TLG 1460 001 :: LESBONAX :: De figuris De figuris frr. 1–12, 13A–23A, 13B–33B Citation: Section — (line) | ||
1(1t) | Λεσβώνακτος Περὶ σχημάτων | |
2 | Σχῆμά ἐστι λόγου πλοκὴ τῶν τοῦ λόγου μερῶν κατά τινα διάλεκτον. εἴδη δὲ σχημάτων εἴκοσι καὶ δύο· Εὐβοϊκόν, Κορίνθιον, Ἰβύκειον, Χαλκιδικόν, Ἀλκμανικόν, Κλαζομένιον, Κολοφώνιον, Σικελικόν, | |
---|---|---|
5 | Νησιωτικόν, Τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, Ἰωνικόν, Ἀττικόν, Θηβαϊκόν, Ἰωνικὸν 〈καὶ〉 Δώριον, Δώριον, Ἀττικόν, Ἄλλο Ἀττι‐ κόν, Περιηγητικόν, Ἄλλο Ἀττικόν, Ἄλλο πολλοῖς εἰρημένον, Ῥο‐ διακὸν καὶ Ἀσιανόν. | |
2 | Εὐβοϊκόν, ὡς τὸ ‘ἡδὺς παιδίον βαδίζων‘. οὐδετέροις γὰρ ὀνόμασι συντάσσουσιν ἀρσενικὸν καὶ θηλυκὸν ἐπίθετον καὶ μετοχάς. ὡς καὶ Ὅμηρος (ο 125) „δῶρόν τοι ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι“. | |
4t | Ἐθνικαὶ διάλεκτοι Λεσβώνακτος | |
5 | Οἱ Εὐβοεῖς τοῖς θηλυκοῖς ὀνόμασιν ἀρσενικὰ συντάσσουσιν ἐπίθετα, | |
ὡς τὸ παρ’ Ὁμήρῳ (Β 742) „κλυτὸς Ἱπποδάμεια“ καὶ (Hymn. Merc. 110) „θερμὸς ἀϋτ〈μ〉ή“ καὶ (Ψ 229, ε 410, ι 132) „ἁλὸς πολιοῖο“ καὶ παρ’ Ἡσιόδῳ (fr. 335 M. —W.) „†δαϊζομένου† πόληοσ“. ὁμοίως δὲ καὶ τοῖς οὐδετέροις ὀνόμασιν ἀρσενικὰ καὶ θηλυκὰ ἐπίθετα καὶ | 177 | |
10 | μετοχὰς ἀρσενικάς τε καὶ θηλυκάς, οἷον ‘εὐφυὴς παιδίον‘ καὶ ‘κόριον καλλίστη‘ καὶ ‘γύναιον ἐρχομένη‘ καὶ ‘μειράκιον λέγων‘. καὶ Ὅμη‐ | |
ρος (ο 125) „τέκνον φίλε“. | 178 | |
3 | Κορίνθιον· ὡς τὸ (Β 252) „ὅπως ἔσται τάδε ἔργα“ καὶ (Α 363) „ἵνα εἴδομεν ἄμφω“. ὁριστικοῖς γὰρ χρῶνται ἀνθ’ ὑποτακτικῶν, ὡς τὸ (α 41) „ὁππότ’ ἂν ἡβήσεται καὶ ἧς ἱμείρεται αἴησ“. 〈Οἱ〉 Κορίνθιοι τὸ ἵνα καὶ τὸ ἄν καὶ τὸ ὅπως οὐχ ὑποτακτικοῖς | |
5 | συντάσσουσι ῥήμασι, ἀλλ’ ὁριστικοῖς, ὡς τὸ ‘ἵνα μήτ’ αὐτὸς ὤφθην πονηρὸς μήτε σὺ ἐφάνης εὐδόκιμοσ‘. καὶ Ὅμηρος (Α 363) „ἵνα εἴδο‐ μεν ἄμφω“ καὶ (Μ 216) „μὴ ἴομεν Δαναοῖσι μαχόμενοι“ καὶ (Θ 18) „ἵνα εἴδετε πάντεσ“. | |
4 | Ἰβύκειον· ὡς τὸ (Ε 6) „λαμπρὸν παμφαίνῃσι“ καὶ ‘ὁ λύχνος φαίνῃσι‘. ἀντίστροφόν ἐστι τῷ Κορινθίῳ, ὑποτακτικῷ χρώμενον ἀντὶ ὁριστι‐ | |
κοῦ. Ἰβύκειον δὲ σχῆμα τὸ τὰ ἐναντία τῷ Κορινθίῳ ἔχον, ἤγουν ὑποτακ‐ | 179 | |
5 | τικὰ ἀνθ’ ὁριστικῶν· ὡς τὸ (Ε 6) „λαμπρὸν παμφαίνῃσιν“ ἀντὶ τοῦ παμφαίνει. | |
5 | Χαλκιδι{α}κόν· ὡς τὸ ‘Σωκράτης ἀπολογούμενός ἐστιν‘ ἀντὶ τοῦ ἀπολογεῖται. τὰ γὰρ ὁριστικὰ τῶν ῥημάτων εἰς μετοχὰς ἀναλύει μετὰ τοῦ ἐστίν ἢ εἰμί. ὡς καὶ Ὅμηρος (Ε 873) „αἰεὶ γὰρ ῥίγιστα θεοὶ τετληότες εἰμέν“. | |
5 | Οἱ Χαλκιδεῖς τὰ ὁριστικὰ τῶν ῥημάτων εἰς μετοχὴν ἀναλύουσι καὶ ὑπαρκτικὸν ῥῆμα· οἷον ‘Σωκράτης ἀπολογούμενός ἐστιν‘ ἀντὶ τοῦ ἀπολογεῖται. καὶ Ὅμηρος (Ε 873) „αἰεί τοι ῥίγιστα θεοὶ τετληότες | |
ἐσμέν“. | 180 | |
6 | Ἀλκμανικόν· ὡς τὸ ‘Πλάτων ἐπορεύθησαν καὶ Ἀριστοτέλησ‘. γίνε‐ ται δυοῖν ὀνομάτοιν μεταξὺ πίπτοντος πληθυντικοῦ ῥήματος· (κ 513—4) „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυ‐ τός τε“, (Ψ 138) „εἰ δέ κ’ Ἄρης λάχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων“. | |
