κίνδυνον ἰάψει δρήστῃ ἀταρτηρῷ, τάχα δ’ ἂν καὶ ὀλέθριον ἦμαρ,29
385αἶψα δ’ ἄρα ξίφεϊ τμηθεὶς ἀμφήκεϊ δειρὴν
385******** δευτέρῃ εἰν ἠοῖ δὲ φυγὼν σῶός κε πέλοιτο, καί κεν ἄνακτος ἵκοιτο δόμον περίαλλα πεπονθώς. χρὴ δὲ περίφρονα μῆτιν ἐνὶ φρεσὶν αἶψα τίθεσθαι· εἰ μὲν γὰρ μούνην σὺ Σεληναίην ὁρόῳο,
390οὔτι φέρει δρησμὸν βροτῷ ἀνέρι, μαψιδίην δὲ οἴσει ἄλην τῇ καὶ τῇ ἀλυσκάζοντι κέλευθον ἀγχόθι δεσποσύνων μεγάρων καὶ ὁμήθεος οἴκου. εἰ δὲ τύχοι πανδῖα σὺν ἀστέρι δινεύουσα, ὅντε πλάνητα λέγουσιν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων,
395ἦ τ’ ἂν προσσοτέρω θεράπων ὁδὸν ἐντύνοιτο, φεύγων νείκε’ ἄνακτος ὁμοκλήν τ’ ἀλγινόεσσαν. ἀλλ’ ἢν μὲν Φαίνοντι συνῇ κερόεσσα Σελήνη ἢ φλογερῷ Πυρόεντι, φυγὴν ἀνεμώλιον ἴσχει δοῦλος ἀνὴρ κενεῇσιν ἐπ’ ἐλπωρῇσι γεγηθώς·

8

(400)

ἦ γὰρ ἂν ἐς δόμον αἶψα λυγρῇ πεπεδημένος ἄτῃ βαίη ἀναγκαίῃ βεβιημένος ἀλγινοέσσῃ. εἰ δὲ Ζηνὸς ἄνακτος ἢ ἁγνῆς Ἀφρογενείης ἴχνια βαίνῃσιν Θειαντιὰς ἀγλαόφοιτος, ἦ τ’ ἂν κρυπταδίην εὐήρεα φύξιν ἕλοιτο30
405ὀτρηρὸς θεράπων ποσὶ καρπαλίμοισι πιθήσας. μὴ μὲν ἀταρτηρῇσιν ἐνὶ φρεσὶ μητίσαιτο δεσπότεω φερέμεν κειμήλιον· ἦ γὰρ ἂν εἴη διχθαδίη ἄτη καὶ κτήματος οἰχομένοιο καὶ δμωὸς προφυγόντος ἀμειλίχου. ἀλλά ς’ ἄνωγα
410μιμνέμεν εἰν οἴκοισι φέρειν τ’ εὐήρεϊ θυμῷ φωρίδιον βλάβος αἰνόν, ἐπεὶ μετὰ ποσσὶ διώκων οὔ κε κίχοις, οὐδ’ εἰ μὲν ἔχοις πόδας Εὐφήμοιο Εὐρωπηιάδαο, τὸν ἐν πολυηχέι πόντῳ ὦκα θέειν ἐνέπουσιν ὁδῷ πεφορημένον ὑγρῇ, —
415οὐδ’ εἴ σοι πτερύγεσσιν ἐπήρεα νῶτα γένοιτο, οἷά γ’ ἐνὶ μελέεσσι Βορήιοι υἷες ἔχεσκον, οὓς ὑποκυσαμένη ῥαδινὴ τέκεν Ὠρείθυια, ὁππότε μιν χορὸν ἁγνὸν ἐπ’ Ἰλισσοῖο ῥοῇσιν
ἱσταμένην Βορέης ἀνερείψατο, τῆλε δὲ γαίης31
420Ἀτθίδος ἐν νεφέεσσι μεταχρονίην φορέεσκε, μέσφ’ ὅτ’ ἐπὶ Θρῄκης χιονώδεας ἷξεν ἐναύλους, — οὐδ’ εἴ κ’ Ἰφίκλοιο θοώτερος αὐγάζοιο, ὅστε καὶ ἀνθερίκοισιν ἐπέτρεχεν, οὐδέ τι καρπὸν
σίνετ’ ἀήσυρα γυῖα φέρων ἐπὶ λήιον ἄκρον.32
425 εἰ δέ τ’ ἔοι κερόεσσα σὺν εὐσκόπῳ Ἑρμάωνι, οὔ κε φύγοι θεράπων ὀλοφώιος, ἀλλὰ τάχιστα εὕροις, εἰ καὶ γοῦνα θοώτερα καὶ πόδας ἴσχοι κουφοτέρους Λᾴδαο καὶ ὠκυδρόμοιο Φαΰλλου. μὴ μὲν δὴ συνόδοισιν ἐπιστείχουσα Σελήνη
430ἢ καὶ πλησιφαὴς εἴη δρησμοῖο τυχόντος· ἦ γὰρ ἂν ἠλασκάζοι ἐπὶ ξείνης τότε γαίης, ἢ δεσμοῖσιν ἔχοιτο παρ’ ὀθνείοισι βροτοῖσιν. εἰ δὲ Κρόνῳ κρυόεντι συνείη δῖα Σελήνη, καί τε δμὼς προφύγῃσιν ἔχων κλωπήιον ἄχθος,
435ἄλλοις φώρεσι κέρδος ἀποίσεται· οὐ γὰρ ὄνησιν
ἁρπακτοῖς κτεάτεσσι φέρει τηλεσκόπος ἀστήρ, ἀλλ’ ἐπάγει θεράποντι δολόφρονι πολλάκις ἄνδρα λαιδρότερον Φαίνων, καὶ φὼρ ἐπὶ φωρὶ κυρήσει.33

