TLG 1469 002 :: LYCEAS :: Fragmentum

LYCEAS Hist.
(Naucratites: 4 B.C.?)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 441.

fr. 3

Citation: Fragment — (line)

t3

ΑΙΓΥΠΤΙΑΚΑ.

3

Athenaeus XIV: Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας, τὸν Λακεδαιμονίων βα‐ σιλέα, ὅτ’ ἦλθεν αὐτῷ συμμαχήσων (ἦν γὰρ βραχὺς τὸ σῶμα), ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς
5συμμαχίας. Τὸ δὲ σκῶμμα τοῦτ’ ἦν· Ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν. Ὅπερ ἀκούσας ὁ Ἀγησίλαος, καὶ ὀργισθεὶς ἔφη, «Φα‐ νήσομαί σοι ποτὲ καὶ λέων.» Ὕστερον γὰρ ἀφισταμέ‐ νων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας
10ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμ‐ πράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς
Πέρσας.441