TLG 1470 004 :: LYCUS :: Fragmenta

LYCUS Hist.
(Rheginus: 4–3 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 370–374.

frr. 1–15

Citation: Fragment — (line)

t

LYCUS RHEGINUS.

t1-2

(ΠΕΡΙ ΑΛΕΞΑΝΔΡΟΥ.)

1

Stephan. Byz.: Σκίδρος, πόλις Ἰταλίας. Τὸ ἐθνικὸν Σκιδρανός, ὡς Λύκος ἐν τῷ Περὶ Ἀλεξάνδρου.

2

Schol. Aristoph. Pac. 925: Περὶ δὲ τῶν λαρινῶν βοῶν Λύκος μὲν ὁ Ῥηγῖνος ἐπὶ ταῖς πρὸς Ἀλέξανδρόν φησιν ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην αὐτοὺς τὴν προσηγορίαν ἐσχηκέναι. Εἰσὶ δέ τινες οἳ παρὰ τὸν λά‐
5ρον ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι· οἱ δὲ τὴν ρι συλ‐ λαβὴν δασύνουσιν, ἵν’ ᾖ λαῥινοὺς τοὺς μεγαλορίνους· Ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. Ἄλλως. Τοὺς δὲ Ἠπειρωτικοὺς βοῦς οὕτω λέγουσιν ἀπό τινος Λαρίνου βουκόλου, πα‐
10ραλαβόντος παρὰ Ἡρακλέους τὰς Γηρυόνου βοῦς, καὶ θρέψαντος εἰς εὐεξίαν. Cf. Suidas: Λαρινοὶ βόες, οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου, κλέψαντος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος ὁ Ῥηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε· Πρό‐
15ξενος δὲ, αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδω‐ ναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς·
λαρινεύειν γὰρ τὸ σιτεύειν.370

t3-7

[ΙΤΑΛΙΚΑ.]

3

(t)

E LIBRO TERTIO.
1 Tzetz. ad Lyc. 615: Ἁλούσης τῆς Τροίας Διομή‐ δης ἀντὶ βάρους λίθους ἐκ τοῦ τείχους τῆς Τροίας εἰς τὴν ἑαυτοῦ ναῦν ἐνέβαλε. Παραγενόμενος δὲ εἰς τὸ Ἄργος, καὶ μόλις φυγὼν τὸν ἐκ τῆς γαμετῆς αὐτοῦ
5θάνατον, παρεγένετο εἰς τὴν Ἰταλίαν. Εὑρὼν δὲ τηνι‐ καῦτα τὸν Κολχικὸν δράκοντα λυμαινόμενον τὴν Φαια‐ κίδα ἔκτεινε, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέ‐ χων. Ἐνόμισε γὰρ ὁ δράκων τὸ χρυσοῦν εἶναι δέρας τοῦ κριοῦ. Τιμηθεὶς δὲ ὁ Διομήδης ἐπὶ τούτῳ σφόδρα,
10ἀνδριάντας κατεσκεύασεν ἑαυτοῦ ἐκ τῶν λίθων τῆς Ἰλίου, ὧν ἐνέβαλε τότε εἰς τὴν ναῦν, καὶ ἔστησε τού‐ τους κατὰ πᾶν τὸ ἐκεῖσε πεδίον. Ὕστερον δὲ ἀνελὼν ὁ Δαυνὸς αὐτὸν ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς τὴν θάλασσαν. Οὗτοι δὲ ἀνεχόμενοι ὑπὸ τῶν κυμάτων πάλιν
15ἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. Ἱστορεῖ δὲ τοῦτο Τίμαιος ὁ Σικελὸς (fr. 13) καὶ Λύκος ἐν τρίτῳ.

4

Antigonus Mir. 172 (188 W.): Περὶ δὲ τῶν ζῴων Λύκον μὲν ἐν τῇ Διομηδείᾳ τῇ νήσῳ φησὶν (Καλ‐ λίμαχος) ἱστορεῖν, τοὺς ἐρωδιοὺς ὑπὸ μὲν τῶν Μήδων (l. Ἑλλήνων), ὅταν παραβάλλῃ τις εἰς τοὺς τόπους, οὐ
5μόνον ψαυομένους ὑπομένειν, ἀλλὰ καὶ προσπετομένους εἰς τοὺς κόλπους ἐνδύνειν καὶ σαίνειν φιλοφρόνως· λέ‐ γεσθαι δέ τι τοιοῦτον ὑπὸ τῶν ἐγχωρίων, ὡς τῶν τοῦ Διομήδους ἑταίρων εἰς τὴν τῶν ὀρνέων τούτων φύσιν
μετασχηματισθέντων.371

