TLG 1451 001 :: JOSEPHUS ET ASENETH :: Confessio et precatio Aseneth

JOSEPHUS ET ASENETH Hagiogr. Narr. Fict. Pseudepigr.
(A.D. 2)

Confessio et precatio Aseneth

Source: Philonenko, M. (ed.), Joseph et Aséneth. Leiden: Brill, 1968: 128–220.

Citation: Chapter — section — (line)

1

.

1

Ἐγένετο ἐν τῷ πρώτῳ ἔτει τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας ἐν τῷ μηνὶ τῷ δευτέρῳ πέμπτῃ τοῦ μηνὸς ἐξαπέστειλε Φαραὼ τὸν Ἰωσὴφ κυκλεῦσαι πᾶσαν τὴν γῆν Αἰγύπτου.

1

.

2

Καὶ ἦλθεν Ἰωσὴφ τῷ τετάρτῳ μηνὶ τοῦ πρώτου ἔτους ὀγδόῃ καὶ δεκάτῃ τοῦ μηνὸσ εἰς τὰ ὅρια Ἡλιουπόλεως.

1

.

3

Καὶ ἦν συνάγων τὸν σῖτον τῆς χώρας ἐκείνης ὡς τὴν ἄμμον τῆς θαλάσσης.

1

.

4

Ἦν δὲ ἀνὴρ ἐν τῇ πόλει ἐκείνῃ, σατράπης τοῦ Φαραώ· καὶ οὗτος ἦν ἄρχων πάντων τῶν σατραπῶν καὶ τῶν μεγιστάνων τοῦ Φαραώ.

1

.

5

Καὶ ἦν ὁ ἀνὴρ οὗτος πλούσιος σφόδρα καὶ φρόνι‐ μος καὶ ἐπιεικής, καὶ ἦν σύμβουλος τοῦ Φαραώ, καὶ τὸ ὄνομα αὐτοῦ Πεντεφρῆς, καὶ ἦν ἱερεὺς Ἡλιουπόλεως.

1

.

6

Καὶ ἦν θυγάτηρ τῷ Πεντεφρῇ ὡς ἐτῶν ὀκτωκαίδεκα παρθένος μεγάλη καὶ ὡραία καὶ εὐπρε‐ πὴς τῷ κάλλει σφόδρα ὑπὲρ πᾶσαν παρθένον ἐπὶ τὴν γῆν.
128

1

.

7

Καὶ αὕτη οὐδένα εἶχεν ὅμοιον τῶν θυγατέρων τῶν Αἰγυπτίων, ἀλλὰ ἦν κατὰ πάντα ὁμοία ταῖς θυγατράσι τῶν Ἑβραίων.

1

.

8

Καὶ ἦν μεγάλη ὡς Σάρρα καὶ ὡραία ὡς Ῥεβέκκα καὶ καλὴ ὡς Ῥαχήλ· καὶ ἦν τὸ ὄνομα τῆς παρθένου ἐκείνης Ἀσενέθ.

1

.

9

Καὶ ἀπῆλθεν ἡ φήμη τοῦ κάλλους αὐτῆς εἰς πᾶσαν τὴν γῆν ἐκείνην καὶ ἕως περάτων αὐτῆσ, καὶ ἐμνηστεύοντο αὐτὴν πάντες οἱ υἱοὶ τῶν μεγιστάνων καὶ τῶν σα‐ τραπῶν καὶ τῶν βασιλέων, νεανίσκοι πάντες.

1

.

10

Καὶ ἦν ἔρις πολλὴ ἐν αὐτοῖς δι’ αὐτὴν καὶ ἐπειρῶντο πολεμεῖν πρὸς ἀλλήλους δι’ Ἀσενέθ.

1

.

11

Καὶ ἤκουσε περὶ αὐτῆς ὁ υἱὸς Φαραὼ ὁ πρωτότοκος καὶ ἐξελιπάρει τὸν πατέρα αὐτοῦ τοῦ δοῦναι αὐτὴν αὐτῷ εἰς γυ‐ ναῖκα.

1

.

12

Καὶ ἔλεγεν αὐτῷ· δός μοι τὴν Ἀσενὲθ τὴν θυγατέρα Πεντεφρῆ τοῦ ἱερέως Ἡλιουπόλεως εἰς γυναῖκα.
130

1

.

13

Καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ Φαραώ· ἵνα τί σὺ ζητεῖς γυναῖκα χεῖρόν σου; οὐκ εἶ σὺ βασιλεὺς πάσης οἰκουμένης;

1

.

14

οὐχί, ἀλλ’ ἰδοὺ ἡ θυγάτηρ τοῦ βασιλέως Ἰωακὶμ κατηγγύηταί σοι καὶ βασίλισσά ἐστι καλὴ σφόδρα καὶ ταύτην λάβε σεαυτῷ εἰς γυναῖκα.
3

2

.

1

Καὶ ἦν Ἀσενὲθ ἐξουθενοῦσα καὶ καταπτύουσα πάντα ἄνδρα καὶ ἀνὴρ οὐδέποτε ἑώρακεν αὐτήν, καθότι ἦν πύργος τῷ Πεντεφρῇ παρακεί‐ μενος ἐν τῇ οἰκίᾳ αὐτοῦ μέγας καὶ ὑψηλὸς σφόδρα.

2

.

2

Καὶ ἐπάνω τοῦ πύργου ἦν ὑπερῷον ἔχον θαλάμους δέκα.

2

.

3

Καὶ ἦν ὁ πρῶτος θάλαμος μέγας καὶ εὐπρεπὴς καὶ λίθοις πορφυροῖς κατεστρωμένος καὶ οἱ τοῖχοι αὐτοῦ λίθοις ποικίλοις καὶ τιμίοις πεπλακωμένοι.

2

.

4

Καὶ ἦν ἡ ὀροφὴ
τοῦ θαλάμου ἐκείνου χρυσῆ, καὶ ἐντὸς τοῦ θαλάμου ἐκείνου ἦσαν πεπηγ‐ μένοι θεοὶ τῶν Αἰγυπτίων, ὧν οὐκ ἦν ἀριθμός, χρυσοῖ καὶ ἀργυροῖ.132

2

.

5

Καὶ πάντας ἐκείνους ἐσέβετο Ἀσενὲθ καὶ ἐφοβεῖτο αὐτοὺς καὶ θυσίας αὐτοῖς ἐπετέλει.

2

.

6

Καὶ ἦν ὁ δεύτερος θάλαμος ἔχων τὸν κόσμον ἅπαντα καὶ τὰς θήκας Ἀσενέθ.

2

.

7

Καὶ ἦν χρυσὸς πολὺς ἐν αὐτῷ καὶ ἀργύριον καὶ ἱματισμὸς χρυσοϋφὴς καὶ λίθοι ἐκλεκτοὶ πολυτελεῖς καὶ ὀθόναι ἐπίσημοι.

2

.

8

Καὶ ἐκεῖ ἦν πᾶς ὁ κόσμος τῆς παρ‐ θενίας αὐτῆς.

2

.

9

Καὶ ὁ τρίτος θάλαμος ἦν ἔχων πάντα τὰ ἀγαθὰ τῆς γῆς καὶ ἦν ταμιεῖον τῆς Ἀσενέθ.

2

.

10

Καὶ τοὺς λοιποὺς ἑπτὰ θαλάμους εἶχον ἑπτὰ παρθένοι μία ἑκάστη.

2

.

11

Καὶ αὗται ἦσαν διακονοῦσαι τῇ Ἀσενὲθ καὶ ἦσαν ὁμήλικαι ὅτι ἐν μιᾷ νυκτὶ ἐγεννήθησαν σὺν τῇ Ἀσενέθ, καὶ ἦσαν καλαὶ σφόδρα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ἀνὴρ οὐδέποτε ὡμίλει αὐταῖς ἢ παίδιον ἄρρεν.

2

.

12

Καὶ ἦσαν θυρίδες τρεῖς τῷ μεγάλῳ θαλάμῳ τῆς Ἀσενὲθ ὅπου ἐτρέφετο ἡ παρθενία αὐτῆς.

2

.

13

Καὶ ἦν ἡ μία θυρὶς ἀποβλέπουσα ἐπὶ τὴν αὐλὴν πρὸς
ἀνατολάς, καὶ ἡ δευτέρα ἦν ἐπιβλέπουσα πρὸς βορρᾶν πρὸς τὸ ἄμφοδον, καὶ ἡ τρίτη πρὸς μεσημβρίαν.134

2

.

14

Καὶ κλίνη χρυσῆ ἵστατο ἐν τῷ θαλάμῳ ἀποβλέπουσα πρὸς ἀνατολάς·

2

.

15

καὶ ἦν ἡ κλίνη ἐστρωμένη πορφύραν χρυσοϋφῆ ἐξ ὑακίνθου καὶ βύσσου καθυφασμένη·

2

.

16

ἐν ταύτῃ τῇ κλίνῃ ἐκάθευδεν Ἀσενὲθ μόνη, καὶ οὔτε ἀνὴρ οὔτε γυνὴ οὐδέποτε ἐκάθισεν ἐπ’ αὐτῆς πλὴν τῆς Ἀσενὲθ μόνης.

2

.

17

Καὶ ἦν αὐλὴ μεγάλη παρακειμένη τῇ οἰκίᾳ κυκλόθεν, καὶ τεῖχος κύκλῳ τῆς αὐλῆς παρακείμενον ὑψηλὸν σφόδρα λίθοις μεγάλοις τε‐ τραγώνοισ ᾠκοδομημένον.

2

.

18

Καὶ πυλῶνες ἦσαν τῇ αὐλῇ τέσσαρες σεσιδηρωμένοι, καὶ τούτους ἐφύλασσον [ἀνὰ] δέκα ὀκτὼ ἄνδρες δυνατοὶ νεανίσκοι ἔνοπλοι.

2

.

19

Καὶ ἦσαν πεφυτευμένα ἔσω τῆς αὐλῆσ παρὰ τὸ τεῖχος δένδρα ὡραῖα παντοδαπὰ καρποφόρα, καὶ πᾶς ὁ καρπὸς αὐτῶν πέπειρος, καιρὸς γὰρ ἦν τοῦ θερισμοῦ.

2

.

20

Καὶ ἦν ἐκ δεξιῶν τῆς αὐλῆς πηγὴ ὕδατος πλουσία, καὶ ὑποκάτωθεν τῆς πηγῆς ληνὸς ἦν μεγάλη δεχομένη τὸ ὕδωρ τῆς πηγῆς ἐκείνης, ὅθεν ἐπορεύετο ποταμὸς διὰ μέσης τῆς αὐλῆς, καὶ ἐπότιζε πάντα τὰ
5δένδρα τῆς αὐλῆς ἐκείνης.
5

3

.

1

Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ μηνὶ ὀγδόῃ καὶ δεκάτῃ τοῦ μηνὸς ἦλθεν Ἰωσὴφ εἰς τὰ ὅρια Ἡλιουπόλεως.136

3

.

2

Καὶ ὡς ἤγγισε τῇ πόλει ἐκείνῃ, Ἰωσὴφ ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ ἄνδρας δώδεκα πρὸς Πεντε‐ φρῆ τὸν ἱερέα Ἡλιουπόλεως λέγων·

3

.

3

πρὸς σὲ καταλύσω σήμερον, ὅτι ὥρα μεσημβρίας ἐστὶ καὶ ἀρίστου καὶ καῦμα μέγα ἐστὶ τοῦ ἡλίου καὶ ἀναψύξω ὑπὸ τὴν στέγην σου.

3

.

4

Καὶ ἤκουσε Πεντεφρῆς καὶ ἐχάρη χαρὰν μεγάλην καὶ εἶπεν· εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰωσήφ.

3

.

5

Καὶ ἐκάλεσε Πεντεφρῆς τὸν ἐπάνω τῆς οἰκίας αὐτοῦ καὶ εἶπεν αὐτῷ·

3

.

6

σπεῦσον καὶ εὐτρέπισον τὴν οἰκίαν μου καὶ δεῖπ‐ νον μέγαν ἑτοίμασον, διότι Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς σήμερον.

3

.

7

Καὶ ἤκουσεν Ἀσενὲθ ὅτι ἥκασιν ἐξ ἀγροῦ τῆς κληρονομίας αὐτῶν ὁ πατὴρ καὶ ἡ μήτηρ αὐτῆς, καὶ ἐχάρη καὶ εἶπε·

3

.

8

πορεύσομαι καὶ ὄψομαι τὸν πατέρα μου καὶ τὴν μητέρα μου, ὅτι ἥκασιν ἐξ ἀγροῦ τῆς κληρονομίας ἡμῶν.

3

.

9

Καὶ ἔσπευσεν Ἀσενὲθ καὶ ἐνεδύσατο στολὴν βυσσίνην ἐξ ὑακίνθου χρυσοϋφῆ καὶ ἐζώσατο ζώνην χρυσὴν καὶ περιέθετο ψέλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτῆς καὶ περιεβάλετο ἀναξυρίδας χρυσᾶς καὶ περὶ τὸν τράχηλον
5αὐτῆς περιέθετο κόσμον.

3

.

10

Καὶ λίθοι πολυτελεῖς ἦσαν πάντοθεν
ἔχοντες τὰ ὀνόματα τῶν θεῶν τῶν Αἰγυπτίων ἐγκεκολαμμένα παντα‐ χοῦ ἐπὶ τοῖς ψελίοις καὶ τοῖς λίθοις· καὶ τὰ πρόσωπα τῶν εἰδώλων ἦσαν ἐκτετυπωμένα ἐν τοῖς λίθοις.138

3

.

11

Καὶ ἔθηκεν ἐπὶ τῆς κεφαλῆς αὐτῆς τιάραν καὶ διάδημα ἔσφιγξε περὶ τοὺς κροτάφους αὐτῆς καὶ θερίστρῳ κατεκάλυψε τὴν κεφαλὴν αὐτῆσ.
3

4

.

1

Καὶ ἔσπευσε καὶ κατέβη τῇ κλίμακι ἐκ τοῦ ὑπερῴου αὐτῆς καὶ ἦλθε πρὸς τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα καὶ ἠσπασάτο αὐτούς.

4

.

2

Καὶ ἐχάρη Πεντεφρῆς καὶ ἡ γυνὴ αὐτοῦ ἐπὶ τῇ θυγατρὶ αὐτῶν Ἀσενὲθ χαρὰν μεγάλην, διότι ἐθεώρουν αὐτὴν οἱ γονεῖς αὐτῆσ κεκοσμημένην ὡς νύμφην θεοῦ.

4

.

3

Καὶ ἐξήνεγκαν πάντα τὰ ἀγαθά, ὅσα ἐνήνοχαν ἐκ τοῦ ἀγροῦ τῆς κληρονομίας αὐτῶν καὶ ἔδωκαν τῇ θυγατρὶ αὐτῶν.

4

.

4

Καὶ ἐχάρη Ἀσενὲθ ἐπὶ τοῖς ἀγαθοῖς καὶ ἐπὶ τῇ ὀπώρᾳ καὶ τῇ σταφυλῇ καὶ τοῖς φοίνιξι καὶ ἐπὶ ταῖς περιστεραῖς καὶ ἐπὶ ταῖς ῥοαῖς καὶ τοῖς σύκοις, διότι ἦσαν πάντα ὡραῖα.