9

(t)

Περὶ παίδων διδασκαλίας.
439Εἰ δὲ τέχνης ἐθέλεις δεδαηκότας ἐντύνασθαι
440σοφίης υἱῆας ἢ ὀτρηροὺς θεράποντας, χρυσοφαὴς εἴη τοι ἐπ’ Ἀρνειοῖο Σελήνη, ἠὲ καὶ ὠκυπόροισιν ἐπ’ Ἰχθύσι καλὰ φαείνοι, ἢ κούρης ἐπέχοι φιαρὸν δέμας Ἰκαριώνης, ἠὲ καὶ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ ἰνδάλλοιτο,
445Ζηνὸς μητιέταο κεχαρμένη ἀκτίνεσσιν, ἢ Παφίης αἴγλῃσιν ἐρευθομένη τετραγώνοις ἠὲ τριπλεύροισιν—καί τ’ ἂν πολὺ λώιον εἴη— ἠὲ κατ’ ἰθὺν ἴῃσιν ἐφ’ ἑβδομάτοιο βεβῶσα δεικήλου, καὶ γὰρ τὸ πέλει τέχνῃσιν ὄνειαρ.

9

(450)

μὴ μὲν δὴ σύνοδον τούτοις ἐνὶ τείρεσι θείη, ἢ διχόμηνον ἄγοι σέλας ἔκφατον, εὖτέ σε χρειὼ
τέχνην ἢ σοφίην δεδαήμεναι ὀτρύνῃσιν· οὐ γὰρ ἂν ἐκτελέσειας, ἃ βούλεαι, οὐδέ τιν’ ἐσθλὴν παιδὶ δαημοσύνην διχομηνιὰς ἐντύνειεν,34
455οὐδέ τι λειψιφαής· ἀνεμώλια δ’ ἔργα τίθησιν.

