TLG 1486 003 :: MATRON :: Fragmenta MATRON Parodius Fragmenta
Citation: Fragment — (line) | |||
534(t) | Ἀττικὸν δεῖπνον | ||
1 | ⊗ | δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά, ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς· ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός. οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους, | |
---|---|---|---|
5 | λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους τάων καὶ Βορέης ἠράσσατο πεσσομενάων. αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, | ||
10 | νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. | ||
τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων, ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναθεῖναι. ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον, | 259 | ||
15 | ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα παστά, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις, οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων | ||
20 | ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε· πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα τοὺς δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει | ||
25 | πίν〈ν〉ας ἦλθε φέρων †καὶ ἄμυλα† ἠχήεντα, ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος. τῇ δ’ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα, οὐδ’ ἔφθην τρώσας μιν, ἄασε 〈δὲ〉 Φοῖβος Ἀπόλλων. | ||
30 | ὡς 〈δὲ〉 ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, | ||
35 | ἣ μόνη †ἰχθὺς ἐοῦσα† τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν εἶδον, λίμνης ἐρικυδέα γόγγρον, κείμενον ἐν λοπάδεσς’· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας· τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι, | ||
40 | ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων, παμμεγέθης, ἣν οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν | ||
45 | εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. πολλὰ δ’ ἄναντα κάταντα κατὰ στίχας ἦλθ’ ὁ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. | ||
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο, αὐτὰρ ἀπ’ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο. | 260 | ||
534(50) | Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς, πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν. οἴη δ’ ὀρκύνου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη εἵνεκα τευχέων | ||
55 | αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι. ῥίνη δ’, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖ’, ἀλλ’ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς, | ||
60 | οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο· κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς. καρῖδές θ’, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι. | ||
65 | χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες ἐν στόμασίν 〈τ’〉 ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, | ||
70 | οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην, γεύσασθ’ ἱμείρων· τὸ δέ γ’ ἀμβροσίη μοι ἔδοξεν, οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δ’ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης, ζώνην θ’, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, | ||
75 | εἰς λέχος ἡνίκ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσόν 〈θ’〉, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας θ’ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατ〈ε〉ινούς. | ||
80 | ἐν δ’ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος †ἄντα δ’ ἦν μεγάλη† σπάρος· οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα. τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματ’ ἔδοξεν, ἐπεί ῥ’ ὅρμαινον ἐπ’ ἄλλα. | ||
85 | κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν, ἐν καθαρῷ, ὅθι περ λοπάδων διεφαίνετο χῶρος, | ||
ἐξ ἧς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δ’ ὡς εἶδον, ὣς ἔτρεμον· ἐν δὲ σίναπυ | 261 | ||
90 | †κεῖτ’ ἀγχοῦ γλυκὺ πλείονα χρυσὸς ὢν ἀπερύκων.† γευσάμενος δ’ ἔκλαιον, ὅ τ’ αὔριον οὐκέτι ταῦτα ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὀτρηρῇ νηδὺς δ’ οὐχ ὑπέμεινε, βιάζετο γάρ ῥ’ ἀδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θ’ ἑφθά, | ||
95 | παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας, λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος θῆκε φέρων ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες. Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. | ||
534(100) | ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος ἀμνοῦ, ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη. χόνδρος δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων, Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας. αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο, | ||
105 | χεῖρας νιψαμένοισιν ἀπ’ Ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ, ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δ’ οἶνος | ||
110 | Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι πρόσφατος, ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσι. | ||
115 | τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνεκείμην. ὡς δὲ ἴδον ξανθὸν γλυκερὸν μέγαν ἔγκυκλον, ἄνδρες, Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείοι’ ἀπεχοίμην; οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν, | ||
120 | γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί, | ||
ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς. | 262 | ||
535(t) | Δεῖπνον | ||
1 | ὄστρεά τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα | ||
536-8(t) | ἐν παρῳδίαις | ||
536 | σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θ’, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, | ||
5 | λευκοτέρας χιόνος, ἔσθειν 〈δ’〉 ἀμύλοισιν ὁμοίας· | ||
τάων φυομένων ἠράσσατο πότνια γαστήρ. | 266 | ||
537 | καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν λαχάνοις· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας. | ||
538 | ὣς ἔφαθ’, οἱ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐΐσας. | ||
539 | οὐδ’ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο | ||
σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός. | 267 | ||
540 | οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν· ἔστι δέ τις, Κλεόνικος, ὃς ἀθάνατον λάχε γῆρυν, | ||
5 | οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, | ||
ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια. | 268 |