4

.

5

Καὶ εἶπε Πεντε‐ φρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσενέθ· τέκνον. Ἡ δὲ εἶπεν· ἰδοὺ ἐγώ, κύριε. Καὶ
εἶπεν αὐτῇ· κάθισον δὴ ἀναμέσον ἡμῶν καὶ λαλήσω πρὸς σὲ τὰ ῥήματά μου.140

4

.

6

Καὶ ἐκάθισεν Ἀσενὲθ ἀναμέσον τοῦ πατρὸς αὐτῆς καὶ τῆς μητρός.

4

.

7

Καὶ ἐκράτησε Πεντεφρῆσ ὁ πατὴρ αὐτῆς τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ τὴν χείραν τὴν δεξιὰν αὐτῆς καὶ εἶπεν αὐτῇ· τέκνον. Καὶ εἶπεν Ἀσενέθ· λαλησάτω δὴ ὁ κύριός μου καὶ πατήρ μου.

4

.

8

Καὶ εἶπεν αὐτῇ Πεντεφρῆς· ἰδοὺ Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς σήμερον, καὶ οὗτός ἐστιν ἄρχων πάσης τῆς γῆς Αἰ‐ γύπτου, καὶ Φαραὼ κατέστησεν αὐτὸν ἄρχοντα πάσης τῆς γῆς ἡμῶν, καὶ αὐτὸς σιτοδοτεῖ πᾶσαν τὴν χώραν καὶ σῴζει αὐτὴν ἐκ τοῦ
5ἐπερχομένου λιμοῦ.

4

.

9

Καὶ ἔστιν Ἰωσὴφ ἀνὴρ θεοσεβὴς καὶ σώφρων καὶ
παρθένος ὡς σὺ σήμερον, καὶ ἀνὴρ δυνατὸς ἐν σοφίᾳ καὶ ἐπιστήμῃ καὶ πνεῦμα θεοῦ ἐστιν ἐπ’ αὐτῷ καὶ χάρις κυρίου μετ’ αὐτοῦ.142

4

.

10

Δεῦρο δή, τέκνον μου, καὶ παραδώσω σε αὐτῷ εἰς γυναῖκα καὶ ἔσῃ αὐτῷ νύμφη καὶ αὐτὸς ἔσται σου νυμφίος εἰς τὸν αἰῶνα χρόνον.

4

.

11

Καὶ ὡς ἤκουσεν Ἀσενὲθ τὰ ῥήματα τοῦ πατρὸς αὐτῆς, περιεχύθη αὐτῇ ἱδρὼς ἐρυθρὸς πολὺς καὶ ἐθυμώθη ἐν ὀργῇ μεγάλῃ καὶ ἀνέβλεψε τῷ πατρὶ αὐτῆς πλαγίως τοῖς ὀφθαλμοῖς αὐτῆς καὶ εἶπεν·

4

.

12

ἵνα τί οὕτως λαλεῖ ὁ κύριός μου καὶ πατήρ μου καὶ βούλεται τοῖς ῥήμασιν αὐτοῦ παραδοῦναί με ὡς αἰχμάλωτον ἀνδρὶ ἀλλογενεῖ καὶ φυγάδι καὶ πεπραμένῳ;

4

.

13

οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ ποιμένος ἐκ γῆς Χαναὰν καὶ αὐτὸς καταλέλειπται ὑπ’ αὐτοῦ;

4

.

14

οὐχ οὗτός ἐστιν ὁ κοιμηθεὶς μετὰ τῆς κυρίας αὐτοῦ, καὶ ὁ κύριος αὐτοῦ ἐνέ‐ βαλεν αὐτὸν εἰς τὴν φυλακὴν τοῦ σκότους, καὶ Φαραὼ ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, καθότι συνέκρινε τὸ ἐνύπνιον αὐτοῦ;

4

.

15

οὐχί, ἀλλὰ γαμήσομαι τῷ υἱῷ τοῦ βασιλέως τῷ πρωτοτόκῳ, ὅτι αὐτός ἐστι βασιλεὺς πάσης τῆς γῆς.

4

.

16

Ταῦτα ἀκούσας Πεντεφρῆς ᾐδέσθη ἔτι λαλῆσαι τῇ θυγατρὶ αὐτοῦ περὶ Ἰωσήφ, διότι μετὰ ἀλαζονείας
καὶ ὀργῆς ἀπεκρίθη αὐτῷ.144

5

.

1

Καὶ ἰδοὺ νεανίσκος ἐξηπήδησεν ἐκ τῆς θεραπείας τοῦ Πεντεφρῆ καὶ λέγει· ἰδοὺ Ἰωσὴφ πρὸ τῶν θυρῶν τῆς αὐλῆς ἡμῶν ἐστί.

5

.

2

Καὶ ἔφυγεν Ἀσενὲθ ἀπὸ προσώπου τοῦ πατρὸς αὐτῆς καὶ τῆς μητρός, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον καὶ εἰσῆλθεν εἰς τὸν θάλαμον αὐτῆς καὶ ἔστη ἐπὶ τὴν θυρίδα τὴν μεγάλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἰδεῖν τὸν ἐρχόμενον εἰς τὴν οἰκίαν τοῦ πατρὸς αὐτῆς.

5

.

3

Καὶ ἐξῆλθον εἰς συνάντησιν τῷ Ἰωσὴφ Πεντεφρῆς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ.

5

.

4

Καὶ ἠνοίχθησαν αἱ πύλαι τῆς αὐλῆς αἱ βλέ‐ πουσαι κατὰ ἀνατολὰς καὶ εἰσῆλθεν Ἰωσὴφ καθήμενος ἐν τῷ ἅρματι τῷ δευτέρῳ τοῦ Φαραώ.

5

.

5

Καὶ ἦσαν ἐζευγμένοι ἵπποι τέσσαρες λευκοὶ ὡσεὶ χιὼν χρυσοχάλινοι καὶ τὸ ἅρμα κατασκιαστὸν ἐκ χρυσίου.

5

.

6

Καὶ ἦν Ἰωσὴφ ἐνδεδυμένος χιτῶνα λευκὸν ἔξαλλον καὶ ἡ στολὴ τῆς περιβολῆς αὐτοῦ ἦν πορφύρα ἐκ βύσσου χρυσοϋφὴς καὶ στέφανος χρυσὸς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κύκλῳ τοῦ στεφάνου ἦσαν δώδεκα λίθοι ἐκλεκτοὶ καὶ ἐπάνω τῶν λίθων δώδεκα ἀκτῖνες χρυσαῖ
5καὶ σκῆπτρον βασιλικὸν ἐν τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ.

5

.

7

Καὶ εἶχεν ἐκτεταμένον κλάδον ἐλαίας καὶ ἦν πλῆθος καρποῦ ἐν αὐτῷ.

5

.

8

Καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν αὐλὴν καὶ ἐκλείσθησαν αἱ πύλαι.

5

.

9

Καὶ εἴτε ἀνὴρ εἴτε γυνὴ ἀλλότριοι ἔμειναν ἔξω, διότι οἱ φύλακες τῶν πυλώνων ἔκλεισαν τὰς θύρας.

5

.

10

Καὶ ἦλθε Πεντεφρῆς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ πλὴν τῆς θυγατρὸς αὐτῶν Ἀσενὲθ καὶ προσεκύνησαν τῷ Ἰωσὴφ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.

5

.

11

Καὶ κατέβη Ἰωσὴφ ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἐδεξιώσατο αὐτοὺς
ἐν τῇ δεξιᾷ αὐτοῦ.146

6

.

1

Καὶ εἶδεν Ἀσενὲθ τὸν Ἰωσὴφ καὶ κατενύγη ἰσχυρῶς τῇ ψυχῇ καὶ συνεκλάσθη τὰ σπλάγχνα αὐτῆς καὶ τὰ γόνατα αὐτῆς παρελύθησαν καὶ συνετρόμαξεν ὅλον τὸ σῶμα αὐτῆς καὶ ἐφοβήθη φόβον μέγαν καὶ ἀνεστέναξε καὶ εἶπε·

6

.

2

ποῦ ἀπελεύσομαι καὶ ποῦ ἀποκρυβήσομαι ἀπὸ προσώπου αὐτοῦ; ἢ πῶς ὄψεταί με Ἰωσὴφ ὁ υἱὸς τοῦ θεοῦ, διότι λε‐ λάληκα κακὰ ἐγὼ περὶ αὐτοῦ;

6

.

3

ποῦ φεύξομαι καὶ κρυβήσομαι, ὅτι πᾶσαν ἀποκρυβὴν αὐτὸς ὁρᾷ καὶ οὐδὲν κρυπτὸν λέληθεν αὐτῷ διὰ τὸ φῶς τὸ μέγα τὸ ὂν ἐν αὐτῷ;

6

.

4

Καὶ νῦν ἵλεώς μοι ὁ θεὸς τοῦ Ἰωσήφ, διότι λελάληκα ἐγὼ ῥήματα πονηρὰ ἐν ἀγνοίᾳ·

6

.

5

τί τοίνυν
ἐγὼ ὄψομαι ἡ ταλαίπωρος; οὐχὶ λελάληκα λέγουσα· Ἰωσὴφ ἔρχεται ὁ υἱὸς τοῦ ποιμένος ἐκ γῆς Χαναάν; καὶ νῦν ἰδοὺ ὁ ἥλιος ἐκ τοῦ οὐρανοῦ ἥκει πρὸς ἡμᾶς ἐν τῷ ἅρματι αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν ἡμῶν148
5σήμερον·

6

.

6

ἐγὼ δὲ ἄφρων καὶ θρασεῖα ἥτις ἐξουδένωσα αὐτὸν καὶ ἐλάλησα ῥήματα πονηρὰ περὶ αὐτοῦ καὶ οὐκ ᾔδειν ὅτι Ἰωσὴφ υἱὸς θεοῦ ἐστι·

6

.

7

τίς γὰρ ἀνθρώπων γεννήσει ποτὲ τοιοῦτον κάλλος καὶ ποία κοιλία τέξεται τοιοῦτον φῶς; ταλαίπωρος ἐγὼ καὶ ἄφρων, ὅτι λελάληκα τῷ πατρί μου ῥήματα πονηρά.

6

.

8

Καὶ νῦν δότω με ὁ πατήρ μου τῷ Ἰωσὴφ εἰς παιδίσκην καὶ εἰς δούλην καὶ δουλεύσω αὐτῷ εἰς τὸν αἰῶνα χρόνον.
3

7

.

1

Καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν Πεντεφρῆ καὶ ἐκάθισεν ἐπὶ θρόνου καὶ ἐνίψατο τοὺς πόδας αὐτοῦ καὶ παρέθηκεν αὐτῷ τράπεζαν κατ’ ἰδίαν, διότι οὐ συνήσθιε μετὰ τῶν Αἰγυπτίων, ὅτι βδέλυγμα ἦν αὐτῷ τοῦτο.

7

.

2

Καὶ εἶπεν Ἰωσὴφ τῷ Πεντεφρῆ καὶ πάσῃ τῇ συγγε‐ νείᾳ αὐτοῦ λέγων· τίς ἐστι ἡ γυνὴ ἐκείνη ἡ ἑστῶσα ἐν τῷ σωλαρίῳ πρὸς τὴν θυρίδα; ἀπελθάτω δὴ ἀπὸ τῆς οἰκίας ταύτης.

7

.

3

Διότι ἐφο‐ βεῖτο Ἰωσὴφ μήποτε ἐνοχλήσῃ αὐτῷ καὶ αὕτη, ἠνόχλουν γὰρ αὐτῷ πᾶσαι αἱ γυναῖκες καὶ αἱ θυγατέρες τῶν μεγιστάνων καὶ τῶν σατραπῶν πάσης γῆσ Αἰγύπτου τοῦ κοιμηθῆναι μετ’ αὐτοῦ.

7

.

4

Καὶ πολλαὶ γυναῖκες καὶ θυγατέρες τῶν Αἰγυπτίων, ὅσαι ἐθεώρουν τὸν Ἰωσήφ, κακῶς ἔπασχον ἐπὶ τῷ κάλλει αὐτοῦ· καὶ τοὺς πρέσβεις αὐτῶν ἀπέστειλον πρὸς αὐτὸν μετὰ χρυσίου καὶ ἀργυρίου καὶ δώρων
150
5πολυτίμων.

7

.

5

Καὶ ἀντέπεμπεν αὐτὰ ὁ Ἰωσὴφ μετὰ ἀπειλῆς καὶ ὕβρεως λέγων· οὐχ ἁμαρτήσω ἐνώπιον τοῦ θεοῦ Ἰσραήλ.

7

.

6

Καὶ τὸ πρόσωπον Ἰακὼβ τοῦ πατρὸς αὐτοῦ πρὸ ὀφθαλμῶν εἶχεν πάντοτε ὁ Ἰωσὴφ καὶ ἐμέμνητο τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, διότι ἔλεγεν Ἰακὼβ τῷ Ἰωσὴφ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ· φυλάξατε τέκνα
5ἑαυτοὺς ἰσχυρῶς ἀπὸ γυναικὸς ἀλλοτρίας τοῦ μὴ κοινωνῆσαι αὐτῇ, ἀπώλεια γάρ ἐστι καὶ διαφθορά.

7

.

7

Διὰ τοῦτο εἶπεν Ἰωσήφ· ἀπελθάτω ἡ γυνὴ ἐκείνη ἐκ τῆς οἰκίας ταύτης.

7

.

8

Καὶ εἶπεν αὐτῷ Πεντε‐ φρῆς· κύριε, ἐκείνη ἣν ἑώρακας ἐν τῷ ὑπερῴῳ οὐκ ἔστιν ἀλλοτρία, ἀλλὰ θυγάτηρ ἡμῶν ἐστι, παρθένος μισοῦσα πάντα ἄνδρα, καὶ ἀνὴρ ἄλλος οὐχ ἑώρακεν αὐτήν ποτε εἰ μὴ σὺ μόνοσ σήμερον·

7

.

9

καὶ εἰ βούλει, ἐλεύσεται καὶ προσαγορεύσει σοι, διότι ἡ θυγάτηρ ἡμῶν ἀδελφή σού ἐστι.

7

.

10

Καὶ ἐχάρη Ἰωσὴφ χαρὰν μεγάλην, διότι εἶπε Πεντεφρῆς· παρθένος ἐστὶ μισοῦσα πάντα ἄνδρα.

7

.

11

Καὶ εἶπεν Ἰωσὴφ τῷ Πεντεφρῇ καὶ τῇ γυναικὶ αὐτοῦ λέγων· εἰ θυγάτηρ ὑμῶν ἐστι, ἐλθάτω δή, ὅτι ἀδελφή μού ἐστι καὶ ἀγαπῶ αὐτὴν ἀπὸ τῆς σήμερον ὡς
ἀδελφήν μου.152

8

.