10

(t)

Περὶ γεωργίας.
456 Εἰ δὲ γεωπονίης σε φιλομβρότου ἵμερος αἱρεῖ, καί τ’ ἐπὶ χρυσείης γενεῆς ἐντύνεαι ἔργα γαῖαν ἐπὶ ζείδωρον ἄγων εὐκαμπὲς ἄροτρον, ἢ γύροις ἔνι κλῆμα Μεθυμναίου λελίησαι
460κατθέμεναι, καὶ λαρὸν ὀπώρης εἶδαρ ἑλέσθαι ἱμείρεις, σκαπάνῃ τε λαχαινέμεν ἄμβροτον αἶαν, αὐτίκα τοι καὶ πᾶσαν ἐτητυμίην καταλέξω,
ὅππως ἂν πανδῖα Σεληναίη πεπίθοιτο, ὄμπνιά σοι Δήμητρος ἀερσινόοιό τε Βάκχου35
465δῶρ’ ἀναπεμπέμεναι καὶ ἐπητανὸν ὄλβον ὀπάζειν. εἰ μὲν γὰρ στείχῃσιν ἐπ’ Ἀρνειοῖο θοοῖο, πάντα φέρει κλυτὰ ἔργα φυτευέμεν ἠδὲ βαλέσθαι σπέρματα καὶ σηκοὺς εὐερκέας ἀμφιπένεσθαι· καὶ δ’ ἂν ἀεργηλὸν χῶρον τότε καλὰ τάμοιο
470βουσί τε καὶ σμινύῃσιν, ἔοι δέ κε κάρπιμος ὦκα. ὣς δ’ αὕτως Ταύρῳ κεραῷ πονέεσθαι ἕκαστα, ὅσσα τε γειοπόνων ἐρικυδέα φαίνεται ἔργα. μὴ μὲν δὴ τῆμόσδ’ ἐθέλειν ἐρίβωλον ἄρουραν ἄρνυσθαι μισθῷ ἐπὶ λατρίῳ· οὐ γὰρ ἄμεινον,
475οὐδὲ φέροι κεν ὄνειαρ ἐπ’ ἀλλοτρίῳ μογέοντι. εἰ δὲ Θεραπναίοισιν ἐν ἄστρασι δινεύηται
κούρων εὐεάνου Αἰτωλίδος, ἦ τ’ ἂν ἐμοῖσι μύθοισιν πεπίθοιο, καὶ ἀρξάμενος πονέεσθαι ἀμφὶ γεωπονίῃ τε φυτείῃ θ’ ἱμεροέσσῃ36
480ζηλωτὸς πολλοῖς κε πέλοις ἐπὶ κέρδεϊ τῷδε. κήπους δ’ εὐθαλέας τεύξεις καὶ γῦρον ὀρύξεις, γαῖαν ἀεργηλήν τε προμηθείως ἀνύσαιο εὐεργόν, Μήνης ἐνὶ Καρκίνῳ αἰθροπολεύσης. εἰ φλογερῷ δὲ Λέοντι φάος πολυδερκὲς ἐφείη
485ἠερόφοιτος ἄνασσα, τότε σπόρον ὁπλίσσαιο κριθῶν ἢ πυρῶν, καί τ’ ἂν πολύχοια γένοιτο. ἄλλο δὲ μή τι βάλοιο κατ’ αὔλακος· οὐ γὰρ ἄμεινον. Ἀστραίη κούρη δὲ πέλει πρὸς ἅπαντα φερίστη σπέρματα, καὶ δὲ φυτοῖσιν ἐναίσιμος, ἔν τε βόθροισι
490βάλλειν ἔρνεα πάντα, τάτε δρυὸς ἄκρα λέγονται. οἴνας δ’ ἐξαλέασθαι, ἐπεὶ στυγέει περίαλλα Ἰκαρίου κούρη ἑλίνους καὶ ἀδευκέας οἴνας, μνωομένη, ὅσα λυγρὰ Διωνύσοιο ἕκητι Ἀκταῖοι μήσαντο μέθῃ δεδμημένοι αἰνῇ37
495Ἰκάριον, καί μιν στυφελαῖς κορύναις ἐδάιξαν σφαλλόμενοι δώροισι χοροιμανέος Βάκχοιο. ἀλλὰ σὺ Χηλάων ἐνὶ τείρεσιν αἰθροπολεῦσαν εἰσορόων κερόεσσαν ἐπιφραδέως πονέεσθαι ἀμφὶ γεωτομίῃ· σὺ δέ κ’ ἐν νειοῖσι βάλοιο

