TLG 1486 001 :: MATRON :: Convivium Atticum

MATRON Parodius
(Pitanaeus: 4 B.C.)

Convivium Atticum

Source: Brandt, P. (ed.), Parodorum epicorum Graecorum et Archestrati reliquiae [Corpusculum poesis epicae Graecae Ludibundae, fasc. 1] Leipzig: Teubner, 1888: 60–71.

Dup. partim 1486 003 (fr. 534)

Citation: (Line)

tΑΤΤΙΚΟΝ ΔΕΙΠΝΟΝ
1Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά, ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς· ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός. οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
5λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους, ... τάων καὶ Δρομέης ἠράσσατο πεσσομενάων.
αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,60
10νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων, ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναθεῖναι. ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον·
15ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα παστά, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων61
20ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε· πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα .... τοὺς δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει ...
25πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα, ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ .... ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος. τῇ δ’ ἐγὼ ἐν πρώτοις ἔπεχον κρατερώνυχα χεῖρα,
οὐδ’ ἔφθην τρώσας μιν, ἄειρε δὲ Φοῖβος Ἀπόλλων.62
30ὡς 〈δὲ〉 ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ... ἂψ δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
35ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον, κείμενον ἐν λοπάδεσς’· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας. τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι,
40ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων. παμμεγέθης· τὴν δ’ οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν· τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν63
45εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. πολλὰ δ’ ἄναντα κάταντα κατὰ στίχας ἦλθ’ ὁ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο· αὐτὰρ ἀπ’ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο.

(50)

Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς, πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν. οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν64
55αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι, ῥίνη θ’, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖ’, ἀλλ’ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς,
60οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο. κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· καρῖδές θ’, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί,
αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι·65
65χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες ἐν στόμασίν 〈τ’〉 ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,
70οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην, γεύσασθ’ ἱμείρων· τὸ δέ γ’ ἀμβροσίη μοι ἔδοξεν, οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δ’ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης,
ζώνην θ’, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,66
75εἰς λέχος ἡνίκ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ. σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσόν 〈θ’〉, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας θ’ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατινούς.
80ἐν δ’ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος αὐτόθ’ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα. τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
εἶναι βρώματ’ ἔδοξεν, ἐπεί ῥ’ ὅρμαινον ἐπ’ ἄλλα.67
85κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν, ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος ... ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος· οὐ μὴν οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δ’ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ
90κεῖτ’ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον. γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὀτρηρῇ ...
νηδὺς δ’ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥ’ ἀδέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θ’ ἑφθά.68
95παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας, λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος θῆκε φέρων, ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες. Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.

(100)

ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος ἀμνοῦ, ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη ... χόνδρος δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας. αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
105χεῖρας νιψαμένοισιν ἀπ’ Ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ· ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δ’ οἶνος69
110Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι· ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατοι, ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν.
115τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνεκείμην.
ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; ... οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν,70
120γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.71