1

Καὶ ἀνέβη ἡ μήτηρ τῆς Ἀσενὲθ εἰς τὸ ὑπερῷον καὶ ἤγαγεν τὴν Ἀσενὲθ πρὸς τὸν Ἰωσὴφ καὶ εἶπε Πεντεφρῆς τῇ θυγατρὶ αὐτοῦ Ἀσε‐ νέθ· ἄσπασαι τὸν ἀδελφόν σου, διότι καὶ αὐτὸς παρθένος ἐστὶ ὡς καὶ σὺ σήμερον καὶ μισεῖ πᾶσαν γυναῖκα ἀλλοτρίαν ὡς καὶ σὺ πάντα ἄνδρα
5ἀλλότριον.

8

.

2

Καὶ εἶπεν Ἀσενὲθ τῷ Ἰωσήφ· χαίροις, κύριε, εὐλογημένε τῷ θεῷ τῷ ὑψίστῳ. Καὶ εἶπε πρὸς αὐτὴν Ἰωσήφ· εὐλογήσῃ σε ὁ θεὸς ὁ ζωοποιήσας τὰ πάντα.

8

.

3

Καὶ εἶπε Πεντεφρῆς τῇ Ἀσενέθ· πρόσελθε καὶ φίλησον τὸν ἀδελφόν σου.

8

.

4

Καὶ ὡς προσῆλθε φιλῆσαι τὸν Ἰωσήφ, ἐξέτεινεν Ἰωσὴφ τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ ἔθηκε πρὸς τὸ στῆθος αὐτῆς καὶ εἶπεν·

8

.

5

οὐκ ἔστι προσῆκον ἀνδρὶ θεοσεβεῖ, ὃς εὐλογεῖ τῷ στόματι αὐτοῦ τὸν θεὸν τὸν ζῶντα καὶ ἐσθίει ἄρτον εὐλογημένον ζωῆς καὶ πίνει ποτήριον εὐλογημένον ἀθανασίας καὶ χρίεται χρίσματι
εὐλογημένῳ ἀφθαρσίας, φιλῆσαι γυναῖκα ἀλλοτρίαν, ἥτις εὐλογεῖ154
5τῷ στόματι αὐτῆς εἴδωλα νεκρὰ καὶ κωφὰ καὶ ἐσθίει ἐκ τῆς τραπέζης αὐτῶν ἄρτον ἀγχόνης καὶ πίνει ἐκ τῆς σπονδῆς αὐτῶν ποτήριον ἐνέδρας καὶ χρίεται χρίσματι ἀπωλείας·

8

.

6

ἀλλ’ ἀνὴρ θεοσεβὴς φιλήσει τὴν μητέρα αὐτοῦ καὶ τὴν ἀδελφὴν τὴν ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τῆς συγγενείας αὐτοῦ καὶ τὴν γυναῖκα τὴν σύγκοιτον αὐτοῦ, αἵτινες εὐλογοῦσι τῷ στόματι αὐτῶν θεὸν ζῶντα·

8

.

7

ὁμοίως καὶ γυναικὶ θεοσεβεῖ οὐκ ἔστι προσῆκον φιλῆσαι ἄνδρα ἀλλότριον, διότι βδέλυγμά ἐστι τοῦτο ἐνώπιον τοῦ θεοῦ.

8

.

8

Καὶ ὡς ἤκουσεν Ἀσενὲθ τὰ ῥήματα Ἰωσήφ, ἐλυπήθη σφόδρα καὶ ἀνεστέναξε καὶ ἦν ἀτενίζουσα τῷ Ἰωσὴφ καὶ ἐπλήσθησαν δακρύων οἱ ὀφθαλμοὶ αὐτῆς.

8

.

9

Καὶ εἶδεν αὐτὴν Ἰωσὴφ καὶ ἠλέησεν αὐτὴν σφόδρα, ὅτι ἦν Ἰωσὴφ πρᾶος καὶ ἐλεήμων καὶ φοβούμενος τὸν κύριον. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν ἐπάνω τῆς κεφαλῆς αὐτῆς καὶ εἶπε·
4

8

.

10

Κύριε ὁ θεὸς τοῦ πατρός μου Ἰσραήλ,
ὁ ὕψιστος, ὁ δυνατός, ὁ ζωοποιήσας τὰ πάντα καὶ καλέσας ἀπὸ τοῦ σκότους εἰς τὸ φῶς156
5καὶ ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειανκαὶ ἀπὸ θανάτου εἰς τὴν ζωήν, σὺ αὐτὸς κύριε ζωοποίησον καὶ εὐλόγησον τὴν παρθένον ταύτην.
8

8

.

11

Καὶ ἀνακαίνισον τῷ πνεύματί σου καὶ ἀνάπλασον αὐτὴν τῇ χειρί σου [τῇ κρυφαίᾳ] καὶ ἀναζωοποίησον τῇ ζωῇ σου καὶ φαγέτω ἄρτον ζωῆς σου
5καὶ πιέτω ποτήριον εὐλογίας σου, ἣν ἐξελέξω πρὶν γεννηθῆναι, καὶ εἰσελθάτω εἰς τὴν κατάπαυσίν σου, ἣν ἑτοίμασας τοῖς ἐκλεκτοῖς σου.
8

9

.

1

Καὶ ἐχάρη Ἀσενὲθ ἐπὶ τῇ εὐλογίᾳ τοῦ Ἰωσὴφ χαρὰν μεγάλην σφόδρα καὶ ἔσπευσε καὶ ἀνῆλθεν εἰς τὸ ὑπερῷον αὐτῆς καὶ πέπτω‐
κεν ἐπὶ τῆς κλίνης αὐτῆς ἀσθενοῦσα, διότι ἦν αὐτῇ χαρὰ καὶ λύπη καὶ φόβος πολὺς καὶ ἱδρὼς συνεχὴς περιεχύθη αὐτήν, ὡς ἤκουσε158
5τὰ ῥήματα ταῦτα παρὰ Ἰωσήφ, ὃς ἐλάλησεν αὐτῇ ἐν τῷ ὀνόματι τοῦ θεοῦ τοῦ ὑψίστου.

9

.

2

Καὶ ἔκλαυσε κλαυθμῷ μεγάλῳ καὶ πικρῷ καὶ μετενόει ἀπὸ τῶν θεῶν αὐτῆς, ὧν ἐσέβετο, καὶ περιέμενε τοῦ γενέσθαι ἑσπέραν.

9

.

3

Καὶ ἔφαγεν Ἰωσὴφ καὶ ἔπιεν καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· ζεύξατε τοὺς ἵππους τῷ ἅρματι, ἔλεγε γὰρ ἀπελεύσομαι καὶ κυκλώσω πᾶσαν τὴν πόλιν καὶ τὴν γῆν.

9

.

4

Καὶ εἶπε Πεντεφρῆς πρὸς Ἰωσήφ· αὐλισθήτω δὴ ὁ κύριός μου σήμερον καὶ τῷ πρωῒ ἀπελεύσῃ τὴν ὁδόν σου.

9

.

5

Καὶ εἶπεν Ἰωσήφ· οὐχί, ἀλλ’ ἀπελεύσομαι σήμερον, διότι ἐστὶν ἡ ἡμέρα ἐν ᾗ ἤρξατο ὁ θεὸς ποιῆσαι τὰ ἔργα αὐτοῦ, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐπαναστρέφω κἀγὼ πάλιν πρὸς ὑμᾶς καὶ αὐλισθήσομαι ἐνθάδε.
3

10

.

1

Τότε Πεντεφρῆς καὶ ἡ συγγένεια αὐτοῦ ἀπῆλθον εἰς τὸν κλῆρον αὐτῶν.

10

.

2

Καὶ κατελείφθη Ἀσενὲθ μόνη μετὰ τῶν παρθένων καὶ ἐρᾳθύμει καὶ ἔκλαιεν ἕως οὗ ἔδυ ὁ ἥλιος· καὶ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ἀλλὰ πάντων ὑπνούντων αὕτη μόνη ἐγρηγόρει.

10

.

3

Καὶ ἤνοιξε καὶ κατῆλθε παρὰ τὸν πυλῶνα καὶ εὗρε τὴν θυρωρὸν καθεύδου‐ σαν μετὰ τῶν τέκνων αὐτῆς.

10

.

4

Καὶ ἔσπευσεν Ἀσενὲθ καὶ καθεῖλεν ἐκ τῆς θύρας τὴν δέρριν τοῦ καταπετάσματος καὶ ἔπλησεν αὐτὴν
τέφρας καὶ ἀνήνεγκεν εἰς τὸ ὑπερῷον καὶ ἀπέθετο αὐτὴν εἰς τὸ ἔδαφος.160

10

.

5

Καὶ ἔκλεισε τὴν θύραν ἀσφαλῶς καὶ τὸν μοχλὸν τὸν σιδη‐ ροῦν ἐπέθηκεν αὐτῇ ἐκ πλαγίων καὶ ἐστέναξε στεναγμῷ μεγάλῳ καὶ κλαυθμῷ.

10

.

6

Καὶ ἤκουσεν ἡ παρθένος ἣν ἠγάπα Ἀσενὲθ παρὰ πάσας τὰς παρθένους τὸν στεναγμὸν τῆς κυρίας αὐτῆς καὶ ἤγειρε τὰς λοιπὰς παρθένουσ καὶ ἦλθε καὶ εὗρε τὴν θύραν κεκλεισμένην.

10

.

7

Καὶ ἠκροάσατο τοῦ στεναγμοῦ καὶ τοῦ κλαυθμοῦ τῆς Ἀσενὲθ καὶ εἶπεν· ἵνα τί σὺ σκυθρωπάζεις, δέσποινά μου; καὶ τί ἐστι τὸ ἐνοχλοῦν σοι; ἄνοιξον ἡμῖν καὶ ὀψόμεθά σε.

10

.

8

Καὶ εἶπεν αὐταῖς Ἀσενὲθ ἔσωθεν κεκλεισμένη· τῆς κεφαλῆς μού ἐστι πόνος πολὺς καὶ ἡσυχάζω ἐν τῇ κλίνῃ μου καὶ ἀνοῖξαι νῦν οὐκ ἰσχύω ὑμῖν, διότι ἠσθένηκα ἀπὸ πάντων τῶν μελῶν μου, ἀλλὰ πορεύθητε
5ἑκάστη ὑμῶν εἰς τὸν θάλαμον αὐτῆς.

10

.

9

Καὶ ἀνέστη Ἀσενὲθ καὶ ἤνοιξε τὴν θύραν ἡσύχως καὶ ἀπῆλθεν εἰς τὸν θάλαμον αὐτῆς τὸν δεύτερον, ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου αὐτῆς, καὶ ἤνοιξε τὸ κιβώτιον αὐτῆς καὶ ἐξήνεγκε χιτῶνα μελανὸν καὶ ζοφώδη.

10

.

10

Καὶ οὗτος ἦν ὁ χιτὼν τοῦ πένθους αὐτῆς ὃν ἐνεδύσατο [καὶ ἐπένθησεν] ὅτε ἀπέθανεν ὁ ἀδελφὸς αὐτῆς ὁ πρωτότοκος.

10

.

11

Καὶ ἐξεδύσατο Ἀσενὲθ τὴν στολὴν αὐτῆς τὴν βασιλικὴν καὶ ἐνεδύσατο τὴν μέλαιναν καὶ ἔλυσε τὴν ζώνην αὐτῆς τὴν χρυσῆν καὶ περιεζώσατο σχοινίον καὶ ἀπέθετο τὴν τιάραν ἐκ τῆς κεφαλῆς αὐτῆς καὶ τὸ διάδημα καὶ τὰ ψέλια ἐκ τῶν
5χειρῶν αὐτῆς.

10

.

12

Καὶ ἔλαβε πᾶσαν τὴν στολὴν αὐτῆς τὴν ἐκλεκτὴν καὶ ἔρριψεν αὐτὴν διὰ τῆς θυρίδος τοῖς πένησι.

10

.

13

Καὶ ἔλαβε πάν‐ τας τοὺς θεοὺς αὐτῆς τοὺς χρυσοῦς καὶ ἀργυροῦς, ὧν οὐκ ἦν ἀριθ‐ μός, καὶ συνέτριψεν αὐτοὺς εἰς λεπτὰ καὶ ἔρριψεν αὐτοὺς τοῖς πτωχοῖς καὶ τοῖς δεομένοις.
162

10

.

14

Καὶ ἔλαβεν Ἀσενὲθ τὸ δεῖπνον αὐτῆς τὸ βασιλικὸν καὶ σιτιστὰ καὶ τοὺς ἰχθύας καὶ τὰ κρέα καὶ πάσας τὰς θυσίας τῶν θεῶν αὐτῆς καὶ τὰ σκεύη τοῦ οἴνου τῆς σπονδῆς αὐτῶν καὶ ἔρριψεν πάντα διὰ τῆς θυρίδος τοῖς κυσὶ βοράν.

10

.

15

Καὶ μετὰ ταῦτα ἔλαβε τὴν τέφραν καὶ κατέχεεν αὐτὴν ἐπὶ τὸ ἔδαφος.

10

.

16

Καὶ ἔλαβε σάκκον καὶ περιεζώσατο τὴν ὀσφὺν αὐτῆς καὶ ἀπεβάλετο τὸ ἐμπλόκιον τῆς κεφαλῆς αὐτῆς καὶ κατεπάσατο τέφραν [καὶ ἔπεσεν ἐπάνω τῆς τέφρας].

10

.

17

Καὶ ἐπάτασσε τὸ στῆθος αὐτῆς πυκνῶς ταῖς δυσὶ χερσὶ 〈καὶ ἔπεσεν ἐπάνω τῆς τέφρασ〉 καὶ ἔκλαιε πικρῶς πᾶσαν τὴν νύκταν μετὰ στεναγμοῦ ἕως πρωΐ.

10

.

18

Καὶ ἀνέστη Ἀσενὲθ τῷ πρωῒ καὶ εἶδε καὶἰδοὺ ἦν ἡ τέφρα ὑποκάτω αὐτῆς ὡς πηλὸς ἐκ τῶν δακρύων αὐτῆς.

10

.

19

Καὶ ἔπεσε πάλιν Ἀσενὲθ ἐπὶ πρόσωπον ἐπὶ τὴν τέφραν ἕως οὗ ἔδυ ὁ ἥλιος.

10

.

20

Καὶ οὕτως ἐποίησεν Ἀσενὲθ τὰς ἑπτὰ ἡμέρας μηδὲ
ὅλως γευσαμένη τινός.164

11

.

1

Καὶ ἐγένετο τῇ ὀγδόῃ ἡμέρᾳ καὶ ἀνένευσεν Ἀσενὲθ ἐκ τοῦ ἐδάφους οὗ ἦν ἐπικειμένη, διότι ἦν παραλελυμένη τοῖς μέλεσιν ἐκ τῆς πολλῆς ταπεινώσεως.
3

12

.

1

Καὶ ἐξεπέτασε τὰς χεῖρας αὐτῆς πρὸς ἀνατολὰς καὶ ἐπέβλεψετοὺς ὀφθαλμοὺς αὐτῆς εἰς τὸν οὐρανὸν καὶ εἶπε·
2

12

.