10

(500)

σπέρματα θαρσαλέως, θεῖναί τ’ ἐνὶ κλήματα γύροις,
πάντα τε δένδρεα καλά, τάτ’ εἴαρι τηλεθάοντα τέρχνεσιν ἀργεννοῖσι φίλην δείκνυσιν ὀπώρην. ἢν δὲ Σκορπιόεν δέμας αἴθριον ἐκπεράῃσιν αἴγλαις ἀργεννῇσι κλυτὴ πανδῖα Σελήνη,38
505σπέρματα δάσσασθαι νειοῖς ἔνι· καὶ δέ κεν εἴη τῆμος ἐνιβληθέντα κατ’ αὐλακόεσσαν ἄρουραν ὄμπνια Δηοῦς δῶρα καὶ ἐμπλήσειεν ἀλωήν. καὶ δέ κ’ ἀεργηλὴν γαῖαν τῆμόσδε τάμοιο. εἰ δ’ ἄρα Τοξευτῆρι φάοι ταυρῶπις ἄνασσα,
510μὴ σύγε πυροῖσιν βαλέειν χθόνα βωτιάνειραν, μηδὲ θέμεν κρῖ λευκὸν ἐν αὔλακι, μηδέ τιν’ ἄλλα χέδροπα· πάντα γὰρ αἶψ’ ἁλιώσεται, οὐδέ τι ποίη βλωθρὴ ὑπερτείλασα πυκάσσεται οἴνοπα βῶλον. ἀλλὰ σύ μοι τῆμόσδε βάλοις περιμήκεα σηκὸν
515ἄρνασιν ἠδ’ ἐρίφοισι, βοῶν τ’ εὐερκέα μάνδρην πορσύναις, πονέοις δὲ καὶ ὠκυπόδεσσιν ἐφ’ ἵπποις, φορβήν τ’ ἐντύναιο νεογλαγέας περὶ πώλους. αὕτως δ’ Αἰγοκερῆα διαστείχουσα Σελήνη μήλοισιν σύμπασιν ἐναίσιμος ἠδὲ φερίστη,
520εἴ κεν ἄγοις ἑτέρην χώρην ἐριαχθέα ποίμνην ἠδ’ ἀγέλας, καὶ δ’ ἄν κε καὶ αἰπόλια πλατέ’ αἰγῶν ὦκα θέοι, νομὸν ἄλλον ἐπιστείβοντα πόδεσσιν. Ὑδροχόῳ δ’ ὁρόων εὐώπιδος ἀργέτιν αἴγλην Μήνης εὖ μὲν ἄροτρα καὶ αὔλακα πορσύνειας,39
525εὖ δὲ καὶ ἐν γύροις ὑποδέξεαι ἔρνεα καλά, εὖ δ’ ἐν ἀεργηλοῖσιν ὕνιν πήξειας ἀρούραις. αὕτως δ’ εἰαρινοῖσιν ἐν Ἰχθύσιν ἐστὶ φερίστη γειοπόνοις Θειαντίς, ὅτ’ ὄμπνια ἔργα πένωνται Δηοῦς εὐωδῖνος ἐυστεφέος τ’ Ἰοβάκχου.
530 σκέπτεσθαι δ’ ἐπέοικε καὶ ἀστέρας ἠνεκὲς ἄλλους. ἢν μὲν γὰρ Φαέθων τε καὶ ἁγνὴ Κυπρογένεια Μήνῃ συμφορέωντ’ ἠδ’ εὔπτερος Ἀργειφόντης,
πάντα τάδ’ ἀλδήεντα καὶ αὔξιμα τοῖσδε πιφαύσκοις πολλήν τ’ εὐεστὼ φερέμεν καὶ θέσφατον ὄλβον.40
535 εἰ δὲ Κρόνος κρυόεις Ἄρης τ’ ὀλοφώιος εἶεν ἀμφὶ Σεληναίῃ, μινύθους’ ἐρικυδέα ἔργα ἠδ’ ἅλιον φαίνουσι γεωπονίην μερόπεσσι. τοιγὰρ ὅρα δείκηλα κατ’ οὐρανὸν ἀγλαὰ πρῶτον, οἷς κούρη Θειαντὶς ἐναίσιμα ἔργα προφαίνει,
540αὖτις δ’ ἀστέρα καλὸν ἐρισθενέος Κρονίωνος ἢ Παφίης ἢ φαιδρὸν ἐύσκοπον Ἑρμάωνα· ξυνὴν γὰρ τούτοισι, διοιχνεύουσα κέλευθον ἀρχὴν καὶ τέλος ἐσθλὸν ἄγει μερόπων ἐπὶ ἔργοις.