5 | Ἀλκμανικόν ἐστι τὸ μεταξὺ δυοῖν ἑνικῶν ὀνομάτων πληθυντικὸν ἔχον ῥῆμα· οἷον ‘Πλάτων μὲν ἐπορεύθησαν καὶ Ἀριστοτέλησ‘. καὶ Ὅμηρος (κ 513—4) „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε“ καὶ πάλιν (Ψ 138) „εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης καὶ | |
Φοῖβος Ἀπόλλων“. | 181 | |
7 | Κλαζομένιον· ὡς τὸ ‘πορεύομαι σὺν ἀγῶνι‘ ἀντὶ τοῦ εἰς ἀγῶνα, ἀλλάσσον τὴν †δοτικὴν† εἰς †αἰτιατικὴν† καὶ τὴν πρόθεσιν εἰς πρόθεσιν· ὡς τὸ „σὺν πατρίδι ἔβη“ ἀντὶ τοῦ εἰς τὴν πατρίδα· οὕτως Ἀντιφῶν (fr. 140 Bl. —Thalh.). ἀντίστροφον δὲ τούτῳ τὸ ποιητικὸν | |
5 | (Α 423—4) „Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας / χθιζὸς ἔβη μετὰ δαῖτα“. ἐνήλ〈λ〉ακται γὰρ ἡ δοτικὴ εἰς αἰτιατικὴν καὶ ἡ ἔν πρόθεσις εἰς τὴν μετά. ἀντὶ τοῦ ‘ἐν τοῖς ἀμύμοσιν Αἰθίοψιν‘ εἶπε „μετ’ ἀμύμονασ“. Κλαζομενεῖς ἀντὶ τοῦ εἰπεῖν ‘πορεύσομαι εἰς ἀγῶνα‘ ‘πορεύσομαι | |
10 | σὺν ἀγῶνι‘ φασίν, ὡς καὶ Ἀντιφῶν (fr. 140 Bl. —Thalh.) „σὺν πατρίδι | |
βαίη“ ἀντὶ τοῦ εἰς τὴν πατρίδα πορευθείη. | 182 | |
8 | Κολοφώνιον· ὡς τὸ ‘χαλινὸν τῷ ἵππῳ‘ ἀντὶ τοῦ ἵππου, ‘ἡ κεφαλὴ τῷ ἀνθρώπῳ‘ ἀντὶ τοῦ ἀνθρώπου. ὡς καὶ Ὅμηρος (Η 383) „νηῒ παρὰ πρύμνῃ“ ἀντὶ τοῦ νηός, καὶ (Α 24) „ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ“. | |
5 | Κολοφώνιόν ἐστι τὸ ἔχον τὴν δοτικὴν ἀντὶ γενικῆς, οἷον ‘τὴν κε‐ φαλὴν τῷ ἀνθρώπῳ‘ ἀντὶ τοῦ ἀνθρώπου. καὶ Ὅμηρος (Η 383) „νηῒ παρὰ πρύμνῃ“ ἀντὶ τοῦ παρὰ τῇ πρύμνῃ τῆς νηός, καὶ (Ρ 123) „Αἴαντι δὲ δαΐφρονι θυμὸν ὤρινε“ καὶ (Α 24) „ἀλλ’ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ“ ἀντὶ τοῦ Αἴαντος καὶ Ἀτρείδου. | |
9 | Σικελικόν· ‘δέξαι ἱερείᾳ‘ ἀντὶ τοῦ παρὰ τῆς ἱερείας. γίνεται δὲ παρα‐ λαμβανομένης δοτικῆς πτώσεως ἀντὶ γενικῆς καὶ κατὰ παράλειψιν | |
τῆς παρά προθέσεως· ὡς καὶ Ὅμηρος (Ο 87—88) „†Θέτιδι† δὲ καλλι‐ παρήῳ / δέκτο δέπασ“ ἀντὶ τοῦ παρὰ τῆς †Θέτιδος†, καὶ (Β 186) | 183 | |
5 | „δέξατό οἱ σκῆπτρον“ ἀντὶ τοῦ παρ’ αὐτοῦ. Σικελικόν ἐστι τὸ ἔχον δοτικὴν ἀντὶ γενικῆς τῆς παρά προθέσεως ἔξωθεν προσυπακουομένης, οἷον ‘δέξαι ἱερείᾳ‘ ἀντὶ τοῦ παρὰ τῆς ἱερείας. καὶ Ὅμηρος (Ο 87—88) „†Θέμιδι† δὲ καλλιπαρήῳ / δέκτο δέπασ“ ἀντὶ τοῦ παρὰ τῆς †Θέμιδος†, καὶ (Β 186) „δέξατό οἱ | |
10 | σκῆπτρον πατρώιον“ ἀντὶ τοῦ παρ’ αὐτοῦ. | |
10 | Νησιωτικόν· ‘πλούσιος ἦν χρυσοῦ‘ ἀντὶ τοῦ ἕνεκα χρυσοῦ. γίνεται δὲ οὕτως· τὰ συντασσόμενα τῇ δοτικῇ ῥήματα αὐτοὶ γενικῇ συντάσ‐ σουσιν· ὡς καὶ Ὅμηρος (α 165) „ἀφνειότερος χρυσοῖό τ’ ἐσθῆτός τε“. Ἀττικοὶ δὲ ἐκφέρουσι 〈τὰ〉 τοιαῦτα τὸ ἕνεκα προστιθέντες. | |
5 | Νησιωτικὸν δέ ἐστι τὸ ἔχον τὴν γενικὴν πτῶσιν ἀντὶ δοτικῆς, οἷον ‘πλούσιος ἦν χρυσοῦ‘. καὶ Ὅμηρος (α 165) „ἀφνειότερος χρυσοῖό τ’ | |