2

Κύριε ὁ θεὸς τῶν αἰώνων, ὁ δοὺς πᾶσι πνοὴν ζωῆς, ὁ ἐξενέγκας τὰ ἀόρατα εἰς τὸ φῶς,
ὁ ποιήσας τὰ πάντα καὶ φανερώσας τὰ ἀφανῆ,166

12

.

3

ὁ ὑψώσας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁ πήξας τοὺς λίθους τοὺς μεγάλους ἐπὶ τῆς ἀβύσσου τοῦ ὕδατος, οἵτινες οὐ βυθισθήσονται, ἀλλ’ εἰσὶν ἕως τέλους ποιοῦντες τὸ θέλημά σου,
4

12

.

4

κύριε, ὁ θεός μου, πρὸς σὲ κεκράξομαι, πρόσσχες τὴν δέησίν μου, καὶ σοὶ ἐξομολογήσομαι τὰς ἁμαρτίας μου καὶ πρὸς σὲ ἀποκαλύψω τὰς ἀνομίας μου.
4

12

.

5

Ἥμαρτον, κύριε, ἥμαρτον, ἠνόμησα καὶ ἠσέβησα καὶ ἐλάλησα πονηρὰ ἐνώπιόν σου· μεμίανται, κύριε, τὸ στόμα μου ἀπὸ τῶν θυσιῶν τῶν εἰδώλων καὶ ἐκ τῆς τραπέζης τῶν θεῶν τῶν Αἰγυπτίων.
4

12

.

6

Ἥμαρτον, κύριε, ἐνώπιόν σου, ἥμαρτον καὶ ἠσέβησα
σεβασθεῖσα εἴδωλα νεκρὰ καὶ κωφά, καὶ οὐκ εἰμὶ ἀξία ἀνοῖξαι τὸ στόμα μου πρὸς σέ, ἐγὼ ἡ ἀθλία.168
3

12

.

7

Ἥμαρτον, κύριε, ἐνώπιόν σου, ἐγώ, ἡ θυγάτηρ Πεντεφρῆ τοῦ ἱερέως, ἡ σοβαρὰ καὶ ὑπερήφανος, σοὶ προσφέρω, κύριε, τὴν δέησίν μου
5καὶ πρὸς σὲ κεκράξομαι, ῥῦσαί με ἀπὸ τῶν διωκόντων με, διότι ἐγὼ πρὸς σὲ κατέφυγον ὡς παιδίον ἐπὶ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα.
8

12

.

8

Καὶ σύ, κύριε, ἔκτεινον τὰς χεῖράς σου ἐπ’ ἐμὲ ὡς πατὴρ φιλότεκνος καὶ φιλόστοργοσκαὶ ἅρπασόν με ἐκ χειρὸς τοῦ ἐχθροῦ.
3

12

.

9

Ἰδοὺ γὰρ ὁ λέων ὁ ἄγριος ὁ παλαιὸς καταδιώκει με καὶ τὰ τέκνα αὐτοῦ εἰσιν οἱ θεοὶ τῶν Αἰγυπτίων,
οὓς ἐγὼ ἔρριψα ἀπ’ ἐμοῦ καὶ ἀπώλεσα αὐτούς, καὶ ὁ πατὴρ αὐτῶν ὁ διάβολος καταπιεῖν με πειρᾶται.170
4

12

.

10

Ἀλλὰ σύ, κύριε, ῥῦσαί με ἐκ τῶν χειρῶν αὐτοῦ καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐξελοῦ με, μήποτε ἁρπάζῃ με ὡς λύκος καὶ σπαράξῃ με καὶ ἐμβάλῃ με εἰς τὴν ἄβυσσον τοῦ πυρὸς
5καὶ εἰς τὴν καταιγίδα τῆς θαλάσσης καὶ μή με καταπιέτω τὸ κῆτος τὸ μέγα.
6

12

.

11

Σῶσόν με, κύριε, τὴν ἔρημον, διότι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἠρνήσαντό με, διότι ἐγὼ ἀπώλεσα καὶ συνέτριψα τοὺς θεοὺς αὐτῶν, καὶ νῦν ὀρφανὴ καὶ ἔρημός εἰμι,
5καὶ οὐκ ἔστι μοι ἄλλη ἐλπὶς εἰ μὴ ἐπὶ σοί, κύριε, ὅτι σὺ εἶ ὁ πατὴρ τῶν ὀρφανῶν καὶ τῶν διωκομένων ὑπερασπιστὴς καὶ τῶν θλιβομένων βοηθός.
8

12

.

12

Ἰδοὺ γὰρ πάντα τὰ χρήματα τοῦ πατρός μου Πεντεφρῆ πρόσ‐ καιρά εἰσι καὶ ἀφανῆ, τὰ δὲ δώματα τῆς κληρονομίας σου, κύριε, ἄφθαρτά εἰσι καὶ αἰώνια.
3

13

.

1

Ἐπίσκεψαι τὴν ὀρφανίαν μου, κύριε, ὅτι πρὸς σὲ κατέφυγα, κύριε.172

13

.

2

Ἰδοὺ ἀπεθέμην μου τὴν βασιλικὴν στολὴν τὴν χρυσοϋφῆ καὶ ἐνδέδυμαι χιτῶνα μέλανον.

13

.

3

Ἰδοὺ ἔλυσα τὴν ζώνην μου τὴν χρυσῆν καὶ περιεζωσάμην σχοινίον καὶ σάκκον.

13

.

4

Ἰδοὺ τὸ διάδημα τῆς κεφαλῆς μου ἀπέρριψα καὶ καταπέπασμαι τέφραν.

13

.

5

Ἰδοὺ τὸ ἔδαφος τοῦ θαλάμου μου κατεστρωμένον λίθοις ποικίλοις καὶ πορφυ‐ ροῖς καὶ καταρεραντισμένον μύροις νῦν δὲ ἐρραντισμένον ἀπὸ τῶν δακρύων μου καὶ χοῦν κατεσποδωμένον.

13

.

6

Ἰδού, κύριέ μου, ἐκ τῆς τέφρας καὶ τῶν δακρύων μου πηλός ἐστι πολὺς ἐν τῷ θαλά‐ μῳ μου ὡς ἐν ὁδῷ πλατείᾳ.

13

.

7

Ἰδού, κύριε, τὸ δεῖπνόν μου τὸ βασιλικὸν καὶ τὰ σιτιστὰ δέδωκα τοῖς κυσί.

13

.

8

Καὶ ἰδοὺ ἐγὼ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτασ οὔτε ἄρτον ἔφαγον οὔτε ὕδωρ ἔπιον καί ἐστι τὸ στόμα μου ξηρὸν ὡς τύμπανον καὶ ἡ γλῶσσά μου ὡς κέρας καὶ τὰ χείλη μου ὡς ὄστρακον, τό τε πρόσωπόν μου συμπέπτωκεν
5καὶ οἱ ὀφθαλμοί μου ἐξέλιπον ἐκ τῆς φλεγμονῆς τῶν δακρύων μου.

13

.

9

Ἀλλά, κύριε, σύγγνωθί μοι, ὅτι ἥμαρτόν σοι ἐν ἀγνοίᾳ καὶ λελάληκα βλάσφημα εἰς τὸν κύριόν μου Ἰωσήφ.

13

.

10

Καὶ οὐκ ᾔδειν ἐγὼ ἡ ἀθλία ὅτι υἱὸς σοῦ ἐστι, κύριε, διότι εἶπόν μοι οἱ ἄνθρωποι ὅτι Ἰωσὴφ
τοῦ ποιμένος ὁ υἱός ἐστι ἐκ γῆς Χαναάν, καὶ πεπίστευκα αὐτοῖς καὶ πεπλάνημαι καὶ ἐξουθένηκα τὸν ἐκλεκτόν σου Ἰωσὴφ καὶ λελά‐174
5ληκα περὶ αὐτοῦ πονηρά, μὴ εἰδυῖα ὅτι υἱὸς σοῦ ἐστι.

13

.

11

Τίς γὰρ τῶν ἀνθρώπων ἔτεκεν τοιοῦτον κάλλος καὶ τίς ἄλλος ὑπάρχει σοφὸς καὶ δυνατὸς ὡς Ἰωσήφ; ἀλλά, κύριέ μου, σοὶ παρατίθημι αὐτόν, ὅτι ἐγὼ ἀγαπῶ αὐτὸν ὑπὲρ τὴν ψυχήν μου.

13

.

12

Διατήρησον αὐτὸν ἐν τῇ σοφίᾳ τῆς χάριτός σου καὶ παράθου με αὐτῷ εἰς παιδίσκην, ἵνα ἐγὼ νίψω τοὺς πόδας αὐτοῦ καὶ διακονήσω αὐτῷ καὶ δουλεύσω αὐτῷ εἰς τοὺς χρόνους ἅπαντας τῆς ζωῆς μου.
4

14

.

1

Καὶ ὡς ἐπαύσατο Ἀσενὲθ ἐξομολογουμένη τῷ κυρίῳ ἰδοὺ ἀνέτει‐ λεν ὁ ἑωσφόρος ἀστὴρ ἐκ τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, καὶ εἶδεν αὐτὸν Ἀσενὲθ καὶ ἐχάρη καὶ εἶπεν·

14

.

2

ἆρα ἐπήκουσέ μου κύριος ὁ θεός, διότι ὁ ἀστὴρ οὗτος ἄγγελος καὶ κήρυξ ἐστὶ φωτὸς τῆς μεγάλης ἡμέρας.

14

.

3

Καὶ ἰδοὺ πλησίον τοῦ ἑωσφόρου ἐσχίσθη ὁ οὐρανὸς καὶ ἐφάνη φῶς ἀνεκλάλητον.

14

.

4

Καὶ ἔπεσεν Ἀσενὲθ ἐπὶ πρόσωπον ἐπὶ τὴν τέφραν καὶ ἦλθε πρὸς αὐτὴν ἄνθρωπος ἐκ τοῦ οὐρανοῦ. Καὶ ἔστη ὑπὲρ κεφαλῆς αὐτῆς καὶ ἐκάλεσεν αὐτήν· Ἀσενέθ.

14

.

5

Καὶ εἶπε· τίς ὁ καλέσας με, διότι ἡ θύρα τοῦ θαλάμου μου κέκλεισται καὶ ὁ πύργος ἐστὶν ὑψηλός; καὶ πῶς εἰσελήλυθεν εἰς τὸν ἐμὸν θάλα‐ μον;

14

.

6

Καὶ ἐκάλεσεν αὐτὴν ὁ ἄνθρωπος ἐκ δευτέρου καὶ εἶπεν. Ἀσενέθ, Ἀσενέθ. Καὶ εἶπεν· ἰδοὺ ἐγώ, κύριε, ἀνάγγειλόν μοι τίς εἶ σύ.
176

14

.

7

Καὶ εἶπεν ὁ ἄνθρωπος· ἐγώ εἰμι στρατιάρχης τοῦ οἴκου κυρίου καὶ ἀρχιστράτηγος πάσης τῆς στρατιᾶς τοῦ ὑψίστου· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ.

14

.

8

Καὶ ἦρε τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ εἶδε, καὶ ἰδοὺ ἀνὴρ ὅμοιος κατὰ πάντα τῷ Ἰωσὴφ τῇ στολῇ καὶ τῷ στεφάνῳ καὶ τῇ ῥάβδῳ τῇ βασιλικῇ,

14

.

9

πλὴν τὸ πρόσωπον αὐτοῦ ἦν ὡς ἀστραπὴ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φέγγος ἡλίου καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ὡς φλὸξ πυρὸς καὶ αἱ χεῖρες καὶ οἱ πόδες αὐτοῦ ὥσπερ σίδηρος ἐκ πυρός.

14

.

10

Καὶ εἶδεν Ἀσενὲθ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τοὺς πόδας αὐτοῦ ἐν φόβῳ μεγάλῳ καὶ τρόμῳ.

14

.

11

Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· θάρσει, Ἀσενέθ, καὶ μὴ φοβοῦ, ἀλλὰ ἀνάστηθι ἐπὶ τοὺς πόδας σου καὶ λαλήσω πρὸς σέ.

14

.

12

Καὶ ἀνέστη Ἀσενέθ, καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· ἀπόθου τὸν χιτῶνα ὅνπερ ἐνδέδυσαι, τὸν μελανὸν, καὶ τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὴν τέφραν ἀποτίναξον ἀπὸ τῆς κεφαλῆς σου καὶ νίψαι τὸ πρόσωπόν σου ὕδατι ζῶντι

14

.

13

καὶ ἔνδυσαι στολὴν
καινὴν ἄθικτον καὶ ζῶσαι τὴν ὀσφύν σου τὴν ζώνην σου τὴν λαμπρὰν τὴν διπλῆν τῆς παρθενίας σου,178

14

.

14

καὶ πάλιν ἐλθὲ πρός με καὶ λαλήσω σοι τὰ ῥήματα τὰ πρὸς σὲ ἀποσταλέντα.

14

.

15

Καὶ εἰσῆλθεν Ἀσενὲθ εἰς τὸν θάλαμον αὐτῆς ὅπου ἦσαν αἱ θῆκαι τοῦ κόσμου αὐτῆς καὶ ἀνέῳξε τὸ κιβώτιον αὐτῆς καὶ ἔλαβε στολὴν καινὴν ἐπίσημον καὶ ἐξεδύσατο τὴν στολὴν τὴν μέλαιναν καὶ ἐνεδύσατο
5καινὴν καὶ λαμπράν,

14

.

16

καὶ ἀπεζώσατο τὸ σχοινίον καὶ τὸν σάκκον ἐκ τῆς ὀσφύος αὐτῆς καὶ ἐζώσατο διπλῆν ζώνην λαμπρὰν τῆς παρθενίας αὐτῆς, μίαν ζώνην περὶ τὴν ὀσφὺν αὐτῆς, καὶ μίαν ἐπὶ τὸ στῆθος,

14

.

17

καὶ ἀπεσείσατο τὴν τέφραν ἐκ τῆς κεφαλῆς αὐτῆς καὶ ἐνίψατο τὸ πρόσωπον αὐτῆς ὕδατι καθαρῷ καὶ ἐκάλυψε τὴν κεφαλὴν αὐτῆς θερίστρῳ καλῷ καὶ ἐπισήμῳ.
3

15

.

1

Καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον καὶ ἰδὼν αὐτὴν ὁ ἄνθρωπος λέγει αὐτῇ· ἆρον δὴ τὸ θέριστρον ἀπὸ τῆς κεφαλῆς σου, διότι εἶ παρθέ‐ νος ἁγνὴ σήμερον καὶ ἡ κεφαλή σού ἐστιν ὡς ἀνδρὸς νεανίσκου.

15

.

2

Καὶ ἦρεν αὐτὸ ἐκ τῆς κεφαλῆς αὐτῆς. Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρω‐
πος· θάρσει, Ἀσενέθ, ἰδοὺ γὰρ ἤκουσε κύριος τῶν ῥημάτων τῆς ἐξομολογήσεώς σου.180

15

.