11

(t)

Περὶ τῶν ἐν δεσμοῖς.
544Εἰ δ’ ἄρα καὶ δεσμοῖσιν ἀεικέσιν ὀχμάζοιτο
545δειλὸς ἀνήρ, Κριῷ μὲν ἔχων ἐριώπιδα Μήνην δηναιὴν εὕροι κε λύσιν δυερῶν ὀδυνάων.
ὣς δὲ καὶ ἐν θερινοῖσιν ὁρωμένη εἰδώλοισιν, ἢ Διδύμοις ἢ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ οὖσα, ἠὲ Νεμειήταο κατ’ ἀργαλέοιο Λέοντος,41

11

(550)

πουλὺν ἐπὶ χρόνον οἴσει ἀπείρατα δεσμὰ βροτοῖσιν. εἰ δέ κεν αἰθερίῳ ἐν Σκορπίῳ ἠδέ τ’ ἐλαφρῷ Τοξευτ. Ταύρῳ τε καὶ ἐν Ζυγῷ αἰγλήεντι, ἠδὲ καὶ Ἀστραίου σταχυηφόρῳ ἀμφὶ θυγατρὶ δινεύῃσι, ταχεῖαν ἄγει λύσιν ἡμερίοισιν,
555ἔκ τε πόνων ἀνέπαυσε καὶ ἅψεα κούφισεν ἀνδρός. μὴ μὲν ἁλιπλάγκτοισιν ἐν Ἰχθύσιν αὐγάζοιτο· ἦ γὰρ ἀναπλήσειεν ἀεικέλιον βροτὸς ἄλγος, καὶ δὲ μόλις δεσμοῖο δυσηχέος ἄσπετον ἄχθος ἐκπροφύγοι· πολλοὶ δὲ καὶ ἐς βιότοιο τελευτὴν
560εἰλλάδας ἀργαλέας γυίων ἐφόρησαν ὕπερθεν. ἢν δὲ σὺν ἀστέρι Μήνη ἐνηέι καλὰ φαείνῃ Ζηνὸς ἢ Ἑρμείαο ἢ εὐεάνου Ἀφροδίτης,
ἦ τ’ ἂν κουφότερός τε πόνος παῦρός τε γένοιτο. εἰ δὲ Κρόνῳ κρυερῷ ἢ Ἄρεϊ συμφορέηται,42
565πολλάκις ἀργαλέοιο βίῃ δεσμοῖο πονηθεὶς μέσφα πότμου φρουρεῖται ἀεὶ ἀδάμαντι συναπτῷ.