ἐσθῆτός τε“ ἀντὶ τοῦ πλούσιος χρυσῷ καὶ ἐσθῆτι. | 184 | |
11 | Τῶν ἐπὶ τῆς Ἀσίας Ἐλλήνων· ‘ἀρέσκει με‘ ἀντὶ τοῦ μοί. οὕτως δὲ γίνεται· συντασσομένης δοτικῆς πτώσεως ῥήμασιν αὐτοὶ ἐπὶ αἰτια‐ τικὴν προφέρουσι· ‘συνήντησέ με‘ ἀντὶ τοῦ μοί, (Η 113—4) „καὶ δ’ Ἀχιλλεὺς τοῦτόν γε μάχῃ ἔνι κυδιανείρῃ / ἔρριγ’ ἀντιβολῆσαι“ ἀντὶ | |
5 | τοῦ τούτῳ. καὶ Ἀττικοί, ὡς καὶ Ἀριστοφάνης ὁ κωμικός (Plut. 353) „ἀρέσκει με“ λέγων. ἀλλὰ καὶ τὰ ῥήματα, ἃ γενικῇ πτώσει συντάσσεται, ἐκφέρουσιν ἐπὶ αἰτιατικήν· ‘αὐτός μ’ ἤρετο‘ καὶ ‘ἀφαι‐ ρεῖταί με‘ ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος (Α 299) „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ | |
10 | Τῶν ἐπὶ τῆς Ἀσιάδος Ἑλλήνων ἐστὶ τὸ τὰ ῥήματα συντασσόμενα δοτικαῖς πτώσεσιν αἰτιατικαῖς συντάττειν. φασὶ γὰρ ‘συνήντησέ με‘ ἀντὶ τοῦ ἐμοί. καὶ Ὅμηρος (Η 113—4) „καὶ δ’ Ἀχιλλεὺς τοῦτόν γε μάχῃ ἔνι κυδιανείρῃ / ἔρριγ’ ἀντιβολῆσαι“ ἀντὶ τοῦ τούτῳ. τῶν δ’ αὐτῶν ἐστι καὶ τὸ τὰ συντασσόμενα ῥήματα γενικαῖς πτώσεσιν | |
15 | αἰτιατικαῖς πάλιν συντάττειν, ὡς τὸ ‘ἀφαιρεῖταί με τὴν γυναῖκα‘ ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος (Α 275) „ἐπεί μ’ ἀποείρετο κούρην“, καὶ | |
πάλιν (Α 299) „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“ ἀντὶ τοῦ ἐμοῦ ἀφείλεσθε. | 185 | |
12 | Ἰωνικόν· ‘συνέβη τρωθῆναι τὸν Ἀλέξανδρον ἵππον‘ ἀντὶ τοῦ τοῦ Ἀλεξάνδρου· συντασσομένων γὰρ τῶν πρός τί πως ἐχόντων ὀνο‐ μάτων παρ’ ἡμῖν ἐπὶ γενικῆς πτώσεως, ἐκεῖνοι ἐπὶ αἰτιατικὴν ἐκφέ‐ ρουσι· ὡς τὸ (Ω 58) „γυναῖκά τε θήσατο μαζόν“ ἀντὶ τοῦ γυναικὸς | |
5 | μαζὸν ἐθήλασεν. ὅθεν τινὲς λέγουσι τὸ γυναῖκα εἰρῆσθαι ἀντὶ τοῦ κτητικοῦ, τοῦ γυναικεῖον· ὡς Ἀττικοὶ (Pind. N. 10, 25) ‘Ἕλληνα στρατόν‘ ἀντὶ τοῦ Ἑλληνικόν. †ἦν δὲ αὐτῷ εἰπεῖν ταῖς τοιαύταις συντάξεσιν†, εἰ μὴ ἐκείνως διελέγοντο οἱ Ἕλληνες τὰ πρός τί 〈πωσ〉 ἔχοντα, συντάσσοντες αἰτιατικαῖς πτώσεσιν· (Ε 461) „Τρῶας στίχας | |
10 | οὖλος Ἄρης ὤτρυνε μετελθών“, τὰς στίχας 〈τῶν Τρώων〉. τινὲς δὲ τὰς „Τρωάσ“, ὀξυτόνως καὶ θηλυκῶς, ἀλλ’ ἐλέγχει αὐτοὺς ἡ γραφὴ χωρὶς οὖσα τοῦ ι. (Ι 567) †ἐπὶ† „κασιγνήτοιο φόνοιο“ ἀντὶ τοῦ κασιγνήτου· τὸ γὰρ προσηγορικὸν ἔλαβεν ἀντὶ τοῦ κτητικοῦ. Τρωϊκόν ἐστι τὸ τῇ αἰτιατικῇ χρᾶσθαι ἀντὶ γενικῆς· φασὶ γὰρ ‘τὸν | |
15 | ἵππον τὸν Ἀλέξανδρον‘ ἀντὶ τοῦ τὸν τοῦ Ἀλεξάνδρου. καὶ Ὅμηρος (Ω 58) „γυναῖκά τε θήσατο μαζόν“ ἀντὶ τοῦ γυναικός, καὶ (Ε 461) „Τρῶας δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών“ ἀντὶ τοῦ τῶν Τρώων. καὶ ‘Ἕλληνα στρατόν‘ ἀντὶ τοῦ τῶν Ἑλλήνων. καὶ ‘ἀδελφεὸν αἷμα‘ ἀντὶ τοῦ ἀδελφοῦ. ταῦτα δέ τινες ἀντὶ κτητικῶν 〈εἰρῆσθαι〉 | |
20 | φασίν, οἷον ‘γυναικεῖον μαζόν‘ καὶ ‘Τρωϊκὰς στίχασ‘ καὶ ‘Ἑλληνικὸν | |
στρατόν‘ καὶ ‘ἀδελφικὸν αἷμα‘. | 186 | |