3

Θάρσει, Ἀσενέθ, ἰδοὺ ἐγράφη τὸ ὄνομά σου ἐν βίβλῳ ζωῆς καὶ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

15

.

4

Ἰδοὺ ἀπὸ τῆς σήμερον ἀνακαινισθήσῃ καὶ ἀναπλασθήσῃ καὶ ἀναζωοποιηθήσῃ καὶ φάγῃ ἄρτον ζωῆς καὶ πίεσαι ποτήριον ἀθανασίας καὶ χρισθήσῃ χρίσματι τῆς ἀφθαρσίασ.

15

.

5

Θάρσει, Ἀσενέθ, ἰδοὺ δέδωκέν σε κύριος τῷ Ἰωσὴφ εἰς νύμφην καὶ αὐτὸς ἔσται σου νυμφίος.

15

.

6

Καὶ οὐκέτι κληθήσει Ἀσενέθ, ἀλλ’ ἔσται τὸ ὄνομά σου πόλις καταφυγῆς, διότι ἐν σοὶ καταφεύξονται ἔθνη πολλὰ καὶ ὑπὸ τὰς πτέρυγάς σου σκεπασθήσονται λαοὶ πολλοί, καὶ ἐν τῷ
τείχει σου φυλαχθήσονται οἱ προσκείμενοι τῷ θεῷ διὰ μετανοίας.182

15

.

7

Διότι ἡ μετάνοιά ἐστι θυγάτηρ τοῦ ὑψίστου καὶ αὕτη παρακαλεῖ τὸν ὕψιστον ὑπὲρ σοῦ πᾶσαν ὥραν καὶ ὑπὲρ πάντων τῶν μετα‐ νοούντων, ἐπειδὴ πατήρ ἐστι τῆς μετανοίας καὶ αὕτη ἐστὶ μήτηρ παρθένων καὶ πᾶσαν ὥραν περὶ τῶν μετανοούντων ἐρωτᾷ αὐτόν,
5διότι τοῖς ἀγαπῶσιν αὐτὴν ἡτοίμασε νυμφῶνα οὐράνιον, καὶ αὕτη διακονήσει αὐτοῖς εἰς τὸν αἰῶνα χρόνον.

15

.

8

Καὶ ἔστιν ἡ μετά‐ νοια καλὴ σφόδρα παρθένος καθαρὰ καὶ ἁγνὴ καὶ πρᾶος καὶ ὁ θεὸς ὁ ὕψιστος ἀγαπᾷ αὐτὴν καὶ πάντες οἱ ἄγγελοι αἰδοῦνται αὐτήν.

15

.

9

Καὶ ἰδοὺ ἐγὼ ἀπέρχομαι πρὸς Ἰωσὴφ καὶ λαλήσω αὐτῷ περὶ σοῦ, καὶ ἐλεύσεται πρὸς σὲ σήμερον καὶ ὄψεταί σε καὶ χαρήσεται ἐπὶ σὲ καὶ ἔσται σου νύμφιος.

15

.

10

Λοιπὸν ἄκουσόν μου, Ἀσενέθ, καὶ ἔνδυσαι στο‐ λὴν γάμου, τὴν στολὴν τὴν ἀρχαίαν τὴν πρώτην τὴν ἀπο‐ κειμένην ἐν τῷ θαλάμῳ σου καὶ περιβαλοῦ τὸν πάντα κόσμον τὸν ἐκ‐ λεκτόν σου καὶ κατακόσμησον σεαυτὴν ὡς νύμφην καὶ γενοῦ ἑτοίμη
5εἰς συνάντησιν αὐτοῦ.

15

.

11

Ἰδοὺ γὰρ παραγίνεται πρὸς σὲ σήμερον καὶ ὄψεταί σε καὶ χαρήσεται.

15

.

12

Καὶ ὡς ἐτέλεσεν ὁ ἄνθρωπος λαλῶν τῇ Ἀσενέθ, ἐχάρη χαρὰν μεγάλην καὶ ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ καὶ εἶπεν αὐτῷ·

15

.

13

Εὐλογητὸς κύριος ὁ θεός, ὁ ἐξαποστείλας σε τοῦ ῥύσασθαί με ἐκ τοῦ σκότους καὶ ἀναγαγεῖν με εἰς τὸ φῶς, καὶ εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα.

15

.

14

Λαλήσω δή, κύριε, εἰ εὗρον χάριν ἐνώπιόν σου, κάθισον μικρὸν ἐπὶ τῆς κλίνης καὶ θήσω τράπεζαν καὶ ἄρτον καὶ φάγεσαι, καὶ οἴσω σοι οἶνον καλόν, οὗ ἡ πνοὴ
ἕως τοῦ οὐρανοῦ, καὶ πίεσαι καὶ ἀπελεύσῃ τὴν ὁδόν σου.184

16

.

1

Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· φέρε δή μοι καὶ κηρίον μέλιτος.

16

.

2

Καὶ εἶπεν Ἀσενέθ· ἀποστείλω, κύριε, εἰς τὸν ἀγρὸν τῆς κληρονομίας μου καὶ οἴσω σοι κηρίον μέλιτος.

16

.

3

Καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· εἴσελθε εἰς τὸν θάλαμόν σου καὶ εὑρήσεις κηρίον μέλιτος.

16

.

4

Καὶ εἰσῆλθεν Ἀσενὲθ εἰς τὸν θάλαμον αὐτῆσ καὶ εὗρε κηρίον μέλι‐ τος ἐπὶ τῆς τραπέζης κείμενον, καὶ ἦν τὸ κηρίον λευκὸν ὡσεὶ χιὼν καὶ πλήρης μέλιτος καὶ ἡ πνοὴ αὐτοῦ ὀσμὴ ζωῆς.

16

.

5

Καὶ ἔλαβεν Ἀσενὲθ τὸ κηρίον καὶ ἤνεγκεν αὐτῷ καὶ εἶπεν αὐτῇ ὁ ἄνθρωπος· τί ὅτι εἶπας ὅτι οὐκ ἔστι κηρίον μέλιτος ἐν τῷ οἴκῳ μου; καὶ ἰδοὺ ἐνήνοχάς μοι αὐτό.

16

.

6

Καὶ εἶπεν Ἀσενέθ· οὐκ ἔσχον, κύριε, ἐν τῷ οἴκῳ μου κηρίον μέλιτος, ἀλλ’ ὡς εἶπας γέγονε· μήτιγε τοῦτο ἐκ τοῦ στόμα‐ τός σου ἐξῆλθε, διότι ἡ πνοὴ αὐτοῦ ὡς πνοὴ μύρου ἐστί.

16

.

7

Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄνθρωπος καὶ ἐκράτησε τὴν κεφαλὴν αὐτῆς καὶ εἶπε· μακαρία εἶ σύ, Ἀσενέθ, ὅτι ἀπεκαλύφθη σοι τὰ ἀπόρρητα τοῦ θεοῦ καὶ μακάριοι οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ἐν μετανοίᾳ,
5ὅτι ἐκ τούτου τοῦ κηρίου φάγονται,

16

.

8

διότι τὸ μέλι τοῦτο πεποιήκασιν αἱ μέλισσαι τοῦ παραδείσου τῆς τρυφῆς, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἐξ αὐτοῦ ἐσθίουσι, καὶ πᾶς ὃς φάγεται ἐξ αὐτοῦ οὐκ ἀποθανεῖται εἰς τὸν αἰῶνα.

16

.

9

Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄνθρωπος τὴν δε‐ ξιὰν καὶ ἀπέκλασεν ἐκ τοῦ κηρίου, καὶ ἔφαγε καὶ ἔδωκε τῇ χειρὶ αὐτοῦ ἐκ τοῦ κηρίου εἰς τὸ στόμα Ἀσενέθ.
186

16

.

10

Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄνθρωποσ καὶ ἐπέθηκεν τὸν δάκτυλον αὐτοῦ εἰς τὸ ἄκρον τοῦ κηρίου τοῦ βλέποντος κατὰ ἀνατολὰς καὶ ἡ ὁδὸς τοῦ δακτύλου αὐτοῦ ἐγένετο εἰς αἷμα.

16

.

11

Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὸ δεύτερον καὶ ἔθηκε τὸν δάκτυλον αὐτοῦ ἐπὶ τὸ ἄκρον τοῦ κηρίου τοῦ βλέποντος πρὸς βορρᾶν καὶ ἐγένετο ἡ ὁδὸς τοῦ δακτύλου ὡς αἷμα.

16

.

12

Καὶ εἱστήκει Ἀσενὲθ ἐξ εὐωνύμων καὶ ἐθεώρει πάντα ὅσα ἐποίει ὁ ἄνθρωπος.

16

.

13

Καὶ ἀνέβησαν μέλισσαι ἐκ τῶν σίμβλων τοῦ κηρίου καὶ ἦσαν λευκαὶ ὡσεὶ χιὼν καὶ αἱ πτέρυγες αὐτῶν ὡς πορφύρα καὶ ὡς ὑάκινθος καὶ ὡσεὶ νήματα χρυσοῦ καὶ ἦσαν διαδήματα χρυσᾶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ κέντρα ὀξέα.

16

.

14

Καὶ συνεπλάκη‐ σαν πᾶσαι αἱ μέλισσαι τῇ Ἀσενὲθ ἀπὸ ποδῶν ἕως κεφαλῆς καὶ ἄλλαι μέλισσαι μεγάλαι ὡς βασίλισσαι ἐκράτησαν τῇ Ἀσενὲθ ἐπὶ τὰ χείλη.

16

.

15

Καὶ εἶπεν ὁ ἄνθρωπος ταῖς μελίσσαις· ὑπάγετε δὴ εἰς τοὺς τό‐ πους ὑμῶν.

16

.

16

Καὶ ἀπῆλθον πᾶσαι ἀπὸ τῆς Ἀσενὲθ καὶ ἔπεσαν ἐπὶ τὴν γῆν πᾶσαι καὶ ἀπέθανον.
188

16

.

17

Καὶ εἶπεν ὁ ἄνθρωπος· ἀνάστητε δὴ καὶ ἀπέλθατε εἰς τὸν τόπον ὑμῶν. Καὶ ἀνέστησαν καὶ ἀπῆλθον ἅπασαι πρὸς τὴν αὐλὴν τὴν παρακειμένην τῇ Ἀσενέθ.
3

17

.

1

Καὶ εἶπεν ὁ ἄνθρωπος τῇ Ἀσενέθ· ἑώρακας τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν· ἰδοὺ ἐγώ, κύριε, ἑώρακα ταῦτα πάντα.

17

.

2

Καὶ εἶπεν ὁ ἄνθρω‐ πος· οὕτως ἔσται τὰ ῥήματα ἃ ἐλάλησα πρὸς σέ.

17

.

3

Καὶ ἥψατο τοῦ κηρίου ὁ ἄνθρωπος καὶ ἀνέβη πῦρ ἀπὸ τῆς τραπέζης καὶ κατέφαγε τὸ κηρίον. Καὶ ἐξῆλθεν ἐκ τῆς καύσεως τοῦ κηρίου εὐωδία καὶ ἔπλησε τὸν θάλαμον.

17

.

4

Καὶ εἶπε πρὸς τὸν ἄνθρωπον Ἀσενέθ· εἰσί, κύριε, σὺν ἐμοὶ ἑπτὰ παρθένοι ὑπηρετοῦσαί μοι συντεθραμμέναι μοι ἐκ νεότη‐ τός μου, τεχθεῖσαι σὺν ἐμοὶ ἐν μιᾷ νυκτί, κἀγὼ ἀγαπῶ αὐτάς, καλέσω δὴ αὐτὰς καὶ εὐλογήσεις αὐτάς, ὡς κἀμὲ εὐλογήσας.

17

.

5

Καὶ εἶπεν ὁ ἄνθρωποσ· κάλεσον. Καὶ ἐκάλεσεν αὐτὰς Ἀσενέθ, καὶ εὐλόγησεν αὐτὰς ὁ ἄνθρωπος καὶ εἶπεν· εὐλογήσει ὑμᾶς ὁ θεὸς ὁ ὕψιστος εἰς τὸν αἰῶνα χρόνον.

17

.

6

Καὶ εἶπεν ὁ ἄνθρωπος τῇ Ἀσενέθ· ἔπαρον τὴν τράπεζαν ταύτην. Καὶ ἐστράφη Ἀσενὲθ τοῦ μεταθῆναι τὴν τράπεζαν καὶ ἀπῆλθεν ἐξ ὀφθαλμῶν αὐτῆς ὁ ἄνθρωπος, καὶ εἶδεν Ἀσενὲθ ὡς ἅρμα πυρὸς ἀναλαμβανόμενον εἰς τὸν οὐρανὸν κατὰ ἀνατο‐
5λάς.

17

.

7

Καὶ εἶπεν Ἀσενέθ· ἵλεως ἔσῃ, κύριε, τῇ δούλῃ σου,
διότι ἐγὼ ἐλάλησα πονηρὰ ἐν ἀγνοίᾳ ἐνώπιόν σου.190

18

.

1

Καὶ τούτων γινομένων, ἰδοὺ ἦλθε νεανίσκος ἐκ τῆς θερα‐ πείας Ἰωσὴφ λέγων· ἰδοὺ Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ ἔρχεται σήμερον πρὸς ὑμᾶς.

18

.

2

Καὶ ἐκάλεσεν Ἀσενὲθ τὸν ἐπάνω τῆς οἰκίας αὐτῆς καὶ εἶπεν· ἑτοίμασόν μοι δεῖπνον καλόν, ὅτι Ἰωσὴφ ὁ δυνατὸς τοῦ θεοῦ ἔρχεται πρὸς ἡμᾶς.

18

.

3

Καὶ εἰσῆλθεν Ἀσενὲθ εἰς τὸν θάλαμον αὐτῆς καὶ ἤνοιξεν τὸ κιβώτιον αὐτῆς καὶ ἐξήνεγκε τὴν στολὴν αὐτῆς τὴν πρώτην ὡς ἀστραπὴν τῷ εἴδει καὶ ἐνεδύσατο.

18

.

4

Καὶ περιεζώσατο ζώνην λαμπρὰν καὶ βασιλικήν, καὶ αὕτη ἦν ἡ ζώνη διὰ λίθων τιμίων.

18

.

5

Καὶ περιέθηκε ταῖς χερσὶν αὐτῆς ψέλια χρυσᾶ καὶ εἰς τοὺς πόδας ἀναξυρίδας χρυσᾶς καὶ κόσμον τίμιον περὶ τὸν τράχηλον αὐτῆς καὶ χρυσὸν στέφανον περιέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς, καὶ ἐν τῷ στεφάνῳ ἦσαν λίθοι ἔμπροσθεν πολυτελεῖς.

18

.

6

Καὶ θερίστρῳ ἐσκέπασε τὴν κεφαλὴν αὐτῆς.

18

.

7

Καὶ εἶπε τῇ παιδίσκῃ αὐτῆς· ἄγαγέ μοι ὕδωρ ἀπὸ τῆς πηγῆς καθαρόν. Καὶ ἔκυψεν Ἀσενὲθ ἐν τῷ ὕδατι ἐν τῇ λεκάνῃ [ἐπὶ τῆς κόγχης]. Καὶ ἦν τὸ πρόσωπον αὐτῆς ὡς ὁ ἥλιος καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ὡς ἑωσφόρος ἀνατέλλων.
4

19

.

