TLG 1486 002 :: MATRON :: Fragmenta MATRON Parodius Fragmenta
Citation: Fragment — (line) | ||
1 | ὄστρεά τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα | |
2 | σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω, μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις, βολβίνας θ’, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί, ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος, | |
5 | λευκοτέρας χιόνος, ἔσθειν 〈δ’〉 ἀμύλοισιν ὁμοίας· | |
---|---|---|
τάων θυομένων ἠράσσατο πότνια γαστήρ. | 91 | |
3 | καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν λαχάνοις· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας. | |
4 | ὣς ἔφαθ’, οἱ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας. | |
5 | οὐδ’ ἀπὸ πασσαλόφιν κρέμασαν, ὅθι περ τετάνυστο | |
σκινδαψὸς τετράχορδος ἀνηλακάτοιο γυναικός. | 92 | |
6 | οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν. ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατος λάχε γῆρυς, | |
5 | οὔτε πονητάων ἀδαήμων οὔτε θεάτρων, | |
ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια. | 93 |