13a | Ἀττικόν, σύνηθες Ξενοφῶντι καὶ Πλάτωνι· ‘στρατευόμενοι Θηβαῖοι ἐπὶ Ἀττικήν‘, ‘Ἀλκιβιάδης ἐξελθὼν τῶν πυλῶν‘· τὸ γὰρ κατ’ ἐπιφο‐ ρὰν δεῖ εἰπεῖν ‘Λακεδαιμόνιοι ἡττήθησαν‘. γίνεται δὲ οὕτως, τῇ ἐπιφορικῇ {ἐκ}φράσει προσυνταττομένης ὀρθῆς πτώσεως ἀντὶ γε‐ | |
5 | νικῆς ἢ δοτικῆς· ἡ μὲν γάρ ἐστι †προσηγορική†, ἡ δὲ ἐπιφορική, ἐξ ὧν ἀμφοτέρων ὁ λόγος αὐτοτελὴς γίνεται καὶ ὥσπερ ἐλλείπων πάλιν αὐτοτελὴς 〈τῆσ〉 ἑτέρας συνδεθείσης. ὡς καὶ Ὅμηρος (μ 73) „οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει“ ἀντὶ τοῦ τῶν δύο σκο‐ πέλων, (Π 317) „Νεστορίδαι δ’ ὁ μὲν οὔτας’ Ἀτύμνιον“, (Γ 211) | |
10 | „ἄμφω δ’ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύσ“. Ἴωνες δὲ †καὶ πολλῶν φράσιν οὐ σώζοντες πάλιν†· ὡς γὰρ ἡμεῖς λέγομεν ‘ἐξερχόμενός μοι ἔδωκεν‘ αὐτοί φασιν ‘ἐξερχομένου δέδωκέ μοι‘. Χαλκιδεῖς δὲ οἱ ἐν Εὐβοίᾳ †ποιοῦσιν αἰτιατικαῖς πτώσεσιν ἐπιφορὰς ποιοῦντες† καὶ ζευγνύντες ὡς Διονύσιος ὁ Χαλκιδεύς· | |
15 | οὗτος γὰρ ἔφη περὶ Μυρίνης τῆς Ἀμαζόνος (fr. 2 Mueller, FHG IV 393) „τὴν Μυρίναν ἐξελθοῦσαν καὶ περιβλεψαμένην ἔδοξεν αὐτῇ τὰς | |
ἄλλας Ἀμαζόνας ἀνακαλέσασθαι“. | 188 | |
14a | †Θηβαϊκόν· ἔστι δὲ καὶ ἄλλο σχῆμα ἀπὸ Βοιωτίας†, ὃ δὴ καὶ Πινδαρι‐ κὸν λέγεται, ὅτι πολλάκις αὐτῷ κέχρηται. γίνεται δὲ οὕτως: 〈***〉 ‘Λακεδαιμόνιοι πολεμεῖ Ἀθηναίοισ‘, (Pind. fr. 246a Snell) „μελιρ‐ ρόθων δ’ ἕπεται πλόκαμοι“ καὶ (Pind. fr. 246b Snell) „διήγεται δὲ | |
5 | σάρκεσ“ ἀντὶ τοῦ διήγοντο. Ὅμηρος (Β 135) „καὶ δὴ δοῦρα σέσηπε | |
νεῶν καὶ σπάρτα λέλυνται“ ἀντὶ τοῦ σεσήπασιν. | 189 | |
15a | Ἰωνικὸν καὶ Δώριον ὁμοῦ, εἰλημμένον ἀπὸ τῶν κατὰ Σικελίαν Δωριέων. γίνεται δὲ παραλαμβανομένου ἀπαρεμφάτου ῥήματος ἀντὶ προστακτικοῦ ἐν ταῖς τοιαύταις συντάξεσιν· ὅταν λέγῃ τις ‘δός μοι τὸ βιβλίον‘, αὐτὸ ‘δοῦναι‘ φάσκει. καὶ Ὅμηρος (Β 9—10) „ἐλθὼν ἐς | |
5 | κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο / πάντα μάλ’ ... ἀγορευέμεν“ ἀντὶ τοῦ ἀγόρευε, καὶ (Δ 66) „πειρᾶν δ’ ὥς κεν Τρῶεσ“ ἀντὶ τοῦ πειρῶ. χρῶνται δὲ τῷ ἀπαρεμφάτῳ ἐπὶ ἑνικοῦ προστακτικοῦ καὶ πληθυντι‐ κοῦ ὁμοίως, ‘γράφειν‘ λέγοντες ἀντὶ τοῦ γράφετε· Ὅμηρος (Β 75) | |
„ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν“ ἀντὶ τοῦ ἐρητύετε. | 190 | |
16a | Δώριον, μάλιστα τῶν ἐν Πελοποννήσῳ Δωριέων. γίνεται δὲ οὕτως· παραλαμβανομένης δοτικῆς πτώσεως ἀντὶ αἰτιατικῆς παρεπομένης τῆς διά προθέσεως, οἷον εἴ τις φαίῃ ‘τῷ στρατηγῷ οἱ πολέμιοι ἀπώλοντο‘ ἀντὶ τοῦ διὰ τὸν στρατηγόν, καὶ ‘τούτῳ ἐσφάγη‘ ἀντὶ τοῦ | |
5 | διὰ τοῦτο. Ὅμηρος (Ε 875) „σοὶ {δὲ} πάντες μαχεσόμεθα“ ἀντὶ τοῦ διὰ σέ. | |
17a | Ἀττικὸν γίνεται οὕτως· συντασσομένης γενικῆς πτώσεως ἀντὶ δο‐ | |
τικῆς κατ’ ἐπιφοράν, οἷον εἴ τις φαίῃ ‘οὐκ ἂν ἡμῖν συνέβη εὐσεβῶν ὄντων τοῦτο παθεῖν‘ καὶ ‘ἡμῖν εἴρηται πράγματα μὴ πλευσάντων‘. καὶ Ὅμηρος (ι 256—7) „ἡμῖν ... κατεκλάσθη φίλον ἦτορ / δεισάντων | 191 | |
5 | φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον“. | |