1

Καὶ ἦλθε παιδάριον μικρὸν καὶ εἶπε πρὸς Ἀσενέθ· ἰδοὺ Ἰωσὴφ
πρὸς ταῖς θύραις τῆς αὐλῆς ἡμῶν. Καὶ κατέβη Ἀσενὲθ σὺν ταῖς ἑπτὰ παρθένοις εἰς συνάντησιν αὐτοῦ.192

19

.

2

Καὶ ὡς εἶδεν αὐτὴν Ἰωσήφ, εἶπε πρὸς αὐτήν· δεῦρο πρός με, ἡ παρθένος ἡ ἁγνή, διότι ἐγὼ εὐηγγε‐ λίσθην περὶ σοῦ ἐξ οὐρανοῦ ὅστις εἶπέ μοι πάντα τὰ περὶ σοῦ.

19

.

3

Καὶ ἐξέτεινε τὰς χεῖρας αὐτοῦ Ἰωσὴφ καὶ ἐνηγκαλίσατο τὴν Ἀσενὲθ καὶ ἡ Ἀσενὲθ τὸν Ἰωσὴφ καὶ ἠσπάσαντο ἀλλήλους ἐπὶ πολὺ καὶ ἀνεζωοπύρησαν τῷ πνεύματι αὐτῶν.
4

20

.

1

Καὶ εἶπε πρὸς αὐτὸν Ἀσενέθ· δεῦρο, κύριε, εἴσελθε εἰς τὸν οἶκόν μου. Καὶ ἐκράτησε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτῆς.

20

.

2

Καὶ ἐκάθισεν Ἰωσὴφ ἐπὶ τοῦ θρό‐ νου Πεντεφρῆ τοῦ πατρὸς αὐτῆς καὶ ἤνεγκεν ὕδωρ τοῦ νίψαι τοὺς πόδας αὐτοῦ. Καὶ λέγει πρὸς αὐτὴν Ἰωσήφ· ἐλθάτω δὴ ἐκ τῶν παρθένων μία καὶ νιψάτω μου τοὺς πόδας.

20

.

3

Καὶ εἶπε πρὸς αὐτὸν Ἀσενέθ· οὐχί, κύριε, διότι αἱ χεῖρές μου χεῖρές σου καὶ οἱ πόδες σου πόδες μου, καὶ οὐ μὴ νίψῃ ἄλλη τοὺς πόδας σου. Καὶ ἐβιάσατο αὐτὸν καὶ ἔνιψε τοὺς πόδας αὐτοῦ.

20

.

4

Καὶ ἐκράτησε τὴν χεῖρα αὐτῆς τὴν δεξιὰν Ἰωσὴφ καὶ κατεφίλησεν αὐτὴν καὶ Ἀσενὲθ κατεφίλησε τὴν κεφαλὴν αὐτοῦ.

20

.

5

Καὶ ἦλθον οἱ γονεῖς Ἀσενὲθ ἐκ τοῦ ἀγροῦ τῆς κληρονομίας αὐτῶν καὶ εἶδον τὴν Ἀσενὲθ καθεζομένην μετὰ τοῦ
Ἰωσὴφ καὶ ἐνδεδυμένην γάμου στολὴν καὶ ἐχάρησαν καὶ ἐδόξασαν τὸν θεὸν καὶ ἔφαγον καὶ ἔπιον.194

20

.

6

Καὶ εἶπε Πεντεφρῆς πρὸς Ἰωσήφ· αὔριον ἐγὼ καλέσω τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας Αἰγύπτου καὶ ποιήσω ὑμῖν γάμους καὶ λήψῃ τὴν Ἀσενὲθ εἰς γυναῖκα.

20

.

7

Καὶ εἶπεν Ἰωσήφ· ἀναγγελῶ δὴ πρότερον τῷ Φαραὼ περὶ τῆς Ἀσενέθ, διότι αὐτός ἐστι πατήρ μου καὶ αὐτὸς δώσει μοι τὴν Ἀσενὲθ εἰς γυναῖκα.

20

.

8

Καὶ ἔμεινεν Ἰωσὴφ τὴν ἡμέραν ἐκείνην παρὰ τῷ Πεντεφρῇ καὶ οὐκ εἰσῆλθε πρὸς Ἀσενέθ, διότι ἔλεγεν· οὐ προσήκει ἀνδρὶ θεοσεβεῖ πρὸ τῶν γάμων κοιμηθῆναι μετὰ τῆς γυναικὸς αὐτοῦ.
3

21

.

1

Καὶ ἀνέστη Ἰωσὴφ τῷ πρωῒ καὶ ἀπῆλθε πρὸς Φαραὼ καὶ ἐλάλησεν αὐτῷ περὶ Ἀσενέθ.

21

.

2

Καὶ ἀπέστειλε Φαραὼ καὶ ἐκάλεσε τὸν Πεντεφρῆ καὶ τὴν Ἀσενέθ.

21

.

3

Καὶ ἐθαμβήθη Φαραὼ ἐπὶ τῷ κάλλει αὐτῆς καὶ εἶπεν· εὐλογήσει σε κύριος ὁ θεὸς τοῦ Ἰωσήφ, ὃς ἐξελέξατό σε εἰς νύμφην αὐτοῦ, ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ὁ πρωτότοκος καὶ ἡ θυγάτηρ τοῦ ὑψίστου κληθήσει καὶ Ἰωσὴφ ἔσται σου
5νυμφίος εἰς τὸν αἰῶνα χρόνον.

21

.

4

Καὶ ἔλαβε Φαραὼ στεφάνους χρυσοῦς καὶ ἐπέθηκε ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπεν· εὐλογήσει ὑμᾶς ὁ θεὸς ὁ ὕψιστος καὶ πληθυνεῖ ὑμᾶς εἰς τὸν αἰῶνα χρόνον.

21

.

5

Καὶ ἀπέστρεψεν αὐτοὺς Φαραὼ πρὸς ἀλλήλους καὶ κατεφίλησαν ἀλλήλους.

21

.

6

Καὶ ἐποίησε Φαραὼ γάμους αὐτῶν καὶ δεῖπνον καὶ πότον πολὺν ἐν ἡμέραις ἑπτά.

21

.

7

Καὶ ἐκάλεσε πάντας τοὺς ἄρχοντας τῆς γῆς Αἰγύπτου καὶ ἐκήρυξε λέγων· πᾶς ἄνθρωπος ὃς ποιήσει ἔργον ἐν ταῖς ἑπτὰ ἡμεραῖς τοῦ γάμου τοῦ Ἰωσὴφ καὶ τῆς Ἀσενὲθ θανάτῳ πικρῷ ἀποθανεῖται.

21

.

8

Καὶ γενομένων τῶν γάμων καὶ τοῦ δείπνου τελεσθέντος εἰσῆλθεν Ἰωσὴφ πρὸς Ἀσενὲθ καὶ συνέλαβεν Ἀσενὲθ ἐκ τοῦ Ἰωσήφ. Καὶ ἔτεκε τὸν Μανασσῆ καὶ τὸν Ἐφραὶμ τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ οἴκῳ Ἰωσήφ.
196
4

22

.

1

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ παρῆλθον τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ.

22

.

2

Καὶ ὡς ἤκουσεν Ἰακὼβ περὶ Ἰωσὴφ τοῦ υἱοῦ αὐτοῦ, εἰσῆλθεν εἰς Αἴγυπτον σὺν πάσῃ τῇ συγγενείᾳ αὐτοῦ ἐν τῷ δευτέρῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνός, καὶ κατῴκησεν ἐν γῇ Γεσέμ.

22

.

3

Καὶ εἶπεν Ἀσενὲθ πρὸς Ἰωσήφ· πορεύσομαι καὶ ὄψομαι τὸν πατέρα σου, διότι ὁ πατήρ σου Ἰσραὴλ πατήρ μού ἐστι. Καὶ εἶπεν αὐτῇ Ἰωσήφ· πορευσώμεθα ἅμα.

22

.

4

Καὶ ἦλθεν Ἰωσὴφ καὶ Ἀσενὲθ ἐν γῇ Γεσὲμ καὶ ἀπήντησαν αὐτοῖς οἱ ἀδελφοὶ Ἰωσὴφ καὶ προσεκύνησαν ἐπὶ τὴν γῆν.

22

.

5

Καὶ ἦλθον πρὸς Ἰακὼβ καὶ εὐλόγησεν αὐτοὺς καὶ κατεφίλησεν αὐτούς. Καὶ ἐκρεμάσθη Ἀσενὲθ ἐπὶ τὸν τράχηλον τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ καὶ κατεφίλησεν αὐτόν.

22

.

6

Καὶ μετὰ ταῦτα ἔφαγον καὶ ἔπιον.

22

.

7

Καὶ ἐπορεύθησαν Ἰωσὴφ καὶ Ἀσενὲθ εἰς τὸν οἶκον αὐτῶν καὶ προέπεμψαν αὐτοὺς Συμεὼν καὶ Λευίς, διότι ἐφθόνουν οἱ ἐχθραίνοντες, καὶ ἦν Λευὶς ἐκ δεξιῶν Ἀσενὲθ καὶ Συμεὼν ἐξ εὐωνύμων.
198

22

.

8

Καὶ ἐκράτησεν Ἀσενὲθ τὴν χεῖρα Λευί, διότι ἠγάπα αὐτὸν ὡς ἄνδρα προφήτην καὶ θεοσεβῆ καὶ φοβούμενον τὸν κύριον.

22

.

9

Καὶ αὐτὸς ἑώρα γράμματα γεγραμμένα ἐν τῷ οὐρανῷ καὶ ἀνεγίνωσκεν αὐτὰ καὶ ἀπεκάλυπτεν αὐτὰ τῇ Ἀσενὲθ κρυφῇ, καὶ ἑώρα Λευὶς τὸν τόπον τῆς καταπαύσεως αὐτῆς ἐν τοῖς ὑψίστοις.
4

23

.

1

Καὶ ἐγένετο ἐν τῷ παριέναι τὸν Ἰωσὴφ καὶ τὴν Ἀσενέθ, εἶδεν αὐτοὺς ἀπὸ τοῦ τείχουσ ὁ υἱὸς Φαραὼ ὁ πρωτότοκος.

23

.

2

Καὶ ἰδὼν τὴν Ἀσενὲθ ἐμμανὴς ἐγένετο ἐπ’ αὐτὴν διὰ τὸ ὑπερβάλλον κάλλος αὐτῆς. Καὶ ἀπέστειλεν ὁ υἱὸς Φαραὼ ἀγγέλους καὶ προσεκαλέσατο τὸν Συμεὼν καὶ τὸν Λευί.

23

.

3

Καὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔστησαν ἐνώπιον αὐτοῦ καὶ λέγει αὐτοῖς ὁ υἱὸς Φαραώ· γινώσκω ἐγὼ ὅτι ἐστὲ ὑμεῖς ἄνδρες δυνατοὶ ὑπὲρ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς καὶ ἐν ταῖς δεξιαῖς ὑμῶν κατεστράφη ἡ πόλις τῶν Σικιμιτῶν
5καὶ ἐν ταῖς δυσὶ ῥομφαίαις ὑμῶν κατεκόπησαν τριάκοντα χιλιάδες ἀνδρῶν πολεμιστῶν·

23

.

4

παρακαλῶ δὲ ὑμᾶς εἰς βοήθειαν ἐμὴν
σπεύσατε· ἰδοὺ ἐγὼ λήψομαι ὑμᾶς εἰς ἑταίρους καὶ δώσω ὑμῖν χρυσίον πολὺν καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ οἴκους καὶ κληρονομίας μεγάλας, καὶ συνάρασθέ μοι καὶ ποιήσατε μετ’200
5ἐμοῦ ἔλεος, διότι ἐνυβρίσθην ἐγὼ παρὰ τοῦ ἀδελφοῦ ὑμῶν Ἰωσήφ, διότι ἔλαβεν αὐτὸς τὴν Ἀσενὲθ εἰς γυναῖκα καὶ αὕτη ἐμοὶ κατηγγυᾶτο ἀπ’ ἀρχῆς.

23

.

5

Καὶ νῦν δεῦτε σὺν ἐμοὶ καὶ πολεμήσω ἐγὼ πρὸς Ἰωσὴφ καὶ ἀποκτενῶ αὐτὸν ἐν τῇ ῥομφαίᾳ μου καὶ λήψομαι τὴν Ἀσενὲθ εἰς γυναῖκα, καὶ ἔσεσθε ὑμεῖς ἀδελφοί μου καὶ φίλοι μου εἰς τέλος.

23

.

6

Εἰ δὲ μὴ ἀκούσητέ μου τῶν ῥημάτων, ἀποκτενῶ ὑμᾶς ἐν τῇ ῥομφαίᾳ μου. Καὶ ταῦτα λέγων ἐγύμνωσε τὴν ῥομφαίαν αὐτοῦ καὶ ἔδειξεν αὐτοῖς.

23

.

7

Ὁ δὲ Συμεὼν ἦν ἀνὴρ θρασὺς καὶ τολμηρὸς καὶ εἵλκυσε τὴν ῥομφαίαν αὐτοῦ ἐκ τοῦ κολεοῦ αὐτῆς καὶ ἤθελε πατάξαι τὸν υἱὸν Φαραώ.

23

.

8

Καὶ ἔγνω Λευὶς τὴν ἐνθύμησιν Συμεών, διότι Λευὶς ἦν ἄνθρωπος προφήτης καὶ προεώρα πάντα τὰ μέλλοντα. Καὶ ἐπάταξε Λευὶς τὸν πόδα τὸν δεξιὸν τοῦ Συμεὼν καὶ ἔθλιψεν αὐτὸν καὶ ἐσήμανεν αὐτῷ τοῦ παύσασθαι τὴν ὀργὴν αὐτοῦ.

23

.

9

Καὶ εἶπε Λευὶς πρὸς αὐτόν· ἵνα τί σὺ ἐθυμώθης κατ’ αὐτοῦ; διότι ἡμεῖς ἀνδρὸς θεοσεβοῦς παῖδές ἐσμεν, καὶ οὐ προσήκει ἀνδρὶ θεοσεβεῖ ἀπο‐ δοῦναι κακὸν ἀντὶ κακοῦ τῷ πλησίον αὐτοῦ.

23

.

10

Καὶ εἶπε Λευὶς πρὸς τὸν πλησίον αὐτοῦ τὸν υἱὸν Φαραὼ πραείᾳ τῇ καρδίᾳ καὶ ἱλαρῷ τῷ προσώπῳ· ἵνα τί σύ, κύριέ μου, λαλεῖς τὰ ῥήματα ταῦτα ἐνώπιον ἡμῶν; καὶ ἡμεῖς ἐσμεν ἄνδρες θεοσεβεῖς καὶ ὁ πατὴρ ἡμῶν
5ἐστι δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου καὶ Ἰωσὴφ ὁ ἀδελφὸς ἡμῶν ἐστιν ἀγαπητὸς τῷ θεῷ.