5

Aelianus N. An. XVII, 16: Θεόπομπος λέγει τοὺς περὶ τὸν Ἀδρίαν οἰκοῦντας Ἑνετοὺς, ὅταν περὶ τὸν ἄροτον τρίτον καὶ σπόρον ἡ ὥρα ᾖ, τοῖς κολοιοῖς ἀπο‐ στέλλειν δῶρα· εἴη δ’ ἂν τὰ δῶρα ψαιστὰ ἄττα καὶ
5μεμαγμέναι μᾶζαι καλῶς τε καὶ εὖ. Βεβούληται δὲ ἄρα ἡ τῶνδε τῶν δώρων πρόθεσις μειλίγματα τοῖς κο‐ λοιοῖς εἶναι καὶ σπονδῶν ὁμολογίαι, ὡς ἐκείνους τὸν καρπὸν τὸν Δημήτριον μὴ ἀνορύττειν καταβληθέντα εἰς τὴν γῆν μηδὲ παρεκλέγειν.
10 Λύκος δὲ ἄρα καὶ ταῦτα μὲν ὁμολογεῖ, καὶ ἐκεῖνα δὲ ἐπὶ τούτοις προστίθησι, * καὶ φοινικοῦς ἱμάντας τὴν χρόαν, καὶ τοὺς μὲν προθέντας ταῦτα εἶτα ἀνα‐ χωρεῖν· καὶ τὰ μὲν τῶν κολοιῶν νέφη τῶν ὅρων ἔξω καταμένειν, δύο δὲ ἄρα ἢ τρεῖς προῃρημένους κατὰ
15τοὺς πρέσβεις τοὺς ἐκ τῶν πόλεων πέμπεσθαι, κατα‐ σκεψομένους τῶν ξενίων τὸ πλῆθος· οἵπερ οὖν ἐπανίασι θεασάμενοι, καὶ καλοῦσιν αὐτοὺς, ᾗ πεφύκασιν οἱ μὲν καλεῖν, οἱ δὲ ὑπακούειν. Ἔρχονται μὲν κατὰ νέφη, ἐὰν δὲ γεύσωνται τῶν προειρημένων, ἴσασιν οἱ Ἑνετοὶ
20ὅτι ἄρα αὐτοῖς πρὸς τοὺς ὄρνιθας τοὺς προειρημένους ἔν‐ σπονδά ἐστιν, ἐὰν δὲ ὑπερίδωσι καὶ ἀτιμάσαντες ὡς εὐτελῆ μὴ γεύσωνται, πεπιστεύκασιν οἱ ἐπιχώριοι, ὅτι τῆς ἐκείνων ὑπεροψίας ἐστὶν αὐτοῖς λιμὸς τὸ τίμημα. Ἄγευστοι γὰρ ὄντες οἱ προειρημένοι καὶ ἀδέκαστοί γε,
25ὡς εἰπεῖν, ἐπιπέτονταί τε ταῖς ἀρούραις καὶ τό γε πλεῖστον τῶν κατεσπαρμένων συλῶσι πικρότατά γε ἐκεῖνοι σὺν τῷ θυμῷ καὶ ἀνορύττοντες καὶ ἀνιχνεύοντες.

6

Schol. Theocrit. VII, 78: [Ἔδεκτο τὸν αἰπό‐ λον εὐρέα λάρναξ κτλ.] Λύκος (sic Toup.; libri Λύκιος) φησὶ τῆς Θουρίας ὄρος θαλαμὸν, ὑφ’ ὃ ἄντρον τῶν Νυμφῶν. Καλοῦσι δὲ αὐτὸ Ἀλουσίας οἱ ἐπιχώριοι, ἀπὸ
5τοῦ παραρρέοντος Ἀλουσίου ποταμοῦ. Ἐν τούτῳ ποιμὴν ἐπιχώριος δεσπότου θρέμματα βόσκων, ἔθυε συχνῶς ταῖς Μούσαις. Οὗ χάριν δυσχεράνας ὁ δεσπότης εἰς λάρνακα κατακλείσας αὐτὸν ἀπέθετο. Τούτῳ δ’ ἐδίσταξεν ὁ δε‐ σπότης βουλευόμενος εἰ σώσειαν αὐτὸν αἱ Μοῦσαι. Πα‐
10ραδραμόντος δὲ διμηνιαίου χρόνου, παραγενόμενος καὶ τὰ ζύγαστρα τοῦ λάρνακος διανοίξας, ζῶντα κατείληφε,
καὶ τὴν λάρνακα πεπληρωμένην κηρίων εὗρεν.372

7

Athenaeus II, p. 47, A: Λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους, (οἰκοῦσι δ’ οὗτοι περὶ Σαρδόνα,) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖς.

t8-12

ΣΙΚΕΛΙΚΑ.