18a | Ἄλλο Ἀττικόν 〈ἐστι τὸ συντάσσειν〉 τῷ ἵνα μορίῳ εὐκτικὸν ῥῆμα ἀντὶ ὑποτακτικοῦ, οἷον ‘ἵνα θύσαιτε‘· ὁ Πλάτων τούτῳ κέχρηται. καὶ Ὅμηρος (ε 490) „ἵνα μήποθεν ἄλλος ἰαύοι“ καὶ (γ 2) „ἵν’ ἀθανάτοισι φαείνοι“. | |
19a | Περιηγητικόν, ᾧ πυκνοτέρως χρῶνται οἱ περιηγηταί. γίνεται δὲ οὕτως· προταττομένης αἰτιατικῆς πτώσεως κατ’ ἐπιφοράν, ὅταν ἐν μεταβάσει λόγου ἐπενέγκωμεν ὀρθὴν πτῶσιν, οἷον ‘παρεπλέομεν δύο | |
πόλεις, αἳ καλοῦνται Σηστὸς καὶ Ἄβυδοσ‘. καὶ Ὅμηρος (Ε 244—5) | 192 | |
5 | „ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, / ἶν’ ἀπέλεθρον ἔχοντε, ὁ μὲν τόξων ἐῢ εἰδώσ“ ἀντὶ τοῦ τὸν μέν. | |
20a | Τῶν δὲ Ἀττικῶν τὸ συντάσσειν τὸ μή μετὰ μέλλοντος χρόνου· ‘μὴ πείσομαι‘. ἔστι δὲ τὸ σχῆμα τῶν περὶ Ἀντιφῶντα, σπανίως δὲ καὶ Ὅμηρος κέχρηται. ἡμεῖς δὲ τὰς ἐξ ἀμφοτέρων φωνὰς τήν τε μή ἀπαγόρευσιν καὶ τὴν οὔ ἄρνησιν ὑποτακτικοῖς ῥήμασιν συντάσσο‐ | |
5 | μεν, οἷον ‘οὐ μὴ διαλεχθῶ σήμερον‘, ‘οὐ μὴ εἴπω‘. Ἀνακύπτει δ’ ἐκ τούτου τοῦ σχήματος καὶ ἕτερον Δώριον, ὃ γίνεται τῆς αὐτῆς συντάξεως χρεωκοπουμένης, οἷον ‘οὐκ εἴπω σοι‘ ἀντὶ τοῦ οὐκ ἐρῶ σοι, καὶ ‘σήμερον οὐκ ἴδῃσ‘ ἀντὶ τοῦ οὐ μὴ ἴδῃς καὶ τὸ | |
(Α 262) „οὐ γάρ πω τοί{ουτ}ους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι“. | 193 | |
21a | Ἄλλο πολλοῖς εἰρημένον· ὅταν τὸ ῥῆμα συντάσσηται ἄλλαις πτώσε‐ σιν, οἷον τὸ ‘θαυμάζω‘ καὶ {τὸ} ‘ὀνειδίζω‘ καὶ ‘λοιδοροῦμαι‘ καὶ ‘ὀκνῶ‘ καὶ ‘ἐνοχλῶ‘. ἔστι δὲ πλεονάζοντα παρ’ Ἀττικοῖς· δοτικαῖς γὰρ συντάσσουσι πτώσεσιν. οἷόν ἐστι τὸ ‘μέμφομαί σοι‘ καὶ ‘ὀνειδίζω | |
5 | σοι‘. οἱ δὲ Δωριεῖς, ἅπερ τοῖς Ἀττικοῖς ἐπὶ δοτικὴν συνήθη, ταῦτα ἐπὶ γενικὴν μετάγουσι, ‘μέμφομαί σου‘ λέγοντες, ὡς πλήρη φασίν. †Ἀττικοὶ δὲ συντάσσουσιν αἰτιατικὰς πτώσεσι γενικαῖς καὶ δοτικῇ τὴν αἰτιατικήν.† | |
22a | Ῥόδιον, τῶν δωριζόντων {ἐν} τῇ ἀκράτῳ Δωρίδι· οὗτοι τὴν ὀρθὴν | |
καὶ αἰτιατικὴν πτῶσιν †ἐπ’ αἰτιατικὴν† συντάσσουσιν δοτικῇ πτώσει, οἷον εἴ τις εἴποι ‘κάλεσον τῷ ἀνθρώπῳ‘ ἀντὶ τοῦ τὸν ἄνθρω‐ πον. τεκμήριον δ’ ἂν εἴη †ἐκ τοῦ σχήματος μάλιστα τῶν δωριζόντων | 194 | |
5 | διά τε τὴν τίν καὶ τὴν σφίν ἀντωνυμίαν†· αὕτη γὰρ οὐδεμιᾶς πτώσεως ἢ δοτικῆς δηλωτική. καὶ Ὅμηρος (Λ 201) „Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι“. | |
23a | Ἀσιανόν, μᾶλλον ἐπιχωριάζον τοῖς ἐπὶ Σικελίας Ἕλλησιν. γίνεται δ’ οὕτω· συνηρτημένην ἔχον ὁριστικοῖς ῥήμασιν 〈τὴν αἰτιατικὴν〉 ἀντὶ ὀρθῆς· ‘εἰ θέλεις ἀναστάντα κλεῖσαι τὴν θύραν‘ ἀντὶ τοῦ ἀνα‐ στά〈σ〉, ‘ἀπελθόντα λούσασθαι‘ ἀντὶ τοῦ ἀπελθών. | |
5 | Ἐναντίον δ’ ἂν εἴη τούτῳ τῷ σχήματι 〈τὸ Ἀργολικόν〉, ὃ ἔμπαλιν ἔχει τὴν μετοχὴν ἐπὶ ὀρθῆς πτώσεως ἀντὶ αἰτιατικῆς, οἷον εἴ τις εἴποι ‘λέγεται Ἀλέξανδρον τὸν Μακεδόνα τρῶσαι τοὺς Πέρσας ἐλθὼν εἰς χωρίον τῆς Περσίδοσ‘ ἀντὶ τοῦ ἐλθόντα. καὶ Ὅμηρος (Β 350—3) „φημὶ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ... ἀστράπτων | |