23

.

11

Καὶ πῶς ποιήσομεν τὸ πονηρὸν τοῦτο ἐναντίον τοῦ θεοῦ; καὶ νῦν ἄκουσον ἡμῶν καὶ φύλαξαι τοῦ μὴ λαλῆσαι ἔτι περὶ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσὴφ ταῦτα τὰ ῥήματα.
202

23

.

12

Εἰ δὲ ἐπιμένῃς τῇ βουλῇ ταύτῃ τῇ πονηρᾷ, ἰδοὺ αἱ ῥομφαῖαι ἡμῶν ἐσπασμέναι κατενώπιόν σου.

23

.

13

Καὶ εἵλκυσαν τὰς ῥομφαίας αὐτῶν ἐκ τῶν κολεῶν αὐτῶν καὶ εἶπον· ἑώρακας τὰς ῥομφαίας ταύτας; ἐν αὐταῖς ἐξεδίκησε κύριος ὁ θεὸς τὴν ὕβριν τῶν υἱῶν Ἰσραήλ, ἣν ἐποίησαν Σικιμῖται διὰ τὴν ἀδελφὴν ἡμῶν Δῖνα, ἣν ἐμίανε Συχὲμ
5ὁ υἱὸς Ἐμμώρ.

23

.

14

Καὶ εἶδεν ὁ υἱὸς Φαραὼ τὰς ῥομφαίας αὐτῶν ἐσπασμένας καὶ ἐφοβήθη καὶ ἐτρόμαξε καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ὑποκάτω τῶν ποδῶν αὐτῶν.

23

.

15

Καὶ ἐξέτεινε Λευὶς τὴν χεῖρα αὐτοῦ καὶ ἀνέστησεν αὐτὸν λέγων· μὴ φοβηθῇς, πλὴν φύλαξαι τοῦ μὴ λαλῆσαι κατὰ τοῦ ἀδελφοῦ ἡμῶν ῥῆμα πονηρόν.

23

.

16

Καὶ ἐξῆλθον ἀπ’ αὐτοῦ ἀφέντες αὐτὸν τρέμοντα καὶ φοβούμενον.
2

24

.

1

Καὶ ἐβαρεῖτο ὁ υἱὸς Φαραὼ καὶ ἐλυπεῖτο σφόδρα δι’ Ἀσενὲθ καὶ ἔπασχε κακῶς.

24

.

2

Καὶ εἶπον πρὸς αὐτὸν οἱ παῖδες αὐτοῦ εἰς τὸ οὖς αὐτοῦ λέγοντες· ἰδοὺ οἱ υἱοὶ Βάλλας καὶ Ζέλφας παιδισκῶν Λίας καὶ Ῥαχὴλ γυναικῶν Ἰακὼβ ἐχθραίνουσι τῷ Ἰωσὴφ καὶ τῇ Ἀσενὲθ καὶ φθονοῦσιν αὐτούς, καὶ οὗτοι ποιήσουσι κατὰ τὸ θέλημά
5σου.

24

.

3

Καὶ ἀπέστειλεν ὁ υἱὸς Φαραὼ ἀγγέλους καὶ ἐκάλεσεν αὐτούς, καὶ ἦλθον πρὸς αὐτὸν νυκτός, καὶ εἶπεν αὐτοῖς ὁ υἱὸς Φαραώ· οἶδα ἐγὼ ὅτι ἐστὲ ὑμεῖς ἄνδρες δυνατοί.

24

.

4

Καὶ εἶπον πρὸς τὸν υἱὸν Φαραὼ Γὰδ καὶ Δὰν οἱ πρεσβύτεροι ἀδελφοί· λαλησάτω δὴ ὁ
κύριος ἡμῶν τοῖς παισὶν αὐτοῦ ὃ βούλεται καὶ ποιήσομεν τὸ θέλημα αὐτοῦ.204

24

.

5

Καὶ ἐχάρη ὁ υἱὸς Φαραὼ χαρὰν μεγάλην καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· ἀπόστητε ἐντεῦθεν, ὅπως λαλήσω τοῖς ἀνδράσι τούτοις ἐν κρυφῇ τὸ ῥῆμά μου.

24

.

6

Καὶ ἐξῆλθον οἱ παῖδες πάντες καὶ ἐψεύσατο αὐτοῖς ὁ υἱὸς Φαραὼ λέγων· εὐλογία καὶ θάνατος πρόκειται πρὸ προσώπου ὑμῶν· λάβετε οὖν ὑμεῖς τὴν εὐλογίαν καὶ μὴ τὸν θάνατον.

24

.

7

Ἰδοὺ ἐγὼ γινώσκω ὑμᾶς ἄνδρας δυνατοὺς εἶναι καὶ μὴ ἀποθανεῖσθε ὡς γυναῖκες, ἀλλὰ ἀνδρίζεσθε καὶ ἀμύνεσθε τοὺς ἐχθροὺς ὑμῶν.

24

.

8

Ἤκουσα ἐγώ, φησί, τοῦ ἀδελφοῦ ὑμῶν Ἰωσὴφ λέγοντος πρὸς Φαραὼ τὸν πατέρα μου, ὅτι τέκνα παιδισκῶν εἰσι Δὰν καὶ Γὰδ καὶ οὐκ εἰσὶν ἀδελφοί μου.

24

.

9

Καὶ ἀναμενῶ τὸν θάνατον τοῦ πατρός μου καὶ ἐκθλίψω αὐτοὺς καὶ πᾶσαν τὴν συγγένειαν αὐτῶν, μήποτε συγκληρο‐ νομήσουσι μεθ’ ἡμῶν, διότι τέκνα παιδισκῶν εἰσι καὶ οὗτοί με πε‐ πράκασι τοῖς Ἰσμαηλίταις.

24

.

10

Κἀγὼ ἀνταποδώσω αὐτοῖς καθὰ ἐπονηρεύσαντο κατ’ ἐμοῦ, μόνον ἀποθανεῖται ὁ πατήρ μου.

24

.

11

Καὶ ἐπῄνεσε τὸν Ἰωσὴφ ὁ πατήρ μου Φαραὼ καὶ εἶπεν αὐτῷ· καλῶς εἴρηκας, τέκνον, λοιπὸν λαβὲ παρ’ ἐμοῦ ἄνδρας δυνατοὺς καὶ ὑπέξελθε αὐτοῖς καθά σοι διεπράξαντο, κἀγὼ ἔσομαί σοι βοηθός.

24

.

12

Καὶ ὡς ἤκουσαν οἱ ἄνδρες τῶν ῥημάτων τοῦ υἱοῦ Φαραώ, ἐταράχθησαν σφόδρα καὶ ἐλυπήθησαν καὶ εἶπον αὐτῷ· δεόμεθά σου, κύριε, βοήθησον ἡμῖν, καὶ εἴ τι προστάξῃς τοῖς δούλοις σου, ποιήσομεν.

24

.

13

Καὶ εἶπεν αὐτοῖς ὁ υἱὸς Φαραώ· ἐγὼ ἀποκτενῶ τὸν πατέρα μου τῇ νυκτὶ ταύτῃ, διότι ὁ Φαραὼ ὁ πατήρ μου ὡς πατήρ ἐστι τῷ Ἰωσήφ, λοιπὸν ἀποκτείνατε καὶ ὑμεῖς τὸν Ἰωσὴφ καὶ λήψομαι τὴν Ἀσενὲθ
5εἰς γυναῖκα.

24

.

14

Καὶ εἶπον αὐτῷ Δὰν καὶ Γάδ· ἡμεῖς ποιήσομεν ὅσα προστάξεις ἡμῖν. Ἀκηκόαμεν γὰρ τοῦ Ἰωσὴφ λέγοντος πρὸς τὴν Ἀσενέθ· πορεύου αὔριον εἰς τὸν ἀγρὸν τῆς κληρονομίας ἡμῶν, διότι καιρός ἐστι τοῦ τρυγητοῦ. Καὶ ἔδωκε μετ’ αὐτῆς ἄνδρας ἑξακοσίους
5δυνατοὺς εἰς πόλεμον καὶ πεντήκοντα προδρόμους.

24

.

15

Καὶ
ὡς ἤκουσεν ὁ υἱὸς Φαραὼ ταῦτα τὰ ῥήματα, ἔδωκεν τοῖς τέσσαρσιν ἀνδράσιν ἀνὰ πεντακοσίων ἀνδρῶν καὶ αὐτοὺς κατέστησεν ἄρχοντας αὐτῶν καὶ ἡγεμόνας.206

24

.

16

Καὶ εἶπον αὐτῷ Δὰν καὶ Γάδ· ἡμεῖς πορευσόμεθα νυκτὸς καὶ ἐνεδρεύσομεν εἰς τὸν χείμαρρον καὶ κρυβησόμεθα εἰς τὴν ὕλην τοῦ καλάμου.

24

.

17

Καὶ σὺ λαβὲ μετὰ σεαυτοῦ πεντήκοντα ἄνδρας ἐφίππους τοξότας καὶ πορεύου ἔμπροσθεν ἀπὸ μακρόθεν, καὶ ἐλεύσε‐ ται ἡ Ἀσενὲθ καὶ ἐμπεσεῖται εἰς τὰς χεῖρας ἡμῶν καὶ ἡμεῖς κατακόψομεν τοὺς ἄνδρας τοὺς μετ’ αὐτῆς.

24

.

18

Καὶ φεύξεται Ἀσενὲθ μετὰ τοῦ ὀχήματος αὐτῆς καὶ ἐμπεσεῖται εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτὴν καθὼς ἐπιθυμεῖ ἡ ψυχή σου.

24

.

19

Καὶ μετὰ ταῦτα ἀποκτενοῦμεν τὸν Ἰωσὴφ λυπούμενον δι’ Ἀσενὲθ καὶ τὰ τέκνα αὐτοῦ ἀποκτενοῦμεν ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ.

24

.

20

Καὶ ἐχάρη ὁ υἱὸς Φαραώ, ὡς ἤκουσε τῶν ῥημάτων τούτων, καὶ ἐξαπέστειλε μετ’ αὐτοὺς δύο χιλιάδας πολεμιστῶν.

24

.

21

Καὶ ἦλθον εἰς τὸν χείμαρρον καὶ ἐκ‐ ρύβησαν εἰς τὴν ὕλην τοῦ καλάμου καὶ ἐκάθισαν ἔμπροσθεν πεντακόσιοι, καὶ μέσον αὐτῶν ἦν ὁδὸς πλατεῖα.
3

25

.

1

Καὶ ἦλθεν ὁ υἱὸς Φαραὼ εἰς τὸν θάλαμον τοῦ πατρὸς αὐτοῦ τοῦ ἀποκτεῖναι αὐτόν, καὶ διεκώλυον αὐτὸν οἱ φύλακες τοῦ πατρὸς αὐτοῦ εἰσελθεῖν πρὸς αὐτόν·208

25

.

2

Καὶ εἶπεν αὐτοῖς ὁ υἱὸς Φαραώ· ὄψομαι τὸν πατέρα μου, διότι πορεύομαι τρυγῆσαι τὴν ἄμπελόν μου τὴν νεό‐ φυτον.

25

.

3

Καὶ εἶπον αὐτῷ οἱ φύλακες· πόνον πονεῖ ὁ πατήρ σου καὶ ἠγρύπνησεν ὅλην τὴν νύκτα καὶ ἡσυχάζει καὶ εἶπεν ἡμῖν· μηδεὶς εἰσέλθῃ πρός με, μηδὲ ὁ υἱός μου ὁ πρωτότοκος.

25

.

4

Καὶ ἀπῆλθεν ἐν θυμῷ καὶ ἔλαβεν ἄνδρας ἐφίππους τοξότας πεντήκοντα καὶ ἀπῆλθεν ἔμπροσθεν αὐτῶν, καθὼς ἐλάλησαν αὐτῷ Δὰν καὶ Γάδ.

25

.

5

Καὶ εἶπον Νεφθαλὶμ καὶ Ἀσὴρ πρὸς τὸν Δὰν καὶ Γάδ· ἵνα τί ὑμεῖς πονηρεύ‐ εσθε πάλιν κατὰ τοῦ πατρὸς ἡμῶν Ἰσραὴλ καὶ κατὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσήφ; καὶ αὐτὸν διαφυλάττει ὁ θεὸς ὡς κόρην ὀφθαλμοῦ.

25

.

6

Οὐχ ἅπαξ πεπράκατε αὐτὸν καὶ ἔστι σήμερον βασιλεὺς πάσης τῆς γῆς καὶ σωτὴρ καὶ σιτοδότης;

25

.

7

Καὶ νῦν πάλιν ἐὰν πονηρεύσεσθε κατ’ αὐτοῦ πονηρά, ἐπικαλέσεται τὸν θεὸν Ἰσραὴλ καὶ πέμψει πῦρ ἀπ’ οὐρανοῦ καὶ καταφάγεται ὑμᾶς καὶ οἱ ἄγγελοι τοῦ θεοῦ πολεμή‐ σουσιν ὑμᾶσ.

25

.

8

Καὶ ὀργίσθησαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν οἱ πρεσβύτεροι Δὰν καὶ Γὰδ λέγοντες· ἀλλ’ ὡς γυναῖκες ἀποθανούμεθα; μὴ γένοιτο. Καὶ ἐξῆλθον εἰς συνάντησιν τῷ Ἰωσὴφ καὶ τῇ Ἀσενέθ.
3

26

.

1

Καὶ ἀνέστη Ἀσενὲθ τῷ πρωῒ καὶ εἶπε πρὸς Ἰωσήφ· πορεύσομαι δὴ εἰς τὸν ἀγρὸν τῆς κληρονομίας ἡμῶν, ἀλλὰ δέδοικεν ἡ ψυχή μου, ὅτι χωρίζῃ ἀπ’ ἐμοῦ.210

26

.

2

Καὶ εἶπεν αὐτῇ Ἰωσήφ· θάρσει καὶ μὴ φοβη‐ θῇς, ἀλλὰ πορεύου, ὅτι ὁ κύριος μετὰ σοῦ ἐστι καὶ αὐτός σε διαφυλά‐ ξει ὡς κόρην ὀφθαλμοῦ ἀπὸ παντὸς πονηροῦ.

26

.

3

Κἀγὼ πορεύσομαι ἐπὶ τὴν σιτοδοσίαν μου καὶ δώσω σῖτον τοῖς ἀνθρώποις πᾶσι ἐν τῇ πόλει ἵνα μὴ διαφθαρῇ ἄνθρωπος ἀπὸ λιμοῦ ἐν γῇ Αἰγύπτῳ.

26

.

4

Καὶ ἀπῆλθεν Ἀσενὲθ ἐπὶ τὴν ὁδὸν αὐτῆς καὶ Ἰωσὴφ ἀπῆλθεν ἐπὶ τὴν σιτοδοσίαν αὐτοῦ.

26

.