12

(t)

Περὶ κλοπῆς.
567 Εἰ δέ τι κλεμμάδιον μεγάρων κειμήλιον ἔρροι, ἢν μὲν ἐν Ἀρνειῷ κεραὴ τροχάῃσι Σελήνη, σώεται ἂψ ἐς δῶμα καὶ ἐς χέρας εἶσιν ἄνακτος.
570 Ταύρῳ δ’ ἐμβεβαυῖα παλίμφοιτος κερόεσσα πέμπει πρὸς σθεναρὸν κτῆμα βροτόν, οὐδέ κε ῥεῖα αὐτὸ κίχοις, οὐδ’ αὐτὸς ὀνήσεται ἠλίθιος φώρ, κέρδεος ἁρπαλέοιο δίκην ἰθεῖαν ὑποσχών·
φράζεο δ’ ἐς δεκάτην τόδε μοι Ταύροιο κέλευθον.43
575αἱ δ’ ἄλλαι καλαὶ καὶ ἀπήμονες ἀνέρι μοῖραι, οὐδέ τ’ ἀνιηρὴν ἐπάγους’ ἀλιτήμονι θωήν, ἢν μὴ Ἄρει ξυνοῖο δρόμου τετύχῃσι Σελήνη. εἰ δέ κε δεικήλοις Διδύμων περάῃσιν ἄνασσα, τέτμοις μέν, παῦρον δὲ νόῳ νοσφίζεο πῆμα.
580 Καρκίνον αὖ ἐφέπουσα φαεσφόρος, εἰ μὲν ὄλοιτο ἄργυρος αἰγλήεις, ἀνάγει πάλιν ἐς τεὸν οἶκον, χρυσόν τ’ εὐλαμπῆ· κτῆσις δ’ ἁλιώσεται ἄλλη, ἥτις ἂν ἐκ μεγάρων συλήσιος οἰχνεύσειεν. εἰ δὲ Λέοντος ἔχῃσι μένος πολυωπέτις αἴγλη
585Μήνης ἠυκόμοιο, τότ’ οὐ μάλα θαρσαλέος τοι
αὐδήσω παλίνορσον ἑλεῖν κτέαρ. εἰ δέ τε κούρην Ἀστραίην διίῃσι κερασφόρος ἀργέτα Μήνη, δηθύνει κλόπιον, χρόνιον δ’ ἀναφαίνεται αὖτις· δήεις τ’, εἰ Χηλῇσιν ὁμοδρομέοι κερόεσσα,44
590 εὕροις τ’, εἰ καὶ ἐπ’ ὀκταπόδῃ βεβαυῖα τύχῃσι Σκορπί. ἢν δέ γε Τοξότεω δέμας αἰνὸν ἔχῃσιν, ὄλλυται, ἕρμαιον δὲ πέλει φώρεσσιν ἀνιγροῖς. Αἰγόκερω δ’ εἴ κεν κλυτὰ τείρεα παμφαίνῃσιν αἴγλῃσιν φιαρῇσι παλιστρέπτοιο Σελήνης,
595ἦ τ’ ἂν δηναιὴ πέλοι εὕρεσις. εἰ δέ κεν ἄστρον Ὑδροχόου διίῃσιν ἀγαυὴ Θειαντίνη, ἐν δοιῇ σῶσίς τοι ἀπολλυμένου κτεάνοιο. ὣς δὲ καὶ εἰαρινοῖσιν ἐν Ἰχθύσιν αἰθροπολεύσης εὐκεράου Μήνης, μόλις οἴσεαι, ὅττι κακὸς φὼρ

12

(600)

ἐν παλάμαις κεν ἕλῃ· θαμέως δέ κεν ἀμφὶ κλοπείου εἰσαΐοις, τὰ δὲ πολλὰ πέλοντ’ ἀνεμώλιοι αὔτως μῦθοι ἐπαγγελίῃσι κεναῖς θέλγοντες ἀκουάς. εἰ δὲ Σεληναίη ξυνὴν τρίβον ἐγκονέῃσιν ἄστροις ἀργαλέοις, δήεις κτέαρ. ἢν δὲ φερίστοις,45
605Ζηνὶ κελαινεφέι *** *** κλόπιον κτέαρ ὄλλυται αὔτως. ******
οὔτι λίην· φώρεσσι δ’ ἐναίσιμα γίνεται ἐσθλὰ τείρεα Κυπρογένεια καὶ αἰγλήεις Διὸς ἀστὴρ46
610ἠδὲ καὶ ὠκυδρόμοιο φερεπτέρου Ἑρμάωνος.47