10 | ἐπιδέξια“ ἀντὶ τοῦ ἀστράπτοντα. | 195 |
13b | Ἀττικόν ἐστι τὸ ἀντὶ γενικῆς τῇ εὐθείᾳ χρῆσθαι, οἷον (Μ 73) „δύο σκόπελοι, ὁ μὲν εἰς οὐρανὸν ἱκάνει“ ἀντὶ τοῦ δύο σκοπέλων, καὶ (Π 317) „Νεστορίδα δ’ ὁ μὲν οὔτας’ Ἀτύμνιον“ ἀντὶ τοῦ τῶν Νεστο‐ ριδῶν, καὶ πάλιν (ι 462—3) „ἐλθόντες δ’ ἠβαιὸν ἀπὸ †σπειοσ† γλαφυ‐ | |
5 | ροῖο / πρῶτος ὑπ’ ἀρνειοῦ {ἐ}λυόμην“ ἀντὶ τοῦ ἐλθόντων δὲ ἡμῶν. τῶν δ’ αὐτῶν ἐστι καὶ τὸ ἀντὶ πλαγίων συντάξεων ὀρθαῖς χρῆσθαι, οἷον ‘Ἀλκιβιάδης ὀφθεὶς ἀνέστρεψαν Λακεδαιμόνιοι‘ ἀντὶ τοῦ Ἀλκι‐ βιάδου ὀφθέντος. Καὶ τὸ συντάσσειν τοῖς ὑποτακτικοῖς μορίοις εὐκτικὰ ῥήματα· φασὶ | |
10 | γὰρ ‘ἵνα θύσαιεν‘, ‘ἵνα ποιήσαιεν‘. καὶ Ὅμηρος (ε 490) „ἵνα μή ποθ’ ἄλλοθεν αὔοι“ καὶ πάλιν (γ 2) „ἵν’ ἀθανάτοισι φαείνοι“. Καὶ τὸ ‘γνόντων‘, ‘βοώντων‘ καὶ ‘ποιούντων‘ ἀντὶ τοῦ γνώτωσαν, βοάτωσαν καὶ ποιείτωσαν. Καὶ τὸ μέμφομαι καὶ ὀνειδίζω καὶ ἐνοχλῶ καὶ λοιδοροῦμαι δοτικῇ | |
15 | συντάσσουσιν. Καὶ τὰ συντασσόμενα δὲ ῥήματα μετὰ δοτικῆς γενικῇ συντάσσουσι, τὸ ἕνεκα προστιθέντες. Καὶ μετὰ αἰτιατικῆς δὲ ταῦτα συντάσσουσιν, οἷον ‘συνήντησέ με‘ ἀντὶ τοῦ ἐμοί· ὡς καὶ Ἀριστοφάνης ὁ κωμικὸς (Plut. 353) „ἀρέσκει | |
20 | με“ λέγων. καὶ ἔτι τὰ μετὰ γενικῆς συντασσόμενα ῥήματα αἰτιατικῇ συντάσσουσιν, οἷον ‘αὐτός με ἤρετο‘ καὶ ‘ἀφαιρεῖταί με‘ ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος (Α 299) „ἐπεί μ’ ἀφέλεσθέ γε δόντεσ“. Τῶν αὐτῶν δὲ καὶ τὸ δοτικῆς πτώσεως προηγησαμένης εἰς γενικὴν ἀποδιδόναι· φασὶ γὰρ ‘οὐκ ἂν ἡμῖν συνέβη τοῦτο παθεῖν εὐσεβῶν | |
25 | ὄντων‘. καὶ Ὅμηρος (ι 256—7) „ἡμῖν δὲ ... κατεκλάσθη φίλον ἦτορ / δεισάντων φθόγγον τε βαρύν“ ἀντὶ τοῦ φοβηθεῖσι. Οἱ δὲ Δωριεῖς ἐναντιούμενοι αὐτοῖς αἰτιατικαῖς ταῦτα συντάσσουσι, ‘μέμφομαί σε‘ λέγοντες. | |
Σημείωσαι δὲ ὅτι τὸ σολοικίζειν ἀττικίζειν ἐστίν. | 196 | |
14b | Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ τοῖς ῥήμασι τοῖς συντασσομένοις δοτικαῖς πτώσεσιν αἰτιατικὰς πρότερον πτώσεις ἐπιφέρουσιν, εἶθ’ οὕτως δοτι‐ | |
κάς, ὡς Διονύσιος ὁ Χαλκιδεὺς περὶ Μυρίνης τῆς Ἀμαζονίδος (fr. 2 Mueller, FHG IV, 393) „τὴν Μυρίνην περιβλεψαμένην ἔδοξεν αὐτῇ | 197 | |
5 | τὰς ἄλλας Ἀμαζόνας μετακαλέσασθαι“ καὶ πάλιν „εἰσπορευομένην εἰς Κόρινθον ἔδοξεν αὐτῇ“ καὶ τὰ τοιαῦτα. | |
15b | Ἰώνων πολλοῖς ἐστι τὸ πλαγιάζειν ἐπὶ ταῖς εὐθείαις· ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘ἐξερχόμενος ἔδωκέ μοι‘ φασὶν ‘ἐξερχομένου ἔδωκέ μοι‘. | |
16b | Ἰώνων τῶν ἐπὶ Καρίας ἐστὶ τὸ τὰ χαρᾶς καὶ λύπης δηλωτικὰ ῥήματα γενικῇ συντάττειν ἀντὶ δοτικῆς· φασὶ γὰρ ‘χαίρω τοῦ ἀνδρόσ‘ ἀντὶ τοῦ τῷ ἀνδρί. καὶ Ὅμηρος (Θ 125, 317. Π 459) „ἀχνύμενός περ ἑταί‐ ρου“ ἀντὶ τοῦ ἑταίρῳ. | |
5 | Καὶ τὸ τῷ κυρίῳ καὶ τῷ προσηγορικῷ ὀνόματι ἄρθρα 〈προσ〉τιθέναι· φασὶ γὰρ ‘τὸν Πλάτωνα τὸν φιλόσοφον‘. Καὶ τὸ τὴν ἔχων μετοχὴν περιττεύουσαν τιθέναι 〈πρὸσ〉 τοῖς ῥήμασι· φασὶ γὰρ ‘σπεύδεις ἔχων‘ καὶ ‘βαδίζεις ἔχων‘ ἀντὶ τοῦ σπεύδεις μόνον | |