5

Καὶ ἦλθεν Ἀσενὲθ ἐπὶ τὸν τόπον τοῦ χει‐ μάρρου μετὰ τῶν ἑξακοσίων ἀνδρῶν καὶ ἐξαίφνησ οἱ περὶ τὸν υἱὸν Φαραὼ ἐξεπήδησαν ἐκ τῆς ἐνέδρας αὐτῶν καὶ συνέμιξαν πόλεμον μετὰ τῶν δυνατῶν Ἀσενὲθ καὶ κατέκοψαν αὐτοὺς πάντας ἐν ταῖς
5ῥομφαίαις αὐτῶν καὶ τοὺς προδρόμους τῆς Ἀσενὲθ πάντας ἀπ‐ έκτειναν.

26

.

6

Καὶ ἔφυγεν Ἀσενὲθ μετὰ τοῦ ὀχήματος αὐτῆς.

26

.

7

Καὶ ἔγνω Λευὶς ὁ υἱὸς Λίας ταῦτα πάντα ὡς προφήτης καὶεἶπε τοῖς ἀδελφοῖς αὐτοῦ τὸν κίνδυνον τῆς Ἀσενέθ. Καὶ ἔλαβεν ἕκαστος αὐτῶν τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ καὶ τὰς ἀσπίδας αὐτῶν ἐπὶ τοὺς βραχίονας αὐτῶν καὶ τὰ δόρατα
5αὐτῶν ἐν ταῖς δεξιαῖς χερσὶν αὐτῶν, καὶ κατεδίωξαν ὀπίσω τῆς Ἀσενὲθ δρόμῳ ταχεῖ.

26

.

8

Καὶ ἔφυγεν Ἀσενέθ, καὶ ἰδοὺ ὁ υἱὸς Φαραὼ ὑπήντησεν αὐτῇ καὶ πεντήκοντα ἄνδρες μετ’ αὐτοῦ. Καὶ εἶδεν αὐτὸν Ἀσενὲθ καὶ ἐφοβήθη καὶ ἐτρόμαξε.
3

27

.

1

Καὶ ἦν Βενιαμὴν καθεζόμενος μετ’ αὐτῆς ἐπὶ τοῦ ὀχήματος.212

27

.

2

Καὶ ἦν Βενιαμὴν παιδάριον ἰσχυρὸν ὡς ἐτῶν δέκα καὶ ὀκτώ, καὶ ἦν ἐπ’ αὐτῷ κάλλος ἄρρητον καὶ δύναμις ὡς σκύμνου λέοντος, καὶ ἦν φοβούμενος τὸν θεόν.

27

.

3

Καὶ κατεπήδησε Βενιαμὴν ἐκ τοῦ ὀχήματος καὶ ἔλαβε λίθον ἐκ τοῦ χειμάρρου στρογγύλον καὶ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ καὶ ἠκόντισε κατὰ τοῦ υἱοῦ Φαραὼ καὶ ἐπάταξε τὸν κρόταφον αὐτοῦ τὸν εὐώνυμον καὶ ἐτραυμάτισεν αὐτὸν τραύματι
5μεγάλῳ καὶ βαρεῖ, καὶ ἔπεσεν ἐκ τοῦ ἵππου αὐτοῦ ἡμιθανὴς τυγχάνων.

27

.

4

Καὶ ἀνέδραμε Βενιαμὴν ἐπὶ πέτρας καὶ εἶπε τῷ ἡνιόχῳ τῆς Ἀσενέθ· δὸς δή μοι λίθους ἐκ τοῦ χειμάρρου πεντήκοντα.

27

.

5

Καὶ ἔδωκεν αὐτῷ λίθους πεντήκοντα. Καὶ ἠκόντισε τοὺς λίθους Βενιαμὴν καὶ ἀπέκτεινε τοὺς πεντήκοντα ἄνδρας τοὺς ὄντας μετὰ τοῦ υἱοῦ Φαραὼ καὶ ἔδυσαν οἱ λίθοι ἐπὶ τοὺς κροτάφους ἑνὸς ἑκάστου αὐτῶν.

27

.

6

Τότε οἱ υἱοὶ Λίας, Ῥουβὴμ καὶ Συμεών, Λευὶς καὶ Ἰού‐ δας, Ἰσάχαρ καὶ Ζαβουλών, κατεδίωξαν ὀπίσω τῶν ἀνδρῶν τῶν ἐνεδρευόντων καὶ ἐπέπεσαν αὐτοῖς ἄφνω καὶ κατέκοψαν τοὺς δισχιλίους ἄνδρας καὶ ἀπέκτειναν αὐτοὺς οἱ ἓξ ἄνδρες.

27

.

7

Καὶ ἔφυγον οἱ ἀδελφοὶ αὐτῶν οἱ υἱοὶ Βάλλας καὶ Ζέλφας καὶ εἶπον· ἀπολώλα‐ μεν ἐκ τῶν ἀδελφῶν ἡμῶν καὶ τέθνηκεν ὁ υἱὸς Φαραὼ ἐν τῇ χειρὶ Βενιαμὴν καὶ πάντες οἱ μετ’ αὐτοῦ ἀπολώλασιν ἐν χειρὶ αὐτοῦ.
5Καὶ νῦν δεῦτε, ἀποκτείνωμεν τὴν Ἀσενὲθ [καὶ τὸν Βενιαμὴν] καὶ φύγωμεν ἐπὶ τὴν ὕλην τοῦ καλάμου.

27

.

8

Καὶ ἦλθον ἔχοντες ἐσπασμέ‐ νας τὰς ῥομφαίας αὐτῶν αἵματος πλήρεις, καὶ εἶδεν αὐτοὺς Ἀσενὲθ καὶ εἶπε· Κύριος ὁ θεός μου ὁ ζωοποιήσας με ἐκ τοῦ θανάτου, ὁ εἰπών μοι·
εἰς τὸν αἰῶνα ζήσεται ἡ ψυχή σου, ῥῦσαί με ἐκ τῶν ἀνδρῶν τούτων. Καί ἤκουσε214
5κύριος ὁ θεὸς τὴν φωνὴν αὐτῆς καὶ εὐθέως ἐρρύησαν αἱ ῥομφαῖαι ἀπὸ τῶν χειρῶν αὐτῶν καὶ ἔπεσον ἐπὶ τὴν γῆν καὶ διελύθησαν ὡς τέφρα.
6

28

.

1

Καὶ εἶδον οἱ υἱοὶ Βάλλας καὶ Ζέλφας τὸ θαῦμα τὸ γεγονὸς καὶ ἐφοβήθησαν καὶ εἶπον· κύριος πολεμεῖ καθ’ ἡμῶν ὑπὲρ Ἀσενέθ.

28

.

2

Καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησαν τῇ Ἀσενὲθ λέγοντες· ἐλέησον ἡμᾶς τοὺς δούλους σου, διότι δέσποινα ἡμῶν εἶ καὶ βασίλισσα καὶ ἡμεῖς ἐπονηρευσάμεθα εἰς σὲ κακὰ καὶ
5κατὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἰωσήφ.

28

.

3

Καὶ νῦν ἀνταπέδωκεν ἡμῖν ὁ θεός, διὰ τοῦτο δεόμεθά σου, οἱ δοῦλοί σου, ἐλέησον ἡμᾶς καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν χειρῶν τῶν ἀδελφῶν ἡμῶν, ὅτι αὐτοί εἰσιν οἱ ἔκδι‐ κοι τῆς ὕβρεώς σου καὶ αἱ ῥομφαῖαι αὐτῶν εἰσι κατέναντι ἡμῶν.

28

.

4

Καὶ εἶπεν αὐτοῖς Ἀσενέθ· θαρσεῖτε καὶ μὴ φοβεῖσθε, διότι οἱ ἀδελφοὶ ὑμῶν εἰσιν ἄνδρες θεοσεβεῖς καὶ μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ τινι ἀνθρώπῳ.

28

.

5

Πορεύθητε δὲ εἰς τὴν ὕλην τοῦ καλάμου, ἕως οὗ ἐξιλάσομαι αὐτοὺς περὶ ὑμῶν καὶ παύσω τὴν ὀργὴν αὐτῶν, διότι μεγάλα ἐτολμήσατε κατέναντι αὐτῶν.

28

.

6

Θαρσεῖτε καὶ μὴ φοβεῖσθε, διότι κρινεῖ κύριος ἀναμέσον ἐμοῦ καὶ ὑμῶν.

28

.

7

Καὶ ἔφυγον Δὰν καὶ Γὰδ εἰς τὴν ὕλην τοῦ καλάμου.

28

.

8

Καὶ ἰδοὺ ἦλθον οἱ υἱοὶ Λίας τρέχοντες ὥσπερ ἔλαφοι κατ’ αὐτῶν, καὶ κατέβη
Ἀσενὲθ ἀπὸ τοῦ ὀχήματος αὐτῆς καὶ ἐδεξιώσατο αὐτοὺς μετὰ δακρύων.216

28

.

9

Καὶ αὐτοὶ προσεκύνησαν ἐνώπιον αὐτῆς ἐπὶ τὴν γῆν καὶ ἔκλαυ‐ σαν μετὰ φωνῆς μεγάλης καὶ ἐζήτουν τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς τῶν παιδισκῶν τοῦ ἀνελεῖν αὐτούς.

28

.

10

Καὶ εἶπε πρὸς αὐτοὺς Ἀσενέθ· φείσασθε τῶν ἀδελφῶν ὑμῶν καὶ μὴ ποιήσητε αὐτοῖς κακόν, διότι κύριος ὑπερήσπισέ μου καὶ ἀπετέφρωσε τὰς ῥομφαίας αὐτῶν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἐγένοντο ὡσεὶ κηρὸς ἀπὸ προσώπου πυρός.

28

.

11

Καὶ τοῦτο ἱκανὸν ἡμῖν ἐστιν ὅτι κύριος πολεμεῖ ὑπὲρ ἡμῶν· λοιπὸν φείσασθε τῶν ἀδελφῶν ὑμῶν.

28

.

12

Καὶ εἶπε Συμεὼν πρὸς Ἀσενέθ· ἵνα τί λαλεῖ ἡ δέσποινα ἡμῶν περὶ τῶν ἐχθρῶν αὐτῆς;

28

.

13

Οὐχί, ἀλλὰ κατακό‐ ψομεν αὐτοὺς ἐν ταῖς ῥομφαίαις ἡμῶν, διότι ἐβουλεύσαντο κακὰ κατὰ τοῦ πατρὸς ἡμῶν Ἰσραὴλ καὶ κατὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἰω‐ σήφ, ἤδη τοῦτο δίς, καὶ κατὰ σοῦ σήμερον.

28

.

14

Καὶ εἶπεν αὐτῷ Ἀσενέθ· μηδαμῶς, ἀδελφέ, ἀποδώσεις κακὸν ἀντὶ κακοῦ τῷ πλησίον σου, διότι κύριος ἐκδικήσει τὴν ὕβριν ταύτην.

28

.

15

Καὶ μετὰ ταῦτα ἠσπάσατο Συμεὼν τὴν Ἀσενέθ. Καὶ ἦλθε πρὸς αὐτὴν Λευὶς καὶ κατεφίλησε τὴν χεῖρα αὐτῆς τὴν δεξιὰν καὶ εὐλόγησεν αὐτήν.

28

.

16

Καὶ ἔσωσεν Ἀσενὲθ τοὺς ἄνδρας ἐκ τῆς ὀργῆς τῶν ἀδελφῶν αὐτῶν τοῦ μὴ ἀποκτεῖναι αὐτούς.
2

29

.

1

Καὶ ὁ υἱὸς Φαραὼ ἀνέστη ἐκ τῆς γῆς καὶ ἀνεκάθισε καὶ ἔπτυσεν αἷμα ἀπὸ τοῦ στόματος αὐτοῦ, διότι τὸ αἷμα αὐτοῦ ἐρρύη ἐκ τοῦ κροτάφου αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ.

29

.

2

Καὶ ἔδραμεν ἐπ’ αὐτὸν
Βενιαμὴν καὶ ἔλαβε τὴν ῥομφαίαν αὐτοῦ καὶ εἵλκυσεν αὐτὴν ἐκ τοῦ κολεοῦ, διότι Βενιαμὴν οὐκ ἦν φορῶν ἐπὶ τὸν μηρὸν αὐτοῦ ῥομφαίαν.218

29

.

3

Καὶ ὡς ἔμελλε πατάξαι τὸν υἱὸν Φαραώ, ἔδραμε Λευὶς καὶ ἐκράτησε τῆς χειρὸς αὐτοῦ καὶ εἶπε· μηδαμῶς, ἀδελφέ, ποιήσῃς τὸ ἔργον τοῦτο, διότι ἡμεῖς ἄνδρες θεοσεβεῖς ἐσμεν, καὶ οὐ προσήκει ἀνδρὶ θεοσεβεῖ ἀποδοῦναι κακὸν ἀντὶ κακοῦ οὐδὲ πεπτωκότα καταπατῆ‐
5σαι οὐδὲ ἐκθλίψαι τὸν ἐχθρὸν ἕως θανάτου.

29

.

4

Ἀλλὰ δεῦρο καὶ θερα‐ πεύσωμεν αὐτὸν ἀπὸ τοῦ τραύματος αὐτοῦ καὶ ἐὰν ζήσῃ ἔσται ἡμῶν φίλος καὶ ὁ πατὴρ αὐτοῦ Φαραὼ ἔσται πατὴρ ἡμῶν.

29

.

5

Καὶ ἀνέστησε Λευὶς τὸν υἱὸν Φαραὼ καὶ ἀπένιψε τὸ αἷμα ἐκ τοῦ προσώπου αὐτοῦ καὶ ἔδησε τελαμῶνα εἰς τὸ τραῦμα αὐτοῦ καὶ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸν ἵππον αὐτοῦ καὶ ἐκόμισεν αὐτὸν πρὸς τὸν πατέρα αὐτοῦ.

29

.

6

Καὶ διηγήσαντο αὐτῷ Λευὶς ἅπαντα τὰ παρακολουθήσαντα.

29

.

7

Καὶ ἀνέστη Φαραὼ ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ προσεκύνησε τῷ Λευὶ ἐπὶ τὴν γῆν.

29

.

8

Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀπέθανεν ὁ υἱὸς Φαραὼ ἐκ τοῦ τραύματος τοῦ λίθου Βενιαμήν.

29

.

9

Καὶ ἐπένθησε Φαραὼ τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον καὶ ἐκ τῆς λύπης ἐμαλακίσθη.

29

.

10

Καὶ ἀπέθανεν Φαραὼ ἐτῶν ἑκατὸν ἐννέα καὶ κατέλιπε τὸ διάδημα αὐτοῦ τῷ Ἰωσήφ.

29

.

11

Καὶ ἐβασίλευσεν Ἰωσὴφ ἐν Αἰγύπτῳ ἔτη τεσσαράκοντα ὀκτὼ καὶ μετὰ ταῦτα ἔδωκεν Ἰωσὴφ τὸ διάδημα
τῷ ἐγγόνῳ Φαραώ. Καὶ ἦν Ἰωσὴφ ὡς πατὴρ αὐτοῦ ἐν Αἰγύπτῳ.220