8

Antigon. Mirab. c. 148 (133 W.): Περὶ δὲ τῶν ποταμῶν καὶ κρηνῶν Λύκον μέν φησιν (Καλλίμαχος) λέγειν, ὅτι ὁ μὲν Κάμικος θαλάττης ζεούσης ῥεῖ, ὁ δὲ Κάπαιος καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς τῶν ὑδά‐
5των εἰσὶ ψυχροὶ, τὰ δὲ κάτω θερμοὶ, τὸν δ’ Ἱμέραν ἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρων ἔχειν, τὸ δὲ πότιμον.

9

Idem ibid. 154 (139 W.): Λύκον δὲ τὸν Ῥηγῖνον λέγειν τὴν μὲν ἐν τῇ Σικανῶν χώρᾳ (κρήνην), φέρειν ὄξος, ᾧπερ ἐπὶ τῶν ἐδεσμάτων χρῶνται, τὴν δὲ ἐν Μυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν· τοῦτο δ’ ἔν τε τοῖς λύχνοις
5κάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι, προσαγορευόμενον Μυτιστράτιον· πλησίον δὲ εἶναι τὴν ἀπὸ μὲν ἀρκτούρου μέχρι πλειάδος ἀναβάλλουσαν οὐ‐ δενὸς χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ πλειάδος μέχρι πρὸς ἀρκτοῦρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσαν
10καὶ πνέουσαν θερμὸν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρου‐ μένην.

10

Plinius H. N. XX, 2, 14: Lycos (ait) in Indiae terris fontem esse, cujus aqua lucernae ardeant.

11

Antigonus Mir. 170 (154 W.): Λύκον δὲ περὶ τὴν ἐν Μύλαις (λίμνην) τῆς Σικελίας δένδρα φύεσθαι (s. Καλλίμαχός φησι), διὰ μέσης δ’ αὐτῆς ἀναθεῖν (ἀναζεῖν Bentl.) ὕδωρ τὸ μὲν ψυχρὸν, τὸ δὲ τοὐναντίον.

12

Idem ibid. 175 (159 W.): Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους *, ἀναζεῖν μὲν ὡς θερμότατον τῶν ἑψομένων, τὰς δὲ πηγὰς εἶναι ψυχράς· τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος
5ἀποθνήσκειν εὐθὺς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτην ἡμέραν.

t13-14

ΛΙΒΥΚΑ.

13

Stephanus Byz.: Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ
πόλιν φησὶ καὶ ἄλλοι. Πόλις δὲ Λιβυφοινίκων.373

14

Antigonus Mir. 66 (60 W.): Λύκος ἱστορεῖ ... ἐν Λιβύῃ τὰ κτήνη τὸν μὲν ἄλλον χρόνον τὰ μὲν αὐτοῖς ἐναντία, τὰ δ’ ὡς ἔτυχεν κοιμᾶσθαι, τῇ δὲ νυκτὶ, καθ’ ἣν τοῦ κυνὸς ἀνατολὴ γίνεται, πρὸς αὐτὸ τὸ ἄστρον
5ἐστραμμένα, καὶ τούτῳ τεκμηρίῳ τῆς ἐπιτολῆς τοὺς ἐκεῖ χρῆσθαι.

t15

(ΠΕΡΙ ΤΟΥ ΝΕΣΤΟΡΟΣ.)

15

Schol. cod. Genev. ad Theocrit. XVII, 123: [ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναώς, sc. Πτολεμαῖος Φιλάδελφος] Ὅτι πολλοὺς ναοὺς ἱδρύσατο καὶ Λύ‐ κος (Λύκως cod.) δ’ ἐν τῷ Περὶ τοῦ Νέστορος **
5ἐποίησεν ὁ Φιλάδελφος, φησὶν οὕτως· «ᾨκοδόμησε καὶ τῶν γονέων ἀμφοτέρων παμμεγέθη ναὸν, καὶ ταῖς ἀδελ‐
φαῖς Ἀρσινόῃ καὶ Φιλωτέρᾳ (φωτῆρα cod.) **»374