καὶ βαδίζεις. | 198 | |
17b | Ἰωνικὸν καὶ Δώριόν ἐστι τὸ ἀντὶ προστακτικῶν ἀπαρέμφατα ἔχειν· φασὶ γὰρ ‘δοῦναι τὸ βιβλίον‘ ἀντὶ τοῦ δός. καὶ Ὅμηρος (Β 10) „πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν“ ἀντὶ τοῦ ἀγόρευε, καὶ (Δ 66) „πειρᾶν δ’ ὥς κεν Τρῶεσ“ ἀντὶ τοῦ πειρῶ. οὐ μόνον δὲ ἐπὶ ἑνικῶν, ἀλλὰ καὶ ἐπὶ | |
5 | τῶν πληθυντικῶν, ‘γράφειν‘ λέγοντες ἀντὶ τοῦ γράφετε. καὶ Ὅμηρος (Β 75) „ἡμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν“ ἀντὶ τοῦ κωλύετε. ἐξαιρέτως δὲ τῷ τοιούτῳ σχήματι Ἡσίοδος κέχρηται. | |
18b | Τῶν δὲ ἐν Πελοποννήσῳ Δωριέων ἐστὶ τὸ τῇ δοτικῇ χρῆσθαι ἀντὶ | |
αἰτιατικῆς, παρειλημμένης ἔξωθεν καὶ τῆς διά προθέσεως· φασὶ γὰρ ‘τῇ δικαιοσύνῃ νενικήκαμεν‘ ἀντὶ τοῦ διὰ τὴν δικαιοσύνην. καὶ Ὅμηρος (Ε 875) „σοὶ πάντες μαχόμεθα“ ἀντὶ τοῦ διὰ σέ. | 199 | |
19b | Δωριέων τῶν ἐπὶ Ἰταλίας ἐστὶ τὸ κειμένων ὀνομάτων κυρίου τε καὶ προσηγορικοῦ τῷ μὲν κυρίῳ προστιθέναι τὸ ἄρθρον, τὸ δὲ προσηγορι‐ κὸν ἄναρθρον ἐκφέρειν· φασὶ γὰρ ‘τὸν Πλάτωνα φιλόσοφον‘. καὶ Ὅμηρος (Α 11) „οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα“. | |
20b | Τὸ δὲ τῇ δοτικῇ πτώσει γενικὰς ἐπιφέρειν τῶν Ἀττικῶν ἐστιν· φασὶ | |
γὰρ ‘οὐκ ἂν ἡμῖν συνέβη τοῦτο παθεῖν εὐσεβῶν ὄντων‘. καὶ Ὅμηρος (ι 256—7) „ἡμῖν δὲ ... κατεκλάσθη φίλον ἦτορ / δεισάντων φθόγγον τε βαρύν“ ἀντὶ τοῦ φοβηθεῖσι. | 200 | |
21b | Κυμαῖόν ἐστι σχῆμα τὸ τοῖς ἑνικοῖς ὀνόμασι πληθυντικὰς ἐπάγειν ἐπιφοράς· φασὶ γὰρ· ‘ἡ πύλη ἐκλείσθησαν‘, ‘ὁ ἀγρὸς ἐσκάφησαν‘ καὶ ‘ἡ βουλὴ συνῄνεσαν‘. καὶ Ὅμηρος (Β 278) „ὣς φάσαν ἡ πληθύσ“· | |
συστηματικὰ γὰρ ὄντα ταῦτα πρὸς τὸ νοούμενον ἔχει τὴν ἀναφοράν. | 201 | |
22b | Τὸ δὲ Θηβαϊκὸν ἐναντίον ἐστὶ τούτῳ τῷ σχήματι· τοῖς γὰρ πληθυντι‐ κοῖς ἀρσενικοῖς καὶ θηλυκοῖς ὀνόμασιν ἐπιφέρουσι ῥήματα ἑνικά· φασὶ γὰρ ‘Λακεδαιμόνιοι πολεμεῖ Ἀθηναίοισ‘. καὶ Πίνδαρος (fr. 246a Snell) „ἕπεται πλόκαμοι“ ἀντὶ τοῦ ἕπονται, καὶ (fr. 246b | |
5 | Snell) „διήγετο σάρκεσ“ ἀντὶ τοῦ διήγοντο, ὡς καὶ τὸ (Hes. Theog. 321) „τῆς δ’ ἦν τρεῖς κεφαλαί“. τούτου δὲ τοῦ σχήματός ἐστι καὶ τὸ τοῖς οὐδετέροις πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ῥήματα ἐπάγειν, ὃ καὶ λέγεται ἑτεράριθμον, οἷον ‘τὰ πρόβατα βόσκεται‘. καὶ Ὅμηρος (Κ 252) „ἄστρα δὲ δὴ προβέβηκε“, (Β 135) „καὶ δὴ δοῦρα σέσηπε | |
10 | νηῶν“. ἀλλὰ τὰ μὲν τοιαῦτα συνήθη γεγόνασι, τὰ δὲ προειρημένα | |
καινόφωνα δοκοῦσιν. | 202 | |
23b | Ἀργολικόν ἐστι 〈τὸ〉 εὐθείᾳ χρῆσθαι ἀντὶ αἰτιατικῆς τῶν ἑνικῶν· φασὶ γὰρ ‘Ἀλέξανδρον λέγεται ἐλθὼν εἰς Πέρσας νικῆσαι‘ ἀντὶ τοῦ ἐλθόντα. καὶ Ὅμηρος (Β 350—3) „φημὶ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα / ... / ἀστράπτων, ἐναίσιμα σήματα φαίνων“ καὶ (Ζ 510—1) | |
5 | „ὁ δ’ ἀγλαΐηφι πεποιθώς, ῥίμφα ἑ γοῦνα φέρει“ ἀντὶ τοῦ πεποιθότα. | 203 |
24b | Περιηγητικόν ἐστι τὸ τῇ αἰτιατικῇ πληθυντικῇ πτώσει ἐπιφέρειν εὐθεῖαν, οἷον ‘〈παρ〉επλέομεν δύο πόλεις 〈αἳ〉 ἐκαλοῦντο Σηστὸς καὶ Ἄβυδοσ‘· ἔδει γὰρ εἰπεῖν ‘καλουμένας Σηστὸν καὶ Ἄβυδον‘. καὶ Ὅμηρος (Ε 244—5) „ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχε‐ | |
5 | σθαι, / ἶν’ ἀπέλεθρον ἔχοντας, ὁ μὲν τόξων ἐῢ εἰδώσ“ ἀντὶ τοῦ τὸν μέν τόξων εὖ εἰδότα. | |
25b | Τυρσηνικόν ἐστι τὸ τὰς δεούσας προτάττειν πράξεις ὑποτάττειν· φασὶ γὰρ ‘περιπατήσας ἀνέστη‘ ἀντὶ τοῦ ἀναστὰς περιεπάτησε. καὶ Ὅμηρος (Δ 535 et al.) „ὁ δὲ χασάμενος πελεμίχθη“ καὶ (Β 101) | |
„Ἥφαιστος κάμε τεύχων“. | 204 | |
26b | Λεσβίων ἐστὶ καὶ Θετταλῶν τὸ ἐπὶ τοῦ αὐτοῦ χρῆσθαι χρόνῳ ἀκατ‐ αλλήλῳ ἐνεστῶτι καὶ παρακειμένῳ· φασὶ γὰρ ‘ἡμεῖς μὲν πορευόμεθα, οὗτοι δὲ κεκαθίκασι‘. καὶ Ὅμηρος (Ε 878) „σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεθα ἕκαστοσ“. | |
27b | Ῥοδιακόν ἐστι τὸ τὴν σύνταξιν τὴν ἐπάγουσαν αἰτιατικὴν πτῶσιν συντάσσειν δοτικῇ· φασὶ γὰρ ‘κάλεσον τῷ ἀνθρώπῳ‘ ἀντὶ τοῦ τὸν ἄνθρωπον. τῶν αὐτῶν ἐστι καὶ τὸ χρῆσθαι τῇ δοτικῇ ἀντὶ εὐθείας· ἀντὶ γὰρ τοῦ εἰπεῖν ‘ὁ ἀνὴρ παρεγένετο‘ ‘τῷ ἀνδρὶ παρεγένετο‘ λέγου‐ | |
5 | σιν. | 205 |
28b | Ἀσιανόν ἐστι τὸ τῇ αἰτιατικῇ ἀντὶ εὐθείας χρῆσθαι· φασὶ γὰρ ‘θέλεις ἀναστάντα κλεῖσαι τὴν θύραν‘ ἀντὶ τοῦ ἀναστάς. | |
29b | Καὶ ταῦτα μὲν ἴδια τῶν διαλέκτων τούτων εἰσίν. εἴπωμεν δὲ καὶ περί τινων ἀναγκαίων σχημάτων, οἷς πᾶσαι αἱ διάλεκτοι χρῶνται, τὰ προσήκοντα. | |
30b | Ἐπεξήγησίς ἐστι ἀσαφοῦς λέξεως ἢ λόγου σαφηνισμός· λέξεως μὲν ὡς τὸ ‘λαβὲ τὸν ἀκινάκην ὅ ἐστι Περσικὸν ξιφίδιον‘· λόγου δὲ ὡς τὸ ‘ὁ οἶκος οὗτος βεβαίως οὐκ οἰκεῖται, λέγω δὲ ὡς οἱ μένοντες ἐν | |
τούτῳ ταχέως μετέρχονται‘. | 206 | |
31b | Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, πολλάκις δὲ νοουμένη καὶ ἔξωθεν λαμβανομένη, οἷον ‘ἀπελθὼν ᾔτησα τοὺς ἄνδρας, μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχον‘. καὶ Ὅμηρος (Α 15) „ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα“· ἀπὸ κοινοῦ γὰρ ἐπ’ ἐκείνου μὲν τὸ | |
5 | ᾔτησα, ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο. | |
32b | Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον· οἷον ‘τὰ περὶ θάλασσαν φοβερά εἰσιν, ἐρημίαι οὖσαι‘. καὶ ὁ Θεο‐ λόγος (Greg. Nazianz., Or. XLV 850 = Migne 36, 632 A) „παρ’ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς ὃ δὴ νοερὰν ψυχὴν ... οἶδεν ὁ λόγοσ“. | |
33b | Ἑτεροπρόσωπόν ἐστιν, ὅταν ἕτερον πρόσωπον ὑποβάλλωμεν λέγον ἃ ἡμεῖς ἐμέλλομεν λέγειν, οἷον ‘πάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν | |
ἀδικίαν ἡμῶν‘. ἢ ὅταν αὐτοὶ λέγωμεν, πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα, οἷον ‘ἐγὼ δὲ ἰδών τινα βλάπτοντα τὸν | 207 | |
5 | πέλας εἶπον πρὸς αὐτὸν „ὡς ἀδικεῖς τὸν πέλασ“‘